TLG 0530 045 :: Pseudo–GALENUS :: De affectuum renibus insidentium dignotione et curatione liber

Pseudo–GALENUS Med.
(p. A.D. 2)

De affectuum renibus insidentium dignotione et curatione liber

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 19. Leipzig: Knobloch, 1830 (repr. Hildesheim: Olms, 1965): 643–698.

Citation: Volume — page — (line)

19

.

643

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΝ ΕΝ ΝΕ‐
t2ΦΡΟΙΣ ΠΑΘΩΝ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ
t3ΘΕΡΑΠΕΙΑΣ ΤΟ ΒΙΒΛΙΟΝ
t4ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
1
Κεφάλαιον αʹ.
Περὶ οὐσίας νεφρῶν.
Ἡ οὐσία τῶν νεφρῶν ἰδία καὶ οὐδενὶ ἄλλῳ μορίῳ κοινὴ ἐξ ἰνῶν καὶ σαρκῶν συνεστηκυῖα, σαρκῶν δὲ πυκνῶν.
5γέγονε δὲ τοιαύτη, ἵνα μὴ ῥᾳδίως τὸ αἷμα φερόμενον ἀποῤῥῇ
καὶ ἐκχῆται καὶ φέρηται μετὰ τοῦ οὔρου. ἡ σαρκοειδὴς643

19

.

644

αὕτη οὐσία πολλὰς ἔχει ἐν αὐτῇ περιγραφάς. καὶ ἐπειδὴ καθ’ ἑκάστην περιγραφὴν τῆς οὐσίας λίθοι γίνονται ὡς ἐπὶ τὸ πολὺ, διὰ τοῦτο καὶ χαλεπαὶ γίνονται ὀδύναι ἐν αὐτοῖς. καὶ ταῦτα μὲν περὶ οὐσίας.
4
5
Περὶ σχήματος νεφρῶν.
Σχῆμα δὲ ἔχουσι σιγμοειδὲς, ἐν μέσῳ δὲ κοιλότης ἐστὶν, ἣ ὑποδέχεται διὰ φλεβῶν καὶ ἀρτηριῶν τὸ ὀῤῥῶδες περίττωμα. ἔρχονται δὲ εἰς τοὺς νεφροὺς οὐ μόναι αἱ μεί‐ ζους φλέβες, ὧν αἱ μὲν εἰς τὴν κοιλότητα βάλλουσιν, ἕτε‐
10ραι δὲ εἰς τὸν περιαλείφοντα αὐτοὺς ὑμένα, ἀλλὰ καὶ ἕτερα ἀγγεῖα τριχοειδῆ. διὰ τί ὁ μὲν δεξιὸς νεφρὸς ὑψηλότερος, ὁ δ’ ἀριστερὸς ταπεινότερος; —ἵνα μὴ ἐν τῇ ἐνεργείᾳ ὁ μὲν ἕλκῃ, ὁ δὲ ἀνθέλκῃ. ἐν ποίῳ κεῖνται τῶν μερῶν τοῦ σώματος; —κεῖνται οἱ νεφροὶ κατὰ τῆς ῥάχεως ἀνωτέρῳ
15βραχὺ τῶν λαγόνων. ἀπ’ αὐτῶν δ’ ἐκφύονται οἱ οὐρητῆ‐ ρες διάγοντες τὸ οὖρον ἐπὶ κύστιν. ἡ οὐσία τῶν οὐρητή‐
ρων ἰδία καὶ οὐδενὶ ἑτέρῳ μορίῳ κοινή. διὰ τί δύο νε‐644

19

.

645

φροὶ γεγόνασιν ὑπὸ τῆς φύσεως ἀνθ’ ἑνός; —ἐπειδὴ ὑπερ‐ αίρει τὸ ὀῤῥῶδες περίττωμα τῶν ἄλλων περιττωμάτων, χρεία δ’ αὐτοῖς τὸ ἕλκειν τὸ ὀῤῥῶδες περίττωμα. δεῖ γὰρ εἰδέναι ὅτι ἀπὸ τῆς κοίλης φέρεται φλὲψ ἐπὶ τὰ κάτω, διχῆ
5δ’ αὕτη τεμνομένη, τὸ μὲν ἄνω φέρεται, τὸ δ’ ἕτερον κά‐ τω. ὅπερ πάλιν τριχῆ τεμνόμενον δηλονότι τὸ κάτω. τὸ μὲν εἰς τοὺς μηροὺς, τὸ δ’ εἰς τοὺς ὄρχεις, ἄλλο δ’ εἰς τοὺς νεφροὺς φέρεται. φέρονται δὲ καὶ ἀπὸ τῆς καρδίας ἀρτηρίαι ἐμβάλλουσαι καὶ αὗται ὀῤῥῶδες περίττωμα καὶ
10θερμότητα, ἵνα θερμαίνονται ὑπ’ αὐτῶν. ἐπειδὴ οἱ νεφροί εἰσιν ἐκ τοῦ μελαγχολικοῦ χυμοῦ, διὰ τοῦτ’ οὖν παρὰ τῶν εἰρουμένων ἀρτηριῶν χορηγοῦνται θερμότητες, ἵνα ὑπερνι‐ κήσωσι τὴν ψύξιν αὐτῶν. μετὰ δὲ τὸ ἕλξαι τὸ ὀῤῥῶδες περίττωμα τὸ χρηστὸν τοῦ αἵματος κατέχουσι καὶ τρέφον‐
15ται ἐξ αὐτοῦ· τὸ δὲ ὀῤῥῶδες περίττωμα ἀποτρίβεται διὰ τῆς ἀποκριτικῆς ὡς ἄχρηστον. ἐν ὅσῳ δέ ἐστιν ἐν ταῖς
φλεψὶ καὶ ταῖς ἀρτηρίαις σὺν τῷ αἵματι, ὀῤῥῶδες περίτ‐645

19

.

646

τωμα λέγεται. ὅταν δ’ ἀποδιωχθῇ, λέγεται οὖρον. ὥστε οὖν τὸ χρηστὸν τοῦ αἵματος κατέχουσιν οὗτοι καὶ τρέφον‐ ται ἐξ αὐτοῦ· τὸ δ’ ἄχρηστον ἀποτρίβονται. καὶ ὥσπερ ἡ χοληδόχος κύστις χαίρει τῇ χολῇ καὶ ὁ σπλὴν τῷ με‐
5λαγχολικῷ χυμῷ, οὕτω καὶ οὗτοι τῷ ὀῤῥώδει περιττώματι.
5
Περὶ ἐνεργείας νεφρῶν.
Ἐνέργεια δ’ αὐτοῖς τὸ διακρίνειν καὶ διηθεῖν τὸ ὀῤ‐ ῥῶδες ὑγρὸν ἀπὸ τοῦ αἵματος. ἐνταῦθα δέ τις ἡ χρεία τῆς ἐνεργείας αὐτῶν. ζητεῖται δὲ οὐ μόνον νεφροῦ, ἀλλ’ ἑκά‐
10στου μορίου ἐνέργεια· ὁπηνίκα γὰρ αὕτη βλάπτεται, ἀπο‐ φαίνει ὁποῖόν ἐστι τὸ πάσχον μόριον.
11
Κεφάλαιον βʹ.
Πᾶν πάθος περὶ αὐτοῦ λέγεται νεφρῖτις, εἴτε ὁμοιο‐ μερές ἐστιν εἴτε ὀργανικὸν ἢ ἐπίκοινον. κυρίως δὲ νεφρῖ‐
15τις ἡ λιθίασις λέγεται.646

19

.

647

Αἰτίαι τοῦ λίθου.
Αἱ δὲ τοῦ λίθου αἰτίαι τέσσαρες, ποιητικὸν, ὑλικὸν, ὀργανικὸν καὶ τελικόν. τοῦτο ἐκ τῶν ἔξωθεν μαν‐ θάνεις, ὅτι ποιεῖ ἔξωθεν λίθου σύστασιν ἢ ψύξις ἢ θερ‐
5μότης· ὥσπερ ἐν ὑπονόμοις καὶ σωλῆσι τῆς θερμότητος ἐγγινομένης ἀπὸ ὕλης ἀδιαπνευστούσης· οἷον ὕδατος ὄντος ἐν τῷ σωλῆνι γίνεται θερμότης παρὰ φύσιν. ταύτης δὲ διαφορούσης τὸ λεπτομερὲς ἐκείνου ἰλυώδους ὕδατος τὸ παχυμερὲς ἀπογαιοῦται καὶ μένων ἐν τῷ σωλῆνι προστίθε‐
10ται τῇ οὐσίᾳ τοῦ λίθου καὶ οὕτως προστίθεται τῇ οὐσίᾳ τοῦ λέβητος ἢ ἄλλου χαλκοῦ καὶ γίνεται λίθος. ἐν ἡμῖν δὲ ψύξις λίθον οὐ ποιεῖ. οὐδὲ γὰρ ἐν ζῶντι σώματι δυνατὸν ὑποθέσθαι τοσαύτην ψύξιν, ὡς δυνηθῆναι τὴν ψύξιν ποιῆ‐ σαι λίθον ἡμῖν, ὡς ἐπὶ τῶν ἐκτὸς ὁρῶμεν γινόμενον, ἀλλὰ
15ἀπὸ θερμότητος ἐν ἡμῖν γίνεται λίθος ἢ σφοδρᾶς ἢ χλια‐
ρᾶς. ἀλλ’ εἰ μὲν παχεῖά ἐστιν ἡ ὕλη, τότε ἀρκοῦσά ἐστι647

19

.

648

καὶ ἡ χλιαρὰ καὶ μετρία καὶ κατὰ φύσιν θερμότης πρὸς τὸ ἰσχῦσαι καὶ ἀπογαιῶσαι τὴν παχεῖαν ὕλην· ἑτοίμη γὰρ ὡς παχεῖα πρὸς τὴν γένεσιν τοῦ λίθου. εἰ δὲ λεπτοτέρα ἐστὶ, τότε πάνυ σφοδροτέρας δεῖται τῆς κατὰ φύσιν καὶ
5παρὰ φύσιν θερμότητος, ἵνα ἀπογαιώσῃ αὐτήν. θέλει γὰρ διαφορῆσαι τὸ λεπτομερὲς αὐτῆς καὶ οὕτως ἵνα ἰσχύσῃ ποιῆσαι λίθον. ἁπλῶς γοῦν ἀπὸ θερμότητος γίνεται ἐν ἡμῖν λίθος. ὑλικὸν δὲ αἴτιον ἢ παχὺς ἢ γλίσχρος χυμὸς ἢ ἀμ‐ φότερον. ὀργανικὸν δὲ αἴτιον νεφρὸς ἢ κύστις ἢ ἕτερον
10ἐπιτήδειον μόριον. τελικὸν δὲ οὐκ ἔστιν ἐνταῦθα εἰπεῖν, εἰ μὴ αὐτὸν τὸν λίθον. τὸ φερόμενον αἷμα ἐν αὐτοῖς ἢ πα‐ χύτερόν ἐστιν ἑαυτοῦ ἢ φλεγματικώτερον ἢ μελαγχολικώτε‐ ρον ἢ ξανθοχολικώτερον. φέρεται δὲ ἐν αὐτοῖς διὰ φλε‐ βῶν καὶ ἀρτηριῶν ἢ ἐν τῇ κοιλότητι ἢ ἐν τῇ οὐσίᾳ καὶ
15ἐκεῖ φερόμενον ὑπερβάλλον τῇ ποσότητι ἢ τῇ ποιότητι ἢ648

19

.

649

τῇ συστάσει σφηνοῦται καὶ ἵσταται καὶ ἴσχει θερμότητα παρὰ φύσιν. αὕτη δὲ ἡ παρὰ φύσιν θερμότης πλεῖον πα‐ χύνει καὶ καταγλισχραίνει καὶ ὀξυπαροπτᾶ καὶ ἀπογαιοῖ τὸν χυμὸν ἐκεῖνον καὶ ποιεῖ τὸν λίθον. ὅσοι μὲν ἡγοῦνται
5κατὰ τὴν κοιλίαν τῶν νεφρῶν συνίστασθαι τοὺς λίθους, ἐν τῇ διεξόδῳ μόνῃ τῇ κατὰ τοὺς οὐρητῆρας ὀδυνᾶσθαι φασὶ τοὺς πάσχοντας. ὅσοι δὲ ἐν αὐτῇ αὐτῶν τῇ σαρκὶ ἀνάλο‐ γον τοῖς ἐπὶ τῶν ἀρθριτικῶν πώροις οὐκ ἐν μόναις ταῖς διέξοδοις, ἀλλὰ καὶ καθ’ ὃν γίνονται χρόνον ἐνταῦθα καὶ
10καθ’ ὃν εἰς τὴν κοιλίαν διεξέρχονται τῶν νεφρῶν. οὐκ ἀδύνατον δὲ ἑκατέρως γίνεσθαι γλίσχρου χυμοῦ καὶ παχέος ἐν τῷ χρόνῳ κατοπτωμένου τε καὶ ξηραινομένου κατ’ αὐ‐ τούς. δέδεικται γὰρ ἐν τοῖς περὶ τῶν φυσικῶν δυναμέων ὑπομνήμασιν ἕλκων ἐφ’ ἑαυτὸν ὁ νεφρὸς, ὅσον περ ἐν ταῖς
15φλεψὶν ὀῤῥῶδές τε καὶ λεπτὸν ἀναμέμικται τῷ αἵματι. τῶν οὖν εἰς τὴν κοιλίαν αὐτοῦ διηθούντων τοιούτων πόρων, ἐπὶ πλέον ἀναστομωθέντων συνηθεῖταί τι καὶ παχύτερον, ὅπερ
θερμαινόμενον καὶ ξηραινόμενον ἐν τῇ κοιλίᾳ τοῦ νεφροῦ,649

19

.

650

πωροειδῆ λαμβάνει σύστασιν. ἐὰν μὲν οὖν ἡ τοῦ νεφροῦ δύναμις ἀποκριτικὴ διώσηται πᾶν αὐτὸ ἐν τοῖς οὔροις ἢ ψαμμώδης ὑπόστασις ἐν αὐτοῖς γίνεται. ἐὰν δὲ ἐμπλησμένον τε καὶ δυσαπόλυτον ᾖ τῆς κοιλίας τοῦ νεφροῦ
5τὸ δεχόμενον, ἐν αὐτῷ ἔτι παραπλήσιον ἕτερον ἐκ τῆς κοίλης φλεβὸς ἐπὶ πλέον αὐξάνεται. περιπλάττεται γὰρ ἀεὶ τὸ ἐπιῤῥέον τῷ ὑπάρχοντι καὶ οὕτως ὁ πῶρος ἀξιόλογος μεγέ‐ θει συνίσταται. συντελεῖ καὶ εἰς τοῦτο μάλιστα καὶ τῶν νεφρῶν αὐτῶν κρᾶσις, ὅταν οἷον πυρῶδές τε καὶ δριμὺ τὸ
10κατὰ φύσιν ᾖ θερμόν. ἐὰν δὲ ἀραιωθῇ μὲν ἡ εἰς τὸν νε‐ φρὸν ἐκ τῆς κοίλης φλεβὸς εἴσοδος, ὑγρὸν δ’ ᾖ τὸ αἷμα καὶ μήτε παχὺ μήτε γλίσχρον, αἱματῶδες οὕτως γίνεται τὸ οὖρον. ἐὰν μὲν οὖν ἐκ φλέγματος μόνου γλίσχρου καὶ πα‐ χέος σύστασις γένηται, τῶν ἐν τοῖς νεφροῖς πωροειδῶν τε
15καὶ λιθωδῶν σωμάτων ἡ καλουμένη τεφρώδης ἔσται χροιά. παραπλησίως τοῖς αὐτοφυέσιν ὕδασι κἂν χλιαρώτερον τῶν συμμέτρων ᾖ, φαίνονται συνιστάμενοι πῶροι. τὰ μὲν οὖν
παιδία τοὺς ἐν κύστει γεννῶντα λίθοις φαίνεται. τοὺς δ’650

19

.

651

ἐν τοῖς νεφροῖς οἱ ἀκμάζοντες. ἐπὶ μὲν γὰρ τῶν παιδίων ἰσχυρῶν ἁπασῶν τῶν φυσικῶν ἐνεργειῶν οὐσῶν κέχυται καὶ διαλέλυται τὸ πάχος τῶν χυμῶν. ἐπὶ δὲ τῶν προη‐ κόντων κατὰ τὴν ἡλικίαν, τοὐναντίον ἀσθενῶν οὐσῶν, συνῆ‐
5κται. φαίνεται δὲ κἀπὶ τῶν ἐκτὸς ὅσα παχέα φύσει διά τινων λεπτῶν ἠθεῖν βουλόμεθα. τὰ μὲν ὑπὸ θερμασίας χυθέντα διερχόμενα ῥᾳδίως ταχύ. τὰ δὲ ἄτηκτα μὴ ἐξιόντα. παραδείγματά τε τῶν τοιούτων ὑλῶν πίστα, ῥητίνη, στέαρ, κηρός τε καὶ μέλι. καὶ τῶν παιδῶν οὖν ἐχόντων πολὺ τὸ
10ἔμφυτον θερμὸν καὶ τὰς ἐνεργείας ἰσχυρὰς τὸ πάχος τῆς ὕλης κεχυμένον εἰς τοὺς νεφροὺς ἀφικνεῖται καὶ διὰ τοῦτο διηθεῖται ῥᾳδίως εἰς τὴν κύστιν, οὐ μικρὸν οὐδὲ τῆς τῶν ἐνεργειῶν ῥώμης εἰς τὸ τάχος τῆς διεξόδου συντελούσης· ἅτε δὲ τῆς κύστεως οὔσης ψυχρᾶς, ὅτι τε ὑμενώδης ἐστὶ
15καὶ ὀλίγαιμος, ὅτι τε πλείστην εὐρυχωρίαν ἐντὸς ἑαυτῆς ἔχει, συνίσταται πάλιν ἐνταῦθα καὶ πήγνυται τὸ διεξελθὸν εἰς ταύτην πάχος, ὡς ἔμπροσθεν εἶπον, ἀρχὴν λαμβάνον τῆς
τοιαύτης συστάσεως, ὅταν ἐπὶ πλέον ἐν τῇ κύστει χρονίσῃ.651

19

.

652

καὶ μὴν καὶ γλίσχρον αὐτὸ εἰκὸς μᾶλλον ἦν τοῖς παιδίοις κατεργᾶσθαι ὑπὸ τῆς ἐμφύτου θερμασίας. καὶ διὰ τοῦτο δὴ μᾶλλον ἑνοῦται καὶ συνίσταται καὶ πήγνυται καὶ προσ‐ θῶμεν ἔτι τὴν περὶ τοῦ πάχους τῶν οὔρων ἐν τοῖς παιδίοις
5αἰτίαν. ἔστι δὲ τό τε ἀδηφάγον αὐτῶν καὶ τὸ μετὰ τὴν τροφὴν ἀτάκτως κινεῖσθαι παίζοντα καὶ σκιρτῶντα. τοῖς δ’ ἔτι θηλάζουσι καὶ ἡ ὕλη συντελεῖ. καὶ τῶν τελείων τοῖς πλεονάζουσιν ἐν τυρῶν ἐδωδῇ καὶ ὁμοίων λίθους ἐν κύστει καὶ νεφροῖς γενομένους ἔγνωμεν. ἔστιν οὖν πάθημα τῆς
10κύστεως ἡ λιθίασις παιδικόν. οὐ γὰρ δύναται στενὸς οὕ‐ τως ὁ τράχηλος τῆς κύστεως ἐπὶ τῶν μειζόνων σωμάτων γενέσθαι, ὡς κατέχειν τὸ παχύτερον ὑγρόν. οὐ μὴν τοῦτό γε μόνον ἱκανὸν εἶναι νομίζειν πρὸς τὴν τῶν λίθων γένεσιν, ἀλλὰ καὶ δυσκρασίαν θερμὴν, ὡς πυρῶδες ἔχειν τὸ θερμὸν
15οὐκ εὔκρατον, οὐδὲ μέτριον. ἐπὶ δὲ τῶν θηλέων παιδίων ὁ τῆς κύστεως αὐχὴν εἰς τὸ αἰδοῖον συντέτρηται αὐτὸ,
βραχὺς ὢν ἅμα καὶ εὐρὺς, ὥστε ῥᾳδίως αὐτοῦ διεξουρεῖσθαι652

19

.

653

τὰ παχέα τῶν οὔρων, ἃ τοῖς ἄῤῥεσι παιδίοις ἰσχόμενα διά τε τὸ μῆκος καὶ τὴν στενότητα τοῦ τῆς κύστεως αὐχένος ὕλην παρέχει τῇ πυρώδει κύστει πρὸς τὴν τῶν λίθων γένεσιν.
4
5
Κεφάλαιον γʹ.
Τῶν σημείων τὰ μέν εἰσιν ἐπιστημονικὰ, τὰ δὲ τεχνικὰ, τὰ δὲ ἴδια. σημεῖον ἴδιον ἀπαράβατον δηλοῦν ἀμέσως τὸ πάθος, ἤγουν λίθον τὸν ἐν τοῖς νεφροῖς ἐὰν κατενεχθῶσιν ἐν τῷ ποτηρίῳ ψάμμια, τότε ἀκριβῶς διαγινώσκεται, ὅτι
10λίθος ἐστὶν ἐν τοῖς νεφροῖς. καὶ ἰδοὺ τὸ ἴδιον καὶ βεβαιότατον σημεῖον. ἐπεὶ δὲ ἐπιπλέκονται αἱ διαθέσεις, εἴπομεν καὶ τὰ κοινὰ σημεῖα. τὰ δὲ κοινὰ σημεῖα ταῦτά ἐστιν· ἐὰν αἱματώδη εἰσὶ τὰ οὖρα τὰ φερόμενα, τοῦτο κοι‐ νὸν δύναται εἶναι σημεῖον ἢ ὅτι ἀναστόμωσις γέγονεν ἀγ‐
15γείων ἢ ῥῆξις ἢ ἀνάβρωσις ἢ ἀτονία ἢ εὐρύτης ἢ ἕτερόν τι. ὅτι ἡ μὲν ῥῆξις ἀκριβοῦς καὶ ἀθρόου αἵματος ἐργάζε‐
ται κένωσιν. ἡ δὲ ἀναστόμωσις καὶ κατ’ ὀλίγον φέρεται653

19

.

654

καὶ τὸ λεπτότατον διηθοῦσα τὸ οὖρον ὕφαιμον ἀπεργάζε‐ ται. εἰ δὲ σὺν τῷ αἵματι καὶ ἕτεραι παχυτῆτες ἐκκρίνον‐ ται, εὐρύτης ἐστίν. εἰ δὲ ὑδατῶδές ἐστι τὸ αἷμα, εὔδηλον καὶ πιστὸν, λίθον συστῆναι. εἰ δὲ παχὺ τὸ αἷμα ᾖ τὸ
5φερόμενον, εὔδηλον ὅτι ἡ παχύτης τοῦ αἵματος εἰς λίθον τῇ βιαίᾳ σφηνώσει μεταλειφθήσεται. ἐπὶ γὰρ τῇ τοῦ αἵ‐ ματος κενώσει διδόαμεν ψυχρὰ, ἵνα στεγνωθῇ ἡ φλὲψ καὶ ἡ ἀρτηρία καὶ μηκέτι ἄλλο ἐνέγκῃ αἷμα εἰς τοὺς νεφροὺς, ἵνα ἐπισφηνωθῇ. ἀμέλει καὶ ἐπὶ τούτων ἀπάτη γίνεται εἰς
10θεραπείαν. στεγνοῖ γὰρ τὴν φλέβα καὶ οὐκ ἐᾷ ἄλλο ἐνεχ‐ θῆναι. αἴτιον δὲ τοῦ αἵματος μένοντος ἐν τοῖς νεφροῖς γίγνεται, ὥστε εἰ δώσεις ψυχρὸν, τὴν φλέβα στεγνοῖς καὶ οὐκέτι φέρεται· τὸ δὲ ἐνεχθὲν ἐν αὐτοῖς αἷμα ταχέως ἀπο‐ γαιοῖς. ἐκ τῆς νάρκης τοῦ κατ’ ἴξιν μηροῦ δυνήσῃ μαθεῖν
15εἰ πάσχει ὁ νεφρός. ἐὰν γὰρ γίνεται τοῦ δεξιοῦ μηροῦ νάρκη, ὁ δεξιὸς πάσχει νεφρός. εἰ δὲ τοῦ ἀριστεροῦ, ὁ ἀρι‐
στερός. νάρκη δ’ ἐστὶ δυσαισθησία καὶ δυσκινησία τοῦ654

19

.

655

μορίου. γίνεται δὲ ὅτι ἡ φλὲψ ἡ φερομένη ἐπὶ τὰ κάτω τριχῆ τέμνεται. καὶ τὸ μὲν μετὰ ἀρτηριῶν ἔρχεται ἐπὶ τοὺς ὄρχεις καὶ εἰς τὰ σπερματικὰ ἀγγεῖα, τὸ δ’ ἄλλο ἐμ‐ βάλλει εἰς τοὺς νεφροὺς, τὸ δ’ ἐπὶ τοὺς μηρούς. ὅταν οὖν
5γένηται λίθος ἐν τοῖς νεφροῖς, ταύτῃ συνδιατίθεται καὶ ἡ φερομένη εἰς τοὺς μηρούς. ἀπ’ αὐτῆς γάρ εἰσι τῆς μιᾶς ἀποσχίδος ἀμφότεραι. οὐκοῦν πληροῦται φερομένη εἰς μη‐ ροὺς, αὕτη δὲ οὖσα πεληρωμένη ἔστιν ὅτε θλίβει νευρὸν ἢ μῦν· τὸ δὲ νευρὸν θλιβόμενον οὐ πέμπει ψυχικὸν πνεῦμα
10ἐπὶ τοὺς μηροὺς καὶ ἀναισθητεῖ καὶ γίνεται νάρκη. ἐκ τοῦ ἀνασπᾶσθαι τὴν κατ’ ἴξιν ὄρχιν δυνήσῃ μαθεῖν ὅτι νεφρὸς πάσχει. εἰ μὲν γὰρ δεξιὸς ὄρχις ἀνασπᾶται, ὁ δεξιὸς πάσχει νεφρός. εἰ δὲ ἀριστερὸς, ὁ ἀριστερός.
13 Ὅτι ἀπὸ τοῦ ἥπατος καὶ τῆς καρδίας φέρεται φλὲψ
15καὶ ἀρτηρία ἐπὶ τοὺς νεφροὺς καὶ ἐμβάλλουσιν εἰς αὐτὴν τὴν κοιλότητα αὐτῶν.
Τὰ δὲ σπερματικὰ ἀγγεῖα φέρονται ἐπὶ τοὺς ὄρχεις.655

19

.

656

ὅταν οὖν γένηται λίθος ἐν τοῖς νεφροῖς, ἀποτείνεται ἡ φλὲψ ἐκείνη καὶ ἡ ἀρτηρία καὶ τὰ σπερματικὰ ἀγγεῖα φε‐ ρόμενα ἐπὶ τοὺς ὄρχεις· καὶ οὕτως κατὰ συμπάθειαν ἀνα‐ σπῶνται οἱ ὄρχεις. τινὲς μὲν λέγουσιν ὅτι τῷ λόγῳ τῆς
5ὀδύνης βιαία ἐστὶν, ὡς ἀγρυπνίαν ἐργάζεσθαι. οὐκοῦν ὀφεί‐ λουσι καὶ οἱ ποδαγριῶντες καὶ ὀφθαλμιῶντες καὶ πάντες οἱ σφοδρῶς ὀδυνώμενοι καὶ ἀγρυπνοῦντες ἐμεῖν, ἀλλ’ οὐ διὰ ταῦτα ἐμοῦσιν, ἀλλὰ διὰ τὴν θέσιν αὐτῶν. οἱ γὰρ νεφροὶ κεῖνται κατὰ τὴν ῥάχιν ὀπίσω τῶν ἐντέρων καὶ τῆς γα‐
10στρός. ἐὰν οὖν γένηται βιαία τάσις αὐτῶν, διὰ μέσων τῶν συνδέσμων διέρχεται ἡ διάθεσις ἐπὶ ἔντερα καὶ γαστέρα καὶ ἐντεῦθεν ποιότητος ἀνιούσης ἀκολουθεῖ ἀνακοπή.
12 Ὅτι ἐκ τῆς παρατρίψεως τοῦ λίθου πνεύματα δριμέα ἐπι‐ τρέχουσι καὶ ἐρεθίζουσι καὶ ποιοῦσι κνησμὸν, ὥσπερ τῆς
15φύσεως ἐπιδεικνυούσης τὸν πεπονθότα τόπον. Ἐπειδὴ τοῦ λίθου ἐγκειμένου οἷον γαργαλισμός τις γί‐
νεται καὶ ἐπεγειρομένης τῆς φύσεως πρὸς τὸ κενῶσαι τὸ656

19

.

657

λυποῦν πνεύματα ἐπιτρέχουσιν ἅτινα εἰς τὸ σηραγγῶδες τοῦ αἰδοίου ἐμπίπτοντα παραλόγως αὐτὸ ἐντείνουσιν. ἐπὶ πάσῃ γὰρ κινήσει φυσικῇ συντρέχει τὸ αἷμα καὶ τὸ πνεῦμα τὰ ὀχήματα αὐτῆς.
4
5Οἱ μὲν ἰδιῶται ὀδύνην βαρεῖαν λέγουσι τὴν συναίσθησιν τὴν ἀνιαρὰν, οἱ δὲ ἰατροὶ τὴν σφοδροτάτην.
Δέδεικται μὲν ὅτι καρδία καὶ ἧπαρ καὶ νεφροὶ οὐκ αἰσθάνονται κατὰ τὴν κοιλότητα, κατὰ δὲ τὴν ἐπισφα‐ νείαν ἕκαστος αἰσθάνεται. ἐπεὶ ἐκεῖ νεῦρα αἰσθητικὰ φέ‐
10ρονται, ἐν δὲ ταῖς κοιλότησιν οὐ φέρονται. πῶς οὖν ταῦτα ὑπομένουσιν ὀδύνην; τῷ βαρεῖσθαι τὴν κοιλότητα γίνεται ὀδύνη. περιτείνεται γὰρ ὁ ὑμὴν, ποιεῖ τὴν ὀδύνην. ἐπὶ δὲ τῆς οὐσίας τῶν νεφρῶν πάλιν ὡσαύτως γίνεται ὀδύνη τῷ βαρεῖσθαι τὴν κοιλότητα ἐκ τοῦ λίθου καὶ περιτείνεσθαι
15καὶ γίνεσθαι τὴν συναίσθησιν τῆς ὀδύνης ἐπὶ τὴν ἐπιφά‐ νειαν ὡς ἔχουσαν νεῦρα αἰσθητικὰ καὶ ὑμένα. ἐπὶ δὲ τῆς
οὐρήθρας ὡς νευρώδους οὔσης καὶ αἰσθητικῆς, διὰ τοῦτο657

19

.

658

γίνεται ὀδύνη σφοδροτάτη. πρὸς τούτοις δὲ γίνεται ὀδύνη σφοδροτάτη ἐν τοῖς νεφροῖς, διότι οὐκ εἰσὶν αἱ κοιλίαι τῶν νεφρῶν εὐρεῖαι, ἀλλὰ στεναί. καὶ οἱ νεφροὶ ὑπὸ στε‐ ρεότητος οὐκ ἂν διαστέοιντο ὥσπερ ἡ κύστις. διότι οἱ ἐν
5τοῖς νεφροῖς λίθοι ὡς ἐπὶ τὸ πλεῖστον καὶ μικρότεροι καὶ ἶσοι καὶ μαλθακώτεροι, ἅτε οὐ πολυχρόνιοι ὄντες. εἰσὶ δὲ τὰ οὖρα τοῖς λιθιῶσι κατ’ ἀρχὰς μὲν ὑδατώδη. ἐμφράξεως γὰρ οὔσης κατὰ διήθησιν φέρονται. μετὰ δὲ ταῦτα ψαμ‐ μώδη· ἐς ὕστερον δὲ καὶ λίθος κενοῦται, ὅταν ἡ ὀδύνη
10παύηται.
10 Ἐκ τοῦ ἀθρόως φέρεσθαι λίθον περὶ τὴν ὀσφῦν γίνεσθαι βάρους συναίσθησιν.
Ὥσπερ ἐπὶ τῶν τικτουσῶν γυναικῶν εὐρύνονται τὰ μό‐ ρια πρὸς διέξοδον τοῦ ἐμβρύου, οὕτω κἀνταῦθα τῇ βίᾳ
15εὐρύνεται ἡ οὐσία τῶν νεφρῶν καὶ ἐξέρχεται ὁ λίθος καὶ ἐρχόμενος εἰς τὴν κοιλότητα αὐτῶν, περὶ τὸν ἐκεῖσε ὑμένα
εὐαίσθητον ὄντα, ὀδύνην ἐργάζεται σφοδρὰν καὶ πολλῷ658

19

.

659

μᾶλλον εἰς τοὺς οὐρητῆρας ἐρχόμενος ὀδυνᾷ διὰ τὴν στε‐ νότητα καὶ εὐαισθησίαν τούτων. ἡνίκα γὰρ ἐν τῇ οὐσίᾳ τῶν νεφρῶν ἐστιν, οὐ ποιεῖ πολλὴν ὀδύνην, ἐπειδὴ ἡ οὐσία αὐτῶν, ὡς εἴρηται, δυσαίσθητός ἐστι. πολλάκις γὰρ
5εἰς τὸν τράχηλον ὑπὸ μεγέθους ἐνισχόμενος εἰς ἔσχατον κίνδυνον ἄγουσι τῇ τῶν πόνων ὀξύτητι καὶ οὐκ ἐῶσι τὸ οὖ‐ ρον διαχωρεῖν. οἶδα δέ τινα τὰ μὲν ἄλλα διεξελθόντα τὸν λίθον, κατὰ δὲ τὸ ἄκρον τοῦ αἰδοίου ἐμφραγέντα ὀλίγα ἐδέη‐ σαν ἀπολέσθαι τὸν ἄνθρωπον ταῖς δυσουρίαις καὶ τῷ ὀξυ‐
10τάτῳ πόνῳ. ἀλλὰ τῇ στενῇ λαβίδι οἷοί τε ἐγενόμεθα ἐξιλεῶ‐ σαι αὐτὸν, τομὴν παραμήκη ἄνωθεν διελογιζόμεθα. τὸν γὰρ οὐρητῆρα, εἰ μὴ μεγάλη ἀνάγκη, οὐ χρὴ τέμνειν. συριγγοῦν‐ ται γὰρ τοὐπίπαν καὶ τὸ οὖρον ταύτης ὑποπτύσσουσιν· οἱ δὲ οὔτε ὀδύνην ἔσχον οὔτε αἷμα οὔρησαν· οἷς πῶροι μὲν
15οὐ συνίστανται, ψαμμία δὲ λεπτὰ οὐδὲν μέγα πρᾶγμα
οὐρηθῆναι. οὗτοι οὐδὲ νοσεῖν οἴονται, ἅτε οὐκ ὀδυνώμε‐659

19

.

660

νοι. χρὴ δὲ μηδενὸς ἀμελεῖν· ἐν γὰρ τῷ χρόνῳ ἀποδείκνυ‐ ται πάντα δεινότερα. ὁ δὲ λίθος καὶ τὰ ψαμμία διάφορον ἔχουσι χροιὰν περὶ τὴν θερμασίαν καὶ τὴν ὕλην. τὸ γὰρ μᾶλλον τοῦ χρόνου κατέχεσθαι πυῤῥὸν ἢ ξανθὸν ἢ ἐρυθρὸν
5ἢ μέλαν αὐτὸν ποιεῖ καὶ ἡ πολλὴ θερμασία. ὡσαύτως καὶ ἀπὸ τῶν χυμῶν γίνονται οἱ λίθοι καὶ ψαμμία ἢ σανδαρα‐ χώδη ἢ μέλανα ἢ ὠχρόλευκα ἢ ἑτέραν χρόαν ἔχοντα ἐκ τῆς ποικιλίας τῶν χυμῶν. συνίστανται δὲ ἐν τοῖς νεφροῖς οἱ λίθοι κατὰ τὴν κολίαν αὐτῶν καὶ κατὰ τὰς οὐσίας. καὶ
10ὅπου ἐπιτηδειότητα ἔχουσι γίνεσθαι ἢ σμικροὶ ἢ μείζονες. καὶ ποτὲ μὲν ἐλάττονες, ποτὲ δὲ πλείονες. διαφέροντες τῷ μεγέθει, τῷ σχήματι, τῇ χροιᾷ, τῇ τραχύτητι καὶ τῷ πλήθει. καὶ γὰρ μέλανες εὑρίσκονται καὶ ὑπόλευκοι καὶ ὠχροί. καὶ οἱ μὲν περιφερεῖς καὶ λεῖοι καὶ μικροὶ εὐέκκριτοι. οἱ δὲ
15μείζονες ἢ ἄλλως πως ἐσχηματισμένοι καὶ μάλιστα οἱ ἐπι‐ μήκεις καὶ τραχεῖς δυσέκκριτοι. φέρονται δὲ ψαμμία καὶ
ἐξουροῦνται ἐν τῇ γενέσει τούτων, μετὰ δὲ τὸ γενέσθαι λί‐660

19

.

661

θον ἀδύνατον ἐξενεχθῆναι αὐτὸν διὰ τὸ πωρωθῆναι, εἰ μὴ ἡ φύσις αὐτὴ καθ’ ἑαυτὴν θρύψει αὐτὸν καὶ ἐκκρίνει. ἢ ἡ τέχνη διὰ φαρμάκου θρυπτικοῦ συνεργοῦσα τῇ φύσει θρύψει καὶ κενώσει ταῦτα. ὡς ἐπὶ τὸ πλεῖστον ἅμα εἰσ‐
5βάλλουσιν ἥ τε κωλικὴ ὀδύνη καὶ ἡ νεφριτική. καταλαμβά‐ νονται δὲ διὰ τῶν ἰδίων σημείων. ἡ γὰρ τῆς γαστρὸς κέ‐ νωσις θεραπεύει μὲν τοὺς κωλικοὺς, παραμυθεῖται δὲ ἐν ταῖς ἀρχαῖς καὶ τοὺς νεφριτικούς. καὶ ἤδη τινὲς ἔδω‐ καν ὑπαγωγὸν γαστρὸς καὶ ἀνωδυνίαν ἐποίησαν τῇ αʹ καὶ
10βʹ καὶ γʹ ἡμέρᾳ καὶ τῇ δʹ ἐξηνέχθη ὁ λίθος. ὁπόταν δὲ ἅμα εἰσβάλλωσιν αἱ νεφριτικαὶ καὶ κωλικαὶ διαθέσεις, τότε μεταδιδόασιν ἀλλήλων τὰ μόρια τάσεως καὶ ἀνέσεως. τεί‐ νονται γὰρ κατὰ τὸ συνεχὲς δίκην σχοινίου· καὶ οὔτε ἐρυγὴ ἄνω οὔτε φύσα κάτω.
14
15
Κεφάλαιον δʹ. Θεραπεία τοῦ λίθου καὶ τῶν ἄλλων ἐν τοῖς νεφροῖς παθῶν.
Εἰ μὲν ἐξαίφνης εἰσβάλλῃ ἡ νεφριτικὴ διάθεσις καὶ
ὁ κάμνων νεωστὶ βεβρωκὼς εἴη καὶ τὰ σιτία παντελῶς ἄπε‐661

19

.

662

πτα καθὼς προελήφθησαν ἢ ἡμίπεπτα ἢ πλῆθος χυμῶν προυπάρχει, δεῖ πρὸ τῆς ἄλλης θεραπείας ἢ μᾶλλον εἰπεῖν παρηγορίας, εἰ μηδέν ἐστιν ἐμποδὼν, ἔμετον ἐπιτηδεύσασθαι. εἰ δὲ περιττώματά εἰσιν ἐν τοῖς ἐντέροις, διὰ ταῦτα δι’
5ἐπιτηδείων κενῶσαι κλυστήρων, εἰ μηδέν ἐστι τὸ ἐναντιού‐ μενον. εἶτα εἰ μὲν πεπλήρωται τὸ πᾶν σῶμα, σκοπεῖν τί ἐστι τὸ πληρῶσαν αὐτό. καὶ εἰ μὲν αἷμα, ποιεῖν ἀποκένω‐ σιν μηδενὸς ἀντιπράττοντος. κένωσιν δὲ ἐλάττονα πολλῷ ἤπερ ἣν ἀπαιτεῖ τὸ πλῆθος. διὰ τί; ἐπεὶ οὐ πάντως ἐκ
10τοῦ παραχρῆμα προσῆκόν ἐστιν ἐκπεσεῖν τὸν λίθον καὶ μά‐ λιστα εἰ μέγας ᾖ, διὰ τοῦτο τηρεῖν χρὴ τοῦ αἵματος τὴν πλείονα κένωσιν εἰς τὴν μέλλουσαν γίνεσθαι ἐν ᾧ σώματι τῷ χρόνῳ δαπάνην. εἰ δὲ οἱ τέσσαρες χυμοὶ πλεονάζουσι, πρότερον φλέβα τέμνειν πρὸ τῆς καθάρσεως ἢ καθαίρειν
15πρὸ τῆς φλεβοτομίας.
15
Διὰ τί φλεβοτομοῦμεν πρὸ τῆς καθάρσεως;
Ἐπειδὴ εἰ προκενώσομεν διὰ φλεβοτομίας τὸ σῶμα, τὸ662

19

.

663

καθάρσιον διδόμενον εὑρίσκει τὰς φλέβας καὶ τὰς ἀρτηρίας καὶ τὰς κενὰς χώρας μὴ πεπληρωμένας καὶ διέρχεται ἀκω‐ λύτως ἐπὶ ὅλον σῶμα καὶ ἕλκει τοὺς χυμοὺς καὶ ῥᾴστη γί‐ νεται ἡ κένωσις αὐτῶν διὰ τὴν εὐρύτητα τῶν ἀγγείων καὶ
5τὴν χύσιν καὶ λεπτότητα τῶν χυμῶν. εἰ δὲ πεπλήρωται ἀπὸ τοῦ αἵματος τὰ ἀγγεῖα καὶ δώσεις καθάρσιον, οὐ δύνα‐ ται διελθεῖν διὰ τὴν πλήρωσιν, ἀλλ’ ἵσταται καὶ οὐδὲν ποιεῖ ἢ κακῶς ποιεῖ ὃ ποιεῖ. ἰδοὺ περὶ τοῦ ἰατροῦ τὸ καθάρ‐ σιον. τῆς δὲ φύσεως τὸ πᾶν. αὕτη γὰρ κεντρωθεῖσα παρὰ
10τοῦ καθαρσίου χρῆται τῇ διακριτικῇ δυνάμει καὶ διακρίνει ἀπὸ τῶν ἀχρήστων τὰ χρηστά. καὶ τὰ μὲν χρηστὰ κατέχει ἡ καθεκτικὴ δύναμις, τὰ δ’ ἄχρηστα ἀποτρίβεται ἡ ἀπο‐ κριτική. οὐ δεῖ δὲ ἅμα φλεβοτομεῖν καὶ καθαίρειν, ἀλλὰ πρῶτον φλεβοτομεῖν, εἶτ’ ἀνακτᾶσθαι τὴν δύναμιν καλῶς.
15ἐπεὶ ταύτῃ διοικεῖ ἡμᾶς καὶ ἐπικουρεῖ τοῖς φαρμάκοις, οὐ γὰρ ἐνεργοῦσιν καθ’ ἑαυτὰ τὰ φάρμακα καὶ διὰ ταῦτα δεῖ ῥωννύειν ταύτην, ἵνα προσφερομένων τῶν καθαρσίων δυνηθῇ
χρῆσθαι αὐτοῖς, ὡς ὀργάνῳ ἡ φύσις καὶ ἐργάσηται τὸ δέον.663

19

.

664

ἐννοῶν ὅτι ἅμα τῷ αἵματι πολὺ συνεκκρίνεται καὶ ζωτικὸν πνεῦμα, τούτου δὲ ἐκκρινομένου τό τε ὅλον σῶμα καταψύχε‐ ται καὶ πάντα τὰ φυσικὰ ἔργα χείρω γίνεται, διὰ τοῦτο δεῖ πρότερον ἀνακτᾶσθαι τὴν δύναμιν καὶ οὕτω διδόναι τὸ
5καθάρσιον.
5 Ὅτι ἀπ’ ἀγκῶνος μὲν, ἐὰν ἔτι ἐπιῤῥευματίζηται ὁ νεφρὸς, χρὴ ἀφαιρεῖν τὸ αἷμα· ἀπὸ τῆς ἰγνύος δὲ, ἐὰν στῇ τὸ ἐπιῤῥέον. τήν τε φλέβα τὴν ὑποκάτω τοῦ γόνατος. αὕτη γὰρ ἰσοδυναμεῖ τῇ καθόλου φλεβὶ, εἰ δ’ ἀπορήσαις αὐτῆς,
10 ἀποσχίδας αὐτῆς χρὴ τέμνειν.
Ἐπειδὴ νεφριτική ἐστιν ἡ διάθεσις καὶ παχεῖα ἡ ὕλη ἡ ποιοῦσα τὸν λίθον, οὐ δυνατὸν ἀντισπᾶν τὴν πα‐ χεῖαν ὕλην ἐπὶ τὰ ἄνω, ἀλλὰ πρὸς τὴν φορὰν αὐτῆς σκο‐ πεῖν καὶ κάτω κενοῦν. ἀλλ’ εἰ μὲν ἰσχυρά ἐστιν ἡ δύναμις,
15τέμνειν τὴν ἐν ἰγνύϊ ἢ τὴν ἐν σφυρῷ, εἰ δ’ ἀσθενὴς, τὴν ἐν ἀγκῶνι. ἐὰν γὰρ κενώσωμεν ἐπὶ τῆς ἀσθενοῦς δυνάμεως
κάτω, διὰ τὴν ἀσθένειαν οὐ κατέχει ἡ καθεκτικὴ, ἀλλ’ ὅλη664

19

.

665

φέρεται ἐπὶ τὰ κάτω καὶ ῥευματίζεται συνεχῶς τὸ μέρος ἐπιτρέχοντος τοῦ χυμοῦ ἐπὶ τὸ ἀσθενές. ὥστε εἰ μὲν ἰσχύει ἡ δύναμις, δεῖ τὴν ἐν ἰγνύϊ· εἰ δ’ ἀσθενεῖ, ἀντισπᾶν ἐπὶ τὰ ἄνω. διὰ τί; ἵνα μὴ χορηγῆται πλείων ὕλη ἐπ’ αὐτούς.
5εἰ γὰρ κενώσεις σιτία καὶ φλέγμα καὶ χυμὸν δι’ ἐμέτων, ῥαστώνη γίνεται. κενοῦται γὰρ τὸ σιτίον καὶ τὸ φλέγμα τὸ βαρῦνον τὴν γαστέρα καὶ διὰ τὴν γαστέρα θλίβονται οἵ τε νεφροὶ καὶ οἱ οὐρητῆρες καὶ πλεῖον ὀδυνῶνται. καὶ τὰ πρῶτα ἀναλυόμενα, ἃ δεχόμενος ὁ στόμαχος ὡς ἀσθενέστε‐
10ρος διετείνετο καὶ ἐθλίβετο, τούτων κενουμένων ῥαστώνη γίνεται, ἀλλ’ οὐ τελεία ἀπαλλαγή. κενοῦμεν καὶ τὴν κόπρον διὰ κλυστῆρος, ἵνα μὴ τοῦ κώλου καὶ τῶν λοιπῶν ἐντέρων θλιβομένων καὶ βαρυνομένων θλίβηται καὶ πιλοῦται ὁ νεφρὸς καὶ πλεῖον ὀδυνᾶται. δῆλον δὲ ὅτι ἐπ’ ἐμφράξει κόπρου
15πολλάκις παροξύνεται ὁ νεφρὸς, ἐδήλωσεν ἔνεμα ὀδύνην παραμυθεῖσαν νεφριτικήν. ἢ ὅτι ἐπὶ τῇ κενώσει οὐκέτι
ἐθλίβη νεφρός. ἢ ὅτι οὐ γεννᾶται πνεύματα ἐκ τοῦ κόπρου665

19

.

666

ἃ ὀφείλοντα τρέχειν ἐπὶ τὸν νεφρὸν ὡς ἀσθενῆ θλίβουσιν καὶ διατείνουσιν αὐτόν. ἀλλὰ μηδὲ αἷμα ἢ ἕτερος χυμὸς πλεῖον τοῦ δέοντος ἐᾷν ἐν τῷ σώματι εἶναι, ἵνα μὴ τὰ πολλὰ ἀγγεῖα τοῦ νεφροῦ τεινόμενα ὀδυνήσωσι πλεῖον. τὸ
5γὰρ ὀδυνώμενον καὶ θερμαινόμενον καὶ τεινόμενον προσ‐ καλεῖται τὰς ὕλας, διὰ τὰς σφοδρὰς καὶ ὀξείας ὀδύ‐ νας. ἀλγηδόνων μὲν ἐξαίφνης εἰς νεφρὸν ἢ κατ’ ὀλίγον εἰσβαλλουσῶν διὰ τὰς εἰρημένας πρώην αἰτίας, εἰ μηδέν ἐστι τὸ κωλῦον, κλύζειν αὐτίκα τὴν κοιλίαν δι’ ἀφεψήματος
10ἰσχάδος, τήλεως, ἀριστολοχίας καὶ τῶν ὁμοίων. καὶ εἰ μὲν κενωθείη δεόντως, ἔστω οὗτος. εἰ δὲ μὴ, δὶς καὶ τρὶς καὶ πολλάκις χρὴ κενοῦν ἐνέματι καὶ διὰ τῶν προσφόρων καὶ οἰκείων τῇ τοῦ κάμνοντος φύσει, ἵνα μὴ πιέζωνται οἱ νεφροὶ καὶ οἱ οὐρητῆρες. μετὰ δὲ τὸ ἱκανὸν ἐκκρῖναι τὴν κοιλίαν,
15ἐνιέναι χρή τι τῶν πραΰνειν καὶ εὐρύνειν τοὺς οὐρητῆρας καὶ τοὺς νεφροὺς καὶ χαλᾷν τὸν λίθον καὶ τὰς δήξεις δυ‐ ναμένων. ἡ δὲ πρόσφορος ὕλη αὕτη ἀνηθέλαιον ἐντακὲν
αὐτῷ στέαρ ὄρνιθος, ὡς πρόσφατον καὶ μάλιστα φασιανοῦ666

19

.

667

ἢ βουτύρου νέου καὶ τῶν ὁμοίων. μὴ παρόντος τούτου τῆλιν καὶ τῆς ἀλθαίας ῥίζαν ἢ τὸ σπέρμα καὶ τῶν ὁμοίων ἑψήσαντες τῷ ἐλαίῳ ἐνιέναι· ταῦτα γὰρ πάντα εὐρύνει τοὺς πόρους καὶ τοὺς λίθους χαλᾷ καὶ παραμυθεῖται τὰς
5σφοδρὰς ὀδύνας. τὴν δὲ χρῆσιν τούτων μὴ πυκνότερον ἐπιτελεῖ ἄμεινον ἐστοχασμένος καὶ τῆς τῶν φυσικῶν δυ‐ νάμεων εὐτονίας. ἡ γὰρ ἄμετρος θάλψις καὶ χάλασις ἐκ‐ λυτικὴ τῆς ἰσχύος γίνεται, δι’ ἧς παραμυθεῖται πᾶσα ὀδύνη καὶ θεραπεύεται τελείως. μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰ
10ἐνέματα πυριᾷν τὸ πάσχον μόριον διὰ τῶν ὑγραινόντων καὶ χαλώντων ἔστ’ ἂν ὁ λίθος ἐν τῷ νεφρῷ πάρεστι. μηδὲ τούτοις καταχρῆσθαι, ὡς εἴρηται. καὶ συκίαι δὲ ἐπὶ τῶν τοιούτων χρήσιμοι, μετακινοῦσι πολλάκις οὕτως ἀθρόως τὸν λίθον, ὡς ἀποκοπὴν αἰφνίδιον φέρειν τοῦ λίθου
15εἰς εὐρύτερον μετενεχθέντος χωρίων. διὸ καὶ τὴν ἀρχὴν ἄνωθεν ἀπὸ νεφρῶν ποιητέον ἐπί τε βουβῶνα προχωρητέον ἐν λοξῇ τῇ τοῦ κενεῶνος θέσει, καθ’ ὃν ὑφηγοῦνται τόπον
αἱ ἀλγηδόνες ἑκάστοτε. βέλτιον δὲ προθερμαίνειν τὰ μέρει667

19

.

668

τοῖς εἰρημένοις. εἶθ’ οὕτως ποιεῖσθαι τὴν τῶν συκίων θέ‐ σιν. ἐπεὶ ἐνίοτε μέγας εὑρεθεὶς ὁ λίθος σφηνοῦται σφο‐ δρῶς. ἑλκόμενος δὲ βίᾳ καὶ κίνδυνον ἔσθ’ ὅτε ἐξ ἀλγηδό‐ νων προσφέρει. εἶθ’ οὕτως πυριᾷν ἐν τοῖς ὀνομαζομένοις
5ἐγκαθίσμασιν, εἰ μέχρι τῶν αἰδοίων ἡ συμπάθεια προέρχε‐ ται διὰ τήλεως, ἀλθαίας, λινοσπέρμου, ἀνήθου κόμης καὶ τῶν ὁμοίων ὕδατι καλῶς ἑψημένων καὶ ἐλαίῳ τῷ γλυκεῖ ἐπι‐ χεομένων. καταπλάττειν δὲ δι’ ἀλεύρου πυρίνου ἢ κριθίνου μετὰ λινοσπέρμου καὶ τήλεως καὶ μέλιτος καὶ ἐλαίου ἀνή‐
10θου ἢ γλευκίνου, ἑψεῖν δὲ ταῦτα μετὰ ἑψήματος, ἐπιπάσ‐ σοντες ἐν τῇ ἑψήσει τοῦ καταπλάσματος καὶ ἀλθαίας ῥίζαν καλῶς κεκομμένην καὶ σεσησμένην καλῶς. ἐπὶ τέλει δὲ τῆς ἑψήσεως καὶ τερέβινθον ἐμβαλεῖν καί τινα τῶν ἀφύσων σπερμάτων, ἐὰν ἐμπνευμάτωσίς ἐστιν, οἷον ἀνήθου καὶ σε‐
15λίνου σπέρματα, μάλαθρον, λυβιστικὸν καί τινα τούτοις ὅμοια πρὸς τὴν κρᾶσιν τοῦ νοσοῦντος. κάλλιστον δὲ γί‐ νεται κατάπλασμα καὶ ἐξ ἀλεύρων θερμίνων ἑψημένων μετὰ
γλυκέος. μετὰ δὲ τὴν ἕψησιν μιγνύειν πευκεδάνου ῥίζην668

19

.

669

λειοτάτην καὶ χαμαίμηλον. ἀγαθὸν δὲ καὶ ἄρτον ἑψεῖν μετὰ γλυκέος καὶ καταπλάττειν ὀσφῦν καὶ κενεῶνας. οὐ μὴν οὐδὲ κύστιν καὶ ἴτρον καταπλάσσειν εὔθετον, πυκνὰ δὲ ἄλλα καὶ ἄλλα ἐπιφέρειν πρὶν ψυχρὸν γενέσθαι τὸ πρῶτον. εἰ δὲ
5μὴ, θερμάσματι ἔξωθεν ἑτέρῳ σκέπειν, ὡς μὴ καταψύχεσθαι. τοῦτο δὲ γενήσεται ἐπιτιθεμένων ἐν τῷ καταπλάσματι πυ‐ ριῶν ἢ θερμοῦ ὕδατος ἐν ὀστρακίνῳ ἀγγείῳ ἢ χαλκῷ. μετὰ δὲ τὴν κένωσιν τῆς γαστρὸς τὴν ἄνω καὶ κάτω, ὡς εἴρηται τὴν φλεβοτομίαν, τὴν κάθαρσιν, τὰς πυρίας, τὰ ἐγκαθίσματα,
10εἰ δὲ ἔτι μένουσιν αἱ ὀδύναι, χρῆσθαι λουτροῖς τῶν γλυκέων ὑδάτων. τινὲς γὰρ καὶ πρὸ τῆς φλεβοτομίας καὶ τῆς λοι‐ πῆς ἐπιμελείας παραλαμβάνουσι τὰ βαλανεῖα διὰ τὴν τῆς ὀδύνης σφοδρότητα. ἕτεροι δὲ ἐὰν οὐδέν ἐστι τὸ κατεπεῖ‐ γον μετὰ τὴν φλεβοτομίαν καὶ τὴν λοιπὴν ἐπιμέλειαν. βα‐
15λανεῖα μὲν ὑγραίνει καὶ θερμαίνει αὐτίκα. τὸ γὰρ θερμὸν ὕδωρ ῥαστώνην φέρει σὺν τῇ θερμασίᾳ. εἰ δέ τις ἐπιπλέον εἰς αὐτὰ παραβάλλοι δελεαζόμενος τῆς ἐν αὐτοῖς ἀνωδυνίας
ἐκλύει τὰς δυνάμεις τοῦ σώματος, αἷς διωθοῦνται πάντα τὰ669

19

.

670

λυπηρὰ αἴτια. καθ’ ὃν οὖν χρόνον ἀνωδυνία γένηται, ἀφαι‐ ρεῖν μὲν τῶν βαλανείων, πυριᾷν δὲ τὰ μέρη τοῖς προσφό‐ ροις τῇ τοῦ κάμνοντος φύσει φαρμάκοις. εἰ δὲ δι’ ὑπερ‐ βολὴν πονῶν κινδυνεύει ὁ ἄνθρωπος, ἄμεινον τοῖς ναρκω‐
5τικοῖς χρῆσθαι· ἄλλως γὰρ οὐκ ἂν χρήσαιο αὐτοῖς. ταῦτα γὰρ οὐ λυτικὰ τῶν ὀδύνων, ἀλλὰ διὰ τὴν οἰκείαν κρᾶσιν ἀναισθησίαν καὶ ἀπάτην ἐμποιοῦσιν, ἥτις μετὰ ταῦτα πολ‐ λῆς ἐπιμελείας δεῖται. εἰ δὲ καὶ πνεῦμά τι παχὺ ὑπονοή‐ σομεν διοχλοῦν ἅμα τῷ λίθῳ, περιπλέκειν ταῖς προειρημέ‐
10ναις πυρίαις καὶ καταπλάσμασιν, ὅσα τε ἀφύσου δυνάμεώς ἐστιν, οἷον τὸ πήγανον, ἄνηθον, μελάνθιον καὶ τὰ ὅμοια λελειωμένα μετὰ τὴν τελείαν ἕψησιν καὶ δίχα λειώσεως ἐναφεψεῖν τῷ ὕδατι ἔν τε ταῖς πυρίαις καὶ τοῖς ἐνέμασιν. εἰ δὲ ἐστηριγμένοι εἶεν ἔτι καὶ μετὰ ταῦτα πάντα
15οἱ λίθοι, φυλάττειν δεῖ τὰ πλείονα καὶ ἀνεπιτήδεια τῇ τοῦ κάμνοντος φύσει βρώματά τε καὶ πόματα, ἵνα μὴ ἡ γαστὴρ διὰ τούτων πληρωθῇ καὶ βαρυνθῇ καὶ ἐμπνευματωθῇ ὑπὸ
τροφῶν ἢ χυμῶν ἢ πνευμάτων καὶ τῇ πληρώσει θλίψῃ τού‐670

19

.

671

τους καὶ σφοδρότητα ἐργάζηται. ἔστωσαν δ’ ἅπαντα μέ‐ τρια καὶ κατάλληλα κατά τε ποιότητα καὶ ποσότητα τῇ τοῦ κάμνοντος φύσει. θερμοτέρας δὲ οὔσης τῆς τοῦ κάμνοντος φύσεως καὶ δίψους σφοδροῦ προκεκενωμένου τοῦ παντὸς
5σώματος καὶ ἀπερίττου γενομένου, εἴ γε ἔθος ἔχει ψυχροπο‐ τεῖν, σπλάγχνων μηδενὸς φλεγμαίνοντος ἢ ἀσθενῶν ὄντων, δεδώκαμεν πολλάκις ὕδωρ ψυχρὸν ἀθρόως τῷ κάμνοντι μη‐ δενὸς κωλύοντος καὶ παραχρῆμα ῥωσθέντων τῶν νεφρῶν, ἐξώθησαν τὸν ἐσφηνωμένον λίθον. ἐπὶ δὲ τῶν πληθωρικῶν
10καὶ περιττωματικῶν σωμάτων καὶ ἐφ’ οἷς τε σπλάγχνων ἀσθενὲς ὑπόκειται καὶ τὰ λοιπὰ σύστοιχα κελεύουσι παρα‐ φυλάττεσθαι τὴν τοῦ ψυχροῦ πόσιν. εἰ δὲ μετὰ ταῦτα πάντα τὰ προειρημένα ἔτι ἐστηριγμένος ὁ λίθος ἐστὶ, τοῖς θρυπτικοῖς χρῆσθαι καὶ τοῖς χλιαρὰν ἔχουσι τὴν ἰσχύν.
15τὰ γὰρ θερμὰ καὶ διουρητικὰ ἀπογαιοῦσι τὸν λίθον. τὰ δὲ χλιαρᾶς ὄντα δυνάμεως κατὰ μέρος θρύπτουσι καὶ οὐκ ἀπογαιοῦσιν. εἰσὶ δὲ ταῦτα δαμασώνιον, πετροσέλινον, πο‐
λύτριχον καὶ τὰ ὅμοια κατὰ δύναμιν τούτοις. καὶ ἴσως τις671

19

.

672

ἀπορήσειεν, πῶς εἰ χλιαρᾶς εἰσὶ δυνάμεως, ἴσχουσι θρύψαι τὸν λίθον; πρὸς ὃν εἴπωμεν, ἐπειδὴ ὁ λίθος ἀπὸ δυσκρα‐ σίας καὶ ἄγαν θερμότητος ἀπεγαιώθη, εἰκότως παρέχομεν τὰ χλιαρᾶς ὄντα δυνάμεως, ὡς ἐναντία τῇ δυσκρασίᾳ τῇ
5ποιούσῃ τὸν λίθον, ἵνα τῷ πολλῷ χρόνῳ λεπτύνωμεν καὶ θρύψωμεν καὶ περιγενώμεθα αὐτοῦ. τὰ γὰρ χλιαρὰ ὡς ἧττον θερμὰ ἐναντία ἐστὶ τοῖς ἄγαν θερμοῖς. τοῖς γὰρ διουρητικοῖς καὶ ἄγαν θερμοῖς οὐ δυνήσῃ χρή‐ σασθαι. ἐπιπλέον γὰρ ἀπογαιώσῃς τὴν παχεῖαν ὕλην καὶ
10ταχέως ποιήσῃς αὐτούς. εἰ δὲ μήπω συνέστη ὁ λίθος καὶ μέγας ἐγένετο, ἀλλὰ μόνον ἔμφραξις παρὰ τῶν ψαμμίων καὶ παχέων καὶ γλίσχρων χυμῶν, τότε δώσεις τὰ θερμὰ καὶ ἐμφρακτικὰ οὔτε δείδειν χρὴ ἵνα μὴ ἀπογαιώσῃς αὐτούς. ψαμμία γάρ εἰσι καὶ ἔμφραξιν ἐποίησαν καὶ ἐὰν δώσεις ἐκ‐
15φρακτικὰ καὶ θερμὰ, οἷον τὰ δι’ ἀνίσου, διὰ πεπέρεως, σελίνου, φοῦ καὶ τῶν παραπλησίων, κενοῖς καὶ ἐκφράτ‐
τεις αὐτά.672

19

.

673

Κεφάλαιον εʹ.
Πρὸς τοῖς ἄλλοις ἤδη καὶ περὶ προφυλακῆς βραχέα διαλαβεῖν, ἵνα μὴ πρὸς τοὺς δυνατῶς ἔχοντας θεραπευθῆναι πάλιν γένεσις τῶν λίθων γένηται. ἐπεὶ δὲ τῶν λιθιώντων
5οἱ μὲν ἐθεραπεύοντο, οἱ δὲ οὒ, μέγιστόν ἐστιν ἐν τῇ προ‐ φυλακῇ μετριότης σιτίων καὶ πέψεις χρησταί. αἱ γὰρ πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον, ἀλλὰ καὶ τὴν μὴ οὖσαν γεννῶσι. διὸ μηδὲ πυρῶδες προσ‐ φερέσθωσαν, ὃ μέλλει τοὺς νεφροὺς ἢ τὴν κύστιν θερμαί‐
10νειν. φυλάττεσθαι δὲ προσήκει τά τε σκληρὰ ταῖς οὐσίαις καὶ δυσδιαίρετα τῶν βρωμάτων τά τε πολυούσια καὶ πολύτροφα καὶ τὰ ἀθρόως ἀναδιδόμενα πρὸ τῆς τελείας πέψεως, τά τε ἐπιπολάζοντα καὶ δυσκόλως ὑποχωροῦντα καὶ ἐμπνευματοῦντα καὶ παρεμπλαστικὰ ἢ ἄλλως ἐγκαθίζοντα
15τοῖς σώμασιν ἐπιμόνως. πονήσασα γὰρ ἡ γαστὴρ ἐπὶ τῶν τοιούτων σιτίων, μεταδίδωσιν αὐτὰ ἄπεπτα ἥπατι καὶ νε‐
φροῖς. καὶ τὸ ἀθρόως δὲ ἄπεπτον ἀπενεχθὲν ἀφνῶς ἐξυ‐673

19

.

674

λίζεται καὶ σὺν θορύβῳ διεξελθὸν ἅπαξ καὶ δὶς εἰς τοὺς νεφροὺς λίθους ὑφίσταται διὰ τὴν τοῦ νεφροῦ χρονίαν μά‐ στιξιν. οἶνος δὲ ἔστω πάνυ λεπτὸς καὶ λευκὸς καὶ μὴ πάνυ παλαιός· οἱ δὲ γλυκεῖς τῶν οἴνων καὶ οἱ μέλανες ἄθετοι
5τοῖς λιθιῶσι. χρὴ δὲ καὶ τὸ ὕδωρ παρὰ πᾶσαν τὴν δίαι‐ ταν καθαρώτατον εἶναι καὶ διυλισμένον. τὰ γὰρ ποταμιαῖα καὶ λιμναῖα καὶ πάντα τὰ στάσιμα καὶ βραδύπορα οὐ κε‐ νοῦντα τοὺς λίθους ποιήσειαν ἄν. συντόμως δὲ εἰπεῖν πᾶσα ἡ δίαιτα ἐπὶ μὲν τῶν ψυχροτέρων τὴν κρᾶσιν καὶ
10πολυσάρκων ἀκριβῶς λεπτύνουσα ἔστω. ἐπὶ δὲ τῶν θερ‐ μοτέρων καὶ κατίσχνων ἡ μέση τῶν λεπτυνόντων καὶ παχυ‐ νόντων. τὸ δὲ κατακορὲς τῶν ἄλλων ἁπάντων φυλάττεσθαι χρὴ καὶ μάλιστα τῶν γλυκέων καὶ τυρωδῶν τροφῶν καὶ πα‐ χέων καὶ γλίσχρων καὶ πιμελωδῶν. ὅθεν καὶ ἀπεψίαν πο‐
15λεμιωτάτην νομιστέον εἶναι καὶ εἴποτε περιπέσῃ. ἐν τῷ ὕπνῳ μενέτωσαν ἢ ἡσυχίᾳ παντελῶς καὶ θάλψει τῶν ὑπο‐ χονδρίων διὰ τῶν οἰκείων χειρῶν, ἕως οὗ πάντα καλῶς
πεφθῶσι καὶ κάτω ὑπέλθωσιν. ἐν εὐκράτοις δὲ τόποις καὶ674

19

.

675

ἀέρι καθαρῷ αἱ διατριβαὶ ἔστωσαν, ἐν οἷς αἱ ὧραι ἄθραυ‐ στοι. παραλαμβανέσθωσαν δὲ καὶ χολαί. περίπατοι καὶ γυμνάσια πρὸς τὴν τοῦ κάμνοντος φύσιν ἔστωσαν σύμμε‐ τρα. ἡ γὰρ ἀργία βλαβερά. τὴν δὲ γαστέρα εὔλυτον
5ἔχειν ἀεὶ, εἰ μὴ ἕτερόν τι προσιστάμενον ᾖ. ταύτης γὰρ καλῶς ὑπιούσης ἀκωλύτως οὐρήσεις γίνονται. ἀλείμμασι δὲ χρῆσθαι ἐὰν δεῖ καὶ ὅτε δεῖ τοῖς δυσπάθειαν τοῖς τό‐ ποις περιποιεῖν δυναμένοις, ὡς εἰσὶ τὰ φοινίσσοντα καὶ δρώπακες καὶ σιναπισμοὶ καὶ ἡ τῶν αὐτοφυῶν δὲ ὑδάτων
10χρῆσις ὠφέλιμος, ἐὰν μηδέν ἐστι τὸ κωλῦον. πεφροντι‐ σμένως δὲ ἔχειν τοῦ κατὰ καιρὸν ἐπιτηδείως φλεβοτομεῖν, εἰ δοκεῖ πλεονάζειν αἷμα. πλεωνάσαν γὰρ εἰ μὴ κενώσειας, πάντως συῤῥεύσει εἰς τὸ ἀσθενέστερον. ἐπιτήδειον δὲ κα‐ θαρσίαις τοῖς κακοχύμοις χρῆσθαι. ἐπὶ δὲ τῶν ποσῶς
15ἀτακτούντων καὶ χυμὸν ἄπεπτον οὐ τῇ ἄνω γαστρὶ ἀθροι‐ ζόντων πολὺν συνεχῶς ἀπὸ δείπνου ἐμέτωσαν, εἰ μηδέν ἐστιν αὐτοῖς τι προσιστάμενον. μετὰ δὲ τὴν τοῦ ὅλου σώ‐
ματος πρόνοιαν δεῖ τοπικῶς καθαίροντα φάρμακα προσφέ‐675

19

.

676

ρειν, οἷον τὰ ἐκφρακτικὰ καὶ οὖρα παχύτατα καὶ γλίσχρα καὶ δυσώδη καὶ πολλὰ ἀπό τε φλεβῶν, νεφρῶν, οὐρητήρων καὶ κύστεως ἄγοντα, ὡς σκολύμου ῥίζης ἀφέψημα καὶ τὰ προειρημένα. πολλάκις δὲ καὶ διουρητικὰ χρήσιμα. ταῦτα
5μὲν οὖν κοινῶς εἰς ὑπόμνησιν πᾶσιν ἀνθρώποις καὶ οὐκ εἰς τελείαν διδασκαλίαν ἐκτέθεινται. σοὶ δὲ καὶ τούτου ἕνεκα χάρις, ἐπεὶ καὶ τὸ πᾶν διὰ σέ. ἐπεὶ δὲ οὐκ ἀρκούμεθα ἐκ μόνης τῆς διαθέσεως τελείαν ἀπαλλαγὴν καὶ ἀκριβῆ κα‐ ταλαβέσθαι, ἀλλὰ καὶ τῶν συστοίχων ἔτι δεόμεθα, χρὴ καὶ
10τούτων ἔτι μνημονεῦσαι. ἐξαλλάττεται γὰρ ἡ θεραπεία κατὰ τὰς διαφόρους αἰτίας, ἡλικίας, χώρας, ὥρας, ἕξεις τε καὶ διαθέσεις, ἤθη, ἔθη, κράσεις, εὐαισθησίας, δυσαισθησίας, μορίων ἐναλλαγὰς, θέσεις καὶ ἕτερά τινα. ὥστε χρὴ τῷ ἀρίστῳ ἰατρῷ ἀκριβῶς εἰδέναι τὸ κατὰ φύ‐
15σιν. ὃς γὰρ ἀκριβῶς οἶδε τὸ κατὰ φύσιν, ταχέως εἴσεται καὶ τὸ παρὰ φύσιν. ἐπεὶ οὐ μόνον τὰ προειρημένα αἴτια ἐξαλλάττουσι τὴν θεραπείαν, ἀλλὰ καὶ αἱ ἰδιότροποι φύσεις,
ἐφ’ ὧν οὐχ ἁρμόζει τὰ ἐπὶ πλεῖστον δοκιμασθέντα φάρμακα.676

19

.

677

πολλάκις γὰρ ἀποτυγχάνουσι. τούτου ἕνεκα παρατηρεῖν χρὴ, κἂν μὴ ὑπακούοι τῆς θεραπείας διὰ τὴν ἰδιότητα τῆς φύσεως ἢ τὴν τοῦ πάθους κατασκευὴν ἤ τι ἄλλο τού‐ των, ἀφιέμεναι μεταβαίνειν ἀναγκαῖον ἐπὶ τὰ πάντως ὠφέ‐
5λιμα. τοῦτο δὲ μηδὲ μόνον ἐπὶ φαρμάκων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων βοηθημάτων τε καὶ ἑτέρων τινῶν ἀῤ‐ ῥήτων οὐ πάντες οἱ τὴν τέχνην κατερχόμενοι, εἰ καὶ ἴσως ἐλλογιμώτεροι τῶν ἄλλων, ἀλλ’ οἱ ἀεὶ προσκαθήμενοι καὶ τὰ κινήματα τῆς φύσεως ἀνιχνεύοντες. εἰ δὲ καὶ τὰ ἀπὸ
10τοῦ τεχνικοῦ στοχασμοῦ ἀποτυγχάνουσι φάρμακα δι’ ἄῤῥη‐ τόν τι καὶ ἴδιον, δεῖ διὰ τὴν τοῦ κατεπείγοντος σφοδρότητα ἐπὶ τὰ τῶν παλαιῶν ἄῤῥητα καὶ καθ’ ὅλην τὴν οὐσίαν ἐνερ‐ γοῦντα χωρεῖν, ἃ ἐκ πείρας καὶ ἀλόγου τριβῆς εὑρημένα εἰ‐ σὶν, ὡς τρωγλοδύτου καὶ λαγωοῦ δέρμα κεκαυμένον καὶ αἷ‐
15μα τράγειον ἢ ἕτερα ἄπειρα ἁπλᾶ τε καὶ σύνθετα. ὧν καὶ
τὰ πλείω βδελυρὰ, ἃ ἡ ἄλογος τριβὴ ἐφεῦρεν ἢ ἐκ φύσεως677

19

.

678

ἢ ἐκ τύχης ἢ αὐτοσχεδίου ἢ ἐκ τοῦ μιμητικοῦ ἢ ἐξ ὀνει‐ ράτων ὡς ὁ τρωγλοδύτης ἢ ἐκ χρησμῶν ἢ ἐκ μαθήσεως ἢ ἐξ ἑτέρων τινῶν, ἐξ ὧν συνέστηκεν ἡ ἐμπειρική. ἐπεὶ δὲ ἄῤῥητα πάντα ταῦτα καθ’ ἡμᾶς, οὐ δεῖ ἐπὶ τούτοις μέγα
5θαῤῥεῖν διὰ τὸ ἀγνοεῖν τὸν τρόπον τῆς αὐτῶν ὠφελείας. εἰ δέ ποτε προσφέρομεν διά τινα βίαν, οὐ δεῖ καταχρῆσθαι τούτοις, ἵνα μὴ ὡς ἀῤῥήτως ἡμᾶς ὠφελοῦντα καὶ ἀῤῥήτως βλάψωσι. δεῖ δὲ τὸν μέλλοντα κατὰ λόγον πράττειν ἰατρὸν κατὰ τὰς δραστικὰς ποιότητας, δυνάμεις τε καὶ ἐνεργείας
10σεμνύνεσθαι τὸ θαῤῥεῖν, ὡς εἰδότα διὰ τῆς μεθόδου τὴν δύναμιν θερμοῦ τε καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ, τῶν τε στρυφνῶν, αὐστηρῶν, ὀξέων, γλυκέων, ἁλυκῶν, πικρῶν, δρι‐ μέων, ἀποίων, παχυμερῶν τε καὶ λεπτομερῶν, τήν τε ἐνέρ‐ γειαν τῶν ἐκφρακτικῶν ἐπισπαστικῶν, ἐμπλαστικῶν καὶ
15τῶν λοιπῶν κατὰ μέρος. ἐπεὶ δὲ ὡς ἐπὶ τὸ πολὺ ῥητὴ ἡ
τῶν θρυπτόντων τοὺς λίθους ὕλη, μᾶλλον τούτοις678

19

.

679

δεῖσθαί γε δέον ἢ τοῖς ἀῤῥήτοις, οἷον δαμασωνίῳ, πετροσε‐ λίνῳ, πολυτρίχῳ καὶ τοῖς ὁμοίοις κατὰ δύναμιν τούτοις. ἀλλὰ καὶ τὰ χλιαρὰν ἔχοντα δύναμιν οὐκ ἄθετα εἶδος. καὶ ταῦτα δὲ διὰ τὸ, ὡς ἐπὶ τὸ πολὺ ἀποτυγχάνειν δεῖ καὶ
5ἡμᾶς τοὺς Χριστιανοὺς ἐπὶ τὰ καθ’ ἡμᾶς μέγιστα καὶ κυ‐ ρίως μυστηριώδη χωρεῖν. τούτοις γὰρ ἐγὼ πιστεύω καὶ ὁμολογῶ μὴ μόνον τὰ σωματικὰ πάθη καὶ ἀπηγορευμένα περὶ πάντων τῶν ἰατρῶν φυγαδεύεσθαι, ἀλλὰ καὶ ψυχικὰ τελείως ἀφανίζεσθαι. λοιπὸν τὸν λόγον ὡς τὴν ὑπόθεσιν
10ἰδικῶς πρὸς σὲ τρέπομεν.
10
Κεφάλαιον στʹ.
Πολλῶν ὄντων τῶν τῆς ὑγείας περιποιητικῶν ἀπὸ τρο‐ φῆς ἀναγκαίας ἀρκτέον. τοῖς μὲν γὰρ ἄλλοις βοηθήμασιν οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆς δὲ χωρὶς οὐχ οἷόν
15τε ζῇν οὔτε ὑγιαίνοντας οὔτε νοσοῦντας. ἐπεὶ δὲ μία ἐστὶν ἀσφαλεστέρα ἡ ἐπιτομωτάτη ὁδὸς εἰς ἀπαλλαγὴν τοῦ πά‐
θους ἡ δίαιτα. ἡ δὲ τῶν ἄλλων φαρμάκων κατάχρησις καὶ679

19

.

680

ἐπαλληλία πολλοῖς πολλάκις οἶδα ἐπιτρίβεσθαι νόσους. τοί‐ νυν ἐπειδὴ θερμοτέρας καὶ ὑγροτέρας κράσεως μετείληφας, ἥλιε τῆς ἐμῆς ψυχῆς, καὶ ἡλικίας παιδικῆς καὶ δυνάμεως ἀσθενοῦς καὶ ἕξεως ἰσχνῆς καὶ σχέσεως ἀραιᾶς καὶ πρὸς
5τούτοις εὐαισθησίας, δεῖ σε διὰ μὲν τὴν κρᾶσιν καὶ τὴν ἡλικίαν τὴν ἕξιν τε καὶ σχέσιν λαμβάνειν τὰ ὅμοια κατὰ ποιότητα ἐν τροφαῖς καὶ πόμασι καὶ ὅσα πέψαι δύνῃ, διὰ δὲ τὴν ἀσθένειαν τῆς δυνάμεως ὀλίγας καὶ πολλάκις. ὀλίγα μὲν διὰ τὴν ἀσθένειαν. πρὸς γὰρ τὸν ἐργάτην δεῖ εἶναι
10καὶ τὸ φορτίον. πολλάκις καὶ διὰ τὴν κατεπείγουσαν χρείαν. τοὺς γὰρ γυμναστὰς καὶ ὁδοιπόρους πολεμιστάς τε πάντας τοὺς τὰ σφοδρὰ γυμνάσια μετιόντας καὶ ἀμέμπτως ὑγιαί‐ νοντας οὐκ ἐγχωρεῖ διακρίνειν, ἃ δεῖ προσφέρεσθαί τε καὶ σιτία καὶ ποτά. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς οἷα ἂν εὐ‐
15πορήσωσιν. οὐ μόνον δὲ τούτοις δεῖ οὕτως διαιτᾶσθαι, ἀλλὰ καὶ τοὺς ἐν ἀσχολίαις πολιτικαῖς ὄντας ἢ τῷ καλου‐
μένῳ περιστατικῷ βίῳ. ἐπεὶ δὲ σήμερον ἰδιοπραγῇ, τοῦ680

19

.

681

μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα. πλεῖστα δὲ λέγω οὐ πρὸς τὴν δύναμίν σου, ἀλλὰ πρὸς τὰς λοιπὰς ὥρας. τοῦτο καὶ Ἱπποκράτης ὁ τῆς ἡμετέρας τέχνης καθηγητής φησι. θέ‐ ρους καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶ‐
5νος ῥήϊστα, ἦρος δεύτερον. ὁ αὐτὸς πάλιν ἐν ἑτέρῳ λέγει. αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμότεραι φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύταις οὖν ταῖς ὥραις καὶ τὰ προσάρ‐ ματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ, τρο‐ φῆς οὖν πλείονος δέονται. σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθλη‐
10ταί. πίνειν δὲ καὶ ἐλάχιστα πρὸς τὰς λοιπὰς ὥρας. εἶναι δὲ τὸ πόμα οἶνον λευκὸν καὶ λεπτὸν καὶ μὴ ἄγαν παλαιόν. τὰ δὲ ὄψα ἐν ταύτῃ τῇ ὥρᾳ ὡς ἐπὶ τὸ πλεῖστον ὀπτά. τῶν δὲ λαχάνων καὶ τῶν ὀσπρίων ὀλίγον χρῆσθαι. ταῦτα δὲ τὰ ὡς ἐπὶ τὸ πλεῖστον θερμὰ καὶ ξηρὰ οὐ διὰ τὴν κρᾶ‐
15σιν καὶ τὴν ἡλικίαν δεῖ σε λαμβάνειν, ἀλλὰ διὰ τὴν ἀμε‐ τρίαν τῆς κατὰ τὴν ὥραν κράσεως. ὅταν δὲ τὸ ἔαρ ἐπι‐ λαμβάνῃ, χρὴ τὸ πόμα πλέον καὶ ὑδαρέστερον κατ’ ὀλίγον
προσίεσθαι καὶ τὰ σιτία μαλακώτερα καὶ ὀλιγώτερα εἶναι.681

19

.

682

καὶ τὰ ὄψα ἐκ τῶν ὀπτῶν ἑφθὰ ποιεῖσθαι καὶ λάχανα κα‐ τάλληλα. ἐπὶ δὲ τὴν τούτων μετάληψιν οὐκ ἀθρόως, ἀλλὰ κατὰ μέρος δεῖ σε προσέρχεσθαι ἵνα μὴ ἐκ τῆς ἀθρόας μεταβολῆς βλαβήσῃ, ὡς Ἱπποκράτης φησί. τὸ κατὰ πολὺ
5καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινέειν σφαλερόν. καὶ γὰρ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὸ δὲ κατ’ ὀλίγον ἀσφαλές. καὶ ἄλλως καὶ ἤν τις ἐφ’ ἕτερον μεταβαίνῃ. πλεῖον λέγω καὶ ὑδαρέστερον τὸ πόμα εἶναι, οὐ πλεῖστον δὲ οὐδὲ
10ὑδαρέστατον. τὸ γὰρ πλεῖστον καὶ ὑδαρέστατον τῷ θέρει κελεύω πίνειν γε ὡς ἐναντίον τούτου. τὸ γὰρ ἔαρ ὥσπερ ἐν τῷ μεταξὺ τῶν ἄκρων ἔχει, οὕτως καὶ διαίτης μέσης δεῖται. αὕτη γὰρ ἡ δίαιτα πρόσφορός σοι μὴ μόνον τῇ ὥρᾳ, ἀλλὰ καὶ τῇ κράσει καὶ τῇ ἡλικίᾳ πρόσεστι. καὶ ἐν
15τῷ ἔαρι ταύτης ἔχεσθαι δεῖ σε. ἐν δὲ τοῖς λοιποῖς καιροῖς ὀλίγον τῶν ἐναντίων οὐ διὰ τὴν ἡλικίαν καὶ κρᾶσιν, ἀλλὰ
διὰ τὴν τῶν ὡρῶν δυσκρασίαν. ὥσπερ αἱ διαφοραὶ τῶν682

19

.

683

ὡρῶν διάφορον ἐνδείκνυται δίαιταν, οὕτως καὶ αἱ τοῦ σώ‐ ματος ἕξεις. τοὺς μὲν πολυσάρκους καὶ μαλακοὺς καὶ ψυ‐ χροὺς καὶ ὑγροὺς ὡς ἐπὶ τὸ πλεῖστον ξηροτέρας δεῖσθαι τροφῆς. τοὺς δ’ ἐναντίον ἔχοντας τῆς ἐναντίας. ἐπεὶ δὲ
5σὺ ὡς ἐπὶ τὸ πλεῖστον μέσου καὶ εὔκρατον, εὔκρατον δεῖ σε τὸ πλεῖστον τοῦ χρόνον διαιτᾶσθαι δίαιταν. τὰ γὰρ κατὰ φύσιν ὡς ἐπὶ τὸ πλεῖστον τῶν ὁμοίων δεῖται, τὰ δὲ παρὰ φύσιν τῶν ἐναντίων. ἡ γὰρ τῶν παίδων κρᾶσις θερμή ἐστι καὶ ὑγρὰ καὶ δυναμένης τῆς αὐξήσεως καὶ διαπλάσεως ἐν
10ἑτέρᾳ κράσει γενέσθαι ἢ ἐν τῇ παιδικῇ, διὰ τοῦτ’ οὖν χρὴ λαμβάνειν σε ὁμοίας τροφὰς καὶ πολλὰς, ἵν’ ἐθίσῃς πολλὰ καὶ παντοδαπὰ πέπτειν. οὕτω γὰρ εὐρύχωρον τὴν γαστέρα καὶ τὸ ἧπαρ ἀπεργάσεται ἡ φύσις καὶ πάντα τὰ μόρια. εἰ καὶ πλεῖον πρὸς ὑγιεινὴν ἕξεις ποτὲ τὸ ὑγρὸν, ὅμως οὐ χρή
15σε ξηραίνεσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων. ἡ γὰρ ξηρότης ἐναντιοῦται τῇ αὐξήσει, τούτου χάριν τὰ ξηραίνοντα καὶ
θερμαίνοντα καὶ λεπτύνοντα φευκτέον ἐπί σε. ὥστε ἀβλα‐683

19

.

684

βῶς φέρῃ ἡ κατά σε φύσις ταῦτα. οἱ δὲ γέροντες διὰ μὲν τὰ στερεὰ μόριά εἰσι οἱ ψυχροὶ καὶ ξηροί. διὰ δὲ τὰ πε‐ ριττώματα ψυχροὶ καὶ ὑγροί. καὶ χρὴ διὰ μὲν ψυχρότητα τῶν στερεῶν τὰ ἐναντία τῶν ἐναντίων ἔχεσθαι, ἔν τε σι‐
5τίοις καὶ πόμασι καὶ τοῖς λοιποῖς. κένωσιν δὲ τῶν κατ’ ἀλλήλων διὰ τὰ αὐτὰ περιττώματα. ἡ δὲ τροφὴ ἐπ’ αὐ‐ τῶν ὀλίγη ἔστω διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως, ὡς Ἱπ‐ ποκράτης εἶπε. τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. πλείστης οὖν δεῖται τροφῆς. ἢν δὲ μὴ, τὸ σῶμα
10ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται. ὁ αὐτὸς πάλιν. γέροντες εὐφορώτατα νηστείην φέρουσι. διαφέρουσιν οἱ ἄρτοι τῇ ὕλῃ, τῇ ζυμώσει καὶ τῇ ὀπτήσει. καὶ ὁ μὲν πρῶτος αὐ‐ τῶν ὀνομάζεται σιλιγνίτης· ὁ δὲ ἐφεξῆς αὐτῷ σεμιδαλίτης.
15τρίτος δὲ ὁ αὐτόπυρος, ὃς καὶ συγκόμιστος. καὶ τέταρτος ὁ πιτύριος. ἐγὼ δὲ καὶ τὰς τούτων βλάβας καὶ ἐνεργείας
λέξω. τροφιμώτατος μὲν αὐτῶν ἐστι πάντων ὁ σιλιγνίτης684

19

.

685

καὶ ἐπιμονώτατος καὶ δυναμώτατος, δεύτερος δὲ κατὰ πάντα ὁ σεμιδαλίτης. ἥττων δὲ τούτων ὁ μέσος καὶ συγκόμιστος. πάντων δ’ ἀσθενέστερος ὁ πιτυρίας. σὺ δὲ, ὥστε μία μοι κεφαλὴ, ὑγιαίνων μὲν χρῶ τῷ σιλιγνίτῃ. εἰ δὲ καὶ νεφρῖ‐
5τις γένηταί σοι, ὅπερ ἀπέχομαι ἐν νόσῳ ὑπὸ ταύτης κατ‐ έχῃ, ἐὰν ὄρεξις νύττῃ σε, ἀβλαβῶς χρῶ τοῖς πιτυρίαις καὶ τοῖς μέσοις αὐτῶν, εἰ μηδέν τι προσιστάμενον εἴη, πρόσ‐ φορος οὗτός σοι πλέον, ὀλιγότροφος ὢν καὶ περίττωμα ἐν τῇ γαστρὶ ποιεῖν εἰωθώς. διὰ τοῦτο καὶ ῥᾳδίως
10ὑπερχόμενος. τῆς γὰρ ῥυπτικῆς δυνάμεως τὸ πίτυρον μετέ‐ χει καὶ τοῦτο ταχέως διαχωρεῖ, πρὸ τὴν ἔκκρισιν ἐρεθιζο‐ μένων τῶν ἐντέρων. τὴν γαστέρα γὰρ εὔλυτον ἔχειν ἀεὶ καλόν. ταύτης γὰρ καλῶς ὑπιούσης καθαρώτεραι αἱ οὐρήσεις γένοιντο ἄν. οἱ δὲ ἕτεροι ὅ τε σιλιγνίτης καὶ ὁ
15σεμιδαλίτης, τοὐναντίον ἐφεκτικοὶ, δυσέκκριτοι καὶ ἐμφρα‐ κτικοὶ ἥπατός τε καὶ νεφρῶν, εἰ καὶ πολύτροφος καὶ δυνα‐ μικώτεροι. ἀπὸ δὲ τῶν πτυνῶν τὰ μέσα τῶν λεπτυνόντων
καὶ παχυνόντων. εἰσὶ δὲ ταῦτα πέρδικες, ἀτταγῆνες, ἀλε‐685

19

.

686

κτρυόνες, ἀλεκτορίδες, περιστεραὶ καὶ τῶν φασιανῶν ζώων πλῆθος καὶ τῶν στρουθῶν καὶ μᾶλλον τῶν ἄλλων οἱ πυρ‐ γίται καλούμενοι. φυσικὴν γὰρ ἐνέργειαν κέκτηνται. ἀπὸ δὲ τῶν πεζῶν τὸ χοίρειον κρέας εὐχυμώτατον καὶ πάντων
5μάλιστα ἀνθρώποις οἰκειότατον καὶ τροφιμώτατον, διὰ τοῦτο καὶ δυναμικώτατον. γλίσχρον δέ τι καὶ παχὺ ἔχει. πλεο‐ νάζοντος γοῦν ἐν ταῖς ἐδωδαῖς αὐτοῦ ἐμφρακτικὸν ἥπατός τε καὶ νεφρῶν καὶ χρὴ ἐκ μακρῶν διαλειμμάτων τούτου ἀπέχεσθαι. τῶν δὲ μικρῶν χοιρείων κρεῶν ἐὰν ὀλίγῳ καὶ
10συχνῶς, οὐδὲν βλαβήσῃ. φευκτέον δὲ καὶ τὸ τῆς ἐλάφου ὡς σκληρὸν καὶ δύσπεπτον καὶ μελαγχολικὸν, καὶ τὸ τῶν προβάτων ἐκ διαλειμμάτων ὡς περιττωματικώτερον καὶ κακόχυμον. τὸ δὲ ἀρνῶν καὶ ἐρίφων ὁσάκις ἂν βουλη‐ θείης. ἀπὸ δὲ τῶν ἐνύδρων ζώων οἱ πετραῖοι καλούμενοι
15ἰχθύες λυσιτελεῖς σοι γενήσονται προσφερόμενοι αὐτοί· εἰσὶ δὲ ταῦτα κωβίοι, τρίγλαι, σελάχια καὶ τὰ λοιπὰ εὔχυμα. καί τινα τῶν πελαγίων καὶ τὰ μαλακόστρακα, ἀστακοὶ,
πάγουροι, καρκίνοι, κάραβοι, καραβίδες καί τινα τῶν686

19

.

687

ὀστρακοδέρμων. περὶ δὲ τῶν ὀπωρῶν τί χρὴ καὶ λέγειν; οὐδὲ γὰρ ὡς τροφὴ τὰ πλεῖστα μυσὰ ἡμῖν αὐτῶν ἐστὶν, ἀλλ’ ὡς φάρμακα ῥωστικὰ στομάχου τε καὶ γαστρὸς παρα‐ λαμβάνεται. καὶ περὶ μὲν βρώσεως τοσοῦτον. περὶ δὲ πο‐
5μάτων νῦν ἤδη λεκτέον καὶ πρῶτόν γε περὶ οἴνου. τὰ μὲν γὰρ ἄλλα ὑγρὰ ἢ οὐδὲν πρὸς ἀνάτρεψιν συντελοῦσιν ἢ καὶ ἐναντιοῦνται τὰ πλείω. μόνος δὲ ὁ οἶνος δύναται τρέφειν, ἐπειδὴ πάντων ὑγρῶν πλείστην οἰκειότητα ἔχει πρὸς τὰ ἡμέτερα σώματα. ἔχει γάρ τινα καὶ τὸ ἔλαιον καὶ μέλι,
10ἀλλ’ οὐ τοσαύτην, ὅσην ὁ οἶνος. διαφοραῖς δὲ κρίνεται. καὶ πρώτη μὲν αὐτοῦ διαφορὰ ἡ κατὰ χρόαν. δευτέρα δὲ ἡ κατὰ τὴν γευστικὴν ποιότητα. τρίτη ἡ κατὰ τὴν σύ‐ στασιν. τετάρτη ἡ κατὰ τὴν ὀσμήν. πέμπτη ἡ κατὰ τὴν δύναμιν. ἀλλὰ περὶ τούτων κατὰ μέρος διεξιέναι περιτ‐
15τόν. ῥητέον τε ἰδικώτερον ποῖος τῶν οἴνων σοι πρόσφο‐ ρος. ἄλλος γὰρ ἄλλοις λυσιτελεῖ καὶ ἑτέρῳ πάλιν οὐχ ὁ αὐτός. σοὶ δὲ φημὶ συμφέρει τὸ λεπτὸν καὶ λευκὸν καὶ
ὀλιγοφόρον. ὁ γὰρ τοιοῦτος τῶν οἴνων εὐανάδοτός τέ ἐστι687

19

.

688

καὶ λεπτύνει τοὺς ἐν ἡμῖν χυμοὺς καὶ δι’ οὕρων ἐκκρίνει καὶ τὴν δύναμιν ῥώννυσιν. ἀσύμφοροι δὲ οἱ λοιποὶ, ὥσπερ ἐπὶ ἄλλων ὠφέλιμοι.
3
Κεφάλαιον ζʹ.
5
Χρὴ δὲ καὶ περὶ ὕδατος βραχέα προσδιατρῖψαι τοῖς λόγοις. κοινὸν γὰρ τοῦτο καὶ ὑγιαίνουσι καὶ νοσοῦσι παρα‐ μύθιον καὶ ἀναγκαῖόν ἐστι μάλιστα. ἐπεὶ τῶν κοσμικῶν τε καὶ μοναχῶν στοιχείων, ἐξ ὧν ἁπάντων σῶμα τὴν σύστασιν ὅλην, ὂν καὶ αὐτό. διὰ τοῦτο οὖν οὐ παρέργως ῥηθήσεται
10ἡμῖν. τρισὶν αἰσθήσεσι κρίνεται τὸ καθαρώτατον, ὕδωρ, γεύσει, ὄψει καὶ ὀσφρήσει. γεύσει, εἰ μηδεμίαν προσλάβοι ποιότητα, ἀλλ’ ἀκριβῶς ἄποιον φαίνοιτο· ὄψει, εἰ καθαρὸν καὶ εἰλικρινὲς ἢ διαυγὲς ἀκριβῶς· ὀσφρήσει, εἰ μηδὲν αὐ‐ τῷ ἔνεστι ὅσα τοῖς μοχθηροῖς ἐνυπάρχει. ταῦτα γὰρ ὀξύ‐
15τητος ἢ σηπεδόνος ἢ δριμύτητος ἢ ἅλμης ἤ τινος ἄλλης κακίας μετέχει ἀῤῥήτου. χρὴ δέ σοι τὸ ὕδωρ παρὰ πᾶσαν
τὴν δίαιταν καθαρώτατον εἶναι καὶ διυλιστὸν καὶ κοῦφον688

19

.

689

καὶ πηγαῖον. τοῦτο δὲ καὶ ψυχρόν ἐστιν κατὰ τὴν αὑτοῦ φύσιν. εἰ δὲ δὴ καὶ ταχέως ὑποχωροίη τῶν ὑποχονδρίων, μηδὲν ζήτει ἕτερον βέλτιον. καὶ οὐχὶ καθάπερ οἴνων τε καὶ σιτίων καὶ γυμνασίων καὶ ἐγρηγόρσεως καὶ ὕπνων ἄλ‐
5λων ἄλλους ἀπολαύειν προσήκει κατὰ τὰς διαφερούσας ἡλικίας τε καὶ κράσεις, οὕτω καὶ ὕδατος. ἀλλ’ ὅπερ ἄριστον εἴρηται νῦν, τοῦτο πειρᾶσθαι χρῆσθαι καὶ παῖδα καὶ νεα‐ νίσκον καὶ πρεσβύτην, κἂν ὁποιασοῦν φύσεως ἔτυχον. ἐπεὶ δὲ ψυχρὸν ἕτερον μᾶλλον ἑτέρου εὑρίσκεται, διὰ τοῦτο οὐ
10πᾶσιν ἀδιαφόρως χρῆσθαι τοῖς ψυχροπόταις λυσιτελὲς, ἀλλὰ τοῖς μὲν ἀμέτρως θερμοῖς καὶ πιμελώδεσι καὶ πολυ‐ σάρκοις ἢ διὰ τὴν φυσικὴν κρᾶσιν ἢ δι’ ἐπίκτητον καὶ σφοδρῶς γυμναζομένοις καὶ ἔθος ἔχουσιν ἀβλαβὲς, εἰ τοῦ ψυχροῦ πίνοιεν. εἰ δ’ ἄλλως ἔχωνται, ἧττον ἐμφορεῖν τοῦ
15ψυχροῦ. οἱ δέ γε νέοι τὴν ἡλικίαν καὶ πράγμασιν ἀσχο‐ λούμενοι πολιτικοῖς, ὡς μὴ τεταγμένως γυμνάζεσθαί τε καὶ διαιτᾶσθαι, εἰ τοῦ πηγαίου λαμβάνοιεν ἀπεχόμενοι χιόνος.
αὕτη γὰρ κἂν μηδὲν ἐκ τοῦ παραυτίκα τὰ νέα τῶν σωμά‐689

19

.

690

των φαίνοιτο βλάπτουσα, λεληθότως γοῦν κατὰ βραχὺ τῆς βλάβης αὐξανομένης, ἐπὶ προήκοντι τῷ χρόνῳ παρακμαζού‐ σης τε τῆς ἡλικίας, δυσίατα ἢ καὶ παντελῶς ἀνίατα νοσή‐ ματα ἐμποιεῖν πέφυκε, κατά τε νεῦρα καὶ ἄρθρα καὶ σπλά‐
5γχνα. καὶ πάσχει βλαπτόμενον ἐκεῖνο τὸ μέρος τοῦ σώμα‐ τος, ὅπερ ἀσθενέστατόν ἐστι φύσει. ὥστε διὰ ταῦτα δεῖ χρῆσθαί σε τοῖς πηγαίοις καὶ τούτοις διυλισμένοις καὶ πλείω τούτων μεταλαμβάνειν ἢ οἴνου. καὶ περὶ μὲν ὕδατος διὰ βραχέων εἰς τοσοῦτον, καιρὸς δή μοι λοιπὸν καὶ περὶ
10γυμνασίων ἐρεῖν. χρὴ τοίνυν μὴ ὑπὲρ ἀγωνίας γυμνάζειν τὸ σῶμα, ἕως ἂν δηλαδὴ ἡ δύναμις καταβληθῇ. μὴ μὲν πάλιν ἀτελὲς περιλαμβάνειν γυμνάσιον, ὅπερ οὐχ ἱκανὸν διαφορῆσαι τὰ μόρια, ἀλλὰ τὸ ἀναλογοῦν τῇ ἑκάστου δυνά‐ μει ἐπειδὴ γὰρ ἐν τῷ πρός τι τὸ σφοδρὸν, ὡς εἴη ἂν ἡ
15αὐτὴ κίνησις ἑτέρῳ μὲν γυμνάσιον, ἑτέρῳ δὲ οὐ γυμνάσιον. συμφέρων δὲ ἑκάστῳ τὸ εἰθισμένον αἱρεῖσθαι καὶ μὴ τὸ πυκτικὸν ἢ δρομικὸν ἢ τὸ διὰ πάλης ὑπέρχεσθαι. χρήσιμα
δὲ περὶ τοῦ γυμνασίου τρία τὰ πρῶτα. ἐργάζεται μὲν γὰρ690

19

.

691

σκληρότητα τῶν ὀργάνων ἀλλήλοις παρατριβομένων, αὔξη‐ σίν τε τῆς ἐμφύτου θερμότητος καὶ βιαιοτέραν τὴν τοῦ πνεύματος κίνησιν. τούτοις δ’ ἕπεται τἄλλα σύμπαντα κατὰ μέρος ἀγαθὰ τοῖς σώμασι δι’ αὐτῶν ἐγ‐
5γιγνόμενα. τῇ μὲν γὰρ σκληρότητι τῶν ὀργάνων ἡ δυσ‐ πάθεια αὐτῶν καὶ ἡ πρὸς τὰς ἐνεργείας εὐτονία, τῇ δὲ αὐξήσει τῆς θερμότητος ἡ τῶν ἀναδιδομένων ὁλκὴ ἰσχυρὰ καὶ ἡ ἑτοιμοτέρα ἀλλοίωσις καὶ ἡ βελτίων θρέψις καὶ ἡ τῶν περιττωμάτων χύσις, ἐφ’ ᾗ χύσει τὰ μὲν στερεὰ τῶν
10σωμάτων μαλάττεσθαι συμβαίνει, τὰ δὲ ὑγρὰ λεπτύνεσθαι καὶ διαφορεῖσθαι καὶ τοὺς πόρους εὐρεῖς γίνεσθαι. τῇ δὲ τοῦ πνεύματος ἰσχυρᾷ κινήσει ἐκκαθαίρεσθαί τε τοῖς πό‐ ροις ἀναγκαῖον ἔσται καὶ κενοῦσθαι τὰ περιττώματα. ἐπεὶ δὲ ταῦτα ποιεῖ τὰ γυμνάσια, οὐ χαλεπόν ἐστι τὸν καιρὸν
15τῆς χρήσεως ἐξευρεῖν. διότι μὲν γὰρ ἀναδόσεσι συνεργεῖ, οὐ χρὴ πλῆθος ὠμῶν καὶ ἀπέπτων οὔτε σιτίων οὔτε χυ‐ μῶν ἢ κατὰ τὴν κοιλίαν ἢ τὰς μεσαραϊκὰς φλέβας, ἢ καθ’
ἧπαρ ἢ τὰ λοιπὰ ἀγγεῖα περιέχεσθαι, ἐπεὶ κίνδυνος αὐτὰ691

19

.

692

ἐκχυθῆναι πρὸς ἅπαντα τοῦ ζώου τὰ μόρια, πρὶν χρηστὰ γενέσθαι πεφθέντα. διότι δὲ ἐκκαθαίρει τοὺς πό‐ ρους καὶ κενοῖ τὰ περιττώματα, κάλλιον αὐτὰ πρὸ τῶν σί‐ των παραλαμβάνειν. τὰ γὰρ μὴ καθαρὰ τῶν σωμάτων
5ὁπόσων ἂν θρέψῃς, Ἱπποκράτης ἔφη, μᾶλλον βλάψεις. ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον ὡς οὗτος ἄριστός ἐστι γυμνα‐ σίων καιρός. χρὴ δὲ μάλιστα φροντίδα τίθεσθαι, ἐπὶ παν‐ τὸς γυμνασίου ἐν ὑγιεινῷ χωρίῳ ἐπιτελεῖσθαι καὶ ἀέρι κα‐ θαρῷ. ἀρκείτω οὖν καὶ περὶ γυμνασίων ταῦτα. λουτροῖς
10δὲ χρῆσθαι συχνοῖς, εὐκράτοις καὶ ἐπιτόμοις οὐ διὰ τὸ νόσημα, ἀλλὰ διὰ τὸ συνεισβάλλεσθαι ταῦτα τῇ αὐξήσει σου καὶ θρέψει καὶ διαπλάσει. ἄριστος δὲ καιρὸς βαλανείων, ἡνίκα ἡ μὲν χθεσινὴ τροφὴ τελέως ᾖ κατειργασμένη, ὑπο‐ βεβηκυῖα, ἑτέρας δ’ ἐφεδρεύει τροφῆς καιρὸς καὶ ἐν ἥπατι
15καὶ φλέψιν ὡσαύτως. ταῦτα δ’ εἴσεται ὁ προσκαθήμενος καὶ ὁ ἀεί σου φροντίζων ἰατρὸς, τὴν μὲν τῆς γαστρὸς τὴν τελείαν πέψιν ἐκ τῶν διαχωρημάτων, τὴν δὲ τοῦ ἥπατος
καὶ τῶν φλεβῶν ἐκ τῶν κατὰ φύσιν οὔρων. οὐ δεῖ οὖν οὐδὲ692

19

.

693

μετὰ τὴν τροφὴν λούεσθαί σε, ἵνα μὴ ἔμφραξις κατὰ νε‐ φροὺς καὶ ἧπαρ γένηται. φευκτέον δὲ καὶ τὴν ἀπὸ τοῦ βαλανείου εὐθέως τοῦ οἴνου μετάληψιν. κεφαλῆς γὰρ ἅπτε‐ ται οἶνος, ὕδατος εὐκράτου πρότερον μεταλαμβάνων. οὐκοῦν
5οὐδὲ τοῦ ψυχροῦ ὕδατος ἢ οἴνου ἢ ζύθου ἢ ἑτέρας σικέρας πόσις ἀβλαβής ἐστι. βλάπτουσι γὰρ καὶ αὐτὰ σαφῶς τήν τε γαστέρα καὶ τὸ ἧπαρ καὶ τὰ νεῦρα, ἢν οὐ τῇ κράσει, ἀλλὰ τῇ θίξει. συμφέρον δέ σοι καὶ τὸν μὴ εὐθέως τῇ ἐκ τῶν ὕπνων ἐξαναστάσει λούεσθαι, χρῆσθαι δὲ πρότερον
10κινήσει, ἔστιν ὅτε καὶ γυμνασίῳ συμμέτρῳ. τὰ γὰρ σύμ‐ μετρα γυμνάσια καὶ κατ’ ἄλληλα καὶ πρόσφορα τῇ φύσει σου καὶ τὴν πέψιν καὶ αἱμάτωσιν καὶ θρέψιν ἐργάζεται βελτίονα, διὰ τοῦτο οὖν καὶ συνεργὰ εἰς τὴν εὐτροφίαν καὶ δύναμιν καὶ εἰς τελείαν ἐνέργειαν τῆς τρίτης πέψεως. ἀρκείτω
15οὖν καὶ περὶ τούτων ταῦτα.
15
Κεφάλαιον ηʹ.
Εἰ δ’ αἰφνιδίως ἐπιγένηταί σοι ἡ νεφρῖτις, εἰ μὲν
νεωστὶ βεβρωκὼς εἴης καὶ ναυτίας ὑφιστάμενος, ἐξέμει693

19

.

694

πάντα ἢ φυσικῶς ἢ τεχνικῶς, ὡς τῷ ἰατρῷ σου δο‐ κεῖ καὶ εἰς ὕπνον ἑαυτὸν ἐπίτρεπε. εἰ δὲ σκύβαλα παλαιὰ ὑποπτεύεις εἶναι εἰς τὴν κάτω γαστέρα, κενώσεις ταῦτα διὰ κλυστῆρος, εἰ μή τι κωλύει, εἰ δ’ ἀκαρτερήτως ὀδύνης,
5εἰς θερμὸν σαυτὸν ἐμβίβαζε ὕδωρ. πλὴν μὴ καταχρῶ τού‐ τῳ, ὡς ἀνώτερον εἰρήκαμεν. ἡ γὰρ τοῦ θερμοῦ κατάχυσις παρηγορεῖ μὲν ποσῶς τὰς ὀδύνας, ἐκλύει δὲ τὰς ἐν ἡμῖν δυνάμεις, δι’ ὧν ἀποτρίβεται πᾶν νοσοποιὸν καὶ ἄχρηστον. μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰ ἐνέματα δεῖ πυριᾷν καὶ κα‐
10ταπλάττειν τὰ πάσχοντα μόρια τοῖς προσφόροις τῇ φύσει φαρμάκοις. εἰ δέ τι ἐστήρικται ἐν τῷ νεφρῷ ὁ λίθος, λαμ‐ βάνειν ὄξος, σάκχαρ καὶ ὄξος σκιλλητικὸν καὶ τὰ ἁπλῶς θρυπτικὰ τῶν λίθων, οἷον ἀγρωστέως ῥίζης ἀφεψήματα, δαμασωνίου, ἀδιάντου, τριχομανοῦς καὶ τῶν ὁμοίων. εἰ δὲ
15καὶ ταῦτα ἀπρακτήσουσι, χρῶ τοῖς διαιρετικοῖς τῶν λίθων ὡς τῶν σπαράγων τῶν βασιλικῶν αἱ ῥίζαι, βδέλλον τὸ ἀπὸ τῆς Ἀραβίας, ἀλθαίας σπέρμα, λιθόσπερμον, βετονίκη, σαξί‐
φραγος, γλήχων, καππάρεως ῥίζα τοῦ Αἰγυπτίου καὶ τῶν694

19

.

695

σικύων τῶν ἡμέρων τὰ σπέρματα καὶ τὰ τούτοις παραπλή‐ σια. εἰ δὲ διά τι καὶ ταῦτα ἀποτύχωσι, χρῶ τοῖς κατὰ κράτος διαιροῦσι. κατὰ κράτος δὲ διαιρεῖ λίθος Ἰουδαϊκός. καὶ εἰ μὲν ἐν τῷ νεφρῷ ἐστήρικται, χρῶ τῷ ἀῤῥενικῷ, εἰ
5δὲ ἐν τῇ κύστει καὶ διὰ μέγεθος οὐκ ἐκκρίνεται, χρῶ τῷ θηλυκῷ. ὁ γὰρ ἄῤῥην τοὺς ἐν νεφροῖς θρύπτει, ὁ δὲ θῆ‐ λυς τοὺς ἐν κύστει. καὶ ὕελος κεκαυμένη καὶ ὁ Καππαδοκι‐ κὸς λίθος καὶ τὸ τῶν παλιούρων σπέρμα καὶ ταῦτα κατὰ κράτος διαιροῦσιν. εἰ δὲ χυμὸς παχὺς ἐν τῷ σώματι ἔνεστι
10καὶ χρεία ἐστὶ κενώσεως οὔρων παχέων, οὖρα παχέα ἄγουσι σκολύμου ῥίζαι, ἐρυθρίδανον καὶ τὰ παραπλήσια. εἰ δὲ καὶ συχνῶν οὔρων χρεία. συχνὰ μὲν οὖν κενοῦσιν οὖρα ἄκο‐ ρον, σταφυλῖνος, ἄσαρ, ἄμμι καὶ ὅμοια. εἰ δὲ ἡ φύσις κατά τι ὀκλάσει εἰς τὴν τῶν οὔρων ἀπόθεσιν, διεγερτικὰ τῆς φύ‐
15σεώς ἐστι, σκόρδιον, χαμαιδάφνη, ἀσπάραγοι τῆς βρυωνίας καὶ τὰ τούτοις ἰσοδύναμα. τὰ δὲ διουρητικὰ ὡς ἀγῶνα ἄθετον τοῖς λίθοις ἔχουσιν. ἐπεὶ εἰ μὲν κρᾶσις τῶν διου‐
ρητικῶν δριμεῖα καὶ διὰ τοῦτο θερμὴ καὶ ξηρὰ καὶ προσέτι695

19

.

696

συνακτική τε καὶ διακριτικὴ συναγόμενον τοῦ ὀῤῥώδους. ὅσα δὲ τὰς ἐν αὐτοῖς πυρώδεις συστάσεις οὐκ ἔχει ἐπιτή‐ δεια, τμητικὰ μὲν γὰρ ἱκανῶς ὑπάρχει, θερμότητος δὲ ἥκι‐ στα μετέχει. συνίστησι γὰρ ἀποξηραίνουσα τὸν πῶρον ἡ
5θερμότης, οὐ τέμνει καὶ διαιρεῖ. τὰ δὲ ἧττον θερμὰ μετὰ τοῦ τέμνειν δύνασθαι βελτίω, καθάπερ τὰ προῤῥηθέντα. τὰ δὲ διουρητικά ἐστι θερμὰ καὶ ξηρὰ καὶ δριμέα καὶ διὰ τοῦτο διακριτικὰ μὲν τοῦ ὀῤῥώδους αἵματος, συνακτικὰ δὲ τοῦ παχέος καὶ διὰ τοῦτο ἄθετα τοῖς λιθιῶσιν. εἰ δὲ ὡς
10ποδηγήταις καὶ ὀχηματικοῖς χρησόμεθά ποτε, ὀνίνασι. μετὰ δὲ τὴν τοῦ λίθου ἔκκρισιν χρῶ τοῖς καταλλήλοις κατακε‐ ραστικοῖς διὰ τὴν ἐκ τῆς παρ’ ὅλου τοῦ λίθου ὁδοῦ δῆξιν καὶ τραχύτητα καὶ ζέσιν καὶ μᾶλλον εἰ μέγας εἴη καὶ χω‐ νιώδης. μετὰ δὲ τὸ ἀκρατότατον εἶναι τὸ σῶμά σοι, διὰ
15τῶν προειρημένων κατακεραστικῶν χρῶ τοῖς προφυλακτικοῖς ἔνδοθέν τε καὶ ἔξωθεν. ταῦτα δὲ μὴ μόνον τὸ τέλειον
ἀξιῶσιν, ἐν ὅσῳ δὲ προφυλάττῃ, χρῶ τοῖς καταλλήλοις καὶ696

19

.

697

προσφόροις ἐν τροφαῖς καὶ πόμασι καὶ ὅσα πέψαι δύνῃ. ἐκ γὰρ τῶν καταλλήλων τῇ φύσει σου τροφῶν καὶ ποσέων καὶ βαλανείων καὶ γυμνασίων καὶ τῶν ὁμοίων ῥωννύονται αἱ δυνάμεις, ὥσπερ ἐκ τῶν ἐναντίων καταβάλ‐
5λονται. διὰ τὸ ἀξίωμα τῶν δυνάμεων χρεία τῶν ὁμοίων. τούτων γὰρ ἐῤῥωμένων οὐσῶν ἀποτρίβεται πᾶν νοσοποιὸν καὶ ἄχρηστον. ταῦτα δὲ βραχέα οὐκ εἰς διδασκαλίαν, ἀλλ’ εἰς μικρὰν ὑπόμνησιν ὁ δοῦλός σου προσφέρω. τὴν γὰρ τελείαν πάντων κατάληψιν οἱ παλαιότατοι τῶν σοφῶν ἤσκη‐
10σάν τε καὶ ἐξέθεντο. ὁ δὲ προκαθήμενος καὶ ἀεί σου φρον‐ τίζων ἰατρὸς καὶ σύνδουλός μου καὶ ταῦτα καὶ τὰ τῶν πα‐ λαιῶν καὶ τὰ τῆς φύσεώς σου πλεῖον ἐμοῦ τε καὶ ἄλλων, ὅσον εἰς ἀνθρωπίνην δύναμιν εὗρεν, ἐξ ὧν ἐδιδάχθη καὶ ἐξευρεῖν δυνηθείη διὰ τὴν ἀκριβῆ τῆς φύσεώς σου κατά‐
15ληψιν. ὥστε μόνῳ τούτῳ καὶ σεαυτῶν ἀνάθου. φροντιεῖ γάρ σου ἐπὶ θεῷ μάρτυρι, εἴπερ τις ἄλλος. ὁ γὰρ εἰδὼς τὸ κυρίως κατὰ φύσιν, ταχύτερον τῶν ἄλλων εἴσεται καὶ
τὸ παρὰ φύσιν. ἐβουλόμην λογικὰ περὶ ὀλίγων γράφειν,697

19

.

698

ἀλλ’ ἐν ἑτέρῳ ταμιευθήσεται. οὐ γὰρ τοῦ νῦν καιροῦ ταῦτα, οἷόν τινες τῶν λιθιώντων θεραπεύονται καί τινες οὔ. καὶ ἆρα αἴτιος ὁ λίθος ἢ νόσος ἢ σύμπτωμα. καὶ εἰ αἴτιον ἢ προκαταρκτικὸν, ἢ προηγούμενον ἢ συνεκτικὸν καὶ
5ὁμοιομεροῦς ἢ ὀργανικῶν ἢ κοινοῦ. εἰ νόσημα ὁμοιομερὲς ἢ ὀργανικὸν ἢ κοινόν. εἰ σύμπτωμα βλάβη ἐστὶν ἐνεργείας ἢ ἐκκρινόμενον ἢ ἐπεχόμενον. εἰ διάθεσίς τις ἢ ἄμφω αὐ‐ τῷ συμβέβηκεν, ὡς καὶ αἴτιον καὶ νόσον καὶ σύμπτωμα
εἶναι.698