TLG 0530 046 :: Pseudo–GALENUS :: De signis ex urinis (fort. auctore Magno Emeseno) Pseudo–GALENUS Med. De signis ex urinis (fort. auctore Magno Emeseno) Citation: (Line) | ||
t | Τοῦ Γαληνοῦ | |
---|---|---|
1 | σημεῖον ἐσχάτης ἀπεψίας τοῦ φλεβώδους γένους τὸ ἐξουρεῖσθαι λεπτὸν καὶ μένειν οὕτως. σημεῖον διεγέρσεως τῆς φύσεως πρὸς κίνησιν τῶν ἐν ταῖς φλεψὶ χυμῶν τὸ ἐξουρεῖσθαι λεπτόν, ὕστερον δὲ θολοῦσθαι. σημεῖον τῆς τῶν παχέων πνευμάτων καὶ χυμῶν | |
5 | ἀναζυμώσεως τὸ ἐξουρεῖσθαι παχὺ καὶ μένειν οὕτως. σημεῖον τοῦ παύεσθαι τὴν τῶν χυμῶν κίνησιν καὶ οἷον ταραχὴν ἄρχεσθαι καὶ τὴν διάκρισιν γίνεσθαι τὸ οὐρεῖσθαι παχὺ καὶ ἀποκαθίστασθαι. σημεῖον πολυποσίας καὶ δαψιλοῦς τροφῆς ἀνθρώπων ὑγιαινόντων λεπτότης σὺν λευκότητι οὔρου· τοιοῦτον οὖρον τοῖς παισὶν | |
10 | οὐρηθὲν κακόν, τοῖς γὰρ γέρουσι τὰ μέλανα κακά, τοῖς δὲ παιδίοις τὰ ὑδατώδη. τὸ τοιοῦτον σημαίνει καὶ ἀτονίαν δυνά‐ μεως, ὡς ἐπὶ τοῦ κατὰ φύσιν γήρως, καὶ ἀσθένειαν ἐκ χρονίου νοσήματος. σημεῖον διαβήτου τοιούτου οὔρου πολλὴ καὶ ἀθρόα οὔρησις. σημεῖον ἀφημερινοῦ τοιούτου οὔρησις σὺν | |
15 | πυρετῷ. σημεῖον ψυχροτέρας κράσεως τοῦ ἥπατος τοιούτου οὔρησις. σημεῖον ἐμφράξεως τῶν νεφρῶν καὶ ἀρχῆς τεταρταίων, ἔτι δὲ καὶ ὑδρωπικῶν τοιούτου οὔρου οὔρησις. σημεῖον τετραμμένων τὸν τράχηλον καὶ βαρυνομένων τὴν κεφαλήν, ἔτι δὲ καὶ σκώτωσιν ἐχόντων καὶ λιποθυμίαν τοιούτου οὔρου οὔρησις. | |
20 | σημεῖον ἀνέσεως ἐν πυρετοῖς πολλοῦ τοιούτου οὔρησις. σημεῖον ἐν πυρετοῖς ἀποστάσεως μελλούσης γενέσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία τοιούτου οὔρου οὔρησις. σημεῖον φρενίτιδος ἐν καύσῳ πυρετῷ τοιούτου οὔρου οὔρησις, ἣ λύεται αἱμορραγίας γεγονυίας ἢ ἱδρῶτος πολλοῦ ἐν τῇ κεφαλῇ, ὧν μὴ | |
25 | γενομένων θάνατος ἐπακολουθεῖ. σημεῖον ἐπικρατήσεως | |
ξανθῆς χολῆς λεπτότης καὶ πυρρότης. σημεῖον καθάρσεως μελαγχολικοῦ τοῦ δι’ ὑπερόπτησιν αἵματος ἢ αὐτοῦ τοῦ μελαγχολικοῦ μελανία τοῦ χύματος. σημεῖον ἀποκλείσεως ἐν τῷ βάθει πνευμάτων παχέων καὶ μὴ δυναμένων ὑπὸ τῆς φύσεως | 68 | |
30 | λεπτυνθῆναι παρυφισταμένου σκορπισμὸς κατὰ τὴν νεφέλην. σημεῖον ἀρχῆς διακρίσεως τοῦ νοσήματος νεφέλη, τῆς δὲ μεσότητος ἐναιώρημα, τῆς δὲ τελείας ἀποκαταστάσεως ὑπόστασις. σημεῖον οὔρων γυναικείων λευκότης καὶ πλησμονὴ παρυφισταμένου· ἐπὶ τῆς παιδικῆς ἡλικίας ἱκανῶς παχύ ἐστι τὸ παρυφιστάμενον. | |
35 | σημεῖον ἑλκώσεως νεφρῶν σαρκία τινὰ μεταξὺ τρίχας ἔχοντα. σημεῖον ἀφημερινοῦ λεπτότης καὶ λευκότης καὶ παχύτης καὶ θολερότης οὔρων, τοῦ τριταίου δὲ πυρρότης καὶ ὑποπυρρότης, τοῦ δὲ τεταρταίου πολυειδὴς θεωρία καὶ ἄπεπτος. σημεῖον θανάτου πυρρότης καὶ στιλβότης οὔρων μετὰ ὑμενώδους ἐπιφανείας. | |
40 | σημεῖον πληθωρικῶν καὶ πολυύλων σωμάτων παρυφιστάμενον πολύ, ἰσχνῶν δὲ ὀλίγον καὶ μάλιστα πονούντων πολλὰ καὶ ὀλογοσι‐ τούντων. σημεῖον ὀλέθρου χῦμα καὶ παρυφιστάμενον μελανθέν, οὐ παντελῶς δὲ ὀλέθρου παρυφιστάμενον μελανθέν, ἧττον δὲ μελανθὲν ἐναιώρημα, ἔτι δὲ ἧττον μελανθεῖσα νεφέλη. | |
45 | σημεῖον πέψεως λευκὴ καὶ λεία καὶ ὁμαλὴ ὑπόστασις, ἀμυδρᾶς δὲ καὶ οὐ τελείας νεφέλαι λευκαὶ καὶ λεῖαι καὶ ὁμαλαί, ἀσαφοῦς δὲ λευκὰ ἐναιωρήματα καὶ λεῖα καὶ ὁμαλά. σημεῖον τελείας ἀπεψίας λεπτὸν καὶ ὑδατῶδες χῦμα, ἥττονος δὲ τὸ διακρίνεσθαι ὕστερον, μεγάλης δὲ τὸ θολερὸν εἶναι. σημεῖον | |
(50) | τοῦ μηδὲν ἀνάγεσθαι ἐκ τοῦ θώρακος ἐπὶ τῶν πλευριτικῶν καὶ περι‐ πνευμονικῶν πυρετοῦ ὄντος οὖρον ὑδατῶδες. σημεῖον τοῦ ἀνάγεσθαί τινα πτύσματα ἄπεπτα καὶ λεπτὰ τὸ θολοῦσθαι τὰ οὖρα μετὰ τὴν οὔρησιν ἢ θολερὰ μένειν. σημεῖον ἐφημέρων τῶν διὰ λύπην δριμύτερα, τῶν δὲ διὰ θυμὸν θερμότερα, τῶν δὲ διὰ | |
55 | πύκνωσιν ὑπόλευκα. σημεῖον τῶν ἀφημερινῶν λευκότης καὶ λεπτότης οὔρων ἢ ἐρυθρότης ἢ παχύτης θολερά. σημεῖον τριταίων ἢ πυρρὰ ἢ ὑπόπυρρα. σημεῖον τεταρταίων πολυειδῆ | |
καὶ ἄπεπτα. σημεῖον πλεονασμοῦ φλέγματος ὑπόστασις παχεῖα. σημεῖον ἱδρῶτος μεγίστου καὶ κρίσεως μελλούσης γενέσθαι κατὰ | 69 | |
60 | τὴν τετάρτην ἢ τὴν ἕκτην οὖρον φανὲν ὡς σεμίδαλις. σημεῖον ὀδύνης νεφρῶν καὶ καταψύξεως οὖρα παχέα καὶ γαλακτώδη. σημεῖον λοιμώδους νόσου οὖρα λευκὰ ἐναιώρημα ἔχοντα. σημεῖον θανάτου οὖρον ἐξ ἀρχῆς κόκκινον καὶ ἀνυπόστατον ἄνω ὑμένα ἔχον, ὑπόστασιν δὲ ἔχον οὐ θανάσιμον, | |
65 | ἀλλὰ μακρονοσίαν δηλοῖ, μετὰ δὲ ἑπτὰ ἡμέρας ἀρχόμενον τοῦ λευκαίνεσθαι παύεσθαι δηλοῖ τὸν νόσον. σημεῖον διαγνώσεως πύου τὸ προηγήσασθαι ὀδύνην καὶ αἷμα διουρηθῆναι, ἀλλὰ καὶ τὸ ἐπ’ ἀνθράκων ὄζειν τὸ χῦμα. σημεῖον λιθιάσεως κύστεως καὶ τῶν νεφρῶν παχύτης γαλακτοειδής. σημεῖον τοῦ πολὺν | |
70 | τὸν αἱματικὸν χυμὸν ἐν τῷ σώματι εἶναι παχύτης καὶ ἐρυθρότης οὔρου. τοιοῦτον οὖρον ἐν συνεχέσι πυρετοῖς καὶ ἐν ὀξέσι κατ’ ὀλίγον οὐρούμενον κίνδυνον σημαίνει. ὡσαύτως τοιοῦτον οὖρον ἐν τοῖς τοιούτοις ἀκατάστατον οὐρούμενον μετὰ κωφώσεως καὶ κεφαλῆς ὀδύνης τραχήλου τε καὶ ὑποχονδρίου ἴκτερον | |
75 | ἔσεσθαι πρὸ τῆς ἑβδόμης σημαίνει. σημεῖον κρίσεως ἐν πυρετοῖς καυσώδεσιν ἀλγούσης τῆς κεφαλῆς πελιδνότης μετὰ παχύτητος οὔρου. σημεῖον γενομένης πορνείας παχύτης οἰνώδης ἐν τοῖς οὔροις φαινομένη. σημεῖον ὀδύνης δεξιοῦ ὑποχονδρίου ἐν συνεχεῖ πυρετῷ λευκότης οὔρου νεφέλας ἐπάφρους | |
80 | ἔχουσα. σημεῖον τοῦ μεθίστασθαι πυρετὸν καυσώδη εἰς τεταρταῖον νεφέλαι μέλαιναι. σημεῖον ἀπεψίας διὰ περιουσίαν πνεύματος παχέος λεπτὸν οὖρον ὕστερον ἀναθολούμενον. σημεῖον πλευρίτιδος οὖρα παχέα καὶ ἐρυθρὰ καὶ κάτω ὀστρακώδη. σημεῖον πάθους κεφαλικοῦ οὖρα οἰνόχροα νεφέλην ἔχοντα. | |
85 | σημεῖον συλλήψεως ὡς μάργαρος ἐμφαινόμενον ἐν τῇ ὑποστάσει· φαίνεται δὲ πολλάκις καὶ δύο καὶ τρία τοιαῦτα. σημεῖον συλλήψεως ἕτερον κονιορτὸς ἄνω ἐσκορπισμένος ἢ ὡς στῦλος ἱστάμενος. σημεῖον συνουσίας ῥαμμάτιά τινα κατὰ τὸν ἀφρὸν φαινόμενα. σημεῖον οὔρου ἀρίστου τὸ ὑπόξανθον ἢ ὑπόπυρρον | |
90 | καὶ τὸ εἶναι τῇ συστάσει σύμμετρον, ἀναλόγως ἔχειν τῷ ποσῷ τοῦ πινομένου καὶ ὑπόστασιν ἔχειν λευκὴν καὶ λείαν καὶ ὁμαλήν. σημεῖον τοῦ μικροῦ δεῖν μὴ ἐγχειρῆσαι τὴν φύσιν | |
τῇ πέψει τῶν χυμῶν λευκότης τοῦ χύματος. τοῦτο τὸ σημεῖόν ἐστι καὶ σημεῖον ψύξεως ἐπικρατούσης ἢ διὰ κρᾶσιν | 70 | |
95 | ἢ διὰ δίαιταν ἢ δι’ ἡλικίαν ἢ διὰ ψυχρὸν ἀρρώστημα. τοῦτο τὸ σημεῖόν ἐστι καὶ σημεῖον φρενίτιδος ὀλεθρίας καὶ λοιμώδους ἀρρωστήματος καὶ ἀξιολόγων ἐμφράξεων. σημεῖον μετρίου πυρετοῦ ἤτοι ἐφημέρου διὰ κόπον καὶ ἀργυπνίαν καὶ θερμοτέραν δίαιταν πυρρότης καὶ ξανθότης τοῦ χύματος. σημεῖον θερμότητος | |
(100) | ἢ οὔσης ἢ ὅσον οὔπω μελλούσης γενέσθαι ἐρυθρότης καὶ ὑπερυ‐ θρότης. σημεῖον ἀρχῆς ἑκτικῶν πυρετῶν ἐλαιόχρους καὶ ἐλαιοφανὴς θεωρία. σημεῖον ἀδυναμίας τῆς πεπτικῆς δυνάμεως αἱ ἐξ ἀρχῆς συστάσεις παχεῖαι καὶ μὴ διακρινόμεναι. σημεῖον ἀμετρίας ψύξεως καὶ ξηρότητος καί τινος ἐμφράξεως καὶ ἀτονίας | |
105 | σπλάγχνων διά τινας δυσκρασίας λεπτότης συστάσεως, οὐχ ἧττον δὲ καὶ θερμότητος μετὰ ξηρότητος καὶ ἀργυπνίας καὶ σκοτοδίνης, ἔτι τε σιτίων ἀποστροφῆς καὶ δίψης. σημεῖον ἀκμῆς τῶν χυμῶν οὓς ὑπεμφαίνει τὰ χρώματα ἔναιμα καὶ θολερὰ καὶ παχέα χύματα· ταῦτα σημεῖον καὶ ἀπεψίας βάρους τε κεφαλῆς καὶ | |
110 | ὀδύνης καὶ σιτίων ἀποστροφῆς. σημεῖον χολώδους χυμοῦ ἀναμιγνυμένου τῷ αἵματι ὠχραὶ καὶ πυρραὶ ὑποστάσεις. σημεῖον τοῦ ἀκμάζειν τὸν αἱματικὸν χυμὸν ὑποστάσεις ὑπέρυθραι καὶ ἐρυθραί, ὥσπερ δῆτα καὶ αἱ πελιδναὶ καὶ αἱ μέλαιναι. σημεῖον ἐκτήξεως σαρκῶν τε καὶ τῶν στερεῶν αὐτῶν 〈αἱ〉 ὀροβοειδεῖς | |
115 | καὶ πιτυρώδεις καὶ πεταλώδεις καὶ κριμνώδεις τῶν ὑποστάσεων. μὴ ὄντος δέ τινος τῶν ἑκτικῶν πυρετῶν, αὐτῶν δὴ μόνον τῶν νεφρῶν σημαίνουσι καὶ τῆς κύστεως πάθη· καὶ ἀρχόμενα μὲν τὰ πάθη τὰς ὀροβοειδεῖς ὑπεμφαίνειν ἴσμεν τῶν ὑποστάσεων, προ‐ βαίνοντα δὲ τὰς πιτυρώδεις, προιόντα δὲ ἐπὶ τὸ χεῖρον καὶ | |
120 | αὐτῶν τῶν στερεῶν καθαψάμενα τὰς πεταλώδεις τε καὶ κριμνώδεις ἐφ’ ἁδροτέροις δηλαδὴ τεμαχίοις συνισταμένας· αἳ δὴ καὶ τὰ χείριστα ἀεὶ τοῖς κάμνουσι προσημαίνουσι. καθόλου τοίνυν ἐπίστασθαι χρή, ὡς αἱ μὲν παχεῖαι τῶν ὑποστάσεων μήπω κεκρα‐ τηκέναι τὴν πεπτικὴν δύναμιν προσημαίνουσι ἤτοι δι’ οἰκείαν | |
125 | ἀρρωστίαν ἢ πάχος ἢ πλῆθος χυμῶν, αἱ δὲ λεπταὶ κεκρατηκυίας ἤδη ἔργα δυνάμεως. σημεῖον βάρους κεφαλῆς ὑπὸ πνεύματος μετεώρησις τοῦ παρυφισταμένου. σημεῖον κεφαλαλγίας | |
ἐκ ψύξεως λευκότης χύματος· χρεία οὖν κλυστήρων δραστικῶν μαραθρόρριζα ἐχόντων καὶ θριμβόξυλα καὶ ἀλοιφῆς χαμαιμηλελαίου | 71 | |
130 | καὶ νάρδου. σημεῖον ξανθῆς χολῆς καὶ διὰ ταύτην μαρασμοῦ χρῶμα ῥόδου τῷ χύματι μετὰ μέλανος ἐναιωρήματος, δι’ ὧν δηλοῦται ὁ θάνατος. σημεῖον χολῆς ἐκκαυθείσης ὑμὴν ἐλαιώδης ἄνω τῆς ὑέλου· χρεία οὖν ψυχρῶν προσφορᾶς καὶ κινήσεως γαστρός· εἰ γὰρ αὕτη κρατηθείη, φρενῖτις γίνεται· χρεία καὶ ὀξυφοινίκου | |
135 | εἰς πόσιν καὶ καταπλάσματος ἀπὸ λευκοῦ ᾠοῦ καὶ † ψιλέου καὶ κριθαλεύρου κατὰ τὸ ἧπαρ τιθεμένου· χρεία τούτῳ καὶ πότου ἀπὸ τοῦ σακχάρεως καὶ ἀγγουρίου σπέρματος, χρεία εἰς πόσιν καὶ κριθοχύλου ἐν τῇ δίψῃ ὁμοῦ ὀξυμέλιτι, χρεία καὶ ψυχρῶν κλυστήρων σὺν ἀλεύρῳ καὶ σακχάρει ἢ 〈ὑ〉δροσάτῳ, ὁ δὴ κάλλιον. | |
140 | σημεῖον χολῆς μελαίνης μεθ’ αἵματος μέλαν ἐναιώρημα· χρεία οὖν ζουλαπίου ἀπὸ ζιζύφων καὶ λουπηναρίου βεβρεγμένων καὶ ἑτέρου μετὰ σελινορρίζου καὶ λουπηναρίου καὶ ῥιζῶν ἀδιάντου καὶ σακχάρεως, ὥστε ποτίζεσθαι αὐτοῦ ἐφ’ ἑκάστης ἡμέρας· καὶ καταπλάσματος χρεία ἐκ τοῦ ὀροβοαλεύρου καὶ ἀγριαγγουρέας. | |
145 | σημεῖον νόσου ἥπατος καὶ στομάχου ἀπὸ ψυχρότητος καὶ ἀτονίας φύσεως καὶ ἀνορεξίας καὶ προσδοκίας ὕδρωπος καθαρότης οὔρου ὥσπερ ὕδωρ· χρεία οὖν ἀλοιφῆς καὶ ἐμπλάστρων θερμῶν, ἀλοιφῆς δὲ σπλάγχνων ὀπομαστίχης καὶ πηγάνου καὶ λαδάνου καὶ χαμαιμηλε‐ λαίου, μὴ μόνον δὲ σπλάγχνων, ἀλλὰ καὶ ἥπατος καὶ στομάχου· | |
(150) | χρεία καὶ συνθέσεως ἐκ ξυλοζιγγιβέρεως, καρυοφύλλου, κυμίνου, καρναβαδίου, μακροπεπέρεως, στάχους, γλυκανίσου, ἀκόρου, σελινοανήθου, μοσχοκαρύου, λιβυστικοῦ, κυπείρου Ἀλεξανδρείας, ὥστε λειοτριβῆναι πάντα καὶ ἀναμεμίχθαι σακχάρει ὁμοῦ ῥοδο‐ στάγματι ἐν χύτρᾳ καινῇ καὶ ἀφεψηθῆναι μετὰ μέλιτος καὶ γενέσθαι | |
155 | κατάπλασμα κατὰ τὸν στόμαχον καὶ τὸ ἧπαρ πρωίας καὶ ἑσπέρας· χρεία καὶ λούτρου συχνοῦ καὶ εὐκρατοποσίας, χρεία καὶ τῆς πικρᾶς. λεπτὸν οὖρον ἄπεπτον καὶ βραχεῖαν τὴν βλάβην δηλοῖ. λευκὸν καὶ ὑδατῶδες οὖρον ἄπεπτον καὶ μεγάλην τὴν βλάβην δηλοῖ. | |
160 | τὰ λεπτὰ οὖρα καὶ λευκὰ καὶ ὑδατώδη φλεγματώδους γένους διάθεσιν δηλοῖ, τὰ πεταλώδη δὲ κύστεώς εἰσι γνωρίσματα, τὰ σαρκώδη δὲ καὶ τὰ ἐοικότα θριξὶ τῶν νεφρῶν. τὸ ὑπόπυρρον ἢ ἄγαν πυρρὸν ἐν μὲν τῇ ἀρχῇ φαινόμενον πλεονεξίαν χολῆς δηλοῖ, ἐν δὲ τῇ παρακμῇ κάθαρσιν τοῦ σώματος, τὸ μηδ’ ὅλως πυρρὸν | 72 |
165 | δηλοῖ μὴ φέρεσθαι τὴν χολὴν ἢ δι’ ἔμφραξιν ἢ τῷ ἀλλαχοῦ φέρεσθαι. τὸ χλωρὸν δηλοῖ ἰώδη χολὴν καὶ ἀμέτρως θερμήν. τὸ μέλαν σημαίνει μελαίνης χολῆς ἐπικράτησιν, τὸ πελιδνὸν νέκρωσιν· τὸ ἀφρῶδες γίνεται ἢ δι’ ὑπερβάλλουσαν θερμότητα, ὡς ἐπὶ τῶν λεβήτων, ἢ διὰ πνεύματος ἐπιμιξίαν, ὡς ἐπὶ | |
170 | θαλάττης. φαίνεται ἐν τοῖς τῶν παιδίων οὔροις ὠμὸς χυμός, πρῶτον μὲν δι’ ἀδηφαγίαν, δεύτερον δὲ διὰ πολυφαγίαν καὶ τρίτον ὅτι ἡ πέψις ἐπ’ αὐτοῖς εἰς δύο μερίζεται ἐνεργείας, εἴς τε τὴν τοῦ σώματος αὔξησιν καὶ εἰς τὴν τοῦ κενωθέντος ἀνα‐ πλήρωσιν. οὖρον ἢ θολερὸν οὐρεῖται καὶ ἔξω διακρίνεται, | |
175 | ὅπερ ἐστὶν ἐπιεικές· ἢ θολερὸν οὐρεῖται καὶ μένει τοιοῦτον, καί ἐστι μέσον· δηλοῖ γὰρ ἀκμάζειν τὸν ἐν τῷ σώματι σάλον· ἢ καθαρὸν μὲν οὐρεῖται, τὸ ἔξω δὲ θολοῦται, καί ἐστι κάκιστον· σημαίνει γὰρ ταραχὴν ἔσεσθαι καὶ πολυχρονιότητα τοῦ νοσήματος. οὖρον ὑδατῶδες καὶ λεπτὸν ταχέως ἀποκρινόμενον | |
180 | χείριστον, καὶ τοῦτο οἱ μὲν διαβήτην ἐκάλεσαν, οἱ δὲ εἰς οὖρα διάρροιαν, οἱ δὲ ὕδερον εἰς ἀμίδα. οὖρον ὑδατῶδες καὶ μηκέτι ταχέως 〈ἀπο〉κρινόμενον ... 〈οὐρού〉μενον δὲ θολερὸν καὶ ἔξω διακρι‐ νόμενον καὶ ἔχον παρυφιστάμενον νεφέλην ἢ ἐναιώρημα ἢ ὑπόστασιν, οὐ κακόν· τὸ παρυφιστάμενον ἐπὶ μὲν τῶν πληθωρικῶν | |
185 | καὶ πολυύλων σωμάτων πολὺ φαίνεται, ἐπὶ δὲ τῶν ἰσχνῶν ὀλίγον, καὶ μάλιστα πολλὰ πονούντων καὶ ὀλιγοσιτούντων, ἐπὶ δὲ τῶν μέσων καὶ συμμέτρων τῇ σαρκώσει σύμμετρον. οὐδὲν παρυφίσταται τοῖς ἄκρως παχέσι οὔροις, διότι οὐκ ἔστιν ἐν αὐτοῖς τὸ μὲν παχύτερον, τὸ δὲ λεπτότερον, ἵνα | |
190 | διακριθῶσιν, ἀλλὰ τοῖς ἔχουσί τινα βραχεῖαν παχύτητα, ἅτινα τῷ χρόνῳ διακρινόμενα ὑφιζάνει καὶ ποιεῖ τὴν ὑπόστασιν· οὔτε | |
τοῖς ἄκροις λεπτοῖς, διὰ τὴν αὐτὴν αἰτίαν. τῶν μελάνων οὔρων ὀλεθριώτατον τὸ μελανθὲν οὖρον ὄλον, τοῦτ’ ἔστι τὸ χῦμα καὶ τὸ παρυφιστάμενον, ὀλέθριον δὲ ἁπλῶς τὸ καθ’ ὑπόστασιν | 73 | |
195 | μελανθέν, ἧττον δὲ ὀλέθριον τὸ κατὰ τὸ ἐναιώρημα, ἔτι δὲ ἧττον τὸ μελανθὲν κατὰ τὴν νεφέλην. τῶν ὀλεθρίων ὑφισταμένων τὰ μέν ἐστι κριμνώδη, καὶ τούτων τὰ μὲν λευκὰ σύντηξιν δηλοῖ τῶν στερεῶν, τὰ δὲ μέλανα φρύξιν τοῦ αἵματος, τὰ δὲ πιτυρώδη καὶ σημαίνει ἰσχυροτέραν τὴν θερμασίαν, ὅσῳ καὶ ἁδρομερέστερά | |
(200) | εἰσιν. ἐν τοῖς ὀλεθρίοις καὶ τοῖς σωτηρίοις οὔροις μᾶλλον ἀσφαλὴς δήλωσις ἡ ἐκ τῆς ὑποστάσεως, ἥττων δὲ ἡ ἐκ τοῦ ἐναιωρήματος, καὶ ἔτι ἥττων ἡ ἐκ τῆς νεφέλης. ἐν τοῖς πεπεμμένοις οὔροις μᾶλλον πεπεμμένον τὸ ἔχον ὑπόστασιν, ἧττον δὲ τὸ ἔχον νεφέλην, ἔτι δὲ ἧττον τὸ ἔχον ἐναιώρημα. τὰ | |
205 | οὖρα τῶν ἐφημέρων πάντων πυρρά, ἀλλὰ τῶν μὲν διὰ λύπην δριμύ‐ τερα, τῶν δὲ διὰ θυμὸν θερμότερα, τῶν δὲ διὰ πύκνωσιν ὑπόλευκα, τῶν δὲ δι’ ἀγρυπνίαν καὶ λύπην δριμύτερα. τὰ οὖρα ἐπὶ μὲν τῶν ἀφεμερινῶν λεπτὰ καὶ λευκὰ ἢ ἐρυθρὰ ἢ παχέα ἢ θολερά, ἐπὶ δὲ τῶν τριταίων πυρρὰ ἢ ὑπόπυρρα, ἐπὶ δὲ τῶν τεταρταίων | |
210 | πολυειδῆ καὶ ἄπεπτα. | 74 |