TLG 0534 002 :: CALLISTHENES :: Fragmenta

CALLISTHENES Hist.
(Olynthius: 4 B.C.)

Fragmenta

Source: FGrH #124. : 2B:639–657; 3B:743 addenda.

fr. 55: P. Oxy. 2.222

Citation: Volume-Jacoby#-F — fragment — (line)

2b,124,F

1

ATHEN. XIII 10 p. 560 BC: καὶ ὁ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῶι Περὶ
τοῦ Ἱεροῦ πολέμου, ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ639 in vol. 2B
5καὶ τὰς Ἀργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ. δεκάτωι δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα.

2b,124,F

2

Didym. zu Demosth. V 64: ἀλλὰ γὰρ καὶ Καλλισθέν[ης ἐγκώμιό]ν̣ τι συντάξας περὶ αὐτοῦ (sc. Ἑρμίου) π̣[ολλά τε λέγει ἄλ]λ̣α̣ καὶ [ταυ]τί· «οὐ μόνο̣ν τοι[οῦτος ἐγίγνετο ἐκτὸς] κ̣ι̣ν̣δύνων, ἀλλὰ καὶ πλησίον [γενό‐ μενος ἀεὶ ]μ̣οιος ὢν διετέλει. καὶ μέγισ̣[τον δήπου τεκμήριο
5ἔδωκε τῆς ἀρετῆς ἐν αὐτοῖ̣[ς τοῖς τελευτα]ίοις. οἱ μὲν γὰρ βάρ‐ βαροι θεωροῦντες [ἀγόμενον ἐξεπλήττοντ]ο τὴν ἀνδρείαν, ὁ δ̣[ὲ] β̣ασιλ̣ε̣[ὺς π(αρ) τ(ν) φίλων οὐδὲν ἀνα]κ̣ρ̣]νόμενος ἕτερον ἀλλ’ ἢ τοὺς αὐτοὺς λόγους ἀκούων, ἀγασθεὶς τὴν ἀνδρείαν καὶ τὴν βεβαιότητα τῶν τρόπων, διενοήθη μὲν αὐτὸν ὅλως ἀφεῖναι,
10νομίζων γενόμενον αὑτῶι φίλον πάντων ἔσεσθαι χρησιμώτατον. ἀντιπιπτόντων δὲ Βαγώου καὶ Μέντορος διὰ τὸ φθονεῖν καὶ φοβεῖσθαι, μὴ πρωτεύσηι μᾶλλον ὅδ’ αὐτῶν ἀφεθείς, ταύτην μὲν πάλιν μετεβάλετο τὴν γνώμην, δικάσων δὲ τῶν γιγνομένων παρ[αὐτ]ῶι κακοπαθιῶν ἄμοιρον αὐτὸν ἐποίησε δ̣[ιὰ τὴν] ἀρετήν.
15ἡ μὲν οὖν τοιαύτη μετριότης ὑπῆρ[ξε παρ]ὰ τῶν ἐχθρῶν παρα‐ δοξ[οτ]τ̣] κ̣(α) π̣[ολὺ παρὰ τ]ὸν τῶν βαρβάρων τρό[πον. ὁ δ’ οὖν] τ̣ελε̣[υτήσει]ν μέλλων Φίλισ̣[τον πρὸς ἑαυτ]ὸν [εἰσκαλ]ε‐ σάμενος ἄλλ[ο] μ̣(ν) [οὐδὲν εἶπεν, ἐπ]έσκη̣[ψε δα]ὐτῶι πρὸς τοὺ] φ̣ί[λους καὶ το]ς̣ ἑ̣ταίρους [ἐπισ]τέλλειν, ὡς οὐδὲν ἀ[νά‐
20ξιο]ν̣ ε̣[ἴ]η̣ φιλοσοφία[ς οὐδ]σχημον διαπεπραγμένος.»

2b,124,F

3

——VI 50: ἀλλὰ γὰρ ἔτι διαλλάττουσι καὶ π[ερὶ τὴν σύ]λληψιν αὐτοῦ καὶ τὸν θάνατον. Ἕρμι[ππος] γὰρ ἐν τῶι Περὶ Ἀριστοτέλους β (IV) ἐν τ̣ο[ῖς δεσμο]ῖ̣ς φησιν αὐτὸν τελευτῆσαι, οἱ δ’ ὑπ[ὸ βασιλ]έως βασανισθέντα ἀνα‐ σταυρωθῆνα[ι, καθ]άπερ προέκκειται, οἱ [δὲ] αὐτὸν εκ̣..ι̣...αι μηδὲν τ̣[ῶ]ν
5Φιλίππωι συνεγνωσμένων [ὁμο]λ̣ο̣γήσαντα, καθάπερ ὁ Καλλισθένης.

2b,124,F

4

Pollux IX 93: Θουκυδίδης (IV 52, 2) μὲν δὴ καὶ στατῆράς τινας Φωκαίτας κέκληκεν. ἦν δέ τι καὶ νομίσματος εἶδος οὕτως ὀνομαζόμενον. φησὶ γοῦν ἐν τοῖς Ἀποφθέγμασιν ὁ Καλλισθένης ὑπ’ Εὐβούλου τοῦ Ἀταρνείτου τὸν ποιητὴν Περσῖνον ἀμελούμενον εἰς Μιτυλήνην ἀπελθόντα θαυμάζοντι γράψαι, διότι τὰς Φωκαί‐
5δας, ἃς ἔχων ἦλθεν, ἥδιον ἐν Μιτυλήνηι μᾶλλον ἢ ἐν Ἀτάρνηι καταλλάττει.640 in vol. 2B

2b,124,F

5

Athen. VIII 43—45 p. 350 D—352 C: (lemma ἐκ τῶν Καλλισθένους Στρατονίκου Ἀπομνημονεύματα) ἀναγράφει δὲ καὶ τάδε μετὰ τὰ προειρημένα τοῦ Στρατονίκου ἀπομνημονευμάτων οὕτως· Στρατόνικος πρὸς τὸν Χρυσογόνου πατέρα λέγοντα ὅτι πάντα αὐτῶι ὑπάρχει οἰκεῖα—αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν
5δὲ υἱῶν ὁ μὲν διδάξει, ὁ δὲ αὐλήσει—‘προσδεῖ γ’‘, ἔφη ὁ Στρατόνικος, ‘ἔτι ἑνόσ‘. εἰπόντος δέ ‘τίνοσ‘; ‘θεάτρου‘, ἔφη, ‘οἰκείου.‘ (2) ἐρομένου δέ τινος ὅ τι τὴν Ἑλλάδα πᾶσαν περινοστεῖ, ἀλλ’ οὐκ ἐν μιᾶι πόλει διαμένει, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρ’ ὧν πράττεσθαι μισθὸν ἀμουσίας. (3) τὸν Φάωνα δὲ ἔφη αὐλεῖν οὐχ ἁρμονίαν, ἀλλὰ τὸν Κάδμον. προσποιουμένου
10δὲ εἶναι Φάωνος αὐλητικοῦ καὶ ἔχειν φάσκοντος Μεγαροῖ χορόν, ‘ληρεῖσ‘, ἔφη, ‘ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλ’ ἔχει‘. (4) μάλιστα δὲ θαυμάζειν ἔφη τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἵα τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκε. πυνθανόμενος δὲ ἐν Ἰλίωι ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις ‘αἰεί‘, ἔφησεν, ‘Ἰλίωι κακά‘. (5) Μυννάκου δ’ αὐτῶι περὶ μουσικῆς
15διαμφισβητοῦντος οὐ προσέχειν αὐτῶι ἔφη, ὅτι ἀνώτερον τοῦ σφυροῦ λέγει. (6) τὸν δὲ φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Ἅιδου τοὺς θεραπευομένους. (7) ἀπαντήσας δέ τινι τῶν γνωρίμων ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς συνη〈χθέ〉σθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. (8) ἐν Τειχιοῦντι δὲ τῆς Μιλήτου μιγάδων οἰκούντων ὡς
20ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄντας ‘ἀπίωμεν‘ ἔφη ‘παῖ· ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνήισκειν, τῶν δ’ ἀστῶν οὐδείσ‘. (9) Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξιόντος περὶ μουσικῆς, μόνωι δὲ 〈αὐτῶι〉 οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, ‘ὅς γε‘ ἔφη ‘τὸ ἀμουσότατον τῶν ὀνομάτων εἵλου, εἰ σεαυτὸν ἀντ’ Ἀμφίονος Ζῆθον καλεῖσ‘. (10) Μακεδόνα δέ τινα κιθαρίζειν διδάσκων ἐκπικρανθεὶς ἐπὶ
25τῶι μηδὲν αὐτὸν ποιεῖν τῶν δεόντων, ‘εἰς Μακεδονίαν‘ ἔφη. (11) πρὸς βαλα‐ νείωι ψυχρῶι καὶ φαύλωι κεκοσμημένον ἰδὼν ἡρῶιον λαμπρῶς ὡς ἐξῆλθεν λελουμένος κακῶς ‘οὐ θαυμάζω‘ ἔφη ‘ὅτι πολλοὶ ἀνάκεινται πίνακεσ‘, ἕκαστον γὰρ τῶν λου‐ ομένων ὡς σωθέντα ἀνατιθέναι. (12) ἐν Αἴνωι δὲ ἔφη τοὺς μὲν ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέτταρας χειμῶνα. (13) τοὺς δὲ Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν
30πόντου, ὥσπερ ἐκ τοῦ ὀλέθρου. τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν· τὴν δ’ Ἡράκλειαν Ἀνδροκόρινθον· καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος· τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους· τοὺς δ’ Ἀμβρακιώτας Μεμβρακιώτας. (14) ἐκ τῆς δ’ Ἡρακλείας ὡς ἐξήιει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκοπεῖ, αἰσχύνεσθαι, ἔφη, μὴ ὀφθῆι, ὥσπερ ἐκ πορνείου
35ἐξιών. (15) ἰδὼν δ’ ἐν τῶι κύφωνι δεδεμένους δύο ‘ὡς μικροπολιτικόν‘, ἔφη, ‘τὸ μὴ δύνασθαι συμπληρῶσαι‘. (16) πρὸς δὲ ἁρμονικόν τινα, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦντ’ αὐτῶι περὶ ἁρμονίας ἔφη· ‘ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.‘ (17) ἐν Μαρωνείαι δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν· εἶθ’ ὡς ἦγον καὶ ἠρώτων, ‘κατὰ
40τὸ καπηλεῖον‘ ἔφη, ὅτι καπηλεῖα 〈πάντα〉 ἐδόκει εἶναι ἡ Μαρώνεια. (18) τὸν δὲ Τηλεφάνην ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος, ‘ἄνω‘ ἔφη ‘ὡς οἱ ἐρυγ‐
γάνοντεσ‘. (19) τοῦ δὲ βαλανέως ἐν Καρδίαι ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν καὶ κατὰ θάλατταν. (20) νικήσας δ’ ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας641 in vol. 2B
45‘Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων‘. (21) ἄισαντος δέ τινος, ἤρετο 〈τίνοσ〉 τὸ μέλος· εἰπόντος δ’ ὅτι ‘Καρκίνου‘, ‘πολύ γε μᾶλλον‘ ἔφη ‘ἢ ἀνθρώπου‘. (22) ἐν Μαρωνείαι δ’ ἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλ’ ἀλέαν. (23) ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου—ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους—‘ὦ μιαρέ‘ ἔφη ‘παῖ, παρὰ χαλκοῦν με μικροῦ

2b,124,F

5

(50)

Φασηλίτην ἐποίησασ‘. (24) πρὸς δὲ τὸν ἐπαινοῦντα, ἵνα λάβηι τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός. (25) ἐν μικρᾶι δὲ πόλει διδάσκων ἔφη ‘αὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλισ‘. (26) ἐν Πέλληι δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν. εἰπόντων δὲ τῶν ἱμώντων ‘ἡμεῖς γε τοῦτο πίνομεν‘, ‘οὐκ ἄρ’‘ ἔφη ‘πότιμόν ἐστιν‘. ἐτύγχανον δ’ οἱ ἄνθρωποι χλωροὶ ὄντες. (27) ἐπακούσας δὲ
55τῆς Ὠδῖνος τῆς Τιμοθέου ‘εἰ δ’ ἐργολάβον‘ ἔφη ‘ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάσ‘. (28) Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον ὁ μαθητὴς αὐτοῦ Φιλωτᾶς, θαυμάζειν ἔφη, ‘εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμουσ‘. (29) πρὸς Ἄρειον δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν ‘ψάλλ’ ἐς κόρακασ‘ ἔφη. (30) ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό
60τι αὐτῶι 〈καὶ〉 ‘κακόδαιμον‘ ἔφη, ‘νακόδαιμον‘ ἔφη. (31) τοὺς δὲ Ῥοδίους 〈ὁ〉 αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη αὐτοὺς λευκοὺς εἶναι Κυρηναίους, καὶ αὐτὴν δὲ τὴν Ῥόδον ἐκάλει μνηστήρων πόλιν, † χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δ’ εἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων.

2b,124,F

6

SCHOL. APOLL. RHOD. I 1037: Καλλισθένης δὲ ἐν τῶι πρώτωι τοῦ Περίπλου κατ’ ἔχθραν φησὶ τοὺς οἰκοῦντας τὴν Κύζικον ἐπιθέσθαι νυκτὸς τοῖς Ἀργοναύταις.

2b,124,F

7

SCHOL. APOLL. RHOD. II 672 τῆμος ἐρημαίης νήσου λιμέν’ εἰσελάσαντες Θυνιάδος] Καλλισθένης δὲ ἐν τῶι Περίπλωι ὑπὸ μὲν Ἑλλήνων φησὶ προσαγορεύεσθαι τήν τε χώραν καὶ τὴν νῆσον Θυνιάδα, ὑπὸ δὲ τῶν βαρβάρων 〈Βι〉θυνίαν.

3b,124,F

7bis

NATAL. COM. Myth. 9, 15 p. 1001 ed. Genev.: alii dicunt, inter quos fuit Callisthenes in Navigatione et Hecataeus de Hyperboreis (264 F 20), duos colles fuisse in Phrygia, qui Aures asini vocarentur, super quibus munitissima oppida condita fuerunt, e quibus latrones complures viatores et peregrinos adorie‐
5bantur. his locis cum arma Midas intulisset ac oppidis per vim potitus fuisset, obtruncatis eorum locorum latronibus, dictus est fabulose aures asini habere.

2b,124,F

8

ANON. i. Aristot. Eth. Nic. IV 8 [Comm. i. Arist. Gr. XX
189, 13]: ἱστορεῖ Καλλισθένης ἐν τῆι πρώτηι (?) τῶν Ἑλληνικῶν, 〈ὅτι〉 Θηβαίων εἰς τὴν Λακωνικὴν ἐμβαλλόντων ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους περὶ συμμαχίας λέγοντες. καὶ ὅσα μὲν τοὺς Ἀθηναίους πεποιή‐642 in vol. 2B
5κασιν οἱ Λακεδαιμόνιοι εὖ, τούτων ἑκόντες ἐπελανθάνοντο, ἃ δ’ αὐτοὶ πρὸς Ἀθηναίων χρηστὰ ἐπεπόνθεισαν, τούτων ἐμέμνηντο, ὡς διὰ τούτων αὐτοὺς ἐπαξόμενοι πρὸς συμμαχίαν μᾶλλον.

2b,124,F

9

HARPOKR. s. Σφοδρίας· ... στρατηγὸς Λακεδαιμονίων ... φησὶ δ’ αὐτὸν ὁ Καλλισθένης ἐν β Ἑλληνικῶν εὐήθη τε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας.

2b,124,F

10a

SCHOL. EURIP. Hek. 910: Καλλισθένης ἐν β τῶν Ἑλληνι‐ κῶν οὕτως γράφει· «ἑάλω μὲν ἡ Τροία Θαργηλιῶνος μηνός, ὡς μέν τινες τῶν ἱστορικῶν, ιβ ἱσταμένου, ὡς δὲ ὁ τὴν Μικρὰν Ἰλιάδα, η φθίνοντος. διορίζει γὰρ αὐτὸς τὴν
5ἅλωσιν φάσκων συμβῆναι τότε τὴν κατάληψιν, ἡνίκα νὺξ μὲν ἔην μέσση, λαμπρὰ δ’ ἐπέτελλε σελήνη· μεσο‐ νύκτιος δὲ μόνον τῆι ὀγδόηι φθίνοντος ἀνατέλλει, ἐν ἄλληι δ’ οὔ.»

2b,124,F

10b

PLUT. Camill. 19, 7: ἐνήνοχε δὲ καὶ ὁ Θαργηλιὼν μὴν τοῖς βαρβάροις ἐπιδήλως ἀτυχίας· καὶ γὰρ Ἀλέξανδρος ἐπὶ Γρανικῶι τοὺς βασιλέως στρατηγοὺς Θαργηλιῶνος ἐνίκησε, καὶ Καρχηδόνιοι περὶ Σικελίαν ὑπὸ Τιμολέοντος ἡττῶντο τῆι ἑβδόμηι φθίνοντος, περὶ ἣν δοκεῖ
5καὶ τὸ Ἴλιον ἁλῶναι [Θαργηλιῶνος], ὡς Ἔφορος (70 F 226) καὶ Καλλι‐ σθένης καὶ Δαμάστης (5 F 7) καὶ Φύλαρχος (81 F 74) ἱστορήκασιν.

2b,124,F

11

STEPH. BYZ. s. Τεγύρα· πόλις Βοιωτίας, ἐν ἧι Ἀπόλλωνά φασι γεννηθῆναι ..... Καλλισθένης ἐν γ τῶν Ἑλληνικῶν εἶναι μαντεῖά φησι «τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφώνιον ἐν Λεβαδείαι, τὸ δὲ ἐν Ἀβαῖς λεγόμενον ἐν Φωκεῦσι, τὸ δὲ
5κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρη‐ κέναι τὴν ἐν Τεγύραι **.»

2b,124,F

12a

JOHANN. LYD. De mens. IV 107 p. 146, 16 Wü: ἀλλὰ
καὶ Θρασυάλκης ὁ Θάσιος (24 a Diels) τοὺς ἐτησίους φησὶν ἐξωθεῖν τὸν Νεῖλον· τῆς γὰρ Αἰθιοπίας ὑψηλοῖς παρὰ τὰ καθ’ ἡμᾶς ὄρεσι διεζω‐ σμένης ὑποδεχομένης τε τὰς νεφέλας πρὸς τῶν ἐτησίων ὠθουμένας ἐκδι‐643 in vol. 2B
5δόναι τὸν Νεῖλον. ὡς καὶ Καλλισθένης ὁ Περιπατητικὸς ἐν τῶι τετάρτωι βιβλίωι τῶν Ἑλληνικῶν φησιν, ἑαυτὸν συστρατεύσασθαι Ἀλεξάνδρωι τῶι Μακεδόνι καὶ γενόμενον ἐπὶ τῆς Αἰθιοπίας εὑρεῖν τὸν Νεῖλον ἐξ ἀπείρων ὄμβρων κατ’ ἐκείνην γενομένων καταφερόμενον.

2b,124,F

12b

STRABON XVII 1, 5: φησὶ γὰρ (sc. Ποσειδώνιος 87 F 79) Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν, παρὰ Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος), ἐκεῖνον δὲ
5παρ’ † ἄλλου, τὸν δὲ παρ’ Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον (Od. δ 477) ‘ἂψ δ’ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο‘.

2b,124,F

12c

ANON. FLOR. Περὶ τῆς τ. Ν. ἀναβ. (Athen. I 130, 30 Mein): Καλλισθένης δ’ ὁ ἱστοριογράφος πρὸς τὰ μικρῶι πρότερον εἰρημένα ὑπ’ Ἀναξαγόρου τε καὶ Εὐριπίδου ἀντεῖπεν. αὐτὸς δὲ τὴν αὑτοῦ γνώμην φησίν, ὑδάτων πολλῶν
5καὶ λαμπρῶν γινομένων κατὰ τὴν Αἰθιοπίαν κατὰ τὰς τοῦ Κυνὸς ἀνατολὰς ἕως τῆς ἐπιτολῆς Ἀρκτούρου, καθ’ οὓς χρόνους καὶ οἱ ἐτησίαι πνέουσιν ἄνεμοι· τούτους γάρ φησι τοὺς ἀνέμους μάλιστα τὰ νέφη φέρειν πρὸς τὴν Αἰθιοπίαν· ὧν καὶ προσπιπτόντων πρὸς τὰ ὄρη καταρρήγνυσθαι πολὺ πλῆθος ὕδατος, ἀφ’ οὗ τὸν Νεῖλον ἀναβαίνειν.

2b,124,F

13

ATHEN. X 75 p. 452 A B: τοιοῦτόν τι καὶ Καλλισθένης ἐν ταῖς Ἑλληνικαῖς φησιν, ὡς Ἀρκάδων πολιορκούντων Κρῶμνον— πολίχνιον δ’ ἐστὶν ἱδρυμένον πλησίον Μεγάλης πόλεως—Ἱππόδαμος ὁ Λάκων εἷς ὢν τῶν πολιορκουμένων διεκελεύετο τῶι παρὰ Λακεδαιμονίων
5πρὸς αὐτοὺς ἥκοντι κήρυκι, δηλῶν ἐν αἰνιγμῶι τὴν περὶ αὐτοὺς κατά‐ στασιν, ἀπαγγέλλειν τῆι μητρὶ λύεσθαι τὸ γύναιον δέχ’ ἡμερῶν τὸ ἐν Ἀπολλωνίωι δεδεμένον, ὡς οὐκ ἔτι λύσιμον ἐσόμενον ἐὰν αὗται παρέλθωσι. καὶ διὰ ταύτης τῆς γνώμης ἐμήνυεν σαφῶς τὸ μήνυμα. αὕτη γάρ ἐστιν ἐν τῶι Ἀπολλωνίωι παρὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον διὰ γραφῆς ἀπομεμιμη‐
10μένος Λιμὸς ἔχων γυναικὸς μορφήν. φανερὸν οὖν ἐγένετο πᾶσιν ὅτι δέκα ἡμέρας ἔτι καρτερῆσαι δύνανται οἱ πολιορκούμενοι διὰ τὸν λιμόν. συνέντες
οὖν οἱ Λάκωνες τὸ λεχθὲν ἐβοήθησαν κατὰ κράτος τοῖς ἐν τῆι Κρώμνηι.644 in vol. 2B

2b,124,F

14a

STRABON XVII 1, 43: διόπερ καὶ τὸ ἐν Ἄμμωνι σχεδόν τι ἐκλέλειπται χρηστήριον, πρότερον δὲ ἐτετίμητο. δηλοῦσι δὲ μάλιστα τοῦτο οἱ τὰς Ἀλεξάνδρου πράξεις ἀναγράψαντες, προστιθέντες μὲν πολὺ καὶ τὸ τῆς κολακείας εἶδος, ἐμφαίνοντες δέ τι καὶ πίστεως ἄξιον. ὁ γοῦν
5Καλλισθένης φησὶ τὸν Ἀλέξανδρον φιλοδοξῆσαι μάλιστα ἀνελθεῖν ἐπὶ τὸ χρηστήριον, ἐπειδὴ καὶ Περσέα ἤκουσε πρότερον ἀναβῆναι καὶ Ἡρακλέα. ὁρμήσαντα δ’ ἐκ Παραιτονίου, καίπερ νότων ἐπιπεσόντων, βιάσασθαι· πλανώμενον δ’ ὑπὸ τοῦ κονιορτοῦ σωθῆναι γενομένων ὄμβρων καὶ δυεῖν κοράκων ἡγησαμένων τὴν ὁδόν, ἤδη τούτων κολακευτικῶς λεγομένων. τοι‐
10αῦτα δὲ καὶ τὰ ἑξῆς· μόνωι γὰρ δὴ τῶι βασιλεῖ τὸν ἱερέα ἐπιτρέψαι παρελθεῖν εἰς τὸν νεὼ μετὰ τῆς συνήθους στολῆς, τοὺς δ’ ἄλλους μετεν‐ δῦναι τὴν ἐσθῆτα· ἔξωθέν τε τῆς θεμιστείας ἀκροάσασθαι πάντας πλὴν Ἀλεξάνδρου, τοῦτον δ’ ἔνδοθεν. εἶναι 〈δὲ〉 οὐχ ὥσπερ ἐν Δελφοῖς καὶ Βραγχίδαις τὰς ἀποθεσπίσεις διὰ λόγων, ἀλλὰ νεύμασι καὶ
15συμβόλοις τὸ πλέον, ὡς καὶ παρ’ Ὁμήρωι ‘ἦ καὶ κυανέηισιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων‘, τοῦ προφήτου τὸν Δία ὑποκριναμένου· τοῦτο μέντοι ῥητῶς εἰπεῖν τὸν ἄνθρωπον πρὸς τὸν βασιλέα ὅτι εἴη Διὸς υἱός. προστρα‐ γωιδεῖ δὲ τούτοις ὁ Καλλισθένης, ὅτι τοῦ Ἀπόλλωνος τὸ ἐν Βραγχίδαις μαντεῖον ἐκλελοιπότος, ἐξ ὅτου τὸ ἱερὸν ὑπὸ τῶν Βραγχιδῶν σεσύλητο ἐπὶ
20Ξέρξου περσισάντων, ἐκλελοιπυίας δὲ καὶ τῆς κρήνης, τότε ἥ τε κρήνη ἀνάσχοι καὶ μαντεῖα πολλὰ οἱ Μιλησίων πρέσβεις κομίσαιεν εἰς Μέμφιν περὶ τῆς ἐκ Διὸς γενέσεως τοῦ Ἀλεξάνδρου καὶ τῆς ἐσομένης περὶ Ἄρβηλα νίκης καὶ τοῦ Δαρείου θανάτου καὶ τῶν ἐν Λακεδαίμονι νεωτερισμῶν. περὶ δὲ τῆς εὐγενείας καὶ τὴν Ἐρυθραίαν Ἀθηναίδα φησὶν ἀνειπεῖν· καὶ γὰρ
25ταύτην ὁμοίαν γενέσθαι τῆι παλαιᾶι Σιβύλληι τῆι Ἐρυθραίαι. τὰ μὲν δὴ τῶν συγγραφέων τοιαῦτα.

2b,124,F

14b

PLUT. Alex. 27: ... κόρακες ἐκφανέντες ὑπελάμβανον τὴν ἡγεμονίαν τῆς πορείας, ἑπομένων μὲν ἔμπροσθεν πετό‐ μενοι καὶ σπεύδοντες, ὑστεροῦντας δὲ καὶ βραδύνοντας ἀναμένοντες. ὃ δὲ ἦν θαυμασιώτατον, ὡς Καλλισθένης φησί, ταῖς φωναῖς ἀνακαλούμενοι
5τοὺς πλανωμένους νύκτωρ καὶ κλάζοντες εἰς ἴχνος καθίστασαν τῆς πορείας.

2b,124,F

15

PLUT. Kim. 12, 5: Ἔφορος (70 F 192) μὲν οὖν Τιθραύστην
φησὶ τῶν βασιλικῶν νεῶν ἄρχειν καὶ τοῦ πεζοῦ Φερενδάτην, Καλλισθένης δ’ Ἀριομάνδην τὸν Γωβρύου κυριώτατον ὄντα τῆς δυνάμεως παρὰ τὸν Εὐρυμέδοντα ταῖς ναυσὶ παρορμεῖν, οὐκ ὄντα μάχεσθαι τοῖς Ἕλλησι645 in vol. 2B
5πρόθυμον, ἀλλὰ προσδεχόμενον ὀγδοήκοντα ναῦς Φοινίσσας ἀπὸ Κύπρου προσπλεούσας.

2b,124,F

16

PLUT. Kim. 13, 4: τοῦτο τὸ ἔργον οὕτως ἐταπείνωσε τὴν γνώ‐ μην τοῦ βασιλέως, ὥστε συνθέσθαι τὴν περιβόητον εἰρήνην ἐκείνην, ἵππου μὲν δρόμον ἀεὶ τῆς Ἑλληνικῆς ἀπέχειν θαλάσσης, ἔνδον δὲ Κυανέων καὶ Χελιδονίων μακρᾶι νηὶ καὶ χαλκεμβόλωι μὴ πλέειν. καίτοι Καλλισθένης
5οὔ φησι ταῦτα συνθέσθαι τὸν βάρβαρον, ἔργωι δὲ ποιεῖν διὰ φόβον τῆς ἥττης ἐκείνης· καὶ μακρὰν οὕτως ἀποστῆναι τῆς Ἑλλάδος, ὥστε πεντήκοντα ναυσὶ Περικλέα καὶ τριάκοντα μόναις Ἐφιάλτην ἐπέκεινα πλεῦσαι Χελιδο‐ νίων καὶ μηδὲν αὐτοῖς ναυτικὸν ἀπαντῆσαι παρὰ τῶν βαρβάρων.

2b,124,F

17

HARP. SUID. PHOT. BEROL. s. ἀναγκαῖον· ἀντὶ τοῦ δεσμωτήριον Ἰσαῖος ἐν τῶι πρὸς Ἕρμωνα (XIII 1 S) καὶ Ξενοφῶν Ἑλλη‐ νικαῖς (V 4, 8; 14). Καλλισθένης δὲ ἀνώγεων εἶπεν, ὃ δεῖ μᾶλλον λέγεσθαι.

2b,124,F

18

PLUT. PELOP. 17: ἦσαν δὲ δύο μόραι Λακεδαιμονίων (bei Tegyra). τὴν δὲ μόραν Ἔφορος (70 F 210) μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δ’ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύ‐ βιός ἐστιν.

2b,124,F

19

SENECA Nat. Q. VI 23: rara terrae natura est multumque habens vacui; per has raritates spiritus fertur, qui, ubi maior influxit nec emittitur, concutit terram. (2) haec placet et aliis ... causa .... hanc etiam Callisthenes probat ..... (4) hic Callisthenes in libris,
5quibus describit, quemadmodum Helice Burisque mersae sint, quis illas casus in mare vel in illas mare immiserit, dicit ..... «spiritus intrat terram per occulta foramina, quemadmodum ubique, ita et sub mari; deinde, cum obstructus ille est trames, per quem descenderat, reditum autem illi
10a tergo resistens aqua abstulit; huc et illuc refertur et sibi ipse occurrens terram labefactat. ideo frequen‐ tissime mari apposita vexantur et inde Neptuno haec assignata est maris movendi potentia. quisquis primas litteras didicit, scit illum apud Homerum Ἐνοσίχθονα
15vocari.»

2b,124,F

20

——VI 26, 3: Callisthenes et alio tempore ait hoc accidisse. «inter multa» inquit «prodigia, quibus denuntiata est
duarum urbium Helices et Buris eversio, fuere maxime notabilia columna ignis immensi et Delos agitata.»646 in vol. 2B
5quam ideo stabilem videri vult, quia mari inposita sit habeatque con‐ cavas rupes et saxa pervia, quae dent deprehenso aeri reditum: ob hoc et insulas esse certioris soli urbesque eo tutiores, quo propius ad mare accesserint.

2b,124,F

21

SENECA Nat. Q. VII 5, 3: Charmander quoque in eo libro, quem de cometis composuit, ait Anaxagorae visum grande insolitumque caelo lumen magnitudine amplae trabis, et id per multos dies fulsisse. talem effigiem ignis longi fuisse Callisthenes tradit, antequam Burin et Helicen
5mare absconderet. (4) Aristoteles (meteor. I 6, 10) ait non trabem illam, sed cometen fuisse; ceterum ob nimium 〈solis〉 ardorem non apparuisse sparsum ignem, sed procedente tempore, cum iam minus flagraret, red‐ ditam suam cometae faciem. in quo igne multa quidem fuerunt digna quae notarentur, nihil tamen magis quam quod, ut ille fulsit in caelo,
10statim supra Burin et Helicen mare fuit. (5) numquid ergo Aristoteles non illam tantum sed omnes trabes cometas esse credebat hanc habentes differentiam, quod his continuus ignis est, ceteris sparsus? trabes enim flammam aequalem habent nec ullo loco intermissam aut languidam, in ultimis vero partibus coactam, qualem fuisse in illa, de qua modo rettuli,
15Callisthenes tradit.

2b,124,F

22a

CIC. De div. I 74—76: quid? Lacedaemoniis paulo ante Leuctricam calamitatem quae significatio facta est, cum in Herculis fano arma sonuerunt Herculisque simulacrum multo sudore manavit. at eodem tempore Thebis, ut ait Callisthenes, in templo Herculis valvae
5clausae repagulis subito se ipsae aperuerunt, armaque quae fixae in parietibus fuerant ea sunt humi inventa. cumque eodem tempore apud Lebadiam Trophonio res divina fieret, gallos gallinaceos in eo loco sic adsidue canere coepisse, ut nihil intermitterent; tum augures dixisse Boeotios Thebanorum esse victoriam, propterea quod avis illa victa silere
10soleret, canere si vicisset. (75) eademque tempestate multis signis Lace‐ daemoniis Leuctricae pugnae calamitas denuntiabatur. namque et in Lysandri, qui Lacedaemoniorum clarissimus fuerat, statua quae Delphis stabat, in capite corona subito exstitit ex asperis herbis et agrestibus; stellaeque aureae, quae Delphis erant a Lacedaemoniis positae post
15navalem illam victoriam Lysandri, qua Athenienses conciderunt, qua in pugna, quia Castor et Pollux cum Lacedaemoniorum classe visi esse
dicebantur, eorum insignia deorum, stellae aureae quas dixi Delphis positae paulo ante Leuctricam pugnam deciderunt neque repertae sunt. (76) maximum vero illud portentum isdem Spartiatis fuit, quod, cum647 in vol. 2B
20oraclum a Iove Dodonaec petivissent de victoria sciscitantes legatique vas illud, in quo inerant sortes, collocavissent, simia, quam rex Molos‐ sorum in deliciis habebat, et sortes ipsas et cetera quae erant ad sortem parata disturbavit et aliud alio dissupavit. tum ea quae praeposita erat oraclo sacerdos dixisse dicitur de salute Lacedaemoniis esse, non de victoria
25cogitandum.

2b,124,F

22b

——II 54: multa ante Lacedaemoniorum malam pugnam in Leuctricis a Callisthene commemorata dixisti; de quibus dicam equidem singulis, quoad videbitur sed dicendum etiam est de
5universis.

2b,124,F

23

POLYB. IV 33: ὁ δὲ λόγος οὗτος ἔχει μὲν ἴσως καὶ διὰ τῶν πάλαι γεγονότων πίστιν. (2) οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς τοῦ Λυκαίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατ’ Ἀριστομένην καιροῖς, καθάπερ καὶ Καλλισθένης φησίν, γράψαντες τὸ
5γράμμα τοῦτο·
(3) Πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκωι βασιλῆι,
εὗρε δὲ Μεσσήνης σὺν Διὶ τὸν προδότην
ῥηιδίως· χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρ’ ἐπίορκον.
χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν.
10 (4) ἐπεὶ γὰρ τῆς αὑτῶν ἐστερήθησαν, οἱονεὶ περὶ δευτέρας πατρίδος, ὡς γ’ ἐμοὶ δοκεῖ, τοῖς θεοῖς εὐχόμενοι σώιζειν τὴν Ἀρκαδίαν, τοῦτ’ ἀνέθεσαν τὸ γράμμα. (5) καὶ τοῦτ’ εἰκότως ἐποίουν· οὐ γὰρ μόνον αὐτοὺς Ἀρκάδες ὑποδεξάμενοι κατὰ τὴν ἔκπτωσιν τὴν ἐκ τῆς ἰδίας ὑπὸ τὸν Ἀριστομένειον πόλεμον ὁμεστίους ἐποιήσαντο καὶ πολίτας, ἀλλὰ καὶ
15τὰς θυγατέρας ἐψηφίσαντο τοῖς ἐν ἡλικίαι διδόναι τῶν Μεσσηνίων. (6) πρὸς δὲ τούτοις ἀναζητήσαντες τὴν Ἀριστοκράτους τοῦ βασιλέως προδοσίαν ἐν τῆι μάχηι τῆι καλουμένηι περὶ τάφρον αὐτόν τ’ ἀνεῖλον καὶ τὸ γένος αὐτοῦ πᾶν ἠφάνισαν. (7) οὐ μὴν ἀλλὰ καὶ χωρὶς τῶν πάλαι τὰ τελευταῖα γεγονότα μετὰ τὸν Μεγάλης πόλεως καὶ Μεσσήνης συνοικισμὸν ἱκανὴν ἂν παράσχοι
20πίστιν .... (8) καθ’ οὓς γὰρ καιροὺς τῆς περὶ Μαντίνειαν μάχης τῶν Ἑλλήνων ἀμφιδήριτον ἐχούσης τὴν νίκην διὰ τὸν Ἐπαμινώνδου θάνατον ἐκώλυον Λακεδαιμόνιοι μετέχειν τῶν σπονδῶν Μεσσηνίους, ἀκμὴν σφετεριζόμενοι ταῖς ἐλπίσι τὴν Μεσσηνίαν, (9) ἐπὶ τοσοῦτο διέσπευσαν Μεγαλοπολῖται καὶ πάντες οἱ κοινωνοῦντες Ἀρκάδων τῆς αὐτῶν συμμαχίας ὥστε Μεσσηνίους μὲν ὑπὸ τῶν συμμάχων προσδεχθῆναι καὶ
25μετασχεῖν τῶν ὅρκων καὶ διαλύσεων, Λακεδαιμονίους δὲ μόνους ἐκσπόνδους γενέσθαι
τῶν Ἑλλήνων.648 in vol. 2B

2b,124,F

24

STRABON VIII 4, 10: ** καὶ γὰρ εἶναί φησιν (sc. Τυρταῖος) ἐκεῖθεν ἐν τῆι ἐλεγείαι ἣν ἐπιγράφουσιν Εὐνομίαν·
‘Αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης,
Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν·
5
οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα,
εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.‘ ὥστ’ ἢ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα ἢ Φιλοχόρωι (III) ἀπιστητέον τῶι φήσαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον, καὶ Καλλισθένει καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσιν ἐξ Ἀθηνῶν ἀφικέσθαι, δεηθέντων Λακεδαιμονίων
10κατὰ χρησμόν, ὃς ἐπέταττε παρὰ Ἀθηναίων λαβεῖν ἡγεμόνα.

2b,124,F

25

—XIII 1, 59: ἡ μὲν τοίνυν ἐκλειφθεῖσα ὑπ’ αὐτῶν (sc. τῶν Λελέγων) πόλις Πήδασος οὐκέτ’ ἐστιν. ἐν δὲ τῆι μεσογαίαι τῶν Ἁλικαρνασέων τὰ Πήδασα ὑπ’ αὐτῶν ὀνομασθέντα ἦν πόλις, καὶ ἡ νῦν χώρα Πηδασὶς λέγεται. φασὶ δ’ ἐν αὐτῆι καὶ ὀκτὼ πόλεις ὠικίσθαι ὑπὸ τῶν Λελέγων
5πρότερον εὐανδρησάντων, ὥστε καὶ τῆς Καρίας κατασχεῖν τῆς μέχρι Μύνδου καὶ Βαργυλίων καὶ τῆς Πισιδίας ἀποτεμέσθαι πολλήν. ὕστερον δ’ ἅμα τοῖς Καρσὶ στρατευόμενοι κατεμερίσθησαν εἰς ὅλην τὴν Ἑλλάδα καὶ ἠφανίσθη τὸ γένος. τῶν δ’ ὀκτὼ πόλεων τὰς ἓξ Μαύσωλος εἰς μίαν τὴν Ἁλικαρνασσὸν συνήγαγεν, ὡς Καλλισθένης ἱστορεῖ, Συάγγελα δὲ καὶ Μύνδον διεφύλαξε.

2b,124,F

26

PLUT. Ages. 34, 1: οἰκιζομένης δὲ Μεσσήνης ... χαλεπῶς δὲ καὶ βαρέως πρὸς τὸν Ἀγησίλαον εἶχον (sc. οἱ Λακεδαιμόνιοι) ... (2) διὸ καὶ προτεινομένην ὑπὸ τῶν Θηβαίων τὴν εἰρήνην ὁ Ἀγησίλαος οὐκ ἐδέξατο. μὴ βουλόμενος δὲ τῶι λόγωι προέσθαι τοῖς ἔργωι κρατοῦσι τὴν χώραν,
5ἀλλὰ φιλονικῶν, ἐκείνην μὲν οὐκ ἀπέλαβε, μικροῦ δὲ τὴν Σπάρτην προσαπ‐ έβαλε καταστρατηγηθείς. (3) ἐπεὶ γὰρ οἱ Μαντινεῖς αὖθις ἀπέστησαν τῶν Θηβαίων καὶ μετεπέμποντο τοὺς Λακεδαιμονίους, αἰσθόμενος ὁ Ἐπα‐ μεινώνδας τὸν Ἀγησίλαον ἐξεστρατευμένον μετὰ τῆς δυνάμεως καὶ προσ‐ ιόντα, λαθὼν τοὺς Μαντινεῖς ἀνέζευξε νυκτὸς ἐκ Τεγέας ἄγων ἐπ’ αὐτὴν
10τὴν Λακεδαίμονα τὸ στράτευμα· καὶ μικρὸν ἐδέησε παραλλάξας τὸν Ἀγησίλαον ἔρημον ἐξαίφνης καταλαβεῖν τὴν πόλιν. (4) Εὐθύνου δὲ Θεσ‐ πιέως, ὡς Καλλισθένης φησίν, ὡς δὲ Ξενοφῶν (Hell. VII 5, 10), Κρητός τινος, ἐξαγγείλαντος τῶι Ἀγησιλάωι, ταχὺ προπέμψας ἱππέα τοῖς ἐν τῆι πόλει φράσοντα μετ’ οὐ πολὺ καὶ αὐτὸς παρῆλθεν εἰς τὴν Σπάρτην.

2b,124,F

27

TERTULLIAN. De an. 46: Balalirem Illyricum a Molossis
usque Macedoniam ex somnio dominatum de Callisthene disco.649 in vol. 2B

2b,124,F

28

STRABON XIII 1, 13: ἐκαλεῖτο δὲ ἡ χώρα αὕτη Ἀδράστεια καὶ Ἀδραστείας πεδίον, κατὰ ἔθος τι οὕτω λεγόντων τὸ αὐτὸ χωρίον διττῶς, ὡς καὶ Θήβην καὶ Θήβης πεδίον καὶ Μυγδονίαν καὶ Μυγδονίας πεδίον. φησὶ δὲ καὶ Καλλισθένης ἀπὸ Ἀδράστου βασιλέως, ὃς πρῶτος
5Νεμέσεως ἱερὸν ἱδρύσατο, καλεῖσθαι Ἀδράστειαν.

2b,124,F

29

—XIII 4, 8: φησὶ δὲ Καλλισθένης ἁλῶναι τὰς Σάρδεις ὑπὸ Κιμμερίων πρῶτον, εἶθ’ ὑπὸ Τρηρῶν καὶ Λυκίων, ὅπερ καὶ Καλλῖνον δηλοῦν τὸν τῆς ἐλεγείας ποιητήν (F 5 B), ὕστατα δὲ τὴν ἐπὶ Κύρου καὶ Κροίσου γενέσθαι ἅλωσιν. λέγοντος δὲ τοῦ Καλλίνου τὴν ἔφοδον τῶν Κιμμερίων
5ἐπὶ τοὺς Ἠσιονῆας γεγονέναι, καθ’ ἣν αἱ Σάρδεις ἑάλωσαν, εἰκάζουσιν οἱ περὶ τὸν Σκήψιον (V) ....

2b,124,F

30

—XIV 1, 7: ἠτύχησε δ’ ἡ πόλις (sc. Μίλητος) ἀπο‐ κλείσασα Ἀλέξανδρον καὶ βίαι ληφθεῖσα, καθάπερ καὶ Ἁλικαρνασσός· ἔτι δὲ πρότερον ὑπὸ Περσῶν· καί φησί γε Καλλισθένης ὑπ’ Ἀθηναίων χιλίαις δραχμαῖς ζημιωθῆναι Φρύνιχον τὸν τραγικόν, διότι δρᾶμα ἐποίησε Μιλήτου
5ἅλωσιν ὑπὸ Δαρείου.

2b,124,F

31

SCHOL. T EUST. HOM. Il. Ν 29: ὅπου γε Καλλισθένης τὸ Παμφύλιον πέλαγος Ἀλεξάνδρου παριόντος εἰ καὶ μὴ γηθόσυνον δια‐ στῆναι, ὡς ἐν Ὁδοποιίαι, ἀλλ’ ἐξυπαναστῆναι λέγει αἰσθόμενον οἷον τῆς ἐκείνου πορείας καὶ οὐδ’ αὐτὸ ἀγνοῆσαι τὸν ἄνακτα, ἵνα ἐν τῶι ὑπο‐
5κυρτοῦσθαί πως δοκῆι προσκυνεῖν.

2b,124,F

32

STRABON XIV 4, 1: φασὶ δ’ ἐν τῶι μεταξὺ Φασηλίδος καὶ Ἀτταλείας δείκνυσθαι Θήβην τε καὶ Λυρνησσόν, ἐκπεσόντων ἐκ τοῦ Θήβης πεδίου (F 28) τῶν Τρωικῶν Κιλίκων εἰς τὴν Παμφυλίαν ἐκ μέρους, ὡς εἴρηκε Καλλισθένης.

2b,124,F

33

—XIII 4, 6: Καλλισθένης δ’ ἐγγὺς τοῦ Καλυκάδνου καὶ τῆς Σαρπηδόνος ἄκρας παρ’ αὐτὸ τὸ Κωρύκιον ἄντρον εἶναι τοὺς Ἀρίμους, ἀφ’ ὧν τὰ ἐγγὺς ὄρη λέγεσθαι Ἄριμα.

2b,124,F

34

Phot. Suid. s. Σαρδαναπάλους· ἐν β Περσικῶν δύο φησὶ γεγονέναι 〈Ἑλλάνικος (4 F 63), ὡσαύτως δὲ καὶ〉 Καλλισθένης, ἕνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν. ἐν Νίνωι δ’ ἐπὶ τοῦ μνήματος αὐτοῦ τοῦτ’ ἐπιγέγραπται· ‘Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρηι μιῆι. ἔσθιε πῖνε
5ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστὶν ἄξια‘, τουτέστι τοῦ τῶν δακτύλων ἀπο‐ κροτήματος. τὸ γὰρ ἐφεστὸς τῶι μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται ὡς ἂν ἀποληκοῦν τοῖς δακτύλοις. ταὐτὸ καὶ ἐν Ἀγχιάλωι τῆι πρὸς
Ταρσῶι ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον.650 in vol. 2B

2b,124,F

35

POLYB. XII 17—22: (T 29) λέγω δὲ περὶ τῆς ἐν Κιλι‐ κίαι γενομένης Ἀλεξάνδρωι πρὸς Δαρεῖον (sc. παρα‐ τάξεως), ἐν ἧι φησι μὲν Ἀλέξανδρον ἤδη διαπεπορεῦσθαι τὰ στενὰ καὶ τὰς λεγομένας ἐν τῆι Κιλικίαι Πύλας,
5Δαρεῖον δὲ χρησάμενον τῆι διὰ τῶν Ἀμανίδων λεγο‐ μένων Πυλῶν πορείαι κατᾶραι μετὰ τῆς δυνάμεως εἰς Κιλικίαν. (3) πυθόμενον δὲ παρὰ τῶν ἐγχωρίων προά‐ γειν τὸν Ἀλέξανδρον ὡς ἐπὶ Συρίαν, ἀκολουθεῖν καὶ συνεγγίσαντα τοῖς στενοῖς στρατοπεδεῦσαι παρὰ τὸν
10Πίναρον ποταμόν. (4) εἶναι δὲ τοῦ μὲν τόπου τὸ διάστημ’ οὐ πλείω τῶν τεττάρων καὶ δέκα σταδίων ἀπὸ θαλάττης ἕως πρὸς τὴν παρώρειαν· (5) διὰ δὲ τούτου φέρειν τὸν προειρημένον ποταμὸν ἐπικάρσιον, ἀπὸ μὲν τῶν ὀρῶν εὐθέως ἐκρήγματα τῶν πλευρῶν, διὰ δὲ τῶν ἐπιπέδων
15ἕως εἰς θάλατταν ἀποτόμους ἔχοντα καὶ δυσβάτους λόφους. (6) ταῦτα δ’ ὑποθέμενος, ἐπεὶ συνεγγίζοιεν οἱ περὶ τὸν Ἀλέξανδρον ἐξ ὑποστροφῆς ἐπ’ αὐτοὺς ἀναχωροῦντες, κρῖναί φησι Δαρεῖον καὶ τοὺς ἡγεμόνας τὴν μὲν φάλαγγα τάξαι πᾶσαν ἐν αὐτῆι τῆι στρατοπεδείαι,
20καθάπερ ἐξ ἀρχῆς εἶχε, χρήσασθαι δὲ τῶι ποταμῶι προβλήματι διὰ τὸ παρ’ αὐτὴν ῥεῖν τὴν στρατοπεδείαν. (7) μετὰ δὲ ταῦτά φησι τοὺς μὲν ἱππεῖς τάξαι παρὰ θάλατταν, τοὺς δὲ μισθοφόρους ἑξῆς τούτοις παρ’ αὐτὸν τὸν ποταμόν, ἐχομένους τούτων τοὺς πελταστὰς συνάπτοντας τοῖς ὄρεσι. (18) πῶς δὲ προέταξε τούτους πρὸ τῆς φάλαγγος, τοῦ ποταμοῦ ῥέοντος
25παρ’ αὐτὴν τὴν στρατοπεδείαν, δυσχερὲς κατανοῆσαι, καὶ ταῦτα τῶι πλήθει τοσούτων ὑπαρχόντων. (2) τρισμύριοι μὲν γὰρ ἱππεῖς ὑπῆρχον, ὡς αὐτὸς ὁ Καλλι‐ σθένης φησί, τρισμύριοι δὲ μισθοφόροι. εἰς ποῖον οὖν τόπον ἐτάττετο τὸ τῶν μισθοφόρων πλῆθος, εἰ μὴ νὴ Δία κατόπιν τῶν ἱππέων. ἀλλ’ οὔ φησιν, ἀλλὰ συμπεπτωκέναι τού‐
30τους τοῖς Μακεδόσι κατὰ τὴν ἐπαγωγήν. (7) ἐξ ὧν ἀνάγκη ποιεῖσθαι τὴν ἐκδοχὴν διότι τὸ μὲν ἥμισυ τοῦ τόπου τὸ παρὰ θάλατταν ἡ τῶν ἱππέων ἐπεῖχε τάξις, τὸ δ’ ἥμισυ τὸ πρὸς τοῖς ὄρεσιν ἡ τῶν μισθοφόρων. (8) ἐκ δὲ τούτων εὐσυλλόγιστον πόσον ὑπῆρχε τὸ βάθος τῶν ἱππέων καὶ ποῖον ἔδει τόπον ἀπέχειν τὸν ποταμὸν ἀπὸ τῆς στρατοπεδείας. (9) μετὰ δὲ ταῦτα συνεγγιζόντων τῶν
35πολεμίων φησὶ τὸν Δαρεῖον αὐτὸν κατὰ μέσην ὑπάρχοντα τὴν τάξιν καλεῖν τοὺς μισθοφόρους ἀπὸ τοῦ κέρατος πρὸς αὑτόν. τὸ δὲ τελευταῖόν φησι τοὺς ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππεῖς ἐπαγαγόντας ἐμβαλεῖν τοῖς περὶ τὸν Ἀλέξανδρον, τοὺς δὲ γενναίως δεξαμένους ἀντεπάγειν καὶ ποιεῖν μάχην ἰσχυράν. (12) ὅτι δὲ ποταμὸς ἦν
40ἐν μέσωι, καὶ ποταμὸς οἷον ἀρτίως εἶπεν, ἐπελάθετο. (19) τούτοις δ’ ἐστὶ παραπλήσια τὰ κατὰ τὸν Ἀλέξανδρον. φησὶ γὰρ αὐτὸν ποιήσασθαι τὴν εἰς τὴν Ἀσίαν διάβασιν πεζῶν μὲν ἔχοντα τέτταρας μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους καὶ πεντακοσίους· (2) μέλλοντι δ’ εἰς Κιλικίαν ἐμβάλλειν ἄλλους ἐλθεῖν ἐκ Μακεδονίας πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δ’ ὀκτα‐651 in vol. 2B
45κοσίους. (3) ἀφ’ ὧν εἴ τις ἀφέλοι τρισχιλίους μὲν πεζούς, τριακοσίους δ’ ἱππεῖς, ἐπὶ τὸ πλεῖον ποιῶν τὴν ἀπουσίαν πρὸς τὰς γεγενημένας χρείας, ὅμως πεζοὶ μὲν ἀπολειφθήσονται τετρακισμύριοι δισχίλιοι, πεντακισχίλιοι δ’ ἱππεῖς. (4) τούτων οὖν ὑποκειμένων, φησὶ τὸν Ἀλέξανδρον πυθέσθαι τὴν Δαρείου παρουσίαν εἰς Κιλικίαν ἑκατὸν ἀπέχοντα σταδίους ἀπ’ αὐτοῦ, διαπεπορευμένον ἤδη

2b,124,F

35

(50)

τὰ στενά. (5) διόπερ ἐξ ὑποστροφῆς πάλιν ποιεῖσθαι τὴν πορείαν διὰ τῶν στενῶν, ἄγοντα πρῶτον μὲν τὴν φάλαγγα, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς, ἐπὶ πᾶσι τὸ σκευοφόρον. (6) ἅμα δὲ τῶι πρῶτον εἰς τὰς εὐρυχωρίας ἐκπεσεῖν, διασκευάζεσθαι παραγγείλαντα πᾶσιν ἐπιπαρεμβαλεῖν τὴν φάλαγγα καὶ ποιῆσαι τὸ βάθος. αὐτῆς ἐπὶ τριάκοντα καὶ δύο, μετὰ δὲ ταῦτα πάλιν
55εἰς ἑκκαίδεκα, τὸ δὲ τελευταῖον, σύνεγγυς ὄντα τοῖς πολεμίοις, εἰς ὀκτώ. (7) ταῦτα δ’ ἐστὶ μείζω τῶν προειρημένων ἀλογήματα .... (9) ἐκ δὲ τούτων εὐθεώρητον ὅτι καθ’ ὃν καιρὸν ἐποίησε τὴν δύναμιν Ἀλέξανδρος ἑκκαίδεκα τὸ βάθος, ἀναγκαῖον ἦν εἴκοσι σταδίων ὑπάρχειν τὸ τοῦ τόπου διάστημα καὶ περιττεύειν ἔτι τοὺς μὲν ἱππεῖς πάντας, τῶν δὲ πεζῶν μυρίους.
60 (20) μετὰ δὲ ταῦτά φησι μετωπηδὸν ἄγειν τὴν δύναμιν, ἀπέχοντα τῶν πολεμίων περὶ τετταράκοντα σταδίους. ἓν δὲ τῶν ὑπ’ αὐτοῦ Καλλισθένους λεγομένων ἱκανὸν ὑπάρχει πρὸς πίστιν· (4) τοὺς γὰρ ἀπὸ τῶν ὀρῶν χειμάρρους καταφερομένους τοσαῦτά φησι ποιεῖν ἐκρήγματα κατὰ τὸ πεδίον, ὥστε
65καὶ τῶν Περσῶν κατὰ τὴν φυγὴν διαφθαρῆναι λέγουσι τοὺς πλείστους ἐν τοῖς τοιούτοις κοιλώμασι. (5) νὴ Δί’, ἀλλ’ ἕτοιμος ἐβούλετ’ εἶναι πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν. (21) τὸ δὲ δὴ πάντων μέγιστον· ἤδη γὰρ σύνεγγυς ὄντα τοῖς πολεμίοις αὐτὸν εἰς ὀκτὼ ποιῆσαί φησι τὸ βάθος.
70(4) αὐτὸς δέ φησι λείπειν τῶν δεκατεττάρων σταδίων ** καὶ τούτου μέρος μέν τι πρὸς θαλάττηι τοὺς ἡμίσεας ἐπὶ τοῦ δεξιοῦ ** ἔτι δὲ τὴν ὅλην τάξιν ἀπὸ τῶν ὀρῶν ἱκανὸν τόπον ἀφεστάναι πρὸς τὸ μὴ τοῖς πολεμίοις ὑποπεπτω‐ κέναι τοῖς κατέχουσι τὰς παρωρείας. (6) ἴσμεν γὰρ ὃ ποιεῖ πρὸς τούτους
75ἐπικάμπιον. (22) τὰ μὲν γὰρ ἅμα τούτοις ἀλογήματα μακρὸν ἂν εἴη
λέγειν πάντα πλὴν τελέως ὀλίγων. (2) φησὶ γὰρ τὸν Ἀλέξανδρον σπουδάζειν κατὰ τὴν τάξιν, ἵνα κατὰ τὸν Δαρεῖον αὐτὸν ποιήσηται τὴν μάχην· ὁμοίως δὲ κατὰ μὲν ἀρχὰς καὶ τὸν Δαρεῖον αὐτὸν βούλεσθαι κατὰ τὸν652 in vol. 2B
80Ἀλέξανδρον, ὕστερον δὲ μετανοῆσαι.

2b,124,F

36

PLUT. Alex. 33: τότε δὲ τοῖς Θετταλοῖς πλεῖστα διαλεχθεὶς καὶ τοῖς ἄλλοις Ἕλλησιν, ὡς ἐπέρρωσαν αὐτὸν βοῶντες ἄγειν ἐπὶ τοὺς βαρβάρους, τὸ ξυστὸν εἰς τὴν ἀριστερὰν μεταβαλὼν τῆι δεξιᾶι παρεκάλει τοὺς θεούς, ὡς Καλλισθένης φησίν,
5ἐπευχόμενος, εἴπερ ὄντως Διόθεν ἐστὶν γεγονώς, ἀμῦναι καὶ συνεπιρρῶσαι τοὺς Ἕλληνας.

2b,124,F

37

——33: οὐ μὴν τότε ἂν ἐδόκει διαφυγεῖν (sc. ὁ Δαρεῖος), εἰ μὴ πάλιν ἧκον ἕτεροι παρὰ τοῦ Παρμενίωνος ἱππεῖς μετακαλοῦντες Ἀλέξανδρον, ὡς συνεστώσης ἔτι πολλῆς δυνάμεως ἐκεῖ καὶ τῶν πολεμίων οὐκ ἐνδιδόντων. ὅλως γὰρ αἰτιῶνται Παρμενίωνα κατ’ ἐκείνην τὴν μάχην
5νωθρὸν γενέσθαι καὶ δύσεργον, εἴτε τοῦ γήρως ἤδη τι παραλύοντος τῆς τόλμης εἴτε τὴν ἐξουσίαν καὶ τὸν ὄγκον, ὡς Καλλισθένης φησί, τῆς Ἀλε‐ ξάνδρου δυνάμεως βαρυνόμενον καὶ προσφθονοῦντα. τότε δ’ οὖν ὁ βασιλεὺς ἀνιαθεὶς τῆι μεταπέμψει τοῖς μὲν στρατιώταις οὐκ ἔφρασε τὸ ἀληθές, ἀλλ’ ὡς ἀνέχων τοῦ φονεύειν καὶ σκότους ὄντος ἀνάκλησιν ἐσήμανεν. ἐλαύνων
10δὲ πρὸς τὸ κινδυνεῦον μέρος ἤκουσε καθ’ ὁδὸν ἡττῆσθαι παντάπασι καὶ φεύγειν τοὺς πολεμίους.

2b,124,F

38

STRABON XI 14, 13: φησὶ γὰρ (sc. Ἡρόδοτος I 202) ἐκ Ματιηνῶν αὐτὸν (sc. τὸν Ἀράξην) ῥέοντα εἰς τετταράκοντα ποταμοὺς σχίζεσθαι, μερίζειν δὲ Σκύθας καὶ Βακτριανούς· καὶ Καλλισθένης δὲ ἠκολούθησεν αὐτῶι.

2b,124,F

39

SCHOL. APOLL. RHOD. I 211: τὴν δὲ Ὠρείθυιαν Σιμω‐ νίδης ἀπὸ Βριλησσοῦ φησιν ἁρπαγεῖσαν ἐπὶ τὴν Σαρπηδονίαν πέτραν τῆς Θράικης ἐνεχθῆναι· ἔστι γὰρ καὶ τῆς Κιλικίας ὁμώνυμος, ὡς Καλλι‐ σθένης.

2b,124,F

40

——II 936 καὶ δὴ Παρθενίοιο ῥοάς] ποταμὸς Παφλα‐ γονίας .... Παρθένιον δέ φησιν αὐτὸν ὠνομάσθαι Καλλισθένης διὰ τὸ τὴν Ἄρτεμιν ἐν αὐτῶι λούεσθαι· ἔνιοι δὲ διὰ τὸ στάσιμον τοῦ ῥεύματος καὶ ἤρεμόν φασιν οὕτω προσαγορεύεσθαι.

2b,124,F

41

AELIAN. N A XVI 30: ἐν Λυκίαι λέγει Καλλισθένης ὁ Ὀλύνθιος κείρεσθαι καὶ τὰς αἶγας ὥσπερ οὖν πανταχῆ τὰ πρόβατα·
γίνεσθαι γὰρ δασυτάτας καὶ εὔτριχας δεινῶς τὰς αἶγας, ὡς εἰπεῖν βοστρύ‐ χους ἤ τινας ἕλικας κόμης ἐξηρτῆσθαι αὐτῶν· καὶ μέντοι καὶ τοὺς τεχνί‐653 in vol. 2B
5τας τῆς τῶν νεῶν ἐργασίας καταχρῆσθαι αὐταῖς τὰς σειρὰς συμπλέκοντας ὡς καὶ τοὺς κάλως ἄλλοι.

2b,124,F

42

[ARISTOT.] π. θαυμ. ἀκ. 132: ἐν μιᾶι τῶν Αἰόλου προσα‐ γορευομένων νήσων πλῆθός τί φασι γενέσθαι φοινίκων, ὅθεν καὶ Φοινικώδη καλεῖσθαι. οὐκ ἂν οὖν εἴη τὸ λεγόμενον ὑπὸ Καλλισθένους ἀληθές, ὅτι ἀπὸ Φοινίκων τῆς Συρίας τῶν τὴν παραλίαν οἰκούντων τὸ φυτὸν ἔλαβε
5τὴν προσηγορίαν.

2b,124,F

43

ATHEN. XIII 2 p. 555 D: τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ—οὐ τοῦ δικαίου καλουμένου (οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν), ἀλλὰ τοῦ τρίτου ἀπ’ ἐκείνου. εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς (228 F 44), Σάτυρος
5ὁ περιπατητικός (IV), Ἀριστόξενος (IV), οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο ἐν τῶι Περὶ εὐγενείας (F 93 Rose) ..... ἀντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος ὁ Ῥόδιος. s. F 48.

2b,124,F

44

ATHEN. MECHAN. (Schneider Abh. Gött. Ges. d. W. N F XII 1912) p. 10: ... ὀλίγα προπαραστησάμενοι διὰ τοὺς εἰωθότας εὐθύνειν πικρῶς τὰς συνθέσεις τῶν λέξεων. οὐ γὰρ ὑπολαμβάνω καθήκειν ἐξεργαζόμενον αὐτὰς ὑστερῆσαι τῆς προθέσεως, καθάπερ συνέβη τῶι
5Ἰσοκράτει ἐν τῶι συμβουλευτικῶι τῶι πρὸς Φίλιππον αὐτῶι γραφέντι· ἐλύθη γὰρ πρότερον ὁ πόλεμος ἢ ἐκεῖνος ἐτέλεσε τὴν συμβουλίαν. .... ἔτι δὲ καὶ καλῶς ἔχειν μοι δοκεῖ τοῖς ὀρθῶς παραινοῦσι πείθεσθαι περὶ τῶν τοιούτων. ὁ μὲν γὰρ ἱστοριογράφος Καλλισθένης φησί· «δεῖ τὸν γράφειν τι πειρώμενον μὴ ἀστοχεῖν τοῦ προσώπου, ἀλλ
10οἰκείως αὐτῶι τε καὶ τοῖς πράγμασι τοὺς λόγους θεῖναι.»

2b,124,F

45

HARPOKR. SUID. s. Βόθυνος· τόπος τις ἰδίως οὕτω καλού‐ μενος ἐν τῆι Ἱερᾶι ὁδῶι. Ἰσαῖος ἐν τῶι Πρὸς Ἕρμωνα περὶ ἐγγύης μνημονεύει τοῦ τόπου καὶ Καλλισθένης.

2b,124,F

46

LUKIAN. Demosth. enc. 15: οὐ γὰρ ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγωιδίας ἐν οἴνωι γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν ....

2b,124,F

47

PHOT. BEROL. SUID. s. ἀναρᾶσθαι· ἀντὶ τοῦ διαλύειν τὴν γενομένην καταράν. οὕτως Καλλισθένης.

2b,124,F

48

PLUT. Aristeid. 27,2: καὶ τὰς μὲν θυγατέρας (sc. Ἀριστείδου) ἱστοροῦσιν ἐκ τοῦ πρυτανείου τοῖς νυμφίοις ἐκδοθῆναι δημοσίαι τῆς πόλεως τὸν γάμον ἐγγυώσης καὶ προῖκα τρισχιλίας δραχμὰς ἑκατέραι ψηφισαμένης·
Λυσιμάχωι δὲ τῶι υἱῶι μνᾶς μὲν ἑκατὸν ἀργυρίου καὶ γῆς τοσαῦτα πλέθρα654 in vol. 2B
5πεφυτευμένης ἔδωκεν ὁ δῆμος, καὶ ἄλλας δραχμὰς τέσσαρας εἰς ἡμέραν ἑκάστην ἀπέταξεν, Ἀλκιβιάδου τὸ ψήφισμα γράψαντος. (3) ἔτι δὲ Λυσιμάχου θυγατέρα Πολυκρίτην ἀπολιπόντος, ὡς Καλλισθένης φησί, καὶ ταύτηι σίτησιν ὅσην καὶ τοῖς Ὀλυμπιονίκαις ὁ δῆμος ἐψηφίσατο.

2b,124,F

49

PLUT. Aet. gr. 9 p. 292 D—F: τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν; .... ὁ δὲ βύσιος μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δ’ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ
5γὰρ ἀντὶ τοῦ φ τῶι β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες ...., ἀλλ’ ἀντὶ τοῦ π ... ἔστιν οὖν πύσιος ὁ βύσιος, ἐν ὧι πυστιῶνται καὶ πυν‐ θάνονται τοῦ θεοῦ· † τὸ γὰρ ἐννοεῖν καὶ πάτριον. ἐν τῶι μηνὶ γὰρ τούτωι χρηστήριον ἐγίγνετο, καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον· καὶ πολύφθοον ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθοῖς, ἀλλὰ πολυπευθῆ
10καὶ πολυμάντευτον οὖσαν. ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις· πρότερον δ’ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης (III) ἱστορήκασιν.

2b,124,F

50

POLYB. VI 45, 1: ἐπὶ δὲ τῶν Κρηταιῶν (sc. πολιτείαν) μεταβάντες ἄξιον ἐπιστῆσαι κατὰ δύο τρόπους, πῶς οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων, Ἔφορος (70 F 148) Ξενοφῶν Καλλισθένης Πλάτων, πρῶτον μὲν ὁμοίαν εἶναί φασι καὶ τὴν αὐτὴν τῆι Λακεδαιμονίων, δεύτερον δ’
5ἐπαινετὴν ὑπάρχουσαν ἀποφαίνουσιν· ὧν οὐδέτερον ἀληθὲς εἶναί μοι δοκεῖ.

2b,124,F

51

PROKLOS. i. Plat. Tim. 21 E (I 97, 27 Diehl): τοὺς δὲ Ἀθηναίους Καλλισθένης μὲν καὶ Φανόδημος (III) πατέρας τῶν Σαιτικῶν ἱστοροῦσι γενέσθαι, Θεόπομπος (Anaxim. 72 F 20) δὲ ἀνάπαλιν ἀποίκους αὐτῶν εἶναί φησιν.

2b,124,F

52

SCHOL. LYKOPHR. 520: ἢ ὅτι τριγέννητος θεὰ ἡ Ἀθηνᾶ· Καλλισθένης γάρ φησι τρίτηι † τοῦ μηνὸς γεννηθῆναι, διὸ καὶ παρ’ Ἀθηναίοις ἡ τρίτη ἱερὰ αὐτῆς καλεῖται. ἢ ὅτι παρὰ τῶι Τρίτωνι ποτα‐ μῶι γεννηθῆναι 〈λέγεται〉 ....

2b,124,F

53

STRABON XII 3, 5: τοὺς δὲ Καύκωνας, οὓς ἱστοροῦσι τὴν ἐφεξῆς οἰκῆσαι παραλίαν τοῖς Μαριανδυνοῖς μέχρι τοῦ Παρθενίου ποτα‐ μοῦ (F 40) πόλιν ἔχοντας τὸ Τίειον, οἱ μὲν Σκύθας φασίν, οἱ δὲ τῶν Μακεδόνων τινάς, οἱ δὲ τῶν Πελασγῶν .... Καλλισθένης δὲ καὶ ἔγραφε
5τὰ ἔπη ταῦτα εἰς τὸν Διάκοσμον μετὰ τὸ (Il. Β 855) ‘Κρῶμναν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνουσ‘ τιθεὶς ‘Καύκωνας 〈δ’〉 αὖτ’ ἦγε Πολυκλέος
υἱὸς ἀμύμων, οἳ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματ’ ἔναιον‘. παρήκειν γὰρ ἀφ’ Ἡρακλείας καὶ Μαριανδυνῶν μέχρι Λευκοσύρων ... τό τε τῶν Καυκώνων γένος τὸ περὶ τὸ Τίειον μέχρι Παρθενίου καὶ τὸ τῶν Ἐνετῶν τὸ655 in vol. 2B
10συνεχὲς μετὰ τὸν Παρθένιον τῶν ἐχόντων τὸ Κύτωρον· καὶ νῦν δ’ ἔτι Καυκωνίτας εἶναί τινας περὶ τὸν Παρθένιον.

2b,124,F

54

STRABON XIV 5, 28: φήσας δὲ (sc. Ἀπολλόδωρος 244 F 170) ἀγνώτων τινῶν μεμνῆσθαι τὸν ποιητήν, Καύκωνας μὲν ὀρθῶς λέγει καὶ Σολύμους καὶ Κητ〈ε〉ίους καὶ Λέλεγας καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου, τοὺς δ’ Ἁλιζῶνας αὐτὸς πλάττει, μᾶλλον δ’ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας
5ἀγνοήσαντες, τίνες εἰσί, καὶ μεταγράφοντες πλεοναχῶς καὶ πλάττοντες τὴν τοῦ ἀργύρου γενέθλην καὶ ἄλλα πολλὰ μέταλλα ἐκλελειμμένα ἅπαντα. πρὸς ταύτην δὲ τὴν φιλοτιμίαν κἀκείνας συνήγαγον τὰς ἱστορίας, ἃς ὁ Σκήψιος (V) τίθησι παρὰ Καλλισθένους λαβὼν καὶ ἄλλων τινῶν οὐ καθαρευόντων τῆς περὶ τῶν Ἁλιζώνων ψευδοδοξίας· ὡς ὁ μὲν Ταντάλου
10πλοῦτος καὶ τῶν Πελοπιδῶν ἀπὸ τῶν περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων ἐγένετο, ὁ δὲ Κάδμου 〈ἐκ τῶν〉 περὶ Θράικην καὶ τὸ Παγγαῖον ὄρος, ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυσείων (ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται, πολλὴ δ’ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα σημεῖα τῆς πάλαι μεταλλείας), ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος, ὁ δὲ Γύγου καὶ
15Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίαι 〈καὶ *〉 τῆς μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου πολίχνη〈σ〉 ἐρήμη〈σ〉 ἐκμεμεταλλευμένα ἐχούσης τὰ χωρία.

2b,124,F

55

PAP. OXYRH. 222 col. I 41 (siegerliste ol. 78; 468) ...]ημος Παρρά‐ [σιος παιδ πάλ]ην ο καλλις....

2b,124,F

56

STOB. Flor. III 7, 66 = [PLUT.] Parall. 5 p. 306 E F: Καλλισθένους ἐν δευτέρωι Μεταμορφώσεων. κατὰ Κελαινὰς πόλιν τῆς Φρυγίας διὰ μῆνιν Ἰδαίου Διὸς χάσμα μεθ’ ὕδατος γενόμενον πολλὰς οἰκίας αὐτάνδρους εἰς τὸν βυθὸν καθείλκυσε. τοῦ δὲ δήμου κινδυνεύοντος Μίδας ὁ βασιλεὺς χρησμὸν ἔλαβε συνελεύσεσθαι τὴν
5γῆν, ἐὰν εἰς τὸ βάραθρον βάληι τὸ τιμιώτατον ἐν ἀνθρωπίνωι βίωι. τῶν δὲ Κελαι‐ νιτῶν χρυσόν τε καὶ ἄργυρον καὶ τὸν κόσμον τῶν γυναικῶν εἰς τὸ χάσμα ῥιψάντων, καὶ μηδ’ οὕτω τοῦ κακοῦ λήξαντος, Ἀγχοῦρος ὁ υἱὸς Μίδα λογισάμενος μηδὲν εἶναι
τιμιώτερον ἐν βίωι ψυχῆς ἀνθρωπίνης, δοὺς περιπλοκὰς τῶι γεννήσαντι καὶ ἀπο‐ ταξάμενος τῆι γυναικὶ Τιμοθέαι, μεθ’ ὁρμῆς ἔφιππος εἰς τὸν τόπον τοῦ χάσματος656 in vol. 2B
10ἠνέχθη. τῆς δὲ γῆς εἰς τὴν φυσικὴν ἁρμονίαν συνελθούσης Μίδας βωμὸν ἱδρύσατο Διὸς Ἰδαίου, ὃν χρύσεον ἐποίησε ταῖς χερσὶν ἁψάμενος. οὗτος ὁ βωμὸς περὶ ἐκεῖνον τὸν καιρόν, ἐν ὧι τὸ χάσμα συνέβη γενέσθαι, λίθινος γίνεται· τῆς δ’ ὡρισμένης προθεσμίας παρελθούσης χρύσεος ὁρᾶται.

2b,124,F

57

STOB. III 7, 67 = [PLUT.] Parall, 8 p. 307 D: Καλλισθένους ἐν τρίτωι Μακεδονικῶν. Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς δύο καὶ τριάκοντα Χαλκιδικὰς πόλεις τοῖς ἰδίοις ὑποτάξας σκήπτροις Μεθωναίους καὶ Ὀλυνθίους λεηλατεῖν ἤρξατο. γενόμενος δὲ κατὰ γέφυραν ποταμοῦ Σάρδωνος καὶ εἰς τὸ πέραν διαβῆναι βιαζόμενος
5ὑπὸ τοῦ πλήθους τῶν Ὀλυνθίων ἐπεσχέθη. τοξότης δέ τις Ἀστὴρ τοὔνομα τόξον ἐντείνας ἐτύφλωσε τὸν Φίλιππον εἰπὼν ‘Ἀστὴρ Φιλίππωι θανάσιμον πέμπει βέλος.‘ ἀποβαλὼν δὲ ὁ βασιλεὺς τὸν ὀφθαλμὸν εἰς τὸν ποταμὸν ἑαυτὸν ἔρριψε καὶ πρὸς τοὺς οἰκείους διανηξάμενος τὸν κίνδυνον ἐξέφυγεν.

2b,124,F

58

[PLUT.] Parall. 31 p. 313 B: Ἀθηναίων πόλεμον ἐχόντων πρὸς Εὔ‐ μολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης, Πύρανδρος ταμίας τῶν δημοσίων ὑπεσπά‐ σατο τὸ μέτρον φειδωλῶς χρώμενος· οἱ δ’ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν. ὡς Καλλισθένης ἐν τρίτωι Θραικικῶν.

2b,124,F

59

[PLUT.] De fluv. IV 2: γεννᾶται δὲ παρ’ αὐτῶι (sc. τῶι Γάγγηι) βοτάνη παραπλησία βουγλώσσωι, ἣν λειοτριβοῦντες τὸν χυλὸν αὐτῆς τηροῦσι, καὶ νυκτὸς βαθείας τοὺς φωλεοὺς τῶν τίγρεων περιρραίνουσιν. αἱ δὲ διὰ τὴν δύναμιν τῆς ἐκχυθείσης ὑγρασίας προχωρῆσαι μὴ δυνάμεναι θνήσκουσι, καθὼς ἱστορεῖ Καλλι‐
5σθένης ἐν γ τῶν Κυνηγετικῶν.

3b,124,F

59bis

TZETZ. Chil. 3, 83 ff.: Κτησίας (688 F 69) καὶ Ἡρόδοτος (—), Διόδωρος (1, 58, 2) καὶ Δίων (or. 71, 17?), | καὶ Καλλισθένης σὺν αὐτοῖς, Σιμόκατος (Hist. 6, 11)
καὶ ἄλλοι | τῆς ἱστορίας μέμνηνται στενῶς, οἱ δὲ πλατέως.657 in vol. 2B