TLG 0533 004 :: CALLIMACHUS :: Epigrammata

CALLIMACHUS Philol.
(Cyrenaeus: 4–3 B.C.)

Scholia: Cf. SCHOLIA IN CALLIMACHUM (5016)
Diegeseis: Cf. SCHOLIA IN CALLIMACHUM (5016)

Epigrammata

Dup. 0533 003

  • AG 7.320: Cf. HEGESIPPUS Epigr. (1396 001)
  • AG 7.729: Cf. TYMNES Epigr. (1744 001)
  • AG 9.67: Cf. ANONYMI EPIGRAMMATICI (AG) (0138 001)

Citation: Book — epigram — (line)

5

.

6

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ ἐκείνης ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην. ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι ὅρκους μὴ δύνειν οὔατ’ ἐς ἀθανάτων.
5νῦν δ’ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης
νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ’ ἀριθμός.

5

.

23

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις· οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν κοιμίζεις, ἐλέου δ’ οὐδ’ ὄναρ ἠντίασας.
5γείτονες οἰκτείρουσι, σὺ δ’ οὐδ’ ὄναρ· ἡ πολιὴ δὲ αὐτίκ’ ἀναμνήσει ταῦτά σε πάντα κόμη.

5

.

146

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ. εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα, ἇς ἄτερ οὐδ’ αὐταὶ ταὶ Χάριτες Χάριτες.

6

.

121

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Κυνθιάδες, θαρσεῖτε· τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ’ Ἀρτέμιδι, οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα, νῦν δὲ πέπαυται, αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.

6

.

146

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίῃ· ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ· ἀντὶ δὲ παιδὸς ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.

6

.

147

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικὸς Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος, γινώσκειν· ἢν δ’ ἆρα λάθῃ καὶ 〈δίσ〉 μιν ἀπαιτῇς,
φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.

6

.

148

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις πλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ, εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος. ἐς δ’ ἐμὰ φέγγη ἀθρήσας φάσεις· „Ἕσπερε, πῶς ἔπεσες;“

6

.

149

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε γινώσκω) νίκης ἀντί με τῆς ἰδίης ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι· πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.

6

.

150

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.

6

.

301

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Τὴν ἁλίην Εὔδημος, ἐφ’ ἧς ἅλα λιτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγεν δανέων, θῆκε θεοῖς Σαμόθρῃξι λέγων, ὅτι τήνδε κατ’ εὐχήν, ὦ ἅλιοι, σωθεὶς ἐξ ἁλὸς ὧδε θέτο.

6

.

310

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου ταῖς Μούσαις· αἱ δέ, Γλαῦκος ὅκως, ἔδοσαν ἀντ’ ὀλίγου μέγα δῶρον. ἐγὼ δ’ ἀνὰ τῇδε κεχηνὼς κεῖμαι τοῦ Σαμίου διπλόον, ὁ τραγικὸς
5παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν· „Ἱερὸς ὁ πλόκαμοσ“, τοὐμὸν ὄνειαρ ἐμοί.

6

.

311

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ’ ὀπτῇ ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.

6

.

347

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἄρτεμι, τὶν τόδ’ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε· ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.

6

.

351

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Τίν με, λεοντάγχ’ ὦνα συοκτόνε, φήγινον ὄζον θῆκε—„Τίς;“ —Ἀρχῖνος. —„Ποῖος;“ —Ὁ Κρής. —„Δέχομαι.“

7

.

80

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν· ἐμνήσθην δ’, ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν’ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·
5αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

7

.

89

(p1)

〈ΚΑΛΛΙΜΑΧΟΥ〉
1Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω τὸν Μιτυληναῖον, παῖδα τὸν Ὑρράδιον· „Ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ’ ἐμέ,
5ἡ δ’ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δ’ ἄγε, σὺμ μοὶ βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.“ εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας· „Ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος (οἱ δ’ ἄρ’ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
10 ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ), κείνων ἔρχεο“, φησί, „μετ’ ἴχνια.“ χὠ μὲν ἐπέστη πλησίον· οἱ δ’ ἔλεγον· „Τὴν κατὰ σαυτὸν ἔλα.“ ταῦτ’ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα συνθέμενος.
15τὴν δ’ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην, οὕτω καὶ σύ γ’ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.

7

.

170

(p1)

ΠΟΣΕΙΔΙΠΠΟΥ 〈ἢ〉 ΚΑΛΛΙΜΑΧΟΥ
1Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο· ἐκ δ’ ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει.
5Νύμφας δ’ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ’ ἐπὶ γούνοις
ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει.

7

.

271

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν· νῦν δ’ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ’ ἐκείνου οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.

7

.

272

(p1)

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ
1Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ’ ἐνὶ πόντῳ ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην, ἔμπορος Αἰγίνηθεν ὅτ’ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ νεκρός, ἐγὼ δ’ ἄλλως οὔνομα τύμβος ἔχων
5κηρύσσω πανάληθες ἔπος τόδε· „Φεῦγε θαλάσσῃ συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.“

7

.

277

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν εὗρεν ἐπ’ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτὸς
ἥσυχος, αἰθυίῃ δ’ ἶσα θαλασσοπορεῖ.

7

.

317

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Τίμων (οὐ γὰρ ἔτ’ ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; — „Τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ.“

7

.

318

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε· ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν.

7

344b

(p1)

[ΚΑΛΛΙΜΑΧΟΥ]
1Ἀλλ’ εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομά τ’ εἶχεν, οὐκ ἂν ἐγὼ τύμβῳ τῷδ’ ἐπέθηκα πόδας.

7

.

415

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδὴν εἰδότος, εὖ δ’ οἴνῳ καίρια συγγελάσαι.

7

.

447

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος οὐ μακρὰ λέξων „Θῆρις Ἀρισταίου Κρὴσ“ ἐπ’ ἐμοὶ δολιχός.

7

.

451

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.

7

.

453

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.

7

.

454

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς ἀκρήτου προποθεῖς’ ᾤχετ’ ἔχουσα κύλιξ.

7

.

458

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι ἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας.

7

.

459

(p1)

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ
1Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν, δίζηνται Σαμίων πολλάκι θυγατέρες, ἡδίστην συνέριθον ἀείλαλον· ἡ δ’ ἀποβρίζει
ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.

7

.

460

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸν ῥέζων οὔτ’ ἀδικῶν οὐδένα. Γαῖα φίλη, Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη γίνεο μήτ’ ἄλλοι δαίμονες, οἵ μ’ ἔχετε.

7

.

471

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Εἴπας „Ἥλιε, χαῖρε“ Κλεόμβροτος Ὡμβρακιώτης ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην, ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος.

7

.

517

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ δυομένου Βασιλὼ κάτθανε παρθενικὴ αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα οὐκ ἔτλη. δίδυμον δ’ οἶκος ἐσεῖδε κακὸν
5πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη
πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.

7

.

518

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης. οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν ποιμένες, Ἀστακίδην δ’ αἰὲν ἀεισόμεθα.

7

.

519

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Δαίμονα τίς δ’ εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ, Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις, τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου εἶδε πατὴρ Διοφῶν χρῆμ’ ἀνιαρότερον.

7

.

520

(p1)

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ
1Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι ἤ τι περὶ ψυχῆς ἢ πάλι, πῶς ἔσεαι, δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρὸς Παυσανίου· δήεις δ’ αὐτὸν ἐν εὐσεβέων.

7

.

521

(p1)

ΤΟΥ ΑΥΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ
1Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή· καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
τοῦθ’, ὅτι τὸν κείνων ὧδ’ ἐπέχω Κριτίην.

7

.

522

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1„Τιμονόη.“ τίς δ’ ἐσσί; μὰ δαίμονας, οὔ ς’ ἂν ἐπέγνων, εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα στήλῃ καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.

7

.

523

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος, ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.

7

.

524

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἦ ῥ’ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; —„Εἰ τὸν Ἀρίμμα τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ’ ἐμοί.“ — Ὦ Χαρίδα, τί τὰ νέρθε; —„Πολὺς σκότος.“ —Αἱ δ’ ἄνοδοι τί; — „Ψεῦδος.“ —Ὁ δὲ Πλούτων; —„Μῦθος.“ —Ἀπωλόμεθα. —
5„Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.“

7

.

525

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην. εἰδείης δ’ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων ἦρξεν, ὁ δ’ ἤεισεν κρέσσονα βασκανίης.
5οὐ νέμεσις· Μοῦσαι γάρ, ὅσους ἴδον ὄμματι παῖδας
μὴ λοξῷ, πολιοὺς οὐκ ἀπέθεντο φίλους.

7

.

725

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκέτι πουλὺς ἦσθα. τί σε, ξείνων λῷστε, κατειργάσατο; ἦ ῥα τὸ καὶ Κένταυρον; —„Ὅ μοι πεπρωμένος ὕπνος
ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.“

7

.

728

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων, ὦνερ, καὶ μετέπειτα Δινδυμήνης ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡ νο... πολλῶν προστασίη νέων γυναικῶν.
5καί μοι τέκν’ ἐγένοντο δύ’ ἄρσενα, κἠπέμυσα κείνων
εὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων.

9

.

336

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἥρως Ἠετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνέρι δ’ ἱππεῖ θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.

9

.

507

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἡσιόδου τό τ’ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν ἔσχατον, ἀλλ’ ὀκνέω μὴ τὸ μελιχρότατον τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε, λεπταὶ ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.

9

.

565

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν· εἰ δ’ ἐπὶ κισσὸν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει, ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν φθέγξονται, κείνου δ’ Ἑλλὰς ἀεὶ σοφίην.

9

.

566

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ ῥῆσις· ὁ μὲν „Νικῶ“ φησὶ τὸ μακρότατον· ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται „Πῶς ἔβαλες;“ φησί· „Σκληρὰ τὰ γιγνόμενα.“
5τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο
τοὖπος· ἐμοὶ δ’, ὦναξ, ἡ βραχυσυλλαβίη.

11

.

362

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Εὐδαίμων, ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας, Λεύκαρε, τὰν λίαν οὐκ ἐμάνη μανίαν οὐδ’ ἔλαβ’ ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει τὸν φίλον· ἀλλ’ αἰ χἢν δρᾶμ’ ἐδίδαξε μόνον,
5ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε· τοῦτο ποήσας κἠγὼ τὼς πολλὼς οὐκέτ’ ἔχω Πυλάδας.

12

.

43

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικὸν οὐδὲ κελεύθῳ χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει· μισῶ καὶ περίφοιτον ἐρώμενον οὐδ’ ἀπὸ κρήνης πίνω· σικχαίνω πάντα τὰ δημόσια.
5Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός· ἀλλὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, ἠχώ φησί τις· „Ἄλλος ἔχει.“

12

.

51

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἔγχει καὶ πάλιν εἰπέ· Διοκλέοσ“. οὐδ’ Ἀχελῷος κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων. καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός· εἰ δέ τις οὐχὶ φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.

12

.

71

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν· οὐ μὰ τὸν ὀξὺν ἥλιον, οὐκ ἔγνων. σχέτλιε, ποῦ γέγονας; ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες. ἦ ῥά σε δαίμων οὑμὸς ἔχει, χαλεπῇ δ’ ἤντεο θευμορίῃ;
5ἔγνων· Εὐξίθεός σε συνήρπασε· καὶ σὺ γὰρ ἐλθὼν τὸν καλόν, ὦ μόχθηρ’, ἔβλεπες ἀμφοτέροις.

12

.

73

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ’ οὐκ οἶδ’ εἴτ’ Ἔρος εἴτ’ Ἀίδης ἥρπασε· πλὴν ἀφανές. ἦ ῥά τιν’ ἐς παίδων πάλιν ᾤχετο. καὶ μὲν ἀπεῖπον πολλάκι· „Τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.“
5οὗ Κῖσος, δίφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
κείνη καὶ δύσερως οἶδ’ ὅτι που στρέφεται.

12

.

102

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος, στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ· „Τῆ, τόδε βέβληται θηρίον,“ οὐκ ἔλαβεν.
5χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν
οἶδε, τὰ δ’ ἐν μέσσῳ κείμενα παρπέταται.

12

.

118

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Εἰ μὲν ἑκών, Ἀρχῖν’, ἐπεκώμασα, μυρία μέμφου· εἰ δ’ ἄκων ἥκω, τὴν προπέτειαν ἔα. ἄκρητος καὶ Ἔρως μ’ ἠνάγκασαν· ὧν ὁ μὲν αὐτῶν εἷλκεν, ὁ δ’ οὐκ εἴα σώφρονα θυμὸν ἔχειν.
5ἐλθὼν δ’ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ’ ἐφίλησα τὴν φλιήν· εἰ τοῦτ’ ἔστ’ ἀδίκημ’, ἀδικῶ.

12

.

134

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν πνεῦμα διὰ στηθέων—εἶδες; —ἀνηγάγετο, τὸ τρίτον ἡνίκ’ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί·
5ὤπτηται μέγα δή τι, μὰ δαίμονας· οὐκ ἀπὸ ῥυσμοῦ
εἰκάζω, φωρὸς δ’ ἴχνια φὼρ ἔμαθον.

12

.

139

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ, ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ· οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθει τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.
5τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ.

12

.

148

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Οἶδ’, ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε, μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί. ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων· ναί, φίλε, τῶν παρὰ σεῦ τοῦτ’ ἀνεραστότατον.

12

.

149

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1„Ληφθήσει, περίφευγε, Μενέκρατες,“ εἶπα Πανήμου εἰκάδι, καὶ Λῴου τῇ—τίνι; τῇ δεκάτῃ ἦλθεν ὁ βοῦς ὑπ’ ἄροτρον ἑκούσιος. εὖ γ’, ἐμὸς Ἑρμῆς,
εὖ γ’, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.

12

.

150

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ. αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
5τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον. ἔσθ’ ἁμὶν χἀκάστοτ’ ἀφειδέα πρὸς τὸν Ἔρωτα τοῦτ’ εἶπαι· „Κείρευ τὰ πτερά, παιδάριον· οὐδ’ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ
10οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.“

12

.

230

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ’ ἔχθει, τετράκι μισοίης· εἰ δὲ φιλεῖ, φιλέοις· ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, Οὐράνιε Ζεῦ, καὶ σύ ποτ’ ἠράσθης. οὐκέτι μακρὰ λέγω.

13

.

7

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ὁ Λύκτιος Μενίτας τὰ τόξα ταῦτ’ ἐπειπὼν ἔθηκε· „Τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην,
5Σάραπι· τοὺς δ’ ὀιστοὺς
ἔχουσιν Ἑσπερῖται.“

13

.

9

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1Ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπ’ οἰνηρῆς Χίου ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.

13

.

10

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1Ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας ἅρπαξας, ποτί τε Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω ...

13

.

24

(p1)

ΚΑΛΛΙΜΑΧΟΥ
1 Τὰ δῶρα τἀφροδίτῃ Σῖμον ἡ περίφοιτος εἰκόν’ αὑτῆς ἔθηκε τήν τε μίτρην, ἣ μαστοὺς ἐφίλησε, τόν τε πανὸν
5καὶ τούς 〈ποτ’ ἀντίναξεν〉
ἀυτοῦς’ ἀν’ ὄρη τάλαινα θύρσους.

13

.

25

(p1)

ΤΟΥ ΑΥΤΟΥ
1
Δήμητρι τῇ Πυλαίῃ,
τῇ τοῦτον οὑκ Πελασγῶν Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ’ ὁ Ναυκρατίτης
καὶ τῇ κάτω θυγατρὶ
5τὰ δῶρα Τιμόδημος
εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθ’ οὕτως.