TLG 0533 003 :: CALLIMACHUS :: Epigrammata

CALLIMACHUS Philol.
(Cyrenaeus: 4–3 B.C.)

Scholia: Cf. SCHOLIA IN CALLIMACHUM (5016)
Diegeseis: Cf. SCHOLIA IN CALLIMACHUM (5016)

Epigrammata

Source: Pfeiffer, R. (ed.), Callimachus, vol. 2. Oxford: Clarendon Press, 1953: 80–99.

  • Epigr. 1–63
  • Dup. 0533 004

Citation: Epigram — (line)

1

Ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον· ‘ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δή νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ’ ἐμέ,
5ἡ δ’ ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δ’ ἄγε σύμ μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.‘ εἶπεν· ὁ δὲ σκίπωνα γεροντικὸν ὅπλον ἀείρας· ‘ἠνίδε κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.‘ οἱ δ’ ἄρ’ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
10 ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ. ‘κείνων ἔρχεο‘, φησί, ‘μετ’ ἴχνια.‘ χὠ μὲν ἐπέστη πλησίον· οἱ δ’ ἔλεγον· ‘τὴν κατὰ σαυτὸν ἔλα.‘ ταῦτ’ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα συνθέμενος.
15τὴν δ’ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην,
οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.80

2

Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν· ἐμνήσθην δ’ ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν’ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή,
5αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπακτὴς Ἀΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

3*

Μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε· ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ γελᾶν.

4

Τίμων (οὐ γὰρ ἔτ’ ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; ‘τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀΐδῃ.‘

5

Κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας· ἀλλὰ σὺ νῦν με, Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις, ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται, τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
5εἰ δὲ γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
ποσσὶν †ἱν’ ὡσπ† ἔργῳ τοὔνομα συμφέρεται, ἔστ’ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη, μηδέ μοι ἐν θαλάμῃσιν ἔθ’ ὡς πάρος (εἰμὶ γὰρ ἄπνους)81
10 τίκτηται νοτερῆς ὤεον ἁλκυόνος. Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλά ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ’ Αἰολίδος.

6

Τοῦ Σαμίου πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον ἀοιδόν δεξαμένου, κλείω δ’ Εὔρυτον ὅσς’ ἔπαθεν, καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.

7

Ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δ’ ἐπὶ κισσόν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει, ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν
φθέγξονται, κείνου δ’ Ἑλλὰς ἀεὶ σοφίην.82

8

Μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ ῥῆσις· ὁ μὲν ‘νικῶ‘ φησὶ τὸ μακρότατον, ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται ‘πῶς ἔβαλες;‘ φησί· ‘σκληρὰ τὰ γιγνόμενα.‘
5τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο τοὖπος· ἐμοὶ δ’, ὦναξ, ἡ βραχυσυλλαβίη.

9

Τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον κοιμᾶται· θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς.

10

Ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι ἤ τι περὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι, δίζεσθαι φυλῆς Πτολεμαΐδος υἱέα πατρός Παυσανίου· δήεις δ’ αὐτὸν ἐν εὐσεβέων.

11

Σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων ‘Θῆρις Ἀρισταίου Κρήσ‘ ἐπ’ ἐμοὶ δολιχός.

12

Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν καὶ Διδύμην· ἀφανὴς οὔτι γὰρ ἡ γενεή. καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι
τοῦθ’, ὅτι τὸν κείνων ὧδ’ ἐπέχω Κριτίην.83

13

Ἦ ῥ’ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; ‘εἰ τὸν Ἀρίμμα τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ’ ἐμοί.‘ ὦ Χαρίδα, τί τὰ νέρθε; ‘πολὺ σκότος.‘ αἱ δ’ ἄνοδοι τί; ‘ψεῦδος.‘ ὁ δὲ Πλούτων; ‘μῦθος.‘ ἀπωλόμεθα.
5‘οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀΐδῃ.‘

14

Δαίμονα τίς δ’ εὖ οἶδε τὸν αὔριον; ἁνίκα καὶ σέ, Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου εἶδε πατὴρ Διοφῶν χρῆμ’ ἀνιαρότερον.

15

‘Τιμονόη.‘ τίς δ’ ἐσσί; μὰ δαίμονας, οὔ ς’ ἂν ἐπέγνων, εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα στήλῃ καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.

16

Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν, δίζηνται Σαμίων πολλάκι θυγατέρες, ἡδίστην συνέριθον ἀεὶ λάλον· ἡ δ’ ἀποβρίζει
ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.84

17

Ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς παῖδα Διοκλείδεω Σώπολιν ἐστένομεν. νῦν δ’ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ’ ἐκείνου οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.

18

Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ’ ἐνὶ πόντῳ ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην, ἔμπορος Αἰγίνηθεν ὅτ’ ἔπλεε· χὠ μὲν ἐν ὑγρῇ νεκρός, ἐγὼ δ’ ἄλλως οὔνομα τύμβος ἔχων
5κηρύσσω πανάληθες ἔπος τόδε· ‘φεῦγε θαλάσσῃ συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.‘

19

Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.

20

Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ δυομένου Βασιλὼ κάτθανε παρθενική αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα οὐκ ἔτλη. δίδυμον δ’ οἶκος ἐσεῖδε κακόν
5πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.85

21

Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην. εἰδείης δ’ ἄμφω κεν· ὁ μέν κοτε πατρίδος ὅπλων ἦρξεν, ὁ δ’ ἤεισεν κρέσσονα βασκανίης.
5[οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας †ἄχρι βίου† πολιοὺς οὐκ ἀπέθεντο φίλους.]

22

Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης. οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν ποιμένες, Ἀστακίδην δ’ αἰὲν ἀεισόμεθα.

23

Εἴπας ‘Ἥλιε χαῖρε‘ Κλεόμβροτος ὡμβρακιώτης
ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀΐδην, ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος.86

24

Ἥρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ †ἰπείωι θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.

25

Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ ἐκείνης ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην. ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι ὅρκους μὴ δύνειν οὔατ’ ἐς ἀθανάτων.
5νῦν δ’ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ’ ἀριθμός.

26

Εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν ῥέζων οὔτ’ ἀδικέων οὐδένα. Γαῖα φίλη, Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε σὺ κούφη
γίνεο μήτ’ ἄλλοι δαίμονες οἵ μ’ ἔχετε.87

27

Ἡσιόδου τό τ’ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν ἔσχατον, ἀλλ’ ὀκνέω μὴ τὸ μελιχρότατον τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο· χαίρετε λεπταί ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.

28

Ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθῳ χαίρω, τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει· μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδ’ ἀπὸ κρήνης πίνω· σικχαίνω πάντα τὰ δημόσια.
5Λυσανίη, σὺ δὲ ναίχι καλὸς καλός—ἀλλὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, Ἠχώ φησί τις· ‘ἄλλος ἔχει.‘

29

Ἔγχει καὶ πάλιν εἰπὲ ‘Διοκλέοσ‘· οὐδ’ Ἀχελῷος κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων. καλὸς ὁ παῖς, Ἀχελῷε, λίην καλός, εἰ δέ τις οὐχί
φησίν—ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.88

30

Θεσσαλικὲ Κλεόνικε τάλαν τάλαν, οὐ μὰ τὸν ὀξύν ἥλιον, οὐκ ἔγνων· σχέτλιε, ποῦ γέγονας; ὀστέα σοι καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων οὑμὸς ἔχει, χαλεπῇ δ’ ἤντεο θευμορίῃ;
5ἔγνων· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών τὸν καλόν, ὦ μόχθηρ’, ἔβλεπες ἀμφοτέροις.

31

Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωόν διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος στίβῃ καὶ νιφετῷ κεχρημένος· ἢν δέ τις εἴπῃ ‘τῆ, τόδε βέβληται θηρίον‘, οὐκ ἔλαβεν.
5χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκειν οἶδε, τὰ δ’ ἐν μέσσῳ κείμενα παρπέταται.

32

Οἶδ’ ὅτι μευ πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε, μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί. ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων· ναὶ φίλε, τῶν παρὰ σεῦ τοῦτ’ ἀνεραστότατον.

33

Ἄρτεμι, τὶν τόδ’ ἄγαλμα Φιληρατὶς εἵσατο τῇδε·
ἀλλὰ σὺ μὲν δέξαι, πότνια, τὴν δὲ σάω.89

34

Τίν με, λεοντάγχ’ ὦνα συοκτόνε, φήγινον ὄζον θῆκε—‘τίς;‘ Ἀρχῖνος. ‘ποῖος;‘ ὁ Κρίης. ‘δέχομαι.‘

35

Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδήν εἰδότος, εὖ δ’ οἴνῳ καίρια συγγελάσαι.

36*

Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς ἀκρήτου προποθεῖς’ ᾤχετ’ ἔχουσα κύλιξ.

37

Ὁ Λύκτιος Μενίτας τὰ τόξα ταῦτ’ ἐπειπών ἔθηκε· ‘τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην,
5Σάραπι· τοὺς δ’ ὀϊστούς
ἔχουσιν Ἑσπερῖται.‘90

38

Τὰ δῶρα τἀφροδίτῃ Σῖμον ἡ περίφοιτος, εἰκόν’ αὑτῆς ἔθηκε τήν τε μίτρην †ἡμᾶς τοὺς ἐφίλησε τόν τε πᾶνα
5καὶ τοὺς αὐτοὺς ὁρῇ τάλαινα θάρσους†.

39

Δήμητρι τῇ Πυλαίῃ, τῇ τοῦτον οὑκ Πελασγῶν Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ’ ὁ Ναυκρατίτης καὶ τῇ κάτω θυγατρί
5 τὰ δῶρα Τιμόδημος εἵσατο τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθ’ οὕτως.

40

Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων, ὦνερ, καὶ μετέπειτα Δινδυμήνης ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις ηνο . . . πολλῶν προστασίη νέων γυναικῶν.
5καί μοι τέκν’ ἐγένοντο δύ’ ἄρσενα, κἠπέμυσα κείνων
εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.91

41

Ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ’ οὐκ οἶδ’ εἴτ’ Ἔρος εἴτ’ Ἀΐδης ἥρπασε, πλὴν ἀφανές. ἦ ῥά τιν’ ἐς παίδων πάλιν ᾤχετο; καὶ μὲν ἀπεῖπον πολλάκι· ‘τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι‘.
5†ὀυκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος κείνη καὶ δύσερως οἶδ’ ὅτι που στρέφεται.

42

Εἰ μὲν ἑκών, Ἀρχῖν’, ἐπεκώμασα, μυρία μέμφου, εἰ δ’ ἄκων ἥκω, τὴν προπέτειαν ἔα. Ἄκρητος καὶ Ἔρως μ’ ἠνάγκασαν, ὧν ὁ μὲν αὐτῶν εἷλκεν, ὁ δ’ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
5ἐλθὼν δ’ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ’ ἐφίλησα
τὴν φλιήν· εἰ τοῦτ’ ἔστ’ ἀδίκημ’, ἀδικέω.92

43

Ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρόν πνεῦμα διὰ στηθέων (εἶδες;) ἀνηγάγετο, τὸ τρίτον ἡνίκ’ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί·
5ὤπτηται μέγα δή τι· μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ εἰκάζω, φωρὸς δ’ ἴχνια φὼρ ἔμαθον.

44

Ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτῃ ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῇ σποδιῇ. οὐ θαρσέω· μὴ δή με περίπλεκε· πολλάκι λήθει τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.
5τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς †οὗτος οσειγαρνης† εἰς τὸν ἔρωτα βάλῃ.

45

‘Ληφθήσει, περίφευγε, Μενέκρατεσ‘ εἶπα Πανήμου εἰκάδι καὶ Λῴου τῇ τίνι; τῇ δεκάτῃ ἦλθεν ὁ βοῦς ὑπ’ ἄροτρον ἑκούσιος. εὖ γ’, ἐμὸς Ἑρμῆς,
εὖ γ’, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.93

46

Ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδάν τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ· αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
5τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρά τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον. ἔσθ’ ἁμὶν †χ’ακαστας ἀφειδέα ποττὸν Ἔρωτα τοῦτ’ εἶπαι· ‘κείρευ τὰ πτερά, παιδάριον, οὐδ’ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαί
10 οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.‘

47

Τὴν ἁλίην Εὔδημος, ἐφ’ ἧς ἅλα λιτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγεν δανέων, θῆκε θεοῖς Σαμόθρῃξι λέγων ὅτι τήνδε κατ’ εὐχήν,
ὦ λαοί, σωθεὶς ἐξ ἁλὸς ὧδ’ ἔθετο.94

48

Εὐμαθίην ᾐτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου ταῖς Μούσαις· αἱ δὲ Γλαῦκος ὅκως ἔδοσαν ἀντ’ ὀλίγου μέγα δῶρον. ἐγὼ δ’ ἀνὰ τῇδε κεχηνώς κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικός
5παιδαρίων Διόνυσος ἐπήκοος· οἱ δὲ λέγουσιν ‘ἱερὸς ὁ πλόκαμοσ‘, τοὐμὸν ὄνειαρ ἐμοί.

49

Τῆς Ἀγοράνακτός με λέγε, ξένε, κωμικὸν ὄντως ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου Πάμφιλον, οὐκ ἐν ἔρωτι δεδαυμένον, ἥμισυ δ’ ὀπτῇ ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον.

50

Τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι. ἡ γρηῢς μαστῶν ὣς ἀπέχει χάριτας.

51

Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ. εὐαίων ἐν πᾶσιν ἀρίζηλος Βερενίκα,
ἇς ἄτερ οὐδ’ αὐταὶ ταὶ Χάριτες Χάριτες.95

52

Τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ’ ἔχθει, τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις, ναίχι πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ, καὶ σύ ποτ’ ἠράσθης—οὐκέτι μακρὰ λέγω.

53

Καὶ πάλιν, Εἰλήθυια, Λυκαινίδος ἐλθὲ καλεύσης εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίῃ· ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδός ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι.

54

Τὸ χρέος ὡς ἀπέχεις, Ἀσκληπιέ, τὸ πρὸ γυναικός Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος, γιγνώσκειν· ἢν δ’ ἆρα λάθῃ †καί μιν ἀπαιτῇς, φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ.

55

Τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῷ, εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δ’ ἐμὰ φέγγη
ἀθρήσας φάσεις· ‘Ἕσπερε, πῶς ἔπεσες;‘96

56

Φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε γιγνώσκω) νίκης ἀντί με τῆς ἰδίης ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδῃσι· πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω.

57

Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θαλέω παῖς Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίῃ.

58

Τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρόν εὗρεν ἐπ’ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτός ἥσυχον, αἰθυίῃ δ’ ἶσα θαλασσοπορεῖ.

59

Εὐδαίμων ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας, Λεύκαρε, τὰν λίαν οὐκ ἐμάνη μανίαν οὐδ’ ἔλαβ’ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει τὸν φίλον· ἀλλ’ αἰ χἢν δρᾶμ’ ἐδίδαξε μόνον,
5ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε· τοῦτο ποήσας
κἠγὼ τὼς πολλὼς οὐκέτ’ ἔχω Πυλάδας.97

60

Οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος, ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.

61

Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, †οὐκ ἔτι πουλύς ἦσθα, τί σε, ξείνων λῷστε, κατειργάσατο; ἦ ῥα τὸ καὶ Κένταυρον; ‘ὅ μοι πεπρωμένος ὕπνος ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.‘

62

Κυνθιάδες, θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα κεῖται ἐν Ὀρτυγίῃ τόξα παρ’ Ἀρτέμιδι, οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα, νῦν δὲ πέπαυται,
αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.98

63*

Οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις. οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστήν κοιμίζεις, ἐλέου δ’ οὐδ’ ὄναρ ἠντίασας.
5γείτονες οἰκτείρουσι, σὺ δ’ οὐδ’ ὄναρ· ἡ πολιὴ δέ
αὐτίκ’ ἀναμνήσει ταῦτά σε πάντα κόμη.99