TLG 0534 001 :: CALLISTHENES :: Testimonia

CALLISTHENES Hist.
(Olynthius: 4 B.C.)

Testimonia

Source: FGrH #124. : 2B:631–639; 3B:743 addenda.

  • test. 23: Inscr. Delphi
  • test. 33 bis: P. Zenon 60

Citation: Volume-Jacoby#-T — fragment — (line)

2b,124,T

1

SUID. s. Καλλισθένης Δημοτίμου· οἱ δὲ Καλλισθένους· Ὀλύνθιος· μαθητὴς Ἀριστοτέλους καὶ ἀνεψιαδοῦς, ὃν ἔδωκεν ἕπεσθαι Ἀλεξάνδρωι τῶι Μακεδόνι. ὁ δ’ ἐν γαλεάγραι σιδηρᾶι βαλὼν ἀνεῖλεν ἅμα Νεάρχωι(?) τῶι τραγικῶι, διότι συνεβούλευε μὴ ἐπιζητεῖν ὑπὸ Ἀθηναίων καλεῖσθαι δεσπότης· τινὲς δὲ αὐτὸν
5ὡς ἐπιβουλεύοντα Ἀλεξάνδρωι ἀνηιρῆσθαί φασιν ἅμα Νεάρχωι. εὐφυὴς πρὸς τὸ αὐτοσχεδιάζειν καὶ ῥύμηι πολλῆι φέρεσθαι. καὶ φέρεται λόγος, ὡς ὁ Καλλισθένης ὑπὸ φθειρῶν ὑπερβλύσεως καὶ ἐκβράσεως τὸν βίον καταστρέφει· καὶ μαρτυρεῖ ὁ ἴαμβος οὗτος ‘καὶ φθειριῶσαν, ὡς ὁ πρὶν Καλλισθένησ‘, περὶ τῆς ἰατρικῆς τέχνης
λέγων ὡς ἠμέλητο πάνυ.631 in vol. 2B

2b,124,T

2

PLUTARCH. Alex. 55: καὶ γὰρ ἐτέθραπτο Καλλισθένης παρ’ αὐτῶι (sc. Ἀριστοτέλει) διὰ τὴν συγγένειαν, ἐξ Ἡροῦς γεγονώς, ἀνεψιᾶς Ἀριστοτέλους.

2b,124,T

3

SIMPLIC. i. Aristot. De coelo II 12 [Comm. Arist. Gr. VII 506, 11]: ... διὰ τὸ μηδέπω τὰς ὑπὸ Καλλισθένους ἐκ Βαβυλῶνος ἐκπεμφθείσας τηρήσεις ἥκειν εἰς τὴν Ἑλλάδα, Ἀριστοτέλους τοῦτο ἐπισκήψαντος αὐτῶι, ἃς ἱστορεῖ Πορφύριος ἐτῶν εἶναι χιλίων καὶ μυριάδων τριῶν ἕως τῶν
5Ἀλεξάνδρου τοῦ Μακεδόνος σωζομένας χρόνων.

2b,124,T

4

Diog. Laert. V 39: λέγεται δὲ ἐπ’ αὐτοῦ (sc. Θεοφράστου) τε καὶ Καλλισθένους τὸ ὅμοιον εἰπεῖν Ἀριστοτέλην, ὅπερ Πλάτωνα, καθὰ προείρηται (IV 6), φασὶν εἰπεῖν ἐπί τε Ξενοκράτους καὶ αὐτοῦ τούτου· φάναι γὰρ τοῦ μὲν Θεοφράστου καθ’ ὑπερβολὴν ὀξύτητος πᾶν τὸ νοηθὲν ἐξερμηνεύοντος, τοῦ δὲ νωθροῦ τὴν φύσιν
5ὑπάρχοντος, ὡς τῶι μὲν χαλινοῦ δέοι, τῶι δὲ κέντρου.

2b,124,T

5

JOH. LYD. De mens IV 77 p. 131, 8 Wü: ὅτι ὁ Ἀριστοτέλης τὸν Καλλισθένην ἀπέσκωψεν εἰπὼν τὸν μὲν περιττὸν νοῦν ἔχειν, τὸν δὲ ἀνθρώπινον ἀποβεβληκέναι.

2b,124,T

6

Diog. Laert. V 4—5: ἐπειδὴ δ’ ἐδόκει ἐπιεικῶς αὐτῶι συγγεγενῆσθαι [Ἀλεξάνδρωι] (sc. Ἀριστοτέλης), ἀπῆρεν εἰς Ἀθήνας, συστήσας αὐτῶι τὸν συγγενῆ Καλλισθένην τὸν Ὀλύνθιον. ὃν καὶ παρρησιαστικώτερον λαλοῦντα τῶι βασιλεῖ καὶ μὴ πειθόμενον αὐτῶι φασιν ἐπιπλήξαντα εἰπεῖν (Il. Σ 95) ‘ὠκύμορος δή
5μοι, τέκος, ἔσσεαι, οἷ’ ἀγορεύεισ‘. καὶ δὴ καὶ ἐγένετο· δόξας γὰρ Ἑρμολάωι συμμετ‐ εσχηκέναι τῆς εἰς Ἀλέξανδρον ἐπιβουλῆς ἐν σιδηρᾶι περιήγετο γαλεάγραι, φθειριῶν καὶ ἀκόμιστος, καὶ τέλος λέοντι παραβληθεὶς οὕτω κατέστρεψεν.

2b,124,T

7

PLUT. Alex. 52—55: Καλλισθένην τε τὸν φιλόσοφον παρεισήγαγον Ἀριστοτέλους οἰκεῖον ὄντα καὶ τὸν Ἀβδηρίτην Ἀνάξαρχον· ὧν Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πράιως ὑποδυό‐ μενος τῶι λόγωι καὶ περιιὼν ἀλύπως λαβέσθαι τοῦ πάθους· ὁ δὲ Ἀνά‐
5ξαρχος .... τὸ μὲν πάθος ἐκούφισε τοῦ βασιλέως, τὸ δὲ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον ἐποίησεν, αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε καὶ τοῦ Καλλισθένους τὴν ὁμιλίαν, οὐδὲ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸν οὖσαν, προσδιέβαλε. τοὺς δὲ ἄλλους σοφιστὰς καὶ κόλακας ὁ Καλλισθένης ἐλύπει σπουδαζό‐
10μενος μὲν ὑπὸ τῶν νέων διὰ τὸν λόγον, οὐχ ἧττον δὲ τοῖς πρεσβυτέροις ἀρέσκων διὰ τὸν βίον εὔτακτον ὄντα καὶ σεμνὸν καὶ αὐτάρκη καὶ βεβαι‐ οῦντα τὴν λεγομένην τῆς ἀποδημίας πρόφασιν, ὅτι τοὺς πολίτας καταγαγεῖν καὶ κατοικίσαι πάλιν τὴν πατρίδα φιλοτιμούμενος ἀνέβη πρὸς Ἀλέξανδρον. φθονούμενος δὲ διὰ τὴν δόξαν ἔστιν ἃ καὶ καθ’ αὑτοῦ τοῖς δια‐
15βάλλουσι παρεῖχε, τάς τε κλήσεις τὰ πολλὰ διωθούμενος ἔν τε τῶι συν‐ εῖναι βαρύτητι καὶ σιωπῆι δοκῶν οὐκ ἐπαινεῖν οὐδὲ ἀρέσκεσθαι τοῖς γινομένοις, ὥστε καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ἐπ’ αὐτῶι ‘μισῶ σοφιστήν, ὅστις οὐδ’ αὑτῶι σοφόσ‘. λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας ὁ Καλλι‐632 in vol. 2B
20σθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν, ὥστε ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπ’ αὐτόν. εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι κατ’ Εὐριπίδην τὸν λαβόντα τῶν λόγων ‘καλὰς ἀφορμὰς οὐ μέγ’ ἔργον εὖ λέγειν‘· ‘ἀλλ’ ἔνδειξαι‘, φάναι, ‘τὴν αὑτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες ἃ πλημμελοῦσιν‘. οὕτω δὴ τὸν ἄνδρα
25πρὸς τὴν παλινωιδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακε‐ δόνων καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν ‘ἐν δὲ διχοστασίηι καὶ ὁ πάγκακος ἔλλαχε τιμῆσ‘. ἐφ’ ὧι πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσι, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ὡς οὐ τῆς δεινότητος ὁ Καλλισθένης, ἀλλὰ
30τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε. (54) ταῦτα μὲν οὖν ὁ Ἕρμιππός φησι (IV) τὸν ἀναγνώστην τοῦ Καλλισθένους Στροῖβον Ἀριστο‐ τέλει διηγεῖσθαι. τὸν δὲ Καλλισθένην συνέντα τὴν ἀλλοτριότητα τοῦ βασιλέως δὶς ἢ τρὶς ἀπιόντα πρὸς αὐτὸν εἰπεῖν ‘κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων‘. οὐ φαύλως οὖν εἰπεῖν ἔοικεν ὁ Ἀριστοτέλης,
35ὅτι Καλλισθένης λόγωι μὲν ἦν δυνατὸς καὶ μέγας, νοῦν δὲ οὐκ εἶχεν (s. T 5). ἀλλὰ τήν γε προσκύνησιν ἰσχυρῶς ἀπωσάμενος καὶ φιλοσόφως καὶ μόνος ἐν φανερῶι διελθὼν ἃ κρύφα πάντες οἱ βέλτιστοι καὶ πρεσβύτατοι τῶν Μακεδόνων ἠγανάκτουν, τοὺς μὲν Ἕλληνας αἰσχύνης ἀπήλλαξε μεγάλης καὶ μείζονος Ἀλέξανδρον ἀποτρέψας τὴν προσκύνησιν, αὑτὸν δὲ ἀπώλεσεν
40ἐκβιάσασθαι δοκῶν μᾶλλον ἢ πεῖσαι τὸν βασιλέα. Χάρης δὲ ὁ Μιτυλη‐ ναῖός φησι (125 F 14) τὸν Ἀλέξανδρον ἐν τῶι συμποσίωι πιόντα φιάλην προτεῖναί τινι τῶν φίλων, τὸν δὲ δεξάμενον πρὸς ἑστίαν ἀναστῆναι καὶ πιόντα προσκυνῆσαι πρῶτον, εἶτα φιλῆσαι τὸν Ἀλέξανδρον [ἐν τῶι συμ‐ ποσίωι] καὶ κατακλιθῆναι. πάντων δὲ τοῦτο ποιούντων ἐφεξῆς τὸν Καλλι‐
45σθένην λαβόντα τὴν φιάλην, οὐ προσέχοντος τοῦ βασιλέως ἀλλὰ Ἡφαιστίωνι προσδιαλεγομένου, πιόντα προσιέναι φιλήσοντα· Δημητρίου δὲ τοῦ προσο‐ νομαζομένου Φείδωνος εἰπόντος ‘ὦ βασιλεῦ, μὴ φιλήσηις, οὗτος γάρ σε μόνος οὐ προσεκύνησε‘, διακλῖναι τὸ φίλημα τὸν Ἀλέξανδρον, τὸν δὲ Καλλι‐ σθένη μέγα φθεγξάμενον εἰπεῖν ‘φιλήματι τοίνυν ἔλασσον ἔχων ἄπειμι‘.

2b,124,T

7

(50)

(55) τοιαύτης ὑπογενομένης ἀλλοτριότητος πρῶτον μὲν Ἡφαιστίων ἐπιστεύετο λέγων ὅτι συνθέμενος πρὸς αὐτὸν ὁ Καλλισθένης προσκυνῆσαι
ψεύσαιτο τὴν ὁμολογίαν· ἔπειτα Λυσίμαχοι καὶ Ἅγνωνες ἐπεφύοντο φάσκοντες περιιέναι τὸν σοφιστὴν ὡς ἐπὶ καταλύσει τυραννίδος μέγα φρονοῦντα, καὶ συντρέχειν πρὸς αὐτὸν τὰ μειράκια καὶ περιέπειν ὡς633 in vol. 2B
55μόνον ἐλεύθερον ἐν τοσαύταις μυριάσι. διὸ καὶ τῶν περὶ Ἑρμόλαον ἐπι‐ βουλευσάντων τῶι Ἀλεξάνδρωι καὶ φανερῶν γενομένων ἔδοξαν ἀληθέσιν ὅμοια κατηγορεῖν οἱ διαβάλλοντες, ὡς τῶι μὲν προβαλόντι πῶς ἂν ἐνδοξό‐ τατος γένοιτο ἄνθρωπος εἶπεν ‘ἂν ἀποκτείνηι τὸν ἐνδοξότατον‘, τὸν δὲ Ἑρμόλαον ἐπὶ τὴν πρᾶξιν παροξύνων ἐκέλευε μὴ δεδιέναι τὴν χρυσῆν
60κλίνην, ἀλλὰ μνημονεύειν ὅτι καὶ νοσοῦντι καὶ τιτρωσκομένωι πρόσεισιν ἀνθρώπωι. καίτοι τῶν περὶ Ἑρμόλαον οὐδεὶς οὐδὲ διὰ τῆς ἐσχάτης ἀνάγκης τοῦ Καλλισθένους κατεῖπεν. ἀλλὰ καὶ Ἀλέξανδρος αὐτὸς εὐθὺς Κρατερῶι γράφων καὶ Ἀττάλωι καὶ Ἀλκέται φησὶ τοὺς παῖδας βασανιζο‐ μένους ὁμολογεῖν ὡς αὐτοὶ ταῦτα πράξειαν, ἄλλος δὲ οὐδεὶς συνειδείη.
65ὕστερον δὲ γράφων πρὸς Ἀντίπατρον καὶ τὸν Καλλισθένην συνεπαιτιασά‐ μενος ‘οἱ μὲν παῖδεσ‘ φησίν ‘ὑπὸ τῶν Μακεδόνων κατελεύσθησαν, τὸν δὲ σοφιστὴν ἐγὼ κολάσω καὶ τοὺς ἐκπέμψαντας αὐτὸν καὶ τοὺς ὑποδεχο‐ μένους ταῖς πόλεσι τοὺς ἐμοὶ ἐπιβουλεύοντασ‘, ἄντικρυς ἔν γε τούτοις ἀποκαλυπτόμενος πρὸς Ἀριστοτέλην (folgt T 2) ....
70 ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ὑπ’ Ἀλεξάνδρου κρεμασθέντα λέγουσιν (Ptolem. 138 F 17), οἱ δὲ ἐν πέδαις δεδεμένον καὶ νοσήσαντα (Aristob. 139 F 33)· Χάρης (125 F 15) δὲ μετὰ τὴν σύλληψιν ἑπτὰ μῆνας φυλάττεσθαι δεδεμένον, ὡς ἐν τῶι συνεδρίωι κριθείη παρόντος Ἀριστοτέλους, ἐν αἷς δὲ ἡμέραις Ἀλέξανδρος ἐν Μαλλοῖς Ὀξυδράκαις ἐτρώθη περὶ τὴν Ἰνδίαν,
75ἀποθανεῖν ὑπέρπαχυν γενόμενον καὶ φθειριάσαντα.

2b,124,T

8

ARRIAN. An. IV 10—14: Καλλισθένην δὲ τὸν Ὀλύνθιον Ἀριστοτέλους τε τῶν λόγων διακηκοότα καὶ τὸν τρόπον ὄντα ὑπαγροικότερον οὐκ ἐπαινεῖν ταῦτα. τούτου μὲν δὴ ἕνεκα καὶ αὐτὸς Καλλισθένει ξυμφέρομαι, ἐκεῖνα δὲ οὐκέτι ἐπιεικῆ δοκῶ ... εἴπερ ἀληθῆ ξυγγέ‐
5γραπται, ὅτι ἐφ’ αὑτῶι εἶναι ἀπέφαινε καὶ τῆι αὑτοῦ ξυγγραφῆι Ἀλέξανδρόν τε καὶ τὰ Ἀλεξάνδρου ἔργα· (2) οὔκουν αὐτὸς ἀφῖχθαι ἐξ Ἀλεξάνδρου δόξαν κτησόμενος, ἀλλὰ ἐκεῖνον εὐκλεᾶ ἐς ἀνθρώπους ποιήσων· καὶ οὖν καὶ τοῦ θείου τὴν μετουσίαν Ἀλεξάνδρωι οὐκ ἐξ ὧν Ὀλυμπιὰς ὑπὲρ τῆς γενέσεως αὐτοῦ ψεύδεται ἀνηρτῆσθαι, ἀλλὰ ἐξ ὧν ἂν αὐτὸς ὑπὲρ Ἀλεξάνδρου ξυγγράψας ἐξενέγκηι ἐς ἀνθρώπους. (3) εἰσὶ
10δὲ οἳ καὶ τάδε ἀνέγραψαν, ὡς ἄρα ἤρετο αὐτόν ποτε Φιλώτας ὅντινα οἴοιτο μάλιστα τιμηθῆναι πρὸς τῆς Ἀθηναίων πόλεως, τὸν δὲ ἀποκρίνασθαι Ἁρμόδιον καὶ Ἀριστο‐ γείτονα, ὅτι τὸν ἕτερον τοῖν τυράννοιν ἔκτειναν καὶ τυραννίδα ὅτι κατέλυσαν. (4) ἐρέσθαι δὲ αὖθις τὸν Φιλώταν εἴ τωι κτείναντι τύραννον ὑπάρχοι παρ’ οὕστινας ἐθέλοι τῶν Ἑλλήνων φυγόντα σώζεσθαι, καὶ ἀποκρίνασθαι αὖθις Καλλισθένην, εἰ
15καὶ μὴ παρ’ ἄλλους, παρά γε Ἀθηναίους ὅτι φυγόντι ὑπάρχοι σώζεσθαι. τούτους γὰρ καὶ πρὸς Εὐρυσθέα πολεμῆσαι ὑπὲρ τῶν παίδων τῶν Ἡρακλέους τυραννοῦντα
ἐν τῶι τότε τῆς Ἑλλάδος. (5) ὑπὲρ δὲ τῆς προσκυνήσεως ὅπως ἠναντιώθη Ἀλεξάνδρωι καὶ τοῖόσδε κατέχει λόγος. ξυγκεῖσθαι μὲν γὰρ τῶι Ἀλεξάνδρωι πρὸς τοὺς σοφιστάς τε καὶ τοὺς ἀμφ’ αὐτὸν634 in vol. 2B
20Περσῶν καὶ Μήδων τοὺς δοκιμωτάτους μνήμην τοῦ λόγου τοῦδε ἐν πότωι ἐμβαλεῖν· (6) ἄρξαι δὲ τοῦ λόγου Ἀνάξαρχον. ...... (11, 1) λεχθέντων δὲ τούτων τε καὶ τοιούτων λόγων πρὸς Ἀναξάρχου τοὺς μὲν μετεσχη‐ κότας τῆς βουλῆς ἐπαινεῖν τὸν λόγον καὶ δὴ ἐθέλειν ἄρχεσθαι τῆς προσκυνήσεως, τοὺς Μακεδόνας δὲ τοὺς πολλοὺς ἀχθομένους τῶι λόγωι σιγῆι ἔχειν. (2) Καλλισθένην δὲ
25ὑπολαβόντα ‘Ἀλέξανδρον μέν‘ εἰπεῖν ‘ὦ Ἀνάξαρχε, οὐδεμιᾶς ἀνάξιον ἀποφαίνω τιμῆς ὅσαι ξύμμετροι ἀνθρώπωι‘ ....... (12, 1) ταῦτα δὴ καὶ τοιαῦτα εἰπόντα Καλλισθένην ἀνιᾶσαι μὲν μεγαλωστὶ Ἀλέξανδρον, Μακεδόσι δὲ πρὸς θυμοῦ εἰπεῖν· καὶ τοῦτο γνόντα Ἀλέξανδρον πέμψαντα κωλῦσαι Μακεδόνας μεμνῆσθαι ἔτι τῆς προσκυνήσεως. ....
30 (12, 3) ἀναγέγραπται δὲ δὴ καὶ τοῖόσδε λόγος. προπίνειν φιάλην χρυσῆν ἐν κύκλωι Ἀλέξανδρον πρώτοις μὲν τούτοις πρὸς οὕστινας ξυνέκειτο αὐτῶι τὰ τῆς προσκυνήσεως. τὸν δὲ πρῶτον ἐκπιόντα τὴν φιάλην προσκυνῆσαί τε ἀναστάντα καὶ φιληθῆναι πρὸς αὐτοῦ, καὶ τοῦτο ἐφεξῆς διὰ πάντων χωρῆσαι. (4) ὡς δὲ ἐς Καλλισθένην ἧκεν ἡ πρόποσις, ἀναστῆναι μὲν Καλλισθένην καὶ ἐκπιεῖν τὴν φιάλην
35καὶ προσελθόντα ἐθέλειν φιλῆσαι οὐ προσκυνήσαντα. τὸν δὲ τυχεῖν μὲν τότε δια‐ λεγόμενον Ἡφαιστίωνι· οὔκουν προσέχειν τὸν νοῦν, εἰ καὶ τὰ τῆς προσκυνήσεως ἐπιτελῆ τῶι Καλλισθένει ἐγένετο. (5) ἀλλὰ Δημήτριον γὰρ τὸν Πυθώνακτος, ἕνα τῶν ἑταίρων, ὡς προσήιει αὐτῶι ὁ Καλλισθένης φιλήσων, φάναι ὅτι οὐ προσκυνήσας πρόσεισιν. καὶ τὸν Ἀλέξανδρον οὐ παρασχεῖν φιλῆσαι ἑαυτόν, τὸν δὲ Καλλισθένην
40‘φιλήματι‘ φάναι, ‘ἔλαττον ἔχων ἄπειμι‘. (6) καὶ τούτων ἐγὼ ὅσα ἐς ὕβριν τε τὴν Ἀλεξάνδρου τὴν ἐν τῶι παραυτίκα καὶ ἐς σκαιότητα τὴν Καλλισθένους φέροντα οὐδὲν οὐδαμῆι ἐπαινῶ ..... (7) οὔκουν ἀπεικότως δι’ ἀπεχθείας γενέσθαι Ἀλεξάνδρωι Καλλισθένην τίθεμαι ἐπὶ τῆι ἀκαί‐ ρωι τε παρρησίαι καὶ ὑπερόγκωι ἀβελτερίαι· ἐφ’ ὅτωι τεκμαίρομαι μὴ χαλεπῶς
45πιστευθῆναι τοὺς κατειπόντας Καλλισθένους ὅτι μετέσχε τῆς ἐπιβουλῆς τῆς γενομένης Ἀλεξάνδρωι ἐκ τῶν παίδων, τοὺς δὲ ὅτι καὶ ἐπῆρεν αὐτοὺς ἐς τὸ ἐπιβουλεῦσαι. (13) φιλοσοφίαι ἐδόκει προσέχειν τὸν νοῦν καὶ Καλλισθένην θεραπεύειν; σφῶν τε αὐτῶν κατεῖπον τὴν ἐπιβουλὴν καί τινας καὶ ἄλλους ὠνόμασαν. (14) Ἀριστόβουλος (139 F 31)

2b,124,T

8

(50)

μὲν λέγει ὅτι καὶ Καλλισθένην ἐπᾶραι σφᾶς ἔφασαν ἐς τὸ τόλμημα· καὶ Πτολεμαῖος (138 F 16) ὡσαύτως λέγει. οἱ δὲ πολλοὶ οὐ ταύτηι λέγουσιν, ἀλλὰ διὰ μῖσος γὰρ τὸ ἤδη ὂν πρὸς Καλλισθένην ἐξ Ἀλεξάνδρου καὶ ὅτι ὁ Ἑρμόλαος ἐς τὰ μάλιστα ἐπι‐ τήδειος ἦν τῶι Καλλισθένει, οὐ χαλεπῶς πιστεῦσαι τὰ χείρω ὑπὲρ Καλλισθένους Ἀλέξανδρον. ...... (3) .... Καλλισθένην δὲ Ἀριστόβουλος (139 F 33) μὲν λέγει
55δεδεμένον ἐν πέδαις ξυμπεριάγεσθαι τῆι στρατιᾶι ἔπειτα νόσωι τελευτῆσαι· Πτολεμαῖος δὲ ὁ Λάγου (138 F 17) στρεβλωθέντα καὶ κρεμασθέντα ἀποθανεῖν. οὕτως οὐδὲ οἱ πάνυ πιστοὶ ἐς τὴν ἀφήγησιν καὶ ξυγγενόμενοι ἐν τῶι τότε Ἀλεξάνδρωι ὑπὲρ τῶν
γνωρίμων τε καὶ οὐ λαθόντων σφᾶς ὅπως ἐπράχθη ξύμφωνα ἀνέγραψαν. (4) πολλὰ δὲ καὶ ἄλλα ὑπὲρ τούτων αὐτῶν ἄλλοι ἄλλως ἀφηγήσαντο.635 in vol. 2B

2b,124,T

9

IUSTIN. XII 6, 17: multum profuere Callisthenis philosophi preces, condiscipulatu apud Aristotelen familiaris illi et tunc ab ipso rege ad prodenda memoriae acta eius acciti.

2b,124,T

10

STRABON XII 1, 27: φέρεται γοῦν τις διόρθωσις τῆς Ὁμήρου ποιήσεως ἡ ἐκ τοῦ νάρθηκος λεγομένη, τοῦ Ἀλεξάνδρου μετὰ τῶν περὶ Καλλισθένη καὶ Ἀνάξαρχον ἐπελθόντος καὶ σημειωσαμένου τινά.

2b,124,T

11a

[DIO CHRYS.] or. LXIV 20; II 153, 22 v. Arn: ἀπέκτεινε (sc. Ἀλέ‐ ξανδρος) ... τὸν διδάσκαλον Καλλισθένην.

2b,124,T

11b

SOLIN. IX 18 p. 66, 10 Momms.: peragravit orbem (sc. Alexander) rectoribus Aristotele et Callisthene usus.

2b,124,T

12

ATHEN. X 44 p. 434 D: Καλλισθένης δὲ ὁ σοφιστής, ὡς Λυγκεὺς ὁ Σάμιός φησιν ἐν τοῖς Ἀπομνημονεύμασι (IV) καὶ Ἀριστόβουλος (139 F 32) καὶ Χάρης ἐν ταῖς Ἱστορίαις (125 F 13), ἐν τῶι συμποσίωι τοῦ Ἀλεξάνδρου τῆς τοῦ ἀκράτου κύλικος εἰς αὐτὸν ἐλθούσης ὡς διωθεῖτο εἰπόντος τέ τινος αὐτῶι ‘διὰ τί οὐ πίνεις;‘ ‘οὐδὲν
5δέομαι‘ ἔφη ‘Ἀλεξάνδρου πιὼν τοῦ Ἀσκληπιοῦ δεῖσθαι‘.

2b,124,T

13

SENECA Suas. I 5: praeceptori eius, amitino Aristotelis ..... quem occidit propter intempestive liberos sales; nam cum se deum vellet videri et vulneratus esset, viso sanguine eius philosophus mirari se dixerat, quod non esset ἰχώρ, οἷός περ ῥέει μακάρεσσι θεοῖσιν. ille se ab hac urbanitate lancea
5vindicavit.

2b,124,T

14

DIOG. LAERT. VI 45: πρὸς τὸν μακαρίζοντα Καλλισθένην καὶ λέγοντα ὡς πολυτελῶν παρ’ Ἀλεξάνδρωι μετέχει ‘κακοδαίμων μὲν οὖν ἐστιν‘ εἶπεν (sc. Διογένης) ‘ὃς καὶ ἀριστᾶι καὶ δειπνεῖ ὅταν Ἀλεξάνδρωι δόξηι.‘

2b,124,T

15

GNOMOL. VATIC. (Wien. Stud. XI 52) 368: ὁ αὐτὸς (sc. Καλλ.) ἐρωτῶντός τινος διὰ τί οὐ μετήγαγεν Ἀλέξανδρον ἀπὸ τοῦ τύφου, ‘ὅτι‘ εἶπεν ‘ἐμοῦ ἑνὸς οἰκοδομοῦντος πολλοὶ ἦσαν οἱ καταβάλλοντες.‘

2b,124,T

16a

STRAB. XI 11, 4: Καριάτας μὲν τῆς Βακτριανῆς, ἐν ἧι Καλλισθένης συνελήφθη καὶ παρεδόθη φυλακῆι (a. 329).

2b,124,T

16b

ARRIAN. IV 22, 2: καὶ ἐν Βάκτροις τὸ ἀμφὶ Καλλισθένην τε καὶ τοὺς παῖδας πάθημα Ἀλεξάνδρωι ξυνηνέχθη.

2b,124,T

17

CURT. RUF. VIII 8, 21—22: Callisthenes quoque tortus interiit, initi consilii in caput regis innoxius, sed haudquaquam aulae et ad‐ sentantium accomodatus ingenio. itaque nullius caedes maiorem apud Graecos Alexandro excitavit invidiam, quod praeditum optimis moribus
5artibusque, a quo revocatus ad vitam erat, cum interfecto Clito mori
perseveraret, non tantum occiderit, sed etiam torserit indicta quidem causa.636 in vol. 2B

2b,124,T

18a

Tatian. ad Gr. 2 p. 2, 25 Schw: Ἀλέξανδρον ... ὅστις Ἀριστοτελικῶς πάνυ τὸν ἑαυτοῦ φίλον διὰ τὸ μὴ βούλεσθαι προσκυνεῖν αὐτὸν καθείρξας ὥσπερ ἄρκτον ἢ πάρδαλιν περιέφερε

2b,124,T

18b

OVID. Ibis 519: inclususque necem cavea patiaris, ut ille non profecturae conditor historiae.

2b,124,T

18c

SCHOL. OV. a. o. Calistenes, qui res Alexandri [male] scripsit, in custodia positus fame expiravit.

2b,124,T

18d

PLUT. Sulla 36, 5: λέγεται δὲ ... φθειριάσαντα ... τελευτῆσαι ... Καλλισθένη τὸν Ὀλύνθιον ἐν εἱρκτῆι φρουρούμενον.

2b,124,T

18e

SCHOL. LUKIAN. p. 258, 4 R: Καλλισθένην δὲ τὸν φιλόσοφον, ὃς λέοντι συγκαθειρχθεὶς ὑπὸ Ἀλεξάνδρου διεφθάρη.

2b,124,T

18f

IUSTIN. XV 3, 3—7: quippe cum Alexander Magnus Callisthenen philosophum propter salutationis Persicae interpellatum morem insidiarum, quae sibi paratae fuerant, conscium fuisse iratus finxisset eumque truncatis crudeliter omnibus membris
5abscisisque auribus ac naso labiisque deforme ac miserandum spectaculum reddidisset, insuper in cavea cum cane clausum ad metum ceterorum circumferret, tunc Lysimachus, audire Callisthenen et pracepta ab eo virtutis accipere solitus, miseratus tanti viri non culpae, sed libertatis poenas pendentis, venenum ei in remedia calamitatium dedit. quod adeo aegre Alexander tulit, ut eum obici
10ferocissimo leoni iuberet.

2b,124,T

19a

DIOG. LAERT. V 44: (Θεοφράστου) Καλλισθένης ἢ Περὶ πένθους α.

2b,124,T

19b

CIC. TUSC. III 21: Theophrastus interitum deplorans Callisthenis sodalis sui ... dicit Callisthenem incidisse in hominem summa potentia summaque fortuna, sed ignarum quemadmodum rebus secundis uti conveniret.

2b,124,T

20

POLYB. XII 12 b: ἐκεῖνος (sc. Τίμαιος) γὰρ κόλακα μὲν εἶναί φησι τὸν Καλλισθένην τοιαῦτα γράφοντα καὶ πλεῖστον ἀπέχειν φιλοσοφίας, κόραξι δὲ προσέχοντα καὶ κορυβαντιώσαις γυναιξί (F 14), δικαίως δ’ αὐτὸν ὑπ’ Ἀλεξάνδρου τετευχέναι τιμωρίας διεφθαρκότα τὴν ἐκείνου ψυχὴν καθόσον
5οἷός τε ἦν· καὶ Δημοσθένην μὲν καὶ τοὺς ἄλλους ῥήτορας τοὺς κατ’ ἐκεῖνον τὸν καιρὸν ἀκμάσαντας ἐπαινεῖ ... διότι ταῖς Ἀλεξάνδρου τιμαῖς ταῖς ἰσοθέοις ἀντέλεγον, τὸν δὲ φιλόσοφον αἰγίδα καὶ κεραυνὸν περιθέντα θνητῆι φύσει δικαίως αὐτὸν ὑπὸ τοῦ δαιμονίου τετευχέναι τούτων ὧν ἔτυχεν.

2b,124,T

21

PHILODEM. π. κολακ. I2 4 (Comm. Momms. 480): ....... κρί|σιν ἀνωμαλε[στέραν κ]αὶ | διὰ μὲν τὴν ........ | ... δ[ιὰ] δὲ τὴν ........ | .... ὀργὴν ἀντιβαίν[ειν καὶ λ]οι|δορεῖν, οἷος καὶ Κ[αλλισ]θέ[ν]ης | ἦν, ἀλλ’ οὐχ ὥς τι[νές φ]ασ[ι παρ]|ρ[ησι]αστὴς [φ]ιλό‐
5σο[φος οὐ]δ[ὲ συν]|τόνως φίλος. ἐν μὲν γὰρ ταῖς ἱστορίαις ἀπεθέου τὸν
Ἀλέξ|ανδρον, ἀντέκο[ψε δ’] αὐτοῦ | ταῖς προσκυνήσεσι ....637 in vol. 2B

2b,124,T

22

PLIN. NH XXXVI 36: in hortis Servilianis reperio laudatos Calamidis Apollinem ..... Amphistrati Callisthenen historiarum scriptorem.

2b,124,T

23

INSCHR. DELPHI (Syll3 275) ** συ]νέ[ταξαν πίνακα τ]ῶν ἀπ[ὸ Γυλίδα νεν]ικηκ[ότ]ων τ[ὰ Πύθια] καὶ τῶν ἐξ ἀρ[χῆς τὸ]ν ἀγῶνα κατα‐ σκ[ευα]σάντων, ἐπαινέ[σαι] Ἀριστοτέλην κ[αὶ Κ]αλ[λι]σθένην καὶ στεφα‐ νῶσαι· ἀνα[θεῖν]αι δὲ τὸν πίν[ακα το]ὺς ταμί[ας ἐν τῶι ἱε]ρῶι με[τα‐
5γεγραμμέν]ον [εἰς στήλην **

2b,124,T

24

DIOD. IV 1, 2—3: διόπερ τῶν μεταγενεστέρων ἱστοριογράφων οἱ πρωτεύοντες τῆι δόξηι τῆς μὲν ἀρχαίας μυθολογίας ἀπέστησαν διὰ τὴν δυσχέρειαν, τὰς δὲ νεωτέρας πράξεις ἀναγράφειν ἐπεχείρησαν. Ἔφορος (70 T 8) .... ὁμοίως δὲ τούτωι Καλλισθένης καὶ Θεόπομπος (115 T 12),
5κατὰ τὴν αὐτὴν ἡλικίαν γεγονότες, ἀπέστησαν τῶν παλαιῶν μύθων.

2b,124,T

25

CIC. ad f. V 12, 2: an, ut multi Graeci fecerunt, Callisthenes Phocicum bellum (F 1), Timaeus Pyrrhi, Polybius Numantinum, qui omnes a perpetuis suis historiis ea quae dixi bella separaverunt.

2b,124,T

26

GNOMOL. VATIC. (Wien. Stud. X 52) 367: Καλλισθένης ὁ ἱστοριογράφος πρὸ τοῦ Ἀλεξάνδρωι συσταλῆναι γεγραφὼς τὰ Ἑλληνικά, μετὰ δὲ ταῦτα τὰς Ἀλεξάνδρου Πράξεις, ἐρωτώμενος ὑπό τινος, διὰ τί βέλτιον τὰ Ἑλληνικὰ συνεγράψατο, ‘ὅτι ἐκεῖνα μέν‘, εἶπε, ‘πεινῶν ἔγραφον, ταῦτα δὲ
5κεχορτασμένος.‘

2b,124,T

27a

DIOD. XIV 117, 8 (387/6): Καλλισθένης δὲ ὁ ἱστοριογράφος [τὴν τῶν Ἑλλην〈ικ〉ῶν σύνταξιν] ἀπὸ τῆς κατὰ τοῦτον τὸν ἐνιαυτὸν γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς Ἀρταξέρξην ... τὴν ἱστορίαν ἦρκται γράφειν. διελθὼν δὲ τριακονταετῆ χρόνον ἔγραψε μὲν βύβλους δέκα, τὴν
5δὲ τελευταίαν κατέπαυσε τῆς συντάξεως εἰς τὴν ὑπὸ τοῦ 〈Φιλο〉μήλου τοῦ Φωκέως κατάληψιν τοῦ ἐν Δελφοῖς ἱεροῦ.

2b,124,T

27b

—XVI 14, 4 (357/6): Καλλισθένης δὲ τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἱστορίαν γέγραφεν ἐν βύβλοις δέκα καὶ κατέστροφεν εἰς τὴν κατάληψιν τοῦ ἱεροῦ καὶ παρανομίαν Φιλομήλου τοῦ Φωκέως.

2b,124,T

28

POLYB. VI 45, 1: οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων, Ἔφορος (70 T 13) Ξενοφῶν Καλλισθένης Πλάτων .... (F 50).

2b,124,T

29

—XII 17—22: ἵνα δὲ μὴ δόξωμεν τῶν τηλικούτων ἀνδρῶν καταξιοπιστεῖσθαι, μνησθησόμεθα μιᾶς παρατάξεως, ἣν ἅμα μὲν οἵαν
ἐπιφανεστάτην εἶναι συμβέβηκεν, ἅμα δὲ τοῖς καιροῖς οὐ μακρὰν ἀπηρ‐ τῆσθαι, τὸ δὲ μέγιστον, παρατετευχέναι τὸν Καλλισθένη (F 35) .....638 in vol. 2B
5Ἀλεξάνδρωι μὲν οὖν οὐκ ἐποιστέον τὴν τοιαύτην ἀτοπίαν 〈διὰ τὸ πᾶσιν〉 ὁμολογουμένην παραλαμβάνεσθαι περὶ αὐτοῦ τὴν ἐν τοῖς πολεμικοῖς ἐμπειρίαν καὶ τριβὴν ἐκ παιδός· τῶι δὲ συγγραφεῖ μᾶλλον, ὃς διὰ τὴν ἀπειρίαν οὐδὲ τὸ δυνατὸν καὶ τὸ μὴ δυνατὸν ἐν τοῖς τοιούτοις δύναται διευκρινεῖν. περὶ μὲν οὖν Ἐφόρου καὶ Καλλισθένους ταῦθ’ ἡμῖν εἰρήσθω.

2b,124,T

30

CIC. De or. II 58: denique etiam a philosophia profectus princeps Xenophon .... post ab Aristotele Callisthenes, comes Alexandri, scripsit historiam; et is quidem rhetorico paene more, ille autem superior leniore quodam sono est usus et qui illum impetum oratoris non habeat,
5vehemens fortasse minus, sed aliquanto tamen est, ut mihi quidem videtur, dulcior.

2b,124,T

31

—ad Q. fr. II 11, 4: ad Callisthenem et ad Philistum redeo, in quibus te video volutatum. Callisthenes quidem vulgare et notum negotium, quemadmodum aliquot Graeci locuti sunt; Siculus ille capitalis, creber, acutus, brevis, paene pusillus Thucydides.

2b,124,T

32

ANON. π. ὕψ. 3, 2: καί τινα τῶν Καλλισθένους ὄντα οὐχ ὑψηλά, ἀλλὰ μετέωρα (sc. γελᾶται).

2b,124,T

33

PORPHYR. b. EUSEB. PE X 3 p. 464 B: καὶ τί γὰρ Ἐφόρου (70 T 17) ἴδιον ἐκ τῶν Δαιμάχου (65) καὶ Καλλισθένους καὶ Ἀνα‐ ξιμένους (72) αὐταῖς λέξεσιν ἔστιν ὅτε τρισχιλίους ὅλους μετατιθέντος στίχους.

3b,124,T

33bis

ZENON PAP. (ed. W. L. Westermann u.a.) II, 1940, no. 60: ]α κατηνέχθη | [Ἐ]φαρμόστωι βυβλία· | Συναγωγὴ τῶν π̣ρο|[ξε‐ νιῶν(?)] Καλλισθένου̣ς | [καὶ τῶν π]ρ̣εσβειῶν | [....(.)]πο̣πα̣ς ..α.

2b,124,T

34

[SKYMN.] Perieg. 124: ἀκολουθῶν δὲ καὶ Καλλισθέν[η].

2b,124,T

35

PLIN. I 12; 13: continentur ... de peregrinis arboribus .... ex .... Theophrasto Herodoto Callisthene Isigono Clitarcho ....

2b,124,T

36

LISTEN D. GR. PROFANSCHRIFTST. tab. MC: ἱστορικοὶ ι· Θουκυδίδης. Ἡρόδοτος. Ξενοφῶν. Φίλιστος. Θεόπομπος. Ἔφορος.
Ἀναξιμένης. Καλλισθένης. Ἑλλάνικος. Πολύβιος.639 in vol. 2B