TLG 0530 043 :: Pseudo–GALENUS :: De optima secta ad Thrasybulum liber

Pseudo–GALENUS Med.
(p. A.D. 2)

De optima secta ad Thrasybulum liber

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 1. Leipzig: Knobloch, 1821 (repr. Hildesheim: Olms, 1964): 106–223.

Citation: Volume — page — (line)

1

.

106

(t1)

ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΘΡΑΣΥΒΟΥΛΟΝ
t2ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΑΙΡΕΣΕΩΣ.
1 Κεφ. αʹ. Ἕκαστον τῶν ἰατρικῶν θεωρημάτων, καὶ καθόλου πᾶν θεώρημα, πρῶτον μὲν ἀληθὲς εἶναι δεῖ, εἶτα χρήσιμον, εἶτ’ ἀκόλουθον ταῖς ὑποτεθείσαις ἀρχαῖς. ἐκ γὰρ τῶν τριῶν τούτων τὸ ὑγιὲς θεώρημα κρίνεται, ὡς, ἐάν τι
5τῶν εἰρημένων τῷ θεωρήματι μὴ προσῇ, οὐδὲ θεώρημα τοῦτο τὴν ἀρχὴν ἂν εἴη ῥητέον. ἐπειδὴ γὰρ αἱ τέχναι ἐκ θεωρημάτων εἰσὶ, καὶ τούτων οὐχ οἵων ἔτυχεν, ἀλλὰ πρῶ‐ τον μὲν σύστημά τι δεῖ ἔχειν τὰς καταλήψεις, εἶτα καὶ
πρὸς χρήσιμόν τι φέρειν, διὰ τοῦτ’ ἀναγκαῖόν ἐστι, πᾶν106

1

.

107

θεώρημα καὶ ἀληθὲς εἶναι, καὶ χρήσιμον, καὶ ἀκολουθίαν τινὰ ἔχειν, οὐ μόνον περὶ τὰς ὑποτεθείσας ἀρχὰς, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ θεωρήματα. καθ’ ὅσον μὲν γὰρ ὑπὸ κατάληψιν πίπτει πᾶν θεώρημα, ἀληθὲς αὐτὸ ὑπάρχειν δεῖ·
5ψευδῶν γὰρ οὔκ εἰσι καταλήψεις. καθ’ ὅσον δὲ πρός τι τέλος συντείνει εἰς τὸν βίον φέρον, δεῖ ἕκαστον τῶν θεωρη‐ μάτων χρήσιμον εἶναι καὶ ἀναγκαῖον. τὸ δὲ σύστημα τῶν καταλήψεων πρὸς τὴν ἄλληλα συμφωνίαν τῶν θεωρημάτων, καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν ἐπιζητεῖν δεῖ. ἐπεὶ δὲ
10ὥσπερ ὑπὸ ἕνα ἄρχοντα τὸ σύστημα νοεῖται τῶν ἀρχομένων, οὕτω καὶ πρὸς τὴν ὑποτεθεῖσαν ἀρχὴν τὸ θεώρημα ἀναφέ‐ ρεται. διὰ τοῦτο πᾶν θεώρημα ἀληθὲς καὶ χρήσιμον καὶ ἀκόλουθον εἶναι δεῖ. εἰ δὲ τοῖς τρισὶ τούτοις πᾶν θεώρημα τεχνικὸν κρίνεται, δῆλον ὅτι καὶ τὰ ἰατρικὰ θεωρήματα τοῖς
15αὐτοῖς τούτοις κρίνοιντο ἄν. δεῖ τοίνυν, ἐπειδήπερ ἀεὶ μήτε τὸ ἀληθὲς ὁποῖόν τί ἐστι, καὶ ὅπως ἂν κρίνοιτο, πρόδηλον
ὑπάρχει, μήτε τὸ χρήσιμον, μήτε τὸ ἀκόλουθον, εὐκατά‐107

1

.

108

ληπτά ἐστι, γνωρίσματα τούτων τινὰ καὶ κριτήρια πρὸ τῶν ἄλλων παραδοῦναι. Κεφ. βʹ. Τὸ μὲν οὖν ἀληθὲς κρίνεται τῇ τοῦ λόγου συμφωνίᾳ πρὸς τὰ ὑποκείμενα. ἀλλ’ ἐπεὶ τῶν ὑποκειμένων ἃ
5μὲν φαίνεται, ἃ δὲ κρύπτεται, καὶ τῶν φαινομένων ἃ μὲν εἰσὶν ἐξ αὐτῶν καταληπτὰ, ὡς τὸ λευκὸν καὶ τὸ μέ‐ λαν, ἃ δ’ οὐκ ἐξ αὐτῶν, ἀλλ’ ἐξ ἑτέρων ἐστὶ καταληπτὰ, ὡς τὰ διὰ σημείων καταλαμβανόμενα· πάλιν δ’ αὖ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστι καὶ λέγεται, ὡς τὰ δὶς
10δύο τέτταρα, ἃ δὲ διὰ ἀποδείξεως καταλαμβάνεται, ὡς τὸ, ᾧ ἐστιν εὖ καὶ κακῶς χρήσασθαι, καὶ τὰ ἑξῆς· δεῖ ἐπαναφέρειν ἀεὶ τὸν λόγον καὶ τὸ θεώρημα ἐπὶ τὸ εἶδος τοῦ ὑποκειμένου πράγματος, περὶ οὗ ἐστι καὶ ὁ λόγος, ἢ ἐφ’ ᾧ γέγονε τὸ θεώρημα. καὶ ἐὰν μὲν περί τινος τῶν
15φαινομένων ᾖ, πρὸς ἐκεῖνο ἁρμόζειν· ἐὰν δὲ περί τινος τῶν κεκρυμμένων, σκοπεῖν χρὴ, εἰ σύμφωνόν ἐστί τινι τῶν κε‐ κρυμμένων. κρίσεις δὲ τῶν φαινομένων καὶ τῶν κεκρυμμέ‐
νων διάφοροι. ὅσα μὲν γὰρ τῶν φαινομένων ἐξ ἑαυτῶν108

1

.

109

ἐστι καταληπτὰ, αἰσθήσει κρίνεται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν. ὅθεν καταγελᾷν δεῖ τῶν ἰατρῶν, ὅσοι τὴν τῶν φαι‐ νομένων κρίσιν οὐχὶ τοῖς αἰσθητηρίοις, ἀλλ’ ἀποδείξει τινὶ πειρῶνται ποιεῖσθαι· ὥσπερ ἀμέλει καὶ Ἀσκληπιάδης περὶ
5τῶν ἐπιπεφυκότων τῇ καρδίᾳ ὑμένων διαλεγόμενος Ἐρασί‐ στρατον πεπλανᾶσθαί φησιν· Ἡρόφιλον γὰρ πολλὰ ἀνα‐ τετμηκότα μὴ ἑωρακέναι, παρὸν αὐτὸν ἐπὶ τὴν τῶν φαι‐ νομένων ἐξέτασιν κατὰ τὸ προσῆκον ἐλθόντα ἀποφήνασθαι περὶ τοῦ πράγματος, καὶ μὴ δόξαις ἠλιθίαις ἀποπιστεῦσαι.
10τῶν τοίνυν φαινομένων, ὅσα οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται, κριτήρια, ὡς ἔφην, ἐστὶ τὰ αἰσθητήρια. τῶν δὲ φαινομένων μὲν, μὴ ἐξ ἑαυτῶν δὲ, ἀλλ’ ἐξ ἑτέρων καταλαμβανομένων, κριτήριόν ἐστιν ἡ συμπαρατήρησις. λέγω δὴ τῶν διὰ ση‐ μείων καταλαμβανομένων. πάλιν αὖ τῶν κεκρυμμένων, ὥσπερ
15πλείους αἱ διαφοραὶ, οὕτω καὶ τὰ κριτήρια διάφορα. ἐπὶ δὲ τῶν κεκρυμμένων ἃ μὲν ἐναργῆ ἐστιν, ὡς τὸ ἀδύνατόν ἐστι τὸν αὐτὸν ἄνθρωπον ἅμα ἐν Ἀθήναις τε εἶναι καὶ ἐν
Αἰγύπτῳ, ἃ δὲ δι’ ἀποδείξεως καταλαμβάνεται. τῶν μὲν109

1

.

110

ἐναργῶν ἐπίκρισις ἡ κοινὴ πάντων ἀνθρώπων ἔννοια· τῶν δὲ δι’ ἀποδείξεως καταλαμβανομένων ἐπίκρισις ἡ πρὸς τὰ ὁμολογούμενα συμφωνία. σχίζεται δ’ αὖ πάλιν ἡ τοῦ ὁμο‐ λογουμένου ἐπίκρισις εἰς πλείονα. ἤτοι γὰρ τῇ πρὸς τὰ
5φαινόμενα τὸ ὁμολογούμενον κρίνεται, ἢ τῇ πρὸς τὰ ἐναργῆ, ἢ τῇ πρὸς τὰ ἀποδεδειγμένα. πῶς μὲν οὖν δεῖ κρίνειν τὸ ἀληθές τε καὶ τὰ φέροντα πρὸς τὴν τοῦ ἀληθοῦς κρί‐ σιν, εἴρηται. Κεφ. γʹ. Ἑξῆς δὲ περὶ τοῦ χρησίμου θεωρήματος ῥη‐
10τέον. κρίνεται τοίνυν τὸ χρήσιμον θεώρημα τῇ πρὸς τὸ τέλος τῆς τέχνης ἀναφορᾷ. δεῖ δὲ αὐτὸ πρῶτον μὲν κατα‐ ληπτὸν εἶναι. ἐὰν γὰρ ἀδύνατον ᾖ, ὡς τὸ, τοῦ ἱπποκεν‐ ταύρου χολὴ λύει τὴν ἀποπληξίαν, διότι ἀκατάληπτόν ἐστι, διὰ τοῦτο γίνεται ἄχρηστον. εἶτα δεῖ τὴν κατάληψιν αὐτοῦ
15μὴ κοινὴν πρὸς τοὺς ἰδιώτας ὑπάρχειν, ἀλλ’ ἰδίαν τῶν τεχνιτῶν. διὰ τοῦτο γάρ τοι φαμὲν ἡμεῖς πεπλανῆσθαι τοὺς οἰομένους ἀρχὴν τῆς τέχνης τὰ φαινόμενα εἶναι. οὔτε
γὰρ συνέστηκεν ἐκ τῶν φαινομένων ἡ τέχνη, οὔθ’ ἡ παρά‐110

1

.

111

δοσις τῆς τέχνης ἀπὸ φαινομένων γίγνεται. οὐδεὶς γὰρ τὰ φαινόμενα παραδίδωσιν, ἀλλὰ τὰ ἐπὶ τοῖς φαινομένοις θεω‐ ρήματα, ἅπερ οὐ φαίνεται. ταῦτ’ οὖν καὶ ἀρχὴ τῆς τέχνης, εὐλόγως ἄν τις εἴποι. τὰ ἐπὶ τοῖς φαινομένοις λέγω θεω‐
5ρήματα, δηλονότι ἀρχὴ τῆς παραδόσεως τῆς τέχνης ἀπὸ φαι‐ νομένων γίνεται. εἰ γάρ τοι φαίη τις τὰ φαινόμενα τῆς τέχνης ἀρχὴν εἶναι, λήσεται ἑαυτὸν οὐδὲν διαφέρειν οἰόμενος τέχνην ἀτεχνίας. ἐπειδὴ γὰρ ἡ τῶν φαινομένων κατάληψις ὁμοία ἐστὶ τεχνίτῃ τε καὶ ἰδιώτῃ, δῆλον ὡς
10κατὰ τοῦτο οὐδὲν πλέον ὁ τεχνίτης ἔχων τοῦ ἰδιώτου ἔσται, ἀλλ’ οὐδὲ τέχνην ἔχων, εἴπερ τῶν αὐτῶν καὶ ἡ αὐτὴ κα‐ τάληψίς ἐστι τεχνίτῃ τε καὶ ἰδιώτῃ. ἀρχὴ μὲν οὖν εὑρέσεως τῶν θεωρημάτων τὰ φαινόμενα λέγοιτ’ ἂν δικαίως· τῆς δὲ τέχνης ἀρχὴ τὰ φαινόμενα οὐκ ἔστιν. ὡς γὰρ τὰ
15ἴχνη τοῦ λαγωοῦ εὑρέσεως ἄν τις ἀρχὴν εἴποι εὐλόγως, ἀρ‐ χὴν δὲ τοῦ λαγωοῦ οὐκ ἄν τις εἴποι νοῦν ἔχων· οὐδὲ γὰρ συνέστηκεν ἐκ τῶν ἰχνῶν ὁ λαγωός· οὕτω καὶ τὰ φαινόμενα
ἀρχὴν τῆς εὑρέσεως τῶν θεωρημάτων καλῶς ἄν τις εἴποι,111

1

.

112

ὅτι ἀπὸ τούτων ὁρμηθέντες οἱ συστησάμενοι αὐτὴν συνεστή‐ σαντο, τῆς δὲ τέχνης οὐκ ἔτι. δεῖ γὰρ ἀναφέρειν τὰς ἀρ‐ χὰς ἐπὶ τὴν ποιότητα ἐκείνου, οὗπερ εἰσὶν αἱ ἀρχαί. καὶ τῆς τέχνης οὖν τὰς ἀρχὰς μὴ φανερὰς εἶναι τοῖς ἰδιώταις
5προσήκει, οὐδὲ γὰρ αἱ τέχναι πᾶσαι πρόδηλοί εἰσιν αὐτοῖς, εἶτα δὲ καὶ ἀρχαὶ τῶν τεχνῶν παραδίδονται, τὰ δὲ φαινό‐ μενα οὐ παραδίδονται. διόπερ οὐκ ἄν τις εὐλόγως τὰ φαι‐ νόμενα τῆς τέχνης ἀρχὴν εἴποι. Κεφ. δʹ. Συνίσταται γὰρ τὰ θεωρήματα ἤτοι ἐπὶ
10τοῖς φαινομένοις, ἢ ἐπὶ τοῖς ἐξ ἑτέρων καταλαμβανομέ‐ νοις, ἢ ἐπὶ τοῖς προαποδεδειγμένοις, ἢ ἐπὶ τοῖς ἐναρ‐ γέσιν, κατὰ τοιοῦτόν τινα τρόπον. ἐπὶ μὲν τοῖς φαινομέ‐ νοις οὕτως. ἐντυχών τις πλείοσι καρδιοτρώτοις ἀποθνήσκου‐ σιν, ἐζήτησε τοῦ θανάτου τὴν αἰτίαν. λογιζόμενος οὖν
15εὕρισκε μήτε δι’ ἔνδειαν δυνάμεως, μήτε δι’ ἀπορίαν ὕλης βοηθημάτων ἀποθνήσκοντας, ἀλλὰ διὰ τὴν ἐπίκαι‐ ρον χρείαν τοῦ μέρους. ἐπιγνοὺς οὖν, ὅτι ἄνευ τῆς τοῦ
μέρους τούτου ἐνεργείας καὶ τῆς περιγινομένης ἀπ’ αὐτοῦ112

1

.

113

τῷ σώματι χρείας σώζεσθαι τὸ ζῶον οὐ δύναται, συνθείς τε τῷ λογισμῷ τὰ ἐπὶ τῶν φαινομένων εὑρημένα, πεποίηκε τοῦτο τὸ θεώρημα· εἴ τίς ἐστι καρδιότρωτος, ἐκεῖνος ἀπο‐ θανεῖται. τὸ οὖν κατ’ ἀκολουθίαν τῶν φαινομένων τῷ λο‐
5γισμῷ εὑρεθὲν καὶ καθολικῶς ἐξενεχθέν ἐστι θεώρημα. μᾶλλον δ’ ἐπὶ τοῖς φαινομένοις συνίσταται τὸ θεώρημα, ὡς ἀπὸ τῶν φαινομένων ἐν τῇ φλεγμονῇ· εἴ τις φλεγμονὴν ἔχει, ἐκεῖνος ὄγκον ἔχει ἀντίτυπον, σφυγματῶδες ἄλγημα ἐπιφέ‐ ροντα. γίνεται οὖν τὰ φαινόμενα ἀρχὴ εὑρέσεως τῶν θεω‐
10ρημάτων. τὰ δὲ θεωρήματα ἐπὶ τοῖς φαινομένοις κατ’ ἀκο‐ λουθίαν εὑρεθέντα ἀρχὴ συστάσεως τέχνης. καὶ ἐπὶ μὲν τοῖς φαινομένοις κατὰ τοιοῦτόν τινα τρόπον συνίσταται τὸ θεώρημα. ἐπὶ δὲ τοῖς ἐξ ἑτέρων καταλαμβανομένοις τὸ θεώρημα οὕτω συνίσταται· εἴ τινι τάδε τὰ συμπτώματά
15ἐστιν, ἐκεῖνος ἐν πλήθει αἵματός ἐστιν. ᾧ τάδε παρέπεται, ἐκείνῳ ἧπαρ, ἢ νεφρὸς, ἤ τι τοιοῦτον ἔπαθεν. ἐπὶ δὲ
τοῖς προαποδεδειγμένοις οὕτω συνίσταται τὸ θεώρημα. ἀπο‐113

1

.

114

δειχθέντος γὰρ τοῦ ὅτι πέψις ἐστὶ, καὶ τὰ πεπτόμενα χεῖ‐ ταί τε καὶ ὑγραίνεται, ἔπειτα οὕτως ἀναδίδοται, καὶ ὅτι οἱ νοσοῦντες δέονται τῶν μὴ πολλῆς κατεργασίας δεομένων τρο‐ φῶν, ἐπὶ τούτοις γίγνεται τὸ θεώρημα τοῦτο· αἱ ὑγραὶ
5δίαιται πᾶσαι τοῖσι πυρεταίνουσι συμφέρουσιν. ἐπὶ δὲ τοῖς ἐναργέσιν οὕτω, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον, καὶ οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο ἀγαθὸν οὐδὲν, ὅ τι ἂν μᾶλλον τῆς φύσεώς ἐστι. καὶ ὅκου πλησμονὴ τίκτει νοσήματα, κένωσις ἰῆται. ἐναργοῦς γὰρ ὄντος, ἐφ’ ὧν μὲν,
10ὅτι τῶν ὑπὲρ τὴν δύναμιν, ἐφ’ ὅτι τοῦ ποιοῦντος περιαι‐ ρεθέντος, οὐκ ἂν γένοιτο τὸ γιγνόμενον, συνετέθη τὰ εἰρη‐ μένα θεωρήματα. ἔστι δὲ πᾶν θεώρημα καθολικόν τε καὶ βέβαιον. πεπλάνηνται οὖν οἱ τὴν τέχνην στοχαστικὴν εἶναι λέγοντες, διότι στοχαστικὰ ἔχει τὰ θεωρήματα. οὐ γὰρ ἀπὸ
15τοῦ θεωρήματος στοχαστικὴ λέγεται, ἕστηκε γὰρ ταῦτα, ἀλλ’ ἀπὸ τῆς πράξεως, καὶ τῆς τῶν ἰατρευόντων ἐνεργείας. αὐτὴ γὰρ ἄστατον ἔχουσα τὴν ἐπιτυχίαν, στοχαστικὴν τὴν τέχνην
ποιεῖ, ἐπεὶ τὰ θεωρήματα ἁπασῶν τῶν τεχνῶν ὁμοίως βέβαιά114

1

.

115

τέ ἐστι καὶ ἑστηκότα. παρὰ δὲ τὸ μὴ βεβαίους εἶναι τῶν τεχνῶν ἁπασῶν τὰς ἐπιτυχίας, στοχαστικαί τινες τῶν τεχνῶν εἶναι λέγονται, ὅσαι ἄστατον ἔχουσιν, ὡς ἔφην, τὴν ἐπιτυ‐ χίαν. ἐπειδὴ δὲ τὸ χρήσιμον τῇ πρὸς τὸ τέλος ἀναφορᾷ
5ἔφαμεν δεῖν κρίνεσθαι, ἀναγκαῖον ἂν εἴη ὑποδεῖξαι τὸ τῆς τέχνης τέλος, ἵνα, προδήλου τούτου γεγονότος, πρόδηλον ᾖ, ἐφ’ ὅπερ χρὴ ἀναφέροντα κρίνειν τὸ χρήσιμον. Κεφ. εʹ. Τῶν τεχνῶν τοίνυν αἱ μὲν ποιητικαὶ τῶν οὐκ ὄντων εἰσὶν, ὡς ἡ ναυπηγικὴ, αἱ δὲ συντηρητικαὶ τῶν γεγονό‐
10των, ὡς ἡ κυβερνητικὴ, αἱ δὲ ἀμφότεραι, ὡς ἡ οἰκοδομική. ἐπὶ μὲν οὖν τῶν ποιουσῶν ἢ συντηρουσῶν τεχνῶν εἷς τρόπος ἐστὶ τῆς ἐπιτυχίας. διὰ τοῦτο ἁπλῆ ἐστιν ἡ τοῦ χρησίμου κρίσις· ἐπὶ δὲ τῶν ποιουσῶν τε καὶ συντηρουσῶν οὐκ εὐχερές. οὐ γὰρ δεῖ ἄχρηστον νομίζειν τὸ μὴ φέρον ἐπὶ συντήρησιν, ἀλλὰ πολυ‐
15πραγμονεῖν, εἰ συντελεῖ τι πρὸς τὸ ποιῆσαι τὸ μὴ ὄν. ἰατρικὴ τοί‐ νυν τῶν ποιουσῶν καὶ συντηρουσῶν ἐστιν· οὐ μέντοι χρὴ ὑπολαβεῖν
διπλοῦν εἶναι τῆς τέχνης τὸ τέλος, τό τε μὴ ὂν ποιῆσαι, οἷον115

1

.

116

τὴν ὑγείαν καὶ τὸ ὑπάρχον αὐτῆς διαφυλάξαι. διὰ γὰρ τῶν αὐτῶν, φασὶ, ῥημάτων ποιοῦσα τὴν ὑγείαν, καὶ συντηροῦσα, διπλοῦν ἂν ἔχοι τὸ τέλος. εἰ μὲν οὖν φανερῶς μὴ ἦν τὰ αὐτὰ θεωρήματα, ἐπ’ ἄμφω τὰ τέλη ἄγοντα, διαφερόντων
5καὶ τῶν τελῶν, διάφοροι ἂν ἦσαν καὶ αἱ τέχναι, καὶ δύο ἰατρικαί· ἐπεὶ δὲ τὰ μὲν αὐτὰ θεωρήματα, οἱ δὲ σκοποὶ διαφέρουσι, μία οὖσα τέχνη διαφέροντας ἂν ἔχοι τοὺς σκο‐ πούς. ἀγνοοῦσι δ’, ὅτι ὁ μὲν σκοπὸς τῆς τέχνης εἷς ἐστιν ἡ ὑγεία, καὶ τὸ τέλος ἓν τὸ τυχεῖν ὑγείας, οἱ δὲ τρόποι
10τῆς ἐπιτυχίας διαφέροντες. οὐκ ἐξαλλάττεται οὖν ὁ σκοπὸς, οὐδὲ τὸ τέλος παρὰ τὸν τρόπον τῆς ὑγείας. ἐπιστήμονες γὰρ ἡμεῖς ὄντες τῶν βλάπτειν πεφυκότων, ὅπου μὲν τὰ βλάπτοντα περιαιροῦντες, περιποιοῦμεν τὴν ὑγείαν, ὅπου δ’ ἐκκλίνοντες, συντηροῦμεν αὐτήν. τὸ χρήσιμον τοίνυν ἐν
15ἰατρικῇ δεῖ κρίνειν, σκοποῦντας, ὁτὲ μὲν, εἰ πρὸς τὸ ποιῆσαι τὴν ὑγείαν φέρει, ὁτὲ δὲ, τὸ συντηρῆσαι. Κεφ. ϛʹ. Τὸ δ’ ἀκόλουθόν τινες μὲν τῇ συνυπάρξει
κρίνεσθαι οἴονται, ἀγνοοῦντες, ὅτι πολλὰ μὲν συνυπάρχει116

1

.

117

ἀλλήλοις, οὐ μὴν ἀκολουθία τις ὁρᾶται ἐν αὐτοῖς· ὥσπερ φαμὲν καὶ τὸ ἡμέραν εἶναι συνυπάρχειν, καὶ τὸ ἀνα‐ πνεῖν, οὐ μὴν ἀκολουθία ἐστὶν αὐτῷ. οὐ τῇ συνυπάρξει τοίνυν κριτέον τὴν ἀκολουθίαν, ἀλλ’ οὗ ἀνασκευαζομένου, ἐξ
5ἀνάγκης τι συνανασκευάζεται, καὶ τιθεμένου τίθεται, ἐκείνῳ ἐκεῖνο ἀκόλουθον ἡγητέον εἶναι. καὶ καθόλου δὲ κατὰ συνάρ‐ τησιν συνημμένα κρίνοντι ἐπικρίσει κριτέον, ἐφ’ ὧν ἂν δέοι ἐπίκρισιν ἀκόλουθον ποιήσασθαι. πρὸς μὲν οὖν ἐνίων λόγων ἐπίκρισιν ἀναγκαία ἐστὶν ἡ ἀκολουθία ἐπιζητουμένη. εἰ δὲ
10καὶ πρὸς τὴν τῶν ἰατρικῶν θεωρημάτων κρίσιν συμβάλοιτο, ἔσως ἄν τις ἐπιζητοῖ. οὐ γὰρ ἐπαρκεῖ ἐπιγνῶναι, εἰ ἰατρι‐ κόν ἐστι θεώρημα τὸ χρήσιμόν τε καὶ ἀληθὲς ὑπάρχον, ἀλλ’ οὐδὲν ἧττον ἔχεσθαι ἀεὶ τοῦ ἀκολούθου δεῖ. Κεφ. ζʹ. Ἐπεὶ οὖν πᾶς λόγος καὶ πᾶν θεώρημα τοῖς
15τρισὶ τούτοις κρίνεται· τρεῖς δ’ εἰσὶν ἐν ἰατρικῇ αἱρέσεις, ἥ τε τῶν Λογικῶν καὶ τῶν Ἐμπειρικῶν καὶ τῶν Μεθοδικῶν, φέρε,
τοῖς κριτηρίοις τούτοις χρώμενοι ἐπισκεψώμεθα καὶ τὰς117

1

.

118

αἱρέσεις, ἵνα τῇ ὑγιεῖ προσθώμεθα. ἀναγκαῖον δὲ τὰ κοινὰ τῶν αἱρέσεων πρῶτον ἐκθέσθαι, καὶ τὰ ἴδια ἐκείνων ἑκάστης, εἶθ’ οὕτως ἑξῆς τὴν ἐπίκρισιν αὐτῶν ποιήσα‐ σθαι. ἔστι τοίνυν κοινὰ τῶν τριῶν αἱρέσεων ταῦτα. ὅτι
5χρήσιμα τὰ φαινόμενα θεωρήματα, ἀναλογισμὸς, τήρησις, ἱστορία, ὁμοίου μετάβασις. ὅτι ἄκριτος ἱστορία, οὐ παρα‐ δεκτέα τὰ ὄργανα, ὁ τρόπος τῆς προσαγωγῆς τῶν βοηθη‐ μάτων, ὅτι ἐξ ἄλλων ἄλλα καταλαμβάνεται. ὅτι, τῶν αὐτῶν περιστάντων, τὰ αὐτὰ ποιητέον. τὸ, διὰ προσθέσεων καὶ
10ἀφαιρέσεων τὴν ὑγείαν τηρεῖσθαι, καὶ τὰς νόσους θερα‐ πεύεσθαι. τὸ, δεῖν ἐκκλίνειν τὴν τῶν βλαπτόντων χρῆσιν πρός τε ὑγείας τήρησιν καὶ νόσων ἀπαλλαγήν. τὸ, τὴν πεῖ‐ ραν δυνατὴν καὶ χρήσιμον εἶναι πρὸς τὴν κατάληψιν τῆς προσαγομένης ὕλης. τρόφιμα γὰρ καὶ ἄτροφα καὶ καθαρ‐
15τικὰ καὶ φθαρτικὰ πείρᾳ κατείληπται. Κεφ. ηʹ. Ἐπὶ τούτῳ τῷ κοινῷ οἱ μὲν Ἐμπειρικοὶ με‐
μενήκασιν, οὐ μόνον τὰς δυνάμεις, ἀλλὰ καὶ τὰ συμφέροντα118

1

.

119

πείρᾳ εὑρῆσθαι λέγοντες. οἱ δὲ Μεθοδικοὶ ἐπὶ κοινῷ τῷ προειρημένῳ λέγουσί τι διαφέρον παρὰ τοὺς Ἐμπειρικούς. φασὶ γὰρ, πλὴν τοῦ τὰς δυνάμεις τῶν προσφερομένων ἐκμα‐ θεῖν, ἕτερον οὐδὲν χρήσιμον ἐκ τῆς πείρας περιγίνεσθαι.
5οὐδὲν γὰρ, τῶν συμφερόντων αὐτῶν ἐκ τηρήσεως δύναται λαμβάνεσθαι ἁπλῶς, τῶν συμφερόντων ἀπό τινων φαινομέ‐ νων τετηρημένων. οἱ δὲ Λογικοὶ μέσοι τούτων κεχωρήκασιν. οὕτω γὰρ πάντα τὰ συμφέροντα ἐκ τηρήσεώς φασι λαμβά‐ νεσθαι, ὡς λέγουσιν οἱ Ἐμπειρικοὶ, οὐ μὴν οὐδ’ ἐκ τῆς
10ἐνδείξεως εὑρίσκεσθαι, ὡς οἴονται οἱ Μεθοδικοὶ, ἀλλ’ ἃ μὲν ἐκ τηρήσεως εὑρίσκεσθαι, ὡς τὰ θανάσιμα καὶ ἰοβόλα, ἃ δ’ ἐξ ἐνδείξεως, ἐφ’ ὧν τὰ αἴτια εὑρίσκεται. ὁμογνωμο‐ νοῦσι τοίνυν οἱ Μεθοδικοὶ τοῖς Λογικοῖς, καθ’ ὅσον οἴονται ἐξ ἐνδείξεως τὸ συμφέρον λαμβάνεσθαι· ᾗ δὲ ἀπὸ διαφερόντων,
15διαφωνοῦσιν. οἱ μὲν γὰρ Μεθοδικοὶ ἀπὸ φαινομένων τινῶν ἐνδεικνύμενα οἴονται τὰ συμφέροντα λαμβάνεσθαι· οἱ
δὲ Λογικοὶ, ἀπὸ φαινομένων μὲν οὐδαμῶς, ἀπὸ δὲ κεκρυμ‐119

1

.

120

μένων. ἐπεὶ γὰρ ἀπὸ αἰτίων τὰς ἐνδείξεις ἀξιοῦσι γίνεσθαι, τὰ δ’ αἴτια, ᾗ αἴτιά ἐστιν, οὐ φαίνεται, δῆλον ὡς οὐκ ἀπὸ φαινομένων αὐτοῖς αἱ ἐνδείξεις γένοιντ’ ἂν, ὁδηγεῖν τέ φασι τὰ φαινόμενα πρὸς τὴν τῶν ἐπιδείκνυσθαι δυνα‐
5μένων κατάληψιν. κατ’ αὐτὸ οὖν πάλιν συμφωνοῦσιν οἱ Ἐμπειρικοὶ τοῖς Λογικοῖς, ἀπὸ μηδενὸς φαινομένου τοῦ συμφέροντος ἔνδειξιν γίγνεσθαι λέγοντες. ἕτερον δὲ κοινὸν τοῦτο καὶ ὁμολογούμενον ἅπασιν ἰατροῖς, τὸ τὰ φαινόμενα εὔχρηστα εἶναι. οἱ μὲν Ἐμπειρικοὶ ἐπὶ τὸ τηρῆσαι τὰ ἐπὶ τοῖς
10φαινομένοις φασὶν εὔχρηστα ὑπάρχειν τὰ φαινόμενα, διὰ τὸ εἶναι τήρησιν ἐπί τισιν αὐτῶν, καὶ ὅτι ἐστὶν ἐξ αὐτῶν τὰ ἐνδείκνυσθαι δυνάμενα καταλαβεῖν. οἱ δὲ Μεθοδικοὶ ὡς ὄντα συμφέροντα τὰ φαινόμενα εὔχρηστα εἶναί φασιν. πάλιν ἐνταῦθα κοινὸν μὲν Ἐμπειρικοῖς καὶ Μεθοδικοῖς, τὸ μὴ κε‐
15κρυμμένον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, ἀφ’ οὗ τὴν ἔνδειξιν τῶν συμφερόντων γίγνεσθαι. τῶν δ’ Ἐμ‐ πειρικῶν πρὸς τοὺς Λογικοὺς κοινόν ἐστι τὸ ἐπὶ τοῖς
φαινομένοις τὰ συμφέροντα τηρεῖν. τοῖς δὲ Λογικοῖς καὶ120

1

.

121

Μεθοδικοῖς κοινὸν τὸ ἐπὶ τοῖς φαινομένοις χρήσιμα κατα‐ λαμβάνεσθαι. οἱ μὲν οὖν Μεθοδικοὶ αὐτό φασι τὸ συμ‐ φέρον ἐκ τῶν φαινομένων καταλαμβάνεσθαι, οἱ δὲ Λογικοὶ τὰ ἐνδείκνυσθαι τὸ συμφέρον δυνάμενα ἐκ τῶν φαινομένων
5φασὶν εὑρίσκεσθαι, συμφέρον δὲ μηδέν. πρὸς δὲ τοὺς οἰο‐ μένους ἐκ τῶν προδήλων αἰτιῶν συμφέρον εὑρίσκεσθαί τι, ὡς ἐπὶ τοῦ σκόλοπος, ῥητέον, ὅτι οὐχ ὡς ἀπὸ τῶν φαινομένων, ἀλλ’ ὡς ἀπὸ αἰτιῶν εὑρίσκεσθαι τὸ συμφέρον ἐπὶ τούτων. τὸ δ’ αἴτιον, ᾗ αἴτιόν ἐστιν, οὐ φαίνεται, ἀλλ’ ἐκ τῶν
10συμπτωμάτων καταλαμβάνεται. ἐὰν γοῦν τῇ ἐπιφανείᾳ προσκείμενον ψαμμίον ἢ σκολόπιον μὴ λυπῇ, μηδ’ εἰς αἴσθησιν ἡμᾶς ἄγῃ, οὐ καταλαμβάνομεν. οὐ γάρ ἐστιν αἴτιόν τινος ὅ τι δὴ ποιοῦν. ὅ τι μέν ἐστιν αἴτιον, φαίνε‐ ται ὡς αἴτιον. τὰ γὰρ πρός τί πως ἔχοντα, καθ’ ὃ πρός
15τί πως ἔχει, οὐ φαίνονται· αὐτὰ δὲ τὰ πρός τι φαίνεται, οἷον πατὴρ, δοῦλος, ἀδελφὸς, καὶ τὰ τοιαῦτα, αὐτὰ μὲν ἕκαστα φαίνεται, αἱ δὲ πρὸς ἕτερα σχέσεις αὐτῶν οὐ φαί‐
νονται.121

1

.

122

Κεφ. θʹ. Ἐπεὶ τοίνυν τά τε κριτήρια παραδεδώκαμεν τῶν λόγων, καὶ τὰ κοινὰ καὶ ἴδια τῶν αἱρέσεων ἐπεληλύ‐ θαμεν, ἑξῆς ἀναγκαῖον ἂν εἴη τὴν ἐπίκρισιν ἑκάστης τῶν αἱρέσεων ποιήσασθαι, ἔπειθ’ οὕτως τῇ ὑγιεῖ δόξῃ προσθέ‐
5σθαι. οἱ μὲν οὖν Ἐμπειρικοὶ καὶ Μεθοδικοὶ ἀντιλέγοντες τοῖς Λογικοῖς ἄχρηστόν φασιν εἶναι τὴν τῶν κεκρυμμένων κατάληψιν· μηδὲν γὰρ ἀπὸ κεκρυμμένων χρήσιμον εὑρίσκε‐ σθαι. πρὸς τοῦτο δὲ ἀπαντῶσιν οἱ Λογικοὶ ἰδίως πρὸς ἑκα‐ τέραν αἵρεσιν· καὶ πρῶτόν γε πρὸς τοὺς Ἐμπειρικούς φασιν,
10ὅτι οὐκ ἐπαρκεῖ τὰ φαινόμενα πρὸς τὸ τηρῆσαι ἐπ’ αὐτοῖς τὰ συμφέροντα· χρεία γὰρ καὶ τῶν κεκρυμμένων· ἀπὸ γὰρ τούτων αἱ τῶν συμφερόντων ἐνδείξεις γίνονται. τεκμήριον δὲ, (αὐτοὶ γὰρ ὑμεῖς οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις τηρεῖτε, ἀλλ’ ἐπί τισιν) ὡς ἂν πλέον τι ἐχόντων τῶν φαινομένων,
15ἐφ’ οἷς τηρεῖν χρὴ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, εὔχρηστα ἂν εἴη τὰ κεκρυμμένα. τὰ οὖν φαινόμενα, ἤτοι ὡς φαινόμενα πρὸς εὕρεσιν τῶν συμφερόντων λαμβάνεται
καὶ πάντα ἔσται χρήσιμα, ἢ οὔ. τὸ μὲν οὖν πάντα λέγειν122

1

.

123

χρήσιμα εἶναι, ἀπίθανον. εἰ δὲ μὴ πάντα ἐστὶ χρήσιμα, ἀνάγκη τοῦ φαίνεσθαι πλέον τι τὰ χρήσιμα ἔχειν, ὅπερ οὐκ αἰσθήσεώς ἐστι καταλαμβάνειν, ἀλλὰ λόγου. τῷ δὲ λόγῳ τὰ κεκρυμμένα καταλαμβάνεται, χρήσιμος ἄρα λόγος, καὶ τὰ κε‐
5κρυμμένα. εἰ γὰρ τὰ φαινόμενα, ᾗ φαινόμενά ἐστι, μὴ διαφέ‐ ρει ἀλλήλων δηλονότι, ἢ ὁμοίως ἅπαντα πρὸς τήρησιν, ὃ καὶ ἐφ’ ἑαυτοῖς, χρησιμεύει, ὥστε καὶ ἐπὶ τοῖς ἐλαχίστοις, τοῖς τε παρεληλυθόσι καὶ τοῖς ἐνεστῶσιν εἴη ἂν, εἰ τοῦτο ἀδύνατον. πῶς γὰρ ἂν ἐπὶ τῇ στρωμνῇ, καὶ τῇ κλίνῃ, ἐφ’ ᾗ κα‐
10τεκλίθη ὁ νοσῶν, καὶ τοῖς ὁμοίοις, τήρησίς τις; φανερὸν οὖν, ὡς οὐκ ἐπὶ τοῖς φαινομένοις, ὡς φαινόμενά ἐστιν, ἡ τήρησις γίγνεται. ὁμοίως γὰρ ἂν ἐπὶ πᾶσιν ἐγίνετο, ἀλλ’ ἐφ’ ἑτέρῳ τινὶ, ὃ οὐ φαίνεται. εἰ δὲ τοῦτο, χρήσιμα ἂν εἴη τὰ κεκρυμμένα. ἀλλὰ καὶ πόθεν, φασὶ, καταλαμ‐
15βάνεται, ὅτι ἐπὶ μὲν τοῖσδέ τισι τοῖς φαινομένοις δυνατόν ἐστι τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι; οὐ ῥᾴδιον γὰρ τοῦτο ἀπ’ αὐτῶν τῶν φαινομένων, καθ’ ὅσον φαίνεται, ἐστὶν εἰδέναι.
πάντες γὰρ ἂν ἐγίνωσκον καὶ οἱ ἰδιῶται, ἐφ’ οἷς φαινομένοις123

1

.

124

χρὴ τὴν τήρησιν ποιεῖσθαι, καὶ οὐδὲν διέφερεν ὑμῶν ἡ ἐμ‐ πειρία τῆς τῶν ἰδιωτῶν ἀπειρίας. εἰ δὲ μὴ προσπίπτει πᾶ‐ σιν, ἐφ’ οἷς φαινομένοις δεῖ τὰς τηρήσεις ποιῆσαι, μόνοις δὲ τοῖς τεχνίταις καταληπτόν ἐστι τοῦτο, τὰ συμφέροντα
5ἐπὶ τοῖς φαινομένοις, οὐχ ὡς φαινόμενά ἐστι, τηρεῖται. ὅτι γὰρ τόδε μὲν τὸ φαινόμενον, ἐφ’ οὗ τηρεῖν ἐστι, τόδε οὐκ ἔτι φαίνεται, ἀλλὰ κέκρυπται. χρήσιμον δὲ πάνυ ἐστὶ τοῦτο εἰδέναι, διόπερ χρήσιμά ἐστι τὰ κεκρυμμένα. πρὸς δὲ τοῖς εἰρημένοις, ἐπειδήπερ οἱ Ἐμπειρικοὶ λέγουσιν ἐπὶ τοῖσδε
10τοῖς προγεγενημένοις καὶ τοῖσδε τοῖς ἐνεστῶσι δεῖν τὰς τηρήσεις ποιεῖσθαι. διὰ τοῦτο γάρ τοι καὶ πολυπραγμονοῦσι τὰ παρεληλυθότα. ἄπειρα δέ ἐστι καὶ τὰ παρόντα, ἐπ’ ἀπείροις δὲ τηρεῖν οὐ δυνατὸν, δηλονότι ἀδύνατον ἂν εἴη ἡ τοιαύτη τήρησις. πρὸς δὲ τοὺς Μεθοδικοὺς τὰ φαινόμενα
15ἐνδεικτικὰ τῶν συμφερόντων εἶναι οἰομένους ταῦτα λέγουσιν οἱ Λογικοί. τὰ φαινόμενα ἐξ ἑαυτῶν ἐστι καταληπτὰ, καὶ τοῖς ἰδιώταις οὖν φανεῖται. ἐπειδὴ δὲ καὶ ἐνδείκνυνται αἱ
κοινότητες, συμπροσπίπτει δὲ τοῖς ἐνδεικνυμένοις τὰ ἐξ124

1

.

125

αὐτῶν λαμβανόμενα, δηλονότι τοῖς ἰδιώταις ἐνδείξονται αἱ κοι‐ νότητες, καὶ οὐδὲν τῶν ἰδιωτῶν διοίσετε. ὅτι δ’ ἀπὸ τῶν πα‐ θῶν ἡ ἔνδειξις τῶν συμφερόντων οὐ γίγνεται, διὰ τούτων ἐστὶν ἐπιδεῖξαι. τοῦ αὐτοῦ πάθους, οἷον φλεγμονῆς περὶ διαφέ‐
5ροντας τόπους ὑπαρχούσης, οἷον περὶ ὀφθαλμοὺς, ἢ ἧπαρ, ἢ στόμαχον, οὐ τῆς αὐτῆς θεραπείας, ἀλλὰ διαφόρων δέον‐ ται. ὀφθαλμῷ μὲν γὰρ φλεγμαίνοντι ὄπιόν ἐστι κατ’ ἄλ‐ ληλα, στομάχῳ δὲ καὶ ἥπατι ἄλλο τι. τὸ δ’ ἔλαιον τῷ ὀφθαλμῷ κακωτικὸν, τὰ δ’ ἄλλα μέρη φλεγμαίνοντα παρη‐
10γορεῖ. δῆλον οὖν, ὅτι οὐκ ἀπὸ τῶν παθῶν συμφέροντα λαμβάνεται. τὸ γὰρ αὐτὸ ἐπὶ πάντων παρελαμβάνετο ἂν βοήθημα, τοῦ αὐτοῦ πάθους ὄντος, εἴπερ τὸ πάθος ἐν‐ δεικτικὸν ἐγίνετο τῶν συμφερόντων. ἔστι δὲ καὶ οὕτως ἀνασκευάσαι τὸ ἀρέσκον τῷ Μεθοδικῷ· τοῦ αὐτοῦ πάθους
15περὶ τὸν αὐτὸν ὄντος τόπον, περὶ τὴν διαφορὰν τῆς αἰτίας διαφόρου θεραπείας οἱ ἄνθρωποι δέονται, οἷον ἐπὶ ἰσχου‐ ρίας. ἐὰν μὲν γὰρ ᾖ λίθος, λιθοτόμῳ χρώμεθα· ἐὰν δὲ
πλῆθος οὔρου, καθετῆρι· ἐὰν δὲ φλεγμονὴ, καταπλάσματι.125

1

.

126

εἰ δ’ ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων ἐγίνοντο, ἑνὸς ὑποκειμένου πάθους, μία ἂν καὶ ἡ αὐτὴ θεραπεία παρελαμβάνετο. οὐ παραλαμβάνεται δὲ μία θε‐ ραπεία τοῦ αὐτοῦ πάθους ὑποκειμένου, οὐκ ἄρα ἀπὸ τῶν
5παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων γίνονται. Κεφ. ιʹ. Τούτων δὲ κεφαλαιῶδες τῶν νῦν ἐκτεθέν‐ των, χρήσιμον ἂν εἴη ὑπογράψαι, τί ἐστιν ἔνδειξις, καὶ πῶς ἀπὸ ἐνδείξεως τὸ χρήσιμον καταλαμβάνεται· καὶ τί τήρησις, καὶ ὅπως ἀπὸ τηρήσεως τὰ χρήσιμα τηρεῖται· καὶ τί ἀνα‐
10λογισμὸς, καὶ ὅπως ἀπὸ αὐτοῦ τὸ χρήσιμον καταλαμβάνε‐ ται. ὥσπερ τοίνυν τῶν φαινομένων τὰ μὲν ἐξ ἑαυτῶν εἰσι καταληπτὰ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν· τὰ δὲ τῇ συμπα‐ ρατηρήσει καταλαμβάνεται, ὡς τὰ διὰ σημείων γιγνωσκό‐ μενα· οὕτω καὶ τὰ συμφέροντα μὲν ἐνδείξει καταλαμβάνεται.
15συμπροσπίπτει γὰρ τοῖς ἐνδεικνυμένοις τὰ συμφέροντα, καὶ οὐδενὸς λογισμοῦ χρείαν ἔχει. διὰ τοῦτο γάρ τοι καὶ τὰ ἄλογα τῶν ζώων ἀπὸ ἐγκαύσεως καὶ κρύους καὶ ἁπλῶς ἀπὸ
πάντων βλάπτειν πεφυκότων ἀναχωρεῖ, συμπροσπίπτοντος126

1

.

127

δηλονότι τοῦ συμφέροντος. καὶ ἐπὶ σκόλοπος ἐμπεπηγότος, ἢ ἄλλου τινὸς, οὐδεὶς κατὰ λογισμὸν τὴν αἵρεσιν ποιεῖται. ὅπερ οὖν ἐπὶ τῶν ἐναργῶς συγκατατεθέντων, πᾶσιν γὰρ ὑπερβαίνουσιν ἔνδειξιν ἡ διάνοια ἡμῶν συγκατατίθεται τῷ
5ἐναργεῖ, τοῦτο καὶ ἐπὶ τῶν ἐξ ἐνδείξεως καταλαμβανομένων γίγνεται. σώζεται οὖν ἀναλογία τις τῇ ἐνδείξει πρὸς τὰ φαινόμενα καὶ τὰ ἐναργῆ. ὅταν γὰρ τοῖς βλάπτουσι συμ‐ πίπτῃ τὸ συμφέρον, τότε οὔτε παρατηρήσει, οὔτε λογισμῷ χρώμεθα· αὐτὰ γὰρ τὰ βλάπτοντα ἐνδείκνυται τὸ συμφέ‐
10ρον. ἡ δὲ τήρησις ἀναλογίαν τινα ἔχει πρὸς τὰ διὰ σημείων καταλαμβανόμενα. ὡς γὰρ ἐκεῖ τῇ συμπαρατηρήσει κατα‐ λαμβάνεσθαι λέγομεν, οὕτω κἀνταῦθα τοῦ συμφέροντος ἡ τήρησις γίγνεται. ἐπὶ γάρ τισι πλειστάκις κατὰ τὸ αὐτὸ ἀπηντηκόσιν, ἄνευ τῆς καταλήψεως τῶν ποιούντων αἰτίων,
15ἡ τοῦ συμφέροντος τήρησις γίγνεται, ὡς ἐπὶ αἱμωδίας ἡ ἀν‐ δράχνη. οὔτε γὰρ τὸ συνεκτικὸν αἴτιον ἐνταῦθά γε δηλοῖ, οὔτε λογισμῷ τινι τὸ συμφέρον εὕρηται ἐπὶ τῶν ὑοσκύαμον
εἰληφότων, ἤ τι τοιοῦτον δηλητήριον προσενεγκαμένων, κα‐127

1

.

128

ταρχὰς μὲν ἡ θεραπεία ἔκ τε τοῦ αἰτίου καὶ τοῦ τόπου παραλαμβάνεται, ἀπορίᾳ δὲ τοῦ αἰτίου ὕστερον ἤδη τοῖς τετηρημένοις χρώμεθα. τὸν μὲν γὰρ ἔμετον ἐν ἀρχῇ παρα‐ λαμβάνομεν, τοῦ αἰτίου ἐνδεικνυμένου τὴν προαίρεσιν αὐτοῦ,
5καὶ τοῦ τόπου τὸν τρόπον τῆς προαιρέσεως ἐπιλαμβάνοντος. ὕστερον δὲ δὴ ἀγνοοῦντες τὴν αἰτίαν, τοῖς τετηρημένοις, οἴνῳ καὶ γάλακτι χρώμεθα. ἀναλογισμῷ δὲ τὸ χρήσιμον κα‐ ταλαμβάνεται, ὅταν ἀγνοῆται μὲν ἡ αἰτία. τήρησίς τε μη‐ δεμία ὑπάρχῃ, ὁμοιότατον δ’ ἐκ τῶν συμπτωμάτων ᾖ. ἐπὶ
10γὰρ τῶν τοιούτων ἀπὸ μὲν ἐνδείξεως τὸ χρήσιμον ληφθῆναι οὐ δύναται, ἀγνοεῖται γὰρ τὸ αἴτιον· τηρήσεως δὲ οὐδεμιᾶς γεγενημένης, ἀναγκαζόμεθα τῇ ὁμοιότητι τῶν συμπτωμάτων προσέχοντες μεταβαίνειν ἐπὶ τὸ ὅμοιον. ὑπὸ γὰρ αἱμόῤῥου τινὸς δηχθέντος, ἔπειτα αἱμοῤῥαγοῦντος, τὴν αἰτίαν, καθ’ ἣν
15τοῦτο πάσχει, μὴ εἰδότες, μηδὲ τετηρηκότες, τοῖς πρὸς τὰς ἐκ διαιρέσεως αἱμοῤῥαγίας ποιοῦσι χρώμεθα. κατὰ τοιοῦτον δή τινα λόγον οἱ Κνιδιακοὶ ἰατροὶ τοὺς ἐν πνεύμονι πύον ἔχον‐
τας θεραπεύειν ἐπειρῶντο, τῇ τοῦ ὁμοίου μεταβάσει χρώμενοι.128

1

.

129

ἐπεὶ γὰρ πᾶν τὸ ἐν πνεύμονι ὑπάρχον διὰ βηχὸς ἀναφέ‐ ρεται, ἐξέλκοντες τὴν γλῶτταν, ἐνίεσάν τι εἰς τὴν ἀρτηρίαν ὑγρὸν τὸ σφοδρὰν βῆχα κινῆσαι δυνάμενον, ἵνα διὰ τῆς ὁμοιότητος τοῦ συμπτώματος ἀνενεχθῇ τὸ πύον. ὁ γοῦν
5ἀναλογισμὸς γίνεται ἐπὶ τῇ τοῦ ὁμοίου μεταβάσει. ἀναλογι‐ ζόμενοι γὰρ μεταβαίνομεν ἀπὸ τῶν ὁμοίων εἰς τὰ ὅμοια. οἱ δ’ Ἐμπειρικοὶ ἑτέρως, καὶ οὐχ ὡς ἡμεῖς τῇ τοῦ ὁμοίου με‐ ταβάσει κέχρηνται. φασὶ γὰρ γίγνεσθαι τὴν τοῦ ὁμοίου με‐ τάβασιν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ἢ ἀπὸ παθῶν
10ἐπὶ πάθη. ἀπὸ μὲν βοηθημάτων ἐπὶ βοηθήματα, οὕτως. ὅταν γὰρ τὰ αὐτὰ συμπτώματα τοῖς παραλαμβανομένοις προσῇ, τότε τὴν τοῦ ὁμοίου μετάβασιν ποιούμεθα, ὡς ἀπὸ μήλου ἐπὶ μέσπιλον. ἀλλὰ ῥητέον πρὸς αὐτοὺς, ὅτι ἀδύνατός ἐστιν ἡ τοιαύτη τοῦ ὁμοίου ὑμῖν μετάβασις. πότερον γὰρ
15λογισμῷ χρώμενοι μεταβαίνετε ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἢ τηρήσει; εἰ μὲν γὰρ τηρήσει, τήρησίς ἐστι τὸ γινόμενον, καὶ γινωσκόμενον, καὶ οὐχ ὁμοίου μετάβασις. εἰ δὲ λογισμῷ,
ἐρωτητέον αὐτοὺς, πότερον τῇ πάντων τῶν συμπτω‐129

1

.

130

μάτων ὁμοιότητι προσέχοντες μεταβαίνουσιν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ἤ τινων. εἰ μὲν οὖν τῇ πάντων φήσουσιν, οὐδὲν εὑρεθήσεται κατὰ πάντων τινὶ ὅμοιον. τὰ γὰρ κατὰ μηδ’ ὁτιοῦν διαφέροντα ἀλλήλων ταὐτά ἐστι, καὶ οὐχ ὅμοια.
5εἰ δὲ τῇ τινων συμπτωμάτων ὁμοιότητι φήσουσιν ἀρκεῖσθαι, πότερον ταῖς κατὰ τὸ σχῆμα ἢ χρῶμα ὁμοιότησι, φήσομεν, προσέχετε, ἢ ταῖς κατὰ σκληρότητα, ἢ μαλακότητα, ἢ μᾶλλον ταῖς κατὰ γεῦσιν, ἢ κατά τι τοιοῦτον τὴν ὁμοιότητα κρίνετε; ἂν δ’ ἢ τῇ κατὰ γεῦσιν λέγωσιν, ἢ κατ’ ἄλλ’ ὁτιοῦν,
10προδήλως ὁμολογήσουσι τὰ ὠφελοῦντα, καθ’ ὅ τι ὠφελεῖ, καταλαμβάνειν. ἐξ οὗ δῆλον, ὡς καὶ τὰ βλάπτοντα, καθ’ ὅ τι βλάπτει, ἀναγκασθήσονται ὁμολογεῖν εἰδέναι. τῇ γὰρ ἐναντιότητι τῇ πρὸς τὰ βλάπτοντα τὰ ὠφελοῦντα ὠφελεῖ. εἰ τοίνυν τὸ μέσπιλον κατὰ τὸ ἐμφερῆ τῷ μήλῳ τὴν γεύ‐
15στην ἔχειν ποιότητα ἐπὶ τῶν δυσεντερικῶν αἱρεῖται, ἰστέον ὅτι τῇ κατὰ τὴν γεῦσιν ὠφελεῖ ποιότητι. καὶ ἐπεὶ αὕτη πρόδηλός ἐστι στύφουσα, συμπροσπίπτει τῇ καταλήψει
ταύτῃ τὸ ἐναντίας εἶναι ποιότητος ἢ δυνάμεως τὰ βλά‐130

1

.

131

πτοντα. εἰ δὲ καταληπτῇ αἰτίᾳ ὑπεναντιοῦται τὰ βοηθήμα‐ τα, δῆλον ὅτι καταληπτά ἐστι τὰ κεκρυμμένα, καὶ χρήσιμα γιγνώσκεσθαι. Κεφ. ιαʹ. Πῶς μὲν οὖν ἀπὸ ἐνδείξεως τὸ χρήσιμον κατα‐
5λαμβάνεται, εἴρηται. νῦν δὲ τὰς ὑπογραφὰς ἑκάστου αὐτῶν ἐκθησόμεθα. ἔστι τοίνυν ἔνδειξις ἡ συμπροσπίπτουσα κα‐ τάληψις τοῦ ὠφελοῦντος ἅμα τῇ τοῦ βλάπτοντος καταλήψει, ἄνευ τηρήσεως ἢ λογισμοῦ. πεῖρα δ’ ἐστὶ τοῦ πλειστάκις ἢ κατὰ τὸ αὐτὸ ἑωραμένου κατάληψις καὶ μνήμη. ἢ οὕτως.
10ἔνδειξίς ἐστιν, ὅταν καταλαμβανομένοις πράγμασι συμπροσ‐ πίπτῃ τὸ συμφέρον ἄνευ ἀποδείξεως καὶ παρατηρήσεως. πεῖρα δ’ ἐστὶν ἡ τοῦ πλειστάκις καὶ κατὰ τὸ αὐτὸ ἑωρα‐ μένου τήρησίς τε καὶ μνήμη. ἔστι δὲ τὸ αὐτὸ τήρησις ὅ τι καὶ πεῖρα. ἀναλογισμὸς δ’ ἐστὶ σύγκρισις καὶ κατάληψις
15αἰτίων ὠφελούντων ὁμοιότησιν. ἑξῆς τοίνυν τὰ ἴδια ἑκά‐ στης αἱρέσεως ἐκθέμενοι, τὴν ἀντίῤῥησιν πρὸς ἑκάστην αὐ‐ τῶν, λέγω δὴ τῶν Ἐμπειρικῶν καὶ Μεθοδικῶν, ποιησόμεθα.
ἔστι δὲ ἴδια τῶν Ἐμπειρικῶν ταῦτα· ἡ ἐπὶ ταῖς131

1

.

132

συνδρομαῖς τήρησις τῶν ὠφελούντων, ἡ ἱστορία, ἡ τοῦ ὁμοίου μετάβασις, ὡς ἐκεῖνοι γίνεσθαι ἀξιοῦσιν. ἄλλῳ γάρ τινι τρόπῳ οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κέχρηνται, ὡς προϊόντες δείξομεν τὴν διαφοράν.
5 Κεφ. ιβʹ. Δεῖ δὲ τὸν ἀντιλέγοντα τοῖς Ἐμπειρικοῖς κατὰ δύο τρόπους τὴν ἐπὶ ταῖς συνδρομαῖς τήρησιν ἀποκτᾶ‐ σθαι. ἡ μὲν γὰρ τῶν δυναμένων τήρησις κοινή· ἡ δὲ ἐπὶ τοῖς συμπτώμασιν ἰδία ἐκείνων. ἤτοι γὰρ χρὴ ὡς ἀδύνατον αὐ‐ τὴν παντάπασιν ἀναιρεῖν, ἢ συγχωρεῖν μὲν εἶναι δυνατὸν,
10ἄνευ δὲ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατον. πρῶτον τοίνυν, ὅτι καὶ ἄνευ λόγου ἀποφαίνειν αὐτὴν ἀδύνατος ἡ τήρησις, διὰ τούτων ἄν τις ἐπιδείξειεν. ὁμολογοῦσιν οἱ Ἐμπειρικοὶ, ὅτι οὐκ ἐπὶ πᾶσι τοῖς φαινομένοις συμπτώμασι τὴν τήρησιν ποιοῦνται. οὔτε γὰρ ἐπὶ ξανθότητος, φέρε, ἢ λευκότητος,
15ἢ σιμότητος, ἢ γρυπότητος τηρεῖν φασι. καίτοι καὶ ἐπὶ χρω‐ μάτων διαφορὰν τηροῦσί τινα, ὡς ἐπὶ τῶν ἰκτερικῶν, καὶ ἐπὶ σχήματος, ὡς ἐπὶ τῶν καταγμάτων καὶ τῶν ἐξαρθρήσεων.
ἀλλ’ οὔτοι γε καὶ ἐπὶ τοῖς προειρημένοις· ὥσπερ γὰρ, φασὶν,132

1

.

133

οἱ ἀπὸ ἐνδείξεως τὰ συμφέροντα λαμβάνειν λέγοντες οὐ πάντα ἐνδείκνυσθαι λέγουσιν· οἵ τε γὰρ Μεθοδικοί τινα τῶν φαινομένων ἐνδείκνυσθαί φασι, καὶ οὐ πάντα· οἵ τε Λογικοὶ τῶν κεκρυμμένων, καὶ οὐ πάντα· οὕτω καὶ οἱ Ἐμπειρικοὶ
5οὐκ ἐπὶ πᾶσι τοῖς συμπτώμασι τὴν τήρησιν, ἀλλ’ ἐπί τισι ποιεῖσθαί φασιν. οὔτε γὰρ τὰ γεγονότα πάντα, οὔτε τὰ παρόντα χρήσιμα οἴονται πρὸς τήρησιν εἶναι. οἷον, δέδηκταί τις ὑπὸ κυνὸς λυττῶντος· πολυπραγμονεῖ παρελθὼν ὁ Ἐμ‐ πειρικὸς μόνον, εἰ ὑπὸ λυττῶντος, τῶν δ’ ἄλλων τῶν προ‐
10γεγονότων ἐξετάζει οὐδὲ ἕν· ὁμοίως δὲ καὶ ἐπὶ τοῖς πα‐ ροῦσιν· οὐδὲ γὰρ ἐπὶ ἁπλότητι τριχῶν, ὡς ἔφην, ἢ οὐλό‐ τητι. ἐπιζητεῖν οὖν ἄξιον παρ’ αὐτῶν τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐπὶ πάντων τῶν συμπτωμάτων, ἀλλ’ ἐπί τινων τὰ συμ‐ φέροντα τηροῦσιν, μηδὲν διαφερόντων τῶν συμπτωμάτων,
15καθὰ φαινόμενά ἐστι, τῶν τε ἐφ’ οἷς ἡ τήρησις γίγνεται, καὶ τῶν ἄλλων ἀχρήστων. τί οὖν ἐστι τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, εἰπάτωσαν, πότερον φαινόμενον,
ἢ κεκρυμμένον; εἰ μὲν οὖν φαινόμενον φήσουσιν εἶναι, ᾧ133

1

.

134

διακρίνεται τὰ χρήσιμα τῶν συμπτωμάτων, καὶ ἐφ’ οἷς δεῖ τὴν τήρησιν γίγνεσθαι, φήσομεν πάλιν τοῦτο, φαινόμενον μηδενὶ διαφέρειν τῶν συμπτωμάτων, καθ’ ὃ φαίνεται, τῶν ἀχρήστων συμπτωμάτων. εἰ δ’ αὖ κεκρυμμένον φήσειεν εἶναι
5τὸ ἐνδεικνύμενον τὰ χρήσιμα τῶν συμπτωμάτων, ὁμολογή‐ σουσι τὰ κεκρυμμένα πρὸς τὴν τήρησιν τῶν συμπτωμάτων χρήσιμα εἶναι. ἀλλὰ μὴν τὰ κεκρυμμένα οὐδενὶ ἄλλῳ ἢ λόγῳ καταληπτά εἰσιν. ὥστε, εἰ χρήσιμον μὲν ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησίς ἐστι τῶν κεκρυμμένων, καὶ οὐδενὶ ἢ
10λόγῳ ταῦτα καταλαμβάνεται, δῆλον ὡς ἀδύνατος ἄνευ λό‐ γου ἡ τήρησις γίνεται. διὰ τούτου μὲν οὖν τοῦ λόγου προσαναγκάζειν αὐτοὺς ὁμολογεῖν, χρήσιμον εἶναι πρὸς τή‐ ρησιν τὸν λόγον. οἱ δὲ, ἀπαντῶντες πρὸς ἡμᾶς, λέγουσι καὶ τῶν συμπτωμάτων τὰ χρήσιμα εἶναι πείρᾳ κατειληφέναι·
15καὶ ὅτι ἐπὶ μὲν τοῖσδε τοῖς συμπτώμασι χρὴ τηρεῖν, ἐπὶ δὲ τοῖσδ’ οὐκ ἔτι, καὶ τοῦτο τετηρηκέναι. πρὸς τοῦτο βραχύς ἐστιν ὁ λόγος. ἀπείρων γὰρ ὄντων συμπτωμάτων, ἐφ’
οἷς οὐ χρὴ τηρεῖν, ἀδύνατον ἦν τετηρηκέναι ἐφ’ ἅπασι134

1

.

135

τοῦτο αὐτὸ, ὅτι οὐ χρὴ ἐπ’ αὐτοῖς τηρεῖν, ἐπ’ ἀπείροις γὰρ τηρεῖν ἀδύνατον. τελευταῖον οὖν αὐτοῖς πάντοθεν συν‐ ελαυνομένοις λείπεται λέγειν, κατὰ ἀποκλήρωσιν ἐληλυθέναι, ἐπὶ μὲν τοῖσδέ τισι συμπτώμασι τηρεῖν, ἐπὶ δὲ τοῖσδε μηκ‐
5έτι· οὐ τί ἂν εἴη γελοιότερον; οὗτος μὲν οὖν ὁ λόγος ταύτῃ τελευτᾷ. Κεφ. ιγʹ. Ὅτι δ’ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρο‐ μαῖς τήρησις, διὰ τούτων ἐπιδείξομαι. φασὶ τοίνυν οἱ Ἐμ‐ πειρικοὶ, ὅτι ἡ τήρησις οὐκ ἐφ’ ἑνὶ, οὔτ’ ἐπὶ δύο, ἀλλ’ ἐπὶ
10πλείστοις καὶ πλειστάκις τεθεωρημένοις καὶ ὡσαύτως ἔχουσι γίνεται. πυνθανομένων οὖν αὐτῶν, εἰ ἐπὶ τοῖς αὐτοῖς γέ‐ νεσι τῶν συμπτωμάτων τὰ συμφέροντα τηροῦσιν, ἐξ ἀνάγ‐ κης ἐπὶ τοῖς αὐτοῖς γένεσι τηρεῖν φήσουσιν. ἐὰν γὰρ ἐπὶ μὲν τοῦδε πυρετὸς, φέρε, ᾖ καὶ φλεγμονὴ, ἐπὶ δὲ τοῦδε
15ἀπόκρισις χολῆς δι’ ἐμέτου ἢ δι’ ἕδρας γένηται, οὐχ οἷον τὴν αὐτὴν ποιήσασθαι τήρησιν. ὅτι οὖν ἐξαρκεῖ κατὰ τὸ
γένος τὰ αὐτὰ εἶναι συμπτώματα, οὐδαμῶς φήσουσιν, ἀλλὰ135

1

.

136

κατὰ τὸν ἀριθμὸν ἴσα εἶναι δεῖ. ἐὰν γὰρ τὰ αὐτὰ μένῃ συμπτώματα, μὴ πάντα δὲ, ἢ πλείω, ἐξαλλάσσεται ἡ συν‐ δρομὴ, καὶ ἑτέρας χρεία τηρήσεως. δεῖ γὰρ ἐπὶ τοῖς αὐτοῖς γένεσι καὶ τοῖς ἴσοις ἀριθμοῖς τὴν τήρησιν γίγνεσθαι. ὅπως
5δ’ ἐξαλλάσσεται ἡ πᾶσα θεραπεία περὶ τοῦ πλεονασμοῦ καὶ ἐνδείας συμπτωμάτων, ἐντεῦθεν σκεπτέον. ἔστιν οὖν τις ἐπὶ τῆς φλεγμονῆς τετηρημένη θεραπεία. ἂν οὖν ἕν τι σύμπτωμα περιέλῃ τῆς φλεγμονῆς, οἷον τὴν αἴσθησιν, ἐξαλ‐ λάσσεται καὶ ἡ θεραπεία. ἀντὶ γὰρ φλεγμονῆς σκίῤῥος γί‐
10νεται, καὶ οὐχ ἡ αὐτὴ θεραπεία ἁρμόζει. οὕτω μὲν οὖν παρὰ ἔνδειαν συμπτώματος ἐξαλλάσσεται ἡ θεραπεία. παρὰ δὲ πλεονασμὸν οὕτως. ἂν τῇ φλεγμονῇ πυρετὸς ἢ συγκοπὴ προσγένηται, ἅμα τῷ πλεονασμῷ τῶν συμπτωμά‐ των διαφέρουσα μὲν γίνεται ἡ συνδρομὴ, διαφέρουσα δὲ
15καὶ ἡ θεραπεία παραλαμβάνεται. καὶ οὐ μόνον κατὰ γένος ταὐτὰ εἶναι δεῖ συμπτώματα, καὶ κατὰ τὸν ἀριθμὸν ἴσα, ἀλλὰ καὶ κατὰ τὸ μέγεθος δεῖ μήθ’ ὑπερβάλλειν, μήτ’
ἐλλείπειν. καὶ γὰρ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων136

1

.

137

ἐξαλλάσσεται ἡ θεραπεία. τὰς μὲν γὰρ ἐπιπολῆς διαιρέσεις οὐ ῥάπτομεν, ἀλλ’ οὐδ’ ἀσιτίᾳ ἄν τις χρήσαιτο. διαιρέ‐ σεως δὲ μεγάλης γεγενημένης, καὶ ἀσιτίαν παραλαμβάνομεν, καὶ φλεβοτομίαν, καὶ ἀγκτῆρας, καὶ τὰ ὅμοια. καὶ οὐκ
5ἐπαρκεῖ τῷ γένει τὰ αὐτὰ εἶναι συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα, καὶ τῷ μεγέθει ὅμοια, ἀλλὰ καὶ χρόνον δεῖ τηρήσει παραλαμβάνεσθαι. ἄλλα γὰρ ἀρχομένων τῶν νοσημάτων βοηθήματα παραλαμβάνεται, ἄλλα δ’ ἀκμαζόντων. ἀρχο‐ μένων γὰρ τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κινέειν· ἀκμα‐
10ζουσῶν δὲ, ἡσυχίην ἔχειν, ἔφη Ἱπποκράτης. καὶ φλεγμονῆς δὲ ἀρχομένης μὲν, τοῖς ἀποκρουστικοῖς χρώμεθα, μετὰ δὲ τοῦτο καταπλάσμασι καὶ τοῖς διαφορεῖν τὸ ἐπενεχθὲν δυνα‐ μένοις. δεῖ δὲ καὶ τὴν τάξιν τοῖς εἰρημένοις συμπαρατηρεῖν, καὶ γὰρ παρὰ τὴν τάξιν ἐξαλλάσσεται ἡ συνδρομή· διὰ
15τοῦτο δὲ καὶ τὴν θεραπείαν ἐξαλλάσσεσθαι ἀναγκαῖον. ἄλ‐ λως γὰρ τοὺς μανέντας, εἶτα πυρέξαντας θεραπεύομεν, καὶ ἄλλως τοὺς πυρέξαντας, εἶτα μανέντας. καὶ γὰρ ὀλέθρια
καὶ οὐκ ὀλέθρια παρὰ τὴν τάξιν τῶν συμπτωμάτων, ὡς137

1

.

138

ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, τὰ πάθη γίνεται. πυρε‐ τὸς μὲν ἐπὶ σπασμοῦ οὐ μόνον ἀκίνδυνος, ἀλλὰ καὶ λύει τὸ νόσημα· ἐπὶ πυρετοῦ δὲ σπασμὸς ὀλέθριος. ἐξαλ‐ λασσομένης δὲ τῆς συνδρομῆς, παρὰ τὴν τάξιν τῶν συμ‐
5πτωμάτων, ὡς ἐκ τῶν ἀποτελεσμάτων ἐστὶ δῆλον, ἀναγκαῖον ὁμολογεῖν, καὶ τὴν θεραπείαν διαφέρειν. ἐπεὶ τοίνυν οὐ μό‐ νον ταὐτὰ τῷ γένει τὰ συμπτώματα, καὶ τῷ ἀριθμῷ ἴσα τε καὶ τῷ μεγέθει ὅμοια εἶναι δεῖ, ἀλλὰ καὶ τὸν αὐτὸν χρό‐ νον καὶ τὴν τάξιν τὴν αὐτὴν φυλάττεσθαι ἀναγκαῖον, εἰ
10μέλλοι ὑγιὴς ἡ τήρησις ἔσεσθαι, ἀδύνατον δ’ ἐν ἅπαντι τῷ βίῳ, μὴ ὅτι πλείοσιν, ἀλλὰ καὶ δύο ἀῤῥώστοις τὰ εἰρημένα πάντα ὁμοίως συμβῆναι, δῆλον ὡς ἀδύνατος ἔσται ἐπὶ τῇ συνδρομῇ τήρησις. ὅτι δ’ ἀδύνατον τὰ εἰρημένα πάντα ἐπὶ πᾶσιν ἢ πλείοσι συγχωρῆσαι, διὰ τούτων ἄν τις ἐπι‐
15δείξειε. παρὰ τὴν αἰτίαν, καὶ τοὺς πάσχοντας τόπους, καὶ τὰς ἡλικίας, καὶ παρὰ τὰ ἔθη, καὶ παρὰ τὰ μεγέθη τῶν συμπτωμάτων, καὶ παρὰ τὰς φύσεις, καὶ παρὰ τὰς ὥρας,
καὶ τὰς χώρας διαφέροντα τὰ πάθη γίγνονται· ἀδύνατον138

1

.

139

πάντως δυσὶ συγχωρῆσαι ἀνθρώποις, ὡς ὁμοίως κατὰ πάντα ἔχουσι. διόπερ ἀδύνατός ἐστιν ἡ ἐπὶ ταῖς συνδρομαῖς τή‐ ρησις. κἂν δύο δ’ ἀπαράλλακτοι εὑρεθῶσιν, οὐδ’ οὕτως ἡ τήρησις δυνατὴ, διότι ἐπὶ πλειόνων αὐτὴν γενέσθαι δεῖ.
5ἀλλὰ πῶς, φασὶ, τὸ ἑαυτῶν ὑμεῖς κατασκευάζετε δόγμα; δοκοῦμεν γὰρ αὐτοῖς ἀδυνατοῦντες τηρεῖν, καὶ ἐπὶ τοῖς συμπτώμασι, καὶ ἐπὶ ταῖς δυνάμεσι. ὅτι γὰρ ὁ ἑλλέβορος καθαίρει καὶ τὰ ἐπὶ τῶν ἰοβόλων, τηρήσει κατείληπται. καὶ ἐπὶ τῇ αἱμωδίᾳ ἡ αἰτία οὐ μὴν κατείληπται, ὅτι
10δ’ ἀνδράχνη λύει αὐτὴν, τετήρηται. ῥητέον οὖν πρὸς αὐ‐ τοὺς, ὅτι ἡμεῖς μὲν τὰ χρήσιμα τῶν συμπτωμάτων περιορί‐ ζοντες τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ, καὶ τῇ χρείᾳ τὸ χρήσιμον κρίνομεν. κατειληφότες οὖν καὶ τὰ ἀπὸ τῶν αἰ‐ τιῶν ἐπιφερόμενα ἅπαντα συμπτώματα, ὡς τὸ βάρος, καὶ
15τὰ ἀπὸ τῶν τόπων, ὡς τὸ δυσπνοεῖν, καὶ τὰ ἀπὸ τῆς δυνά‐ μεως, ὡς τὸ λειποθυμεῖν, εὑρίσκομεν, ὅτι ταῦτα μὲν χρή‐ σιμα, τὰ λοιπὰ δ’ ἄχρηστα. ἐπεὶ οὖν περιεγράψαμεν τὰ
χρήσιμα τῶν συμπτωμάτων τῇ πρὸς τοὺς σκοποὺς ἀναφορᾷ,139

1

.

140

ὅσα μὲν αἰτίας, ἢ τόπου, ἢ δυνάμεώς ἐστι συμπτώματα, ταῦτα χρήσιμα νομίζομεν, ὅσα δὲ μὴ, ἄχρηστα. κἂν μὴ κα‐ ταλαμβάνωμεν οὖν μήτε τὰς νοσαζούσας αἰτίας, μήτε τοὺς πεπονθότας τόπους, τῷ δύναμιν ἔχειν διακριτικὴν, ὡς ἔφην,
5συμπτωμάτων χρησίμων τε καὶ ἀχρήστων, κἂν μὴ δυνάμεθα τὰς τηρήσεις ποιεῖσθαι ἐπὶ τοῖς ποιήσασιν, ὡς ἐπ’ αἰτίοις, ἢ πεπονθόσι τόποις, οἷον αἵματος ἐνοχλοῦντος, μὴ κατειλη‐ φότες, ὅτι αἷμά ἐστι τὸ νοσάζον, ἀπὸ δὲ τοῦ βάρους τοῦ ἐπιφερομένου συμπτώματος, ὅτι αἰτία ἐστὶ τὸ βάρος, ὁρμώ‐
10μενοι τηρεῖν ἐπ’ αὐτοῖς δυνάμεθα. οὕτω καὶ ἐπὶ τῇ δυσ‐ πνοίᾳ, οὐκ εἰδότες, ὅτι κοιλίας, ἢ πνεύμονος, ἢ ἥπατος, ἢ διαφράγματος, ἤ τινος ἑτέρου τόπου πάσχοντός ἐστι σύμ‐ πτωμα, μόνον δ’, ὅτι τόπος ἐστὶ, εἰδότες, τηρῆσαι ἐπ’ αὐ‐ τοῖς δυνάμεθα, ὡσεὶ καὶ ἐπὶ τῷ τόπῳ αὐτῷ. ὅσα δὲ μήτε
15τόπου ἐστὶ συμπτώματα, μήτε αἰτίας, μήτε δυνάμεως, ὡς παρέλκοντα παραιτούμεθα. τὴν εὐχρηστίαν οὖν καὶ τὴν ἀχρηστίαν, ἐφ’ οἷς τηροῦμεν σκοποῖς, πρὸς τοὺς Ἐμπειρι‐
κοὺς ῥητέον· ὅτι ἡμεῖς ἐπὶ μόνοις τοῖς γένεσι τῶν συμπτω‐140

1

.

141

μάτων τηροῦμεν, ἐφ’ ὧν μήτε δυνάμεως, μήτε καιροῦ, μήτε μεγέθους, μήτε τάξεως, μήτ’ ἄλλου τινὸς χρεία, ὡς ἐπὶ αἱμωδίᾳ τὴν ἀνδράχνην. τί οὖν κωλύει, φήσουσιν ἴσως, καὶ ἡμᾶς οὕτω τηρεῖν; ἂν ἐπὶ τούτων, φήσομεν, ἐφ’ ὧν
5γένος συμπτωμάτων τηρεῖται, ὥσπερ καὶ ἡμεῖς ἔμπροσθεν, τῶν λοιπῶν, ἐφ’ ὧν χρεία καιροῦ καὶ μεγέθους καὶ δυνά‐ μεως, μηκέτι συμφωνεῖτε ἡμῖν. ἐὰν δὲ λέγωσιν, ὅτι ἐπὶ αἱ‐ μόῤῥου δήγματος πλείονα παρακολουθεῖ συμπτώματα, καὶ οὐδὲν ἐπὶ τούτων τετηρήκατε, τίν’ ἂν φήσομεν, ὅτι οὐκ
10ἐπὶ τοῖς συμπτώμασιν, ἀλλ’ ἐπὶ τῷ προκαταρκτικῷ αἰτίῳ τηροῦμεν; ἐπιζητοῦμεν δὲ τὰ συμπτώματα εἰς κατάληψιν τῶν προκαταρκτικῶν αἰτίων, ἐφ’ οἷς τετηρήκαμεν. ἀγνοοῦν‐ τες γὰρ τὴν αἰτίαν, καὶ ἀποροῦντες κατ’ ἔνδειξιν θεραπείας, τὴν ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις τήρησιν παραλαμβάνο‐
15μεν. τηροῦμεν δὲ οὐ μόνον ἐπὶ αἰτίοις, ἀλλὰ καὶ ἐπὶ τόπῳ ἑνί. ἐπὶ οὖν τῇ τοῦ ἥπατος πείσει καὶ ἐπὶ σπληνὸς πείσει τετηρήκαμέν τινα. ἂν δὲ λέγωσιν, ἓν ἑκάστῳ τούτων σύμ‐
πτωμα παρακολουθεῖ, φήσομεν, ἔστιν ὅτε οὐχ ἓν, ἀλλὰ141

1

.

142

πολλά. πολυπραγμονοῦμεν δὲ τὰ πολλὰ, καὶ οὐχ ἵνα ἐπ’ αὐτοῖς τηρήσωμεν, ἀλλ’ ἵν’, ἐφ’ ᾧ τηροῦμεν, καταλάβωμεν· ἐπὶ τῶν ἡπατικῶν πεπονθέναι τὸ ἧπαρ, ἐφ’ ᾧ τήρησις γίγνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὡς ἐπὶ τὸ πολὺ δὲ
5ἐπὶ τῇ προκαταρκτικῇ αἰτίᾳ τήρησις γίγνεται. οὐ γὰρ ἐπὶ τῇ αἱμωδίᾳ ἡ ἀνδράχνη τετήρηται, ἀλλ’ ἐπὶ τῇ ἀπὸ τῶν ὀξέων ἢ στρυφνῶν γεγενημένῃ διαθέσει. τοὺς γοῦν ἀπὸ ῥεύ‐ ματος αἱμωδιῶντας, ἢ δι’ ἔμετον, ἢ πριόντων τινῶν, οὐδὲν ὠφελεῖ ἡ ἀνδράχνη. ἐπιζητήσαντες οὖν πρότερον τὴν αἰτίαν,
10ἀφ’ ἧς γέγονεν ἡ αἱμωδία, ἔπειθ’ οὕτως αὐτῇ χρώμεθα. τὰ δὲ παραλαμβανόμενα ἐπὶ τῶν τοιούτων οὐκ ἐναντιοῦται ταῖς προκαταρκτικαῖς αἰτίαις. οὐ γάρ ἐστιν ἄλλα ταῖς συν‐ εκτικαῖς. ταῦτα μὲν οὖν πρὸς τὸ ταῖς ἐπιδρομαῖς τήρησιν ἔχειν εὐλόγως ἂν λέγοιτο. προσπυθέσθαι δὲ δεῖ τὸν
15Ἐμπειρικὸν, πῶς οἱ καιροὶ τῆς προσαγωγῆς τῶν βοηθημά‐ των τηροῦνται, ἢ τὰ μέτρα τῶν βοηθημάτων, ἢ οἱ καιροὶ τῶν προσφόρων, ἢ τὸ ποσὸν αὐτῶν. Κεφ. ιδʹ. Ὅτι δὲ καὶ ἡ ἱστορία ἡ κατ’ αὐτοὺς ἄχρη‐
στός τε καὶ ἀδύνατός ἐστι, νῦν ἐπιδείξομαι. προσχρῶνται142

1

.

143

δὲ τῇ ἱστορίᾳ οἱ Ἐμπειρικοὶ διὰ τοιαύτην τινὰ αἰτίαν. πολ‐ λάκις γίνεταί τινα νοσήματα, ἐφ’ οἷς οὐδὲν βοήθημα αὐτοῖς τετήρηται. ἵν’ οὖν ἔχοιεν καὶ ἐν τούτῳ εὐπορεῖν τινων, καὶ μὴ τὸ αὐτόματον παραμένειν, τῇ ἱστορίᾳ προσχρῶνται, καὶ οὐ
5διὰ τοῦτο μόνον, ἀλλὰ συντόμου ἕνεκα παραδόσεως. ἀδύ‐ νατον γάρ ἐστι τὸν μανθάνοντα πᾶσι τοῖς συμπτώμασιν ἐν‐ τυχεῖν, καὶ αὐτὴν τὴν τήρησιν ἐπὶ τούτων ποιήσασθαι. ἵν’ οὖν μὴ τῷ αἰῶνι μανθάνῃ τις, ἀλλὰ χρήσαιτό ποτε καὶ τῇ τέχνῃ, διὰ τοῦτο χρήσιμον πρὸς τὸ ἰατρεύειν τὴν ἱστο‐
10ρίαν φασὶν εἶναι. γίνεται δὲ ἡ ἱστορία, ἤτοι τῶν παρόντων, ὡς τὸ Ἄνδρας μὲν κτείνουσι, πολὺ δέ τε πῦρ ἀμαθύνει. ἢ τῶν προγεγενημένων, ὡς τὸ Κουρῆτές τ’ ἐμάχοντο, καὶ Αἰτωλοὶ μενεχάρμαι.
15οὐδέποτε δὲ τῶν μελλόντων. τὸ γὰρ Ἔσσεται ἦμαρ, ὅταν ποτ’ ὀλώλῃ Ἴλιος ἱρή. οὐχ ἱστορία, ἀλλὰ πρόγνωσις μᾶλλόν ἐστι. κέχρηνται οἱ
Ἐμπειρικοὶ ὡς τὸ πολὺ τῇ προγεγενημένῃ ἱστορίᾳ. λέγουσι143

1

.

144

γὰρ ἱστορίαν εἶναι τὴν τῶν πεπειραμένων πολλάκις κατὰ ταὐτὰ διήγησιν. ῥητέον δὲ πρὸς αὐτοὺς, ὅτι, εἰ μὲν πάν‐ τα τὰ ἱστορούμενα λέγουσιν ἀληθῆ, τινὰ κριτὴν εἶχεν καλῶς ἂν περιδέχεσθαι τὴν ἱστορίαν. ἐπεὶ δ’ οὐχ οὕτως
5ἔχει, δεῖ κριτήριόν τι εὑρῆσθαι τῆς ἱστορίας, ᾧ διακρινοῦ‐ μεν τὴν ἀλήθειαν ἀπὸ τῶν ψευδῶν. καὶ γὰρ δὴ οὐ μόνον οὐχ ὁμογνωμονοῦσι περὶ τοῦ αὐτοῦ οἱ ἰατροὶ, ἀλλὰ καὶ τἀν‐ αντία δοξάζουσι. τοὺς γὰρ πυρέττοντας οἱ μὲν διὰ λιμοῦ ἦγον, καὶ οὐδὲ ὕδωρ προσέφερον, οἱ δ’ ἐξ ἀρχῆς πτισάνην
10ἐδίδοσαν· ἄλλοι δ’ ἐφυλάσσοντο, μή ποτε κριθὴν καταπίῃ ὁ ἀῤῥωστῶν. Πετρονᾶς δὲ καὶ κρέα ὕεια ὀπτὰ διδοῖ, καὶ οἶνον μέλανα ἀκρατέστερον, ἐμεῖν ἠνάγκαζε, καὶ ὕδωρ ψυχρὸν ἐδίδου πίνειν, ὅσον ἤθελον. Ἀπολλώνιος δὲ καὶ Δέξιππος, οἱ Ἱπποκράτους ἀκροαταὶ, οὐχ ὅπως οἶνον, ἀλλ’ οὐδὲ ὕδωρ
15ἐδίδοσαν· κατασκευασάμενοι δὲ κηρίνους κυάθους, οἳ ἦσαν δώδεκα εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης, κυάθων τούτων
δύο ἢ τρεῖς παρεμέτρουν τοῖς ἀῤῥωστοῦσι. τοσαύτης οὖν144

1

.

145

οὔσης ἐναντιότητος, πῶς οὐχὶ δεῖ κριτήριον τῆς ἱστορίας πεπορίσθαι; προσαναγκάσαντες οὖν αὐτοὺς ὁμολογῆσαι, ὅτι οὐδὲ ἄχρηστον παραδέχεσθαι τὴν ἱστορίαν, ἄχρηστον γὰρ οὕτως ἐπιδείξομεν τὴν ἱστορίαν, ἐρωτήσομεν, πότερον λόγῳ
5ἢ πείρᾳ κρίνουσι τὴν ἱστορίαν. ἀλλὰ τῷ μὲν λόγῳ οὐ δύ‐ νανται. ἐκβάλλουσί τε γὰρ αὐτὸν, καὶ ἄλλως, ᾧ καταλαμ‐ βάνεται ἕκαστον, τούτῳ καὶ κρίνεται. πείρᾳ δὲ τὰ ὠφε‐ λοῦντα κατειλῆφθαι λέγουσι· πείρᾳ γ’ οὖν καὶ κριθῆναι δεῖ. ὡς γὰρ ἐπὶ τῶν ἄλλων ἔχει, οὕτω καὶ ἐνταῦθα ἱστό‐
10ρησέ τις, ὅτι ἡ χιὼν ψύχει. εἰ μέλλει κριθήσεσθαι ἡ ἱστορία, δεῖ τῷ αὐτῷ κριτηρίῳ χρήσασθαι, ὥσπερ ὁ ἱστορῶν κατέλα‐ βεν. ὁ μὲν οὖν λογικὸς ἀπὸ τῆς αἰτίας ἱστορίαν κρῖναι δυ‐ νήσεται. ἱστορήσαντος γάρ τινος, ὅτι ἀνθρώπῳ διατεταμένα τὰ ἀγγεῖα ἔχοντι καὶ βαρυνόμενα αἱμοῤῥαγία ἐγγενομένη
15περιέγραψε τὸ δυσαρέστημα, καὶ τὸ βάρος ἐπικρίνει τοῦτο, εἰ ἔστιν ἀληθὲς, εἰς τὴν αἰτίαν ἀφορῶν τὴν ἐπιφέρουσαν τὰ συμπτώματα, καὶ σκοπῶν, εἰ οἵα τε εἴη ἡ αἱμοῤῥαγία
ὑπεναντιοῦσθαι τῇ αἰτίᾳ. εὑρίσκων δ’, ὅτι τὸ μὲν βάρος145

1

.

146

καὶ ἡ διάτασις ἐκ πλήθους συμβαίνει, ἡ δ’ αἱμοῤῥαγία μειωτικὴ τοῦ πλήθους ἐστὶ, κατείληφεν, ὅτι ἡ ἱστορία ἀληθής ἐστι, καὶ οὐδενὸς ἑτέρου πρὸς τὴν ἐπίκρισιν προσ‐ δεῖται. ἐφ’ ὧν δὲ τὴν αἰτίαν οὐ καταλαμβάνομεν, τὴν
5ἱστορίαν αὕτη ἡ πεῖρα κρίνει. ἂν γὰρ ἱστορεῖν τις αὐτῷ φαίνηται, ὅτι αἱμωδίαν ἀνδράχνη ἔλυσε, τῇ πείρᾳ πρὸς τὴν, κρίσιν χρήσεται. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ τὸν Ἐμπει‐ ρικὸν τῇ πείρᾳ τὴν κρίσιν τῆς ἱστορίας ποιήσασθαι. εἰ δὲ πεῖρα τὴν ἱστορίαν κρίνει, περιττὴ γίγνεται ἡ ἱστορία καὶ
10ἄχρηστος. ἀλλὰ λέγουσί τινες τῶν Ἐμπειρικῶν, ὅτι τῇ ἀξιοπιστίᾳ τῶν ἱστορούντων προσέχοντες κρίνομεν τὴν ἱστο‐ ρίαν. πυνθανομένων δὲ ἡμῶν, πῶς τὴν ἀξιοπιστίαν κρί‐ νετε, ἄλλων ἐν ἄλλοις διαμαρτανομένων καὶ κατορθούντων, ὅτι μὴ διὰ φιλοδοξίαν τινὰ, φασὶν, ὁ ἱστορῶν ἱστορῇ, μήτε
15διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ, τότε ἀληθὲς εἶναί φαμεν ἡμεῖς τὸ ἱστορούμενον. πρὸς τοῦτο δὲ
ῥητέον, πρῶτον μὲν διὰ μηδὲν τῶν εἰρημένων, ἐξαπατη‐146

1

.

147

θεὶς δ’ ὁ ἱστορῶν ἱστορεῖ. ἆρά γε, διότι, μήτε διὰ δόξαν, μήτε διὰ δόγματα προσπαθῶς, μήτε διὰ φιλονεικίαν τινὰ ἱστορεῖται, ἀληθές ἐστι τὸ ἱστορηθέν; δεύτερον δ’, ὅταν ἰατρὸν σοφὸν ἀξιῶσι τὸν ἱστοροῦντα εἶναι. ἐκβάντες μὲν
5τὸ κρίνειν τὴν ἱστορίαν, κρίνουσιν ἄνδρα σοφόν· ἡ δὲ τοι‐ αύτη κρίσις φιλοσόφοις καὶ ἰατροῖς ἐπιβάλλει. πόθεν δὲ καὶ δυνατόν ἐστι κρῖναι, ὅτι μήτε διὰ δόξαν, μήτε διὰ δόγματα πρὸς τὸ πάθος, μήτε διὰ φιλονεικίαν ἱστο‐ ρεῖται τὸ ἱστορούμενον; πρὸς δὲ τοῖς εἰρημένοις, καὶ εἰς τὴν
10κρίσιν τῆς ἀξιοπιστίας κέχρηνται κριτηρίῳ ἀποδοκιμαζομένῳ ἐπ’ αὐτῶν· λέγοντες γὰρ, ὅτι, ἐπειδὰν μήτε διὰ δόξαν, μήτε διὰ φιλονεικίαν ἱστορῆται, αἰτίας ἐκτίθενται, δι’ ἃς χρὴ πι‐ στεύειν τῷ ἱστοροῦντι. ὥστε, εἰ καὶ διὰ μηδὲν ἕτερον, ἀλλὰ διὰ τοῦτο χρήσιμοί εἰσιν αἱ ἐπιζητούμεναι αἰτίαι. καὶ ἡμεῖς
15οὐδὲν πλέον ποιοῦμεν, ἀλλά φαμεν δεῖν τὸ διότι πολυ‐ πραγμονεῖν, ὅπερ καὶ αὐτοὶ ἐν τῇ τῆς ἱστορίας κρίσει φαί‐
νονται ποιοῦντες. ἀλλ’ ἡμεῖς μὲν τῷ διότι χρώμεθα, καὶ147

1

.

148

τὸ σύνολον τῇ αἰτίᾳ εἰς τὴν τοῦ λεγομένου πράγματος κρί‐ σιν, οἱ δ’ Ἐμπειρικοὶ εἰς τὸ ἐπικρῖναι τὸν τοῦ ἱστοροῦντος τρόπον. τὸ δὲ κρίνειν τὰ ἤθη, οὐ τῶν ἰατρῶν, ἀλλὰ τῶν φιλοσόφων ἐστὲν ἴδιον. ἔτι καὶ τοῦτο λέγουσιν οἱ Ἐμπειρι‐
5κοὶ, πρὸς τὸ μὴ δεῖν τῇ πείρᾳ κρίνειν τὴν ἱστορίαν. φασὶ γὰρ, ὅτι, ὥσπερ ὑμεῖς, διότι Κρήτη νῆσός ἐστιν, ἱστορούν‐ των τινῶν, κατειλήφατε, ὅτι ἐστί τις Κρήτη νῆσος, καίτοι αὐτόπται τῆς Κρήτης οὐ γεγόνατε, οὕτω καὶ ἡμεῖς, πολ‐ λῶν περὶ τῶν αὐτῶν συμφωνούντων, οὐ δεόμεθα πείρᾳ
10κρίνειν τὴν ἱστορίαν, ἀλλὰ πεπιστεύκαμεν τῇ τῶν πολλῶν δόξῃ. ἀλλ’ ἡμεῖς μὲν, φήσομεν, πεπιστεύκαμεν περὶ τῆς Κρή‐ της, ὅτι ἔστι, ἀπὸ τούτων τῶν εὐλόγων γοῦν ὁρμώμενοι, ὅτι πλεῖ τις ἐκεῖθεν δεῦρο, καὶ πάλιν ἔνθεν ἐκεῖ, καὶ ὅτι φί‐ λοι τινὲς Κρῆτές εἰσιν ἐνταῦθα, ἢ καὶ πάλιν οἷς ἐπιστέλ‐
15λομεν, καὶ παρ’ ὧν γράμματα ἡμῖν διακομίζεται. ἔτι τε ὅτι καὶ πάντες ἄνθρωποι περὶ τῆς αὐτῆς ὁμολογοῦσι, καὶ οἱ
ἔχθιστοι. περὶ δὲ τῶν κατὰ τὴν ἰατρικὴν σχεδὸν περὶ148

1

.

149

οὐδὲν συμφωνοῦσι, καὶ ταῦτα ὀλίγοι πρὸς τοὺς ἅπαντας ἀνθρώπους ὄντες οἱ ἰατροὶ, καὶ οὐ μόνον οὐ συμφωνοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντιώτατα δοξάζουσιν, ὡς μικρῷ πρόσθεν ὑπεδείξαμεν· διὰ ταῦτα οὖν κριτηρίου τινός ἐστι χρεία,
5πρὸς τὸ ἐπικρίνειν τὴν ἐν τῇ ἰατρικῇ ἱστορίαν. ἐπεὶ δὲ καὶ λέγουσιν οἱ Ἐμπειρικοὶ, ὅτι τὰ καταλαμβανόμενα, ἃ μὲν αἰσθήσει καταλαμβάνεται, ὡς τὸ ἔρευθος, ἃ δὲ ὑπο‐ μνηστικῶς, ὡς τὰ διὰ σημείων τινῶν καταλαμβανόμενα· ἐνδεικτικῶς δὲ οὐδὲν καταλαμβάνεται, οὔθ’ ἑτέρῳ τῶν ἐκ‐
10κρινομένων ὑπ’ αὐτῶν τρόπῳ· ὅτι δὲ Κρήτη νῆσός ἐστι, καταλαμβάνουσι, δῆλον ὡς ἤτοι οὐ κατειλήφασιν, ὅτι Κρήτη νῆσος ἐγένετο. εἰ δὲ κατειλήφασιν, ἐστί τις ὁ τρίτος κα‐ ταλήψεως τρόπος. ταῦτα μὲν οὖν εἰς παράστασιν τοῦ πε‐ ριττὴν εἶναι τὴν ὑπ’ αὐτῶν θρυλουμένην ἱστορίαν, εἴ‐
15ρηται. Κεφ. ιεʹ. Ὅτι δὲ καὶ ἀδύνατόν ἐστιν ἀπὸ ἱστορίας ὠφελοῦντός τινος ἔχειν κατάληψιν, διὰ βραχέων ἄν τις πα‐ ραστήσειεν. ἐπεὶ γὰρ δεῖ τὴν τήρησιν, ὡς ἐν τοῖς πρόσθεν
ἐδείκνυμεν, οὐ μόνον ἐπὶ γένει συμπτωμάτων καὶ ἀριθμῶν149

1

.

150

γίνεσθαι, ἀλλὰ καὶ μεγέθει καὶ καιρῷ· ταῦτα δ’ ἀναγρά‐ φεσθαι ἀδύνατον ἄνευ τῶν σκοπῶν, δῆλον ὡς καὶ ἡ ἱστορία ἀδύνατος ἂν εἴη. ὅτι δὲ καὶ παρὰ τὰ μεγέθη καὶ τοὺς καιροὺς καὶ τὴν τάξιν διαφέρουσαι θεραπεῖαι γίγνονται,
5δέδεικται, ἀλλὰ καὶ ἐξ ὧν κατεσκευάσαμεν, ὅτι ἀδύνατον ἐπὶ συνδρομῇ τήρησιν ποιήσασθαι, δυνατόν ἐστιν ἐκ τῶν αὐτῶν κατασκευάσαι, ὅτι οὐδὲ ἱστορίαν ποιήσασθαι δυνα‐ τόν ἐστιν. οὐ γὰρ δή που τήρησιν μὲν ποιήσασθαι δυνατόν ἐστιν, ἀναγράψαι δὲ τὰ μὴ τετηρημένα δυνατόν ἐστιν.
10 Κεφ. ιϛʹ. Ἑξῆς δὲ περὶ τῆς τοῦ ὁμοίου μετα‐ βάσεως ῥητέον. ἐδεήθησαν δὲ τῆς τοῦ ὁμοίου μεταβάσεως οἱ Ἐμπειρικοὶ διὰ τάδε· ἐπεὶ γὰρ πλεῖστα καὶ σχεδὸν ἄπειρα ἦν, ἐφ’ οἷς ἔδει τὰς τηρήσεις γίγνεσθαι, ἄπειρα δὲ καὶ τὰ ὠφελοῦντα, ἀδύνατον δ’ ἦν ἐφ’ ἅπασιν ἢ τοῖς
15πλείστοις αὐτόν τινα τηρεῖν, διὰ τοῦτ’ ἐδεήθησαν καὶ τῆς ἱστορίας, καὶ τῆς τοῦ ὁμοίου μεταβάσεως. ἔτι τε ἐπειδὴ οἱ Λογικοὶ ἀντιλέγοντες αὐτοῖς φασὶν, ὅτι εἰ καί τινος ἄλλου
οἱ τεχνῖταί εἰσιν ἐστοχασμένοι καὶ τοῦ εὐπόρου· ὑμεῖς δ’ ἓν150

1

.

151

ἐφ’ ἑνὶ τετηρηκότες ἄπειροι πρὸς τὰς θεραπείας ἔσεσθε, ἢ πλείονα ἀναγκαζόμενοι ἐπὶ τοῦ αὐτοῦ τηρεῖν, οὐδέποτε χρήσεσθε τῇ τέχνῃ, ἀλλ’ ἐτηρήσατε, φασὶν, ὅτι τῇ τοῦ ὁμοίου μεταβάσει χρώμεθα, ἐξ ἧς ἡ εὐπορία ὑμῖν παρα‐
5γίνεται. σκοτωματικοῦ γὰρ, φέρε, ἀπὸ καταπτώσεως αἱμοῤ‐ ῥαγήσαντος, εἶτ’ ἀπαλλαγέντος τοῦ πάθους, τηρήσαντες τοῦτον, ἐφ’ ἑτέρου φλεβοτομίᾳ χρώμεθα. πρῶτον μὲν οὖν πύθοιτο ἄν τις αὐτοὺς, πόθεν κατειλήφασιν, ὅτι διὰ τῆς αἱμοῤῥαγίας ἀπήλλακται ὁ σκοτωματικὸς, καὶ οὐ διὰ τὴν
10κατάπτωσιν ταύτην, ἀλλ’ οὐδέπω λέγειν πρὸς αὐτοὺς χρὴ, πρὶν ἢ ἀποδεῖξαι, κατὰ πόσους τρόπους κέχρηνται τῇ τοῦ ὁμοίου μεταβάσει. κεχρῆσθαι τοίνυν φασὶ τῇ τοῦ ὁμοίου μεταβάσει, ὁτὲ μὲν ἀπὸ βοηθημάτων εἰς βοηθήματα, ὁτὲ δ’ ἀπὸ τόπων εἰς τόπους, ὁτὲ δ’ ἀπὸ παθῶν ἐπὶ πάθη.
15ἀπὸ μὲν οὖν βοηθημάτων ἐπὶ βοηθήματα, ὡς ὅταν μέσπι‐ λον ἀντὶ μήλου ἐπὶ τῶν δυσεντερικῶν παραλαμβάνωσιν, ἀπὸ δὲ τόπων ἐπὶ τόπους, ὡς ὅταν τι ἐπὶ τῶν μυωδῶν ἢ νευρωδῶν τετηρημένον, οἷον, φέρε, ἀπὸ τοῦ μηροῦ μετα‐
φέρωμεν ἐπὶ τὸν βραχίονα· ἀπὸ παθῶν δὲ ἐπὶ πάθη,151

1

.

152

ὡς ὅταν τοῖς ἐπὶ τῶν αἱμοῤῥαγιῶν τετηρημένοις χρήσωνται ἐπὶ αἱμόῤῥου δήγματος. κατὰ τοσοῦτον μὲν οὖν τρόπον τῇ τοῦ ὁμοίου μεταβάσει χρῶνται. Κεφ. ιζʹ. Ἐρωτᾷν οὖν ἄξιόν ἐστιν αὐτοὺς, πρῶτον
5μὲν ἐπὶ τῶν βοηθημάτων, πῶς κέχρηνται, πότερον τῇ ὁμοιότητι τῆς δυνάμεως προσέχοντες, ἢ τῇ τῶν προσόντων συμπτωμάτων ὁμοιότητι, οἷον ὅταν τὸ μέσπιλον ἀντὶ τοῦ μήλου παραλαμβάνωσιν, πότερον κατὰ τὴν στύψιν ὁμοίως ταῦτα εἶναι νομίζοντες παραλαμβάνουσιν, ἢ ὁρῶντες, ὅτι
10στρογγύλα ἐστὶν ἄμφω, καὶ τῇ χροιᾷ καὶ τῇ ἁφῇ ὅμοια; εἰ μὲν γὰρ τῇ δυνάμει, λέγω δὴ τῇ στύψει προσέχοντες, μεταβαίνειν φήσουσιν, ὁμολογοῦσιν ἐπιζητεῖν στύψεως τὰς αἰτίας, καθ’ ἃς ὠφελεῖ τὰ ὠφελοῦντα. συγκαταλαμβάνεται δὴ τῇ τῶν ὠφελούντων δυνάμει καὶ ἡ τῶν βλαπτόντων δύναμις.
15ἀλλὰ καὶ πλέον τι ἐπιζητῆσαι αὐτοὺς δεῖ, οὐ μόνον ὅτι στύφει, πολλὰ γὰρ στύφει μὲν, οὐ τὸ αὐτὸ δὲ ποιεῖ, ὡς ἡ λεπὶς στύφουσα καθαίρει καὶ τὰ μόρια. ἐὰν γὰρ γνωσθῇ,
ὅτι πέπερι κατὰ τὸ θερμαίνειν ὠφελεῖ, κατείληπται, ὅτι τὸ152

1

.

153

βλάπτον νῦν κατὰ τὸ ψύχον βλάπτει. εἰ δὲ τῇ ὁμοιότητι τῶν συμπτωμάτων φήσουσι προσέχοντες αἱρεῖσθαι τὰ ὅμοια, πότερον, φήσομεν, ἂν πάντα τὰ συμπτώματα ὅμοια ᾖ, οὕτω τὴν ὁμοιότητα λογίζεσθε; ἀλλ’ ἀδύνατόν ἐστι πάντα τὰ
5συμπτώματα ὅμοιά τινων εἶναι. οὕτω γὰρ ἂν τὰ αὐτὰ εἴη, καὶ οὐχ ὅμοια. ἀλλὰ δηλονότι τῇ τινων συμπτω‐ μάτων ὁμοιότητι προσέχοντες, φήσουσι. ἤτοι οὖν τοῖς πλείο‐ σιν, ἢ τοῖς ἴσοις, ἢ τοῖς ἐλάττοσι προσέχοντες, φήσομεν, μεταβαίνετε. εἰ μὲν τοῖς ἐλάττοσι, πάντα σχεδὸν ὅμοια ἂν
10εἴη· κατά τι γάρ ἐστιν ἐμφερῆ πάντα· εἰ δὲ τοῖς ἴσοις, καὶ τοῖς πλείοσι, διὰ τί ἐπὶ τῶν αἱμοῤῥαγούντων, φήσομεν, ὥσπερ κόμῃ πράσου κέχρησθε, οὕτως οὐχὶ καὶ σκορόδου καὶ κρομμύου κέχρησθε κόμῃ; ὅμοια γὰρ ταῦτα κατὰ τὰ πλεῖστα. καὶ ἐπὶ τῶν χειμέθλων, διὰ τί, ὥσπερ γογγύλῃ, οὐχὶ καὶ
15ῥαφανίσι; καὶ ἐπὶ τῶν στομαχικῶν, διὰ τί, ἀψινθίου μὴ παρόντος, κἀνταῦθα χυλῷ οὐ κέχρηνται πρασίου; σχε‐ δὸν γὰρ ἀπαράλλακτα ταῦτα· καὶ ἐπὶ τῶν ὑδρωπικῶν, διὰ
τί ἀντὶ ῥαφανίδος πολλάκις γογγυλίδι οὐ κέχρηνται; καὶ153

1

.

154

ἁπλῶς σκοπεῖσθαι χρὴ τοῖς τετηρημένοις ὅμοιόν τι ἐναντίον δυνάμενον, καὶ πυνθάνεσθαι παρ’ αὐτῶν, εἰ διὰ τὴν ὁμοιότητα ἐπὶ τῶν αὐτῶν χρηστέον τούτοις· κρῖναι δὲ τὴν ὁμοιότητα ταῖς αἰσθήσεσιν, ὡς ἐκεῖνοι ἀξιοῦσιν. τῷ δ’
5αὐτῷ ἄν τις ἐπιχειρήματι χρήσαιτο ἐπὶ τῶν λοιπῶν. αὐτί‐ κα γὰρ παραδεικτέον αὐτοῖς, ὅτι οὐδ’ ἀπὸ συμπτωμάτων ἐπὶ συμπτώματα, οὔτ’ ἀπὸ παθῶν ἐπὶ πάθη μεταβῆναι δύνανται. πότερον γὰρ, φήσομεν, τῇ κατὰ τὴν δύναμιν ὁμοιότητι τῶν συμπτωμάτων προσέχετε; ἀλλ’ οὐ φήσουσιν.
10οὐ γὰρ ἐξετάζουσι τὴν δύναμιν, ἀλλὰ τὴν κατὰ τὴν αἴσθη‐ σιν τῶν συμπτωμάτων ὁμοιότητα. πότερον οὖν, ἐὰν κατὰ πλείω, ἢ κατὰ τὰ ἴσα τῶν συμπτωμάτων ὅμοια ᾖ; ἀλλὰ κατὰ τὰ πλεῖστα ὅμοιά ἐστι φλεγμονὴ καὶ σκίῤῥος. ἐναντίας δὲ σχεδὸν, καὶ κατ’ οὐδένα ὁμοίας δεῖται ἀγωγῆς. καὶ οἴ‐
15δημα, καὶ κήλη, καὶ χοιρὰς, καὶ μελικηρὶς, πολλὴν μὲν ὁμοιότητα σώζει πρὸς ἄλληλα, ὅμως δ’ ἡ θεραπεία πάμ‐ πολλα διαλλάττει. ἔτι τε οἱ διὰ ῥῆξιν αἷμα ἀνάγοντες τοῖς
κατὰ ἀνάβρωσιν ἢ ἀναστόμωσιν ὁμοιότατα πάντα σχεδὸν154

1

.

155

ἔχουσι τὰ συμπτώματα, οὐ μὴν ἡ αὐτὴ θεραπεία ἁρμόζει πᾶσιν. οὕτω μὲν οὖν ἐστιν ἐπιδεῖξαι, ὅτι ἀδύνατος κατὰ τοὺς Ἐμπειρικοὺς ἡ τοῦ ὁμοίου μετάβασις. Κεφ. ιηʹ. Ἑξῆς δ’ ἀκόλουθόν ἐστιν ἐπιδεῖξαι, πῶς
5οἱ Λογικοὶ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύνανται, ὅπερ τινὲς οὐχ ὁμοίου μετάβασιν, ἀλλ’ ἀναλογισμὸν καλοῦ‐ σιν. τὴν μὲν γὰρ τοῦ ὁμοίου μετάβασίν φασι τοῖς Ἐμπει‐ ρικοῖς προσήκειν. τὸν δὲ παρακείμενον τῇ τοῦ ὁμοίου με‐ ταβάσει τρόπον ἀναλογισμὸν καλοῦσιν, ᾧ τοὺς Λογικούς
10φασι κεχρῆσθαι. ἡμεῖς δὲ οὐδὲν διαφερόμεθα πρὸς τοὺς τὰ ὀνόματα ἐξαλλάττοντας· τὸ δὲ πρᾶγμα αὐτὸ ὑποδείξομεν, ὅπερ ἔξεστι τῷ βουλομένῳ ὡς ἂν ἐθέλοι καλεῖν. φαμὲν τοίνυν, ἄλλα μὲν συμπτώματα παρακολουθεῖν τοῖς αἰτίοις, ἄλλα δὲ τοῖς πάσχουσι τόποις, ἄλλα δὲ ταῖς δυνάμεσιν,
15ἄλλα δὲ τοῖς πάσχουσιν αὐτοῖς. ταῦτα ὁ Λογικὸς διακρίνει πάντα, καὶ οἶδεν, ἐφ’ οἷς τε δεῖ τοῦ τηρεῖν, καὶ ἐφ’ οἷς μή. παρόντων μὲν οὖν τῶν ἄλλων, καὶ μὴ παρόντων, οὐ
πεφρόντικεν τῶν μηδὲν χρήσιμον εἰς θεραπείαν ἐχόντων.155

1

.

156

καὶ παραλλάττειν δοκούσης τῆς συνδρομῆς παρά τι τῶν οὐ χρησίμων συμπτωμάτων, τοῖς αὐτοῖς κέχρηται, ὡς ὁμοίας οὔσης τῆς συνδρομῆς. ὁ δ’ Ἐμπειρικὸς, ἐπειδὴ ἐπὶ ἀθρόᾳ τῇ συνδρομῇ τηρεῖ, καὶ οὐκ ἔχει δύναμιν διακριτικὴν συμ‐
5πτωμάτων, παντὸς οὑτινοσοῦν ἐλλείποντος ἢ πλεονάζοντος συμπτώματος, ὡς ἀλλασσομένης τῆς συνδρομῆς, δια‐ φόρῳ θεραπείᾳ χρήσασθαι ὀφείλει, ἀγνοῶν, ὅτι ἐπὶ μέν τινων συμπτωμάτων πλεονασμῷ ἢ ἐλλείψει τῷ ὄντι ἀλλάσ‐ σεται ἡ συνδρομὴ, ὡς ἐπὶ φλεγμονῆς, καὶ σκίῤῥου, καὶ οἰ‐
10δήματος, καὶ κήλης, ἐπὶ δέ τινων οὐκέτι. ἐπὶ γὰρ ὀπισθο‐ τονικῶν καὶ ἐμπροσθοτονικῶν διαφέρειν μὲν δοκεῖ ἡ φλεγ‐ μονὴ, ἀλλ’ ἐπεὶ τοῦ πάσχοντός ἐστι τὸ σύμπτωμα, οὔτ’ αἰτίας, οὔτε τόπου, οὔτε δυνάμεως, οὐκ ἐξαλλάσσεται ἡ θεραπεία. ἀγνοεῖ δ’ ὁ Ἐμπειρικὸς καὶ τοῦτο, ὅτι ἐνίοτε ἡ
15μὲν συνδρομὴ ὁμοία ἐστὶν, οὐ τῇ αὐτῇ δὲ θεραπείᾳ χρήσασθαι δεῖ. ἰδοῦ γὰρ ἴσα καὶ ὅμοια τὰ συμπτώματα ἐπὶ τῶν διὰ ῥῆξιν καὶ ἀναστόμωσιν καὶ ἀνάβρωσιν ἀναγόντων αἷμα.
ἔστω δὲ καὶ βῆχα εἶναι ἐπὶ παντὸς τὴν αὐτὴν καὶ τὸ τοῦ156

1

.

157

ἀναγομένου πλῆθος. ταὐτὰ καὶ τἄλλα ὅμοια, ἀλλὰ καὶ ἡ θεραπεία διάφορος παραλαμβάνεται. ὁ οὖν Λογικὸς τήν τ’ εὐχρηστίαν καὶ τὴν ἀχρηστίαν τῶν συμπτωμάτων εἰδὼς, πολλάκις ἀνομοίου δοκούσης εἶναι τοῖς πολλοῖς τῆς συνδρο‐
5μῆς, τοῖς αὐτοῖς χρήσεται, οἷον ὀπισθοτονικοί τινες λέγον‐ ται, καὶ ἐμπροσθοτονικοὶ, καὶ τετανικοί· οὗτοι διαφέρουσαν τὴν συνδρομὴν ἔχειν δοκοῦσιν. ἀλλ’ εἰδὼς ὁ Λογικὸς, φέρε, ὅτι πλῆθος αἵματος τὸ αἴτιον, καὶ μυῶν τὸ πάθος, καὶ τὸ αὐτὸ ἀποτέλεσμα. φλεγμονῇ γὰρ τῇ αὐτῇ θεραπείᾳ χρήσε‐
10ται. τοῖς γὰρ εἰρημένοις μόνοις προσέχει συμπτώμασιν. τὸ δὲ τοῦ πάσχοντος σύμπτωμα ὡς ἄχρηστον παραιτεῖται. τὸ γὰρ ἔμπροσθεν ἢ ὄπισθεν ἢ ἐξ ἴσου συντείνεσθαι, τοῦ πά‐ σχοντός ἐστι σύμπτωμα. πρὸς δὲ τὴν θεραπείαν οὐδὲν χρήσιμον ἔχει παραφυλαττόμενον, ὡς οὐδὲ τὸ δακρύειν. καὶ
15ὁμοίας δὲ τῆς συνδρομῆς εἶναι δοκούσης, οὐδὲ παρὰ τὴν διάνοιαν τῆς αἰτίας, διαφόρῳ χρῆται θεραπείᾳ, ὡς ἐπὶ τῶν δι’ ἀνάβρωσιν ἢ διὰ ῥῆξιν αἷμα ἀναγόντων. διαιρῶν γὰρ τὰ
συμπτώματα ὁ Λογικὸς, κατὰ τὴν πρὸς τὰ ἐνδεικνύμενα τὸ157

1

.

158

συμφέρον ἀναφορὰν, καὶ τὰ χρήσιμα τῶν συμπτωμάτων ἐκλαμβάνων, καὶ τοῖς πρὸς ταῦτα τὰ συμπτώματα ἐναντιοῦ‐ σθαι δυναμένοις βοηθήμασι χρώμενος, πολλάκις διαφόρου εἶναι δοκούσης συνδρομῆς, ὁ δὲ τῇ αὐτῇ θεραπείᾳ χρήσεται.
5καὶ πάλιν ὁμοίας εἶναι δοκούσης, διαφέρουσαν θεραπείαν παραλήψεται. ἡ γὰρ θεραπεία σύμπτωμά ἐστι τοῖς ἐναν‐ τιοῦσθαι δυναμένοις τοῖς ἐπιφέρουσιν τὰ συμπτώματα αἰ‐ τίοις. ὁ μὲν οὖν Λογικὸς καταλαμβάνει ἕκαστον τῶν ἐναν‐ τιουμένων τοῖς νοσοποιοῖς αἰτίοις βοηθημάτων, καὶ πρὸς ὅ
10τι σύμπτωμα ἐναντιοῦσθαι πέφυκεν, οὐκ ἀγνοεῖ, διὰ τὸ καταδιαιρεῖν, ὡς ἔφημεν, τὴν συνδρομήν. ὁ δὲ Ἐμπειρικὸς ἐπὶ ἀθρόᾳ συνδρομῇ τὰ ὠφελοῦντα τηρῶν, τί τίνι ἐναν‐ τιοῦσθαι πέφυκεν, οὐ δύναται εἰδέναι. τοῦτο δὲ ἀγνοῶν, οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει χρήσασθαι οἷός τέ ἐστιν.
15κατὰ τί γὰρ τὸ ὠφελοῦν ὠφέλησε, καὶ αὐτὸς ἀγνοεῖν ὁμο‐ λογεῖ. Κεφ. ιθʹ. Πόθεν οὖν, φαίη τις ἂν, τὰ χρήσιμα καὶ τὰ ἄχρηστα τῶν συμπτωμάτων διαγιγνώσκει ὁ Λογικός; ῥητέον,
ὅτι τῇ πρὸς τοὺς ἐνδεικνυμένους σκοποὺς ἀναφορᾷ. εἰδὼς158

1

.

159

γὰρ, ὅτι τάδε μὲν τὰ συμπτώματα δηλωτικά ἐστι τῶν τὸ συμφέρον ἐνδεικνυμένων σκοπῶν, τὰ δὲ οὐκ ἔστι τοιαῦτα, τὰ μὲν χρήσιμα παραφυλάττει, τὰ δ’ ἄλλα παραιτεῖται. ἐκ δὲ τῆς τῶν χρησίμων συμπτωμάτων καταλήψεως
5καὶ τὸ δύνασθαι τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι πα‐ ραγίνεται. ἔστι δ’ ὅτε οὐχ ὅλην τὴν θεραπείαν μεταφέρει, ἀλλὰ μέρος τι αὐτῆς. ὡς γὰρ τὰς συνδρομὰς καταδιαιρεῖ, οὕτω καὶ τὰς θεραπείας. καὶ οἶδε, τίνα μὲν τῶν ἐν τῇ θεραπείᾳ βοηθημάτων ὑπεναντιοῦται τοῖς ἀπὸ τῶν αἰτίων
10ἐπιφερομένοις συμπτώμασι, τίνα δὲ τοῖς ἀπὸ τῶν τόπων ἢ τῶν δυνάμεων. εἰδὼς γὰρ, ὅτι τόδε μὲν ἀπὸ τῶν αἰτιῶν ἐστι τὸ σύμπτωμα, τόδε δὲ ἀπὸ τῶν τόπων, τόδε δὲ ἀπὸ τῆς δυνάμεως, καὶ ὅτι ἀπὸ μὲν τοῦ αἰτίου τὸ γένος τῶν βοηθημάτων ὑπαγορεύεται, ἀπὸ δὲ τοῦ τόπου ὁ τρόπος
15τῆς χρήσεως, ἀπὸ δὲ τῆς δυνάμεως, ἐπὶ τοῦ παρόντος εἰ‐ πεῖν, τὸ μέτρον, τοῦ μὲν αὐτοῦ αἰτίου ὄντος, καὶ τῶν δηλωτικῶν τοῦ αἰτίου συμπτωμάτων φαινομένων, τοῦ δὲ αὐτοῦ τόπου μὴ ὄντος, μηδὲ τῆς αὐτῆς δυνάμεως, τὸ μὲν αὐτὸ γένος παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τόπον
20καὶ τὸν τρόπον οὐκ ἔτι. εἰ δ’ αἴτιον μὲν μὴ εἴη τὸ αὐτὸ,159

1

.

160

ὁ δὲ τόπος ὁ αὐτὸς, καὶ ἡ δύναμις ἡ αὐτὴ, τὸ μὲν γένος οὐ τὸ αὐτὸ παραλήψεται τοῦ βοηθήματος, τὸν δὲ τρόπον καὶ τὸ μέτρον τὸ αὐτό. ἐπεὶ οὖν ἱκανός ἐστι μερίζειν ὁ Λογικὸς τάς τε συνδρομὰς καὶ τὰς θεραπείας, δύναται
5κατὰ τὰς ὁμοιότητας τῶν συνδρομῶν κινούμενος μέρη τινὰ τῆς θεραπείας κατὰ τὸ ἐοικὸς μεταφέρειν. ὁ δ’ Ἐμπειρικὸς μήτ’ αἰτίαν, μήτε δηλωτικὰ αἰτιῶν συμπτώματα, ἢ τόπου, ἢ δυνάμεως πολυπραγμονῶν, τοῦτο ποιεῖν οὐχ οἷός τε ἔσται. διὰ τοῦτο δὲ οὐδὲ τῇ τοῦ ὁμοίου μεταβάσει κεχρῆσθαι δύ‐
10ναται. κατὰ τί γὰρ αἱ συνδρομαὶ ἀλλήλων προσεοίκασιν, ἀγνοεῖ. καὶ διὰ τοῦτο οὐδὲ τὴν θεραπείαν καταδιαιρεῖν δύναται, καὶ προσαγαγεῖν τὸ δυνάμενον ὑπεναντιωθῆναι τῷ παρόντι συμπτώματι βοήθημα. ἐὰν γὰρ τοῦτο φῇ δυ‐ νατὸς εἶναι, λέγω δὴ μερίζειν τά τε τῶν συνδρομῶν συμ‐
15πτώματα, καὶ τὴν θεραπείαν ἐπιστάμενος, καθ’ ὅ τι ἕκα‐ στον ὠφελεῖ καὶ βλάπτει, αἰτιῶν κεκρυμμένων καταληπτικὸς εἶναι ὁμολογήσει. εἰ δὲ τοῦτο, καὶ ἀπ’ ἐνδείξεως τὰ βοηθή‐
ματα δυνατὸς εἶναι λαμβάνειν ὁμολογήσει.160

1

.

161

Κεφ. κʹ. Ἀδυνάτων οὖν ὄντων τῶν εἰδοποιούντων τὴν τῶν Ἐμπειρικῶν αἵρεσιν, τηρήσεως, καὶ ἱστορίας, καὶ τῆς ὁμοίου μεταβάσεως, τὴν μὲν τήρησιν ἄχρηστον ἄνευ λόγου καὶ ἀδύνατον καθ’ αὑτὸ ἐπεδείξαμεν. ἄχρηστον μὲν, ἐπει‐
5δήπερ λόγου χρεία τοῦ διακρίνοντος, ἐφ’ οἷς δεῖ συμπτώμασι τὰς θεραπείας ποιεῖν. οὐδὲ γὰρ ἐφ’ ἅπασι τοῖς προγεγε‐ νημένοις τε καὶ παροῦσι τῷ νοσοῦντι οἴονται δεῖν τηρεῖν. ἀδύνατον δ’, ὅτι πλειόνων ὄντων ταῦτα πάντα οὐκ ὄντως τυχεῖν δυνατόν ἐστιν, ἵν’ ἡ αὐτὴ γένηται συνδρομή. λέγω
10δὲ γένος συμπτωμάτων καὶ ἀριθμὸν τὸν αὐτὸν, καὶ μέγε‐ θος, καὶ τάξιν, καὶ καιρὸν, καὶ τὰ ὅμοια. τὴν δὲ ἱστορίαν περιττὴν μὲν, διότι τῇ πείρᾳ ἐπικρίνει τὰ ἱστορούμενα, ἀδύ‐ νατον δὲ, διότι μήτε μεγέθη συμπτωμάτων, μήτε καιροὺς δύνατα προσιστορεῖν, ὧν ἄνευ τοῦ ὠφελοῦντος κατάληψις
15γενήσεσθαι οὐ δύναται. τὴν δὲ τοῦ ὁμοίου μετάβασιν δια‐ βεβλήκαμεν, δι’ ὧν ἐπεδείξαμεν, ὅτι ἐξ ἀνάγκης δεῖ αὐτὴν καταστῆσαι, ἐπὶ τὴν τῶν δυνάμεων βλαπτουσῶν ἢ
ὠφελουσῶν ἐξέτασιν.161

1

.

162

Κεφ. καʹ. Ἐπεὶ οὖν ὡς ἐν κεφαλαίῳ ἀντειρήκαμεν τοῖς Ἐμπειρικοῖς, ἑξῆς πρὸς τοὺς Μεθοδικοὺς ῥητέον. χρὴ δὲ τὸν ἀντιλέγοντα αὐτοῖς τὰ μὲν κοινὰ τῶν αἱρέσεων συγχωρεῖν, τὸ δὲ διαλλάττον ἐκείνων ἀναιρεῖν. οἱ μὲν οὖν Ἐμπειρικοὶ τὸ ἀπὸ
5ἐνδείξεως τὰ συμφέροντα λαμβάνεσθαι πειράσονται ἀδύνατον ἀποφαίνειν, ἀντιλέγοντες τοῖς Μεθοδικοῖς· ἡμεῖς δὲ τὸ ἀπὸ ἐν‐ δείξεως τὰ συμφέροντα λαμβάνειν δυνατὸν εἶναι συγχωρήσομεν. τὸ μέντοι ἀπὸ φαινομένων τὴν ἔνδειξιν γίγνεσθαι οὐκ ἔτι συγχωρήσομεν αὐτοῖς. ἔτι κἀκεῖνο συγχωρήσομεν τοῖς Μεθο‐
10δικοῖς, τὸ ἀπὸ συμπτωμάτων, μήθ’ ἑνὸς, μήτε πλειόνων ἔνδειξιν γίγνεσθαι. ἐκεῖνο δὲ οὐκ ἔτι συγχωρήσομεν, τὸ παντάπασιν ἄχρηστ’ εἶναι τὰ συμπτώματα. δοκεῖ γὰρ ἡμῖν πολλάκις δηλωτικὰ γίγνεσθαι τὰ συμπτώματα τῶν τὸ συμ‐ φέρον ἐνδείξασθαι δυναμένων, εἰς δὲ ἔνδειξιν παντάπασιν
15ἄχρηστ’ εἶναι τὰ συμπτώματα. τοιούτους τινὰς οἱ Μεθο‐ δικοὶ προφέρονται λόγους. φασὶ γὰρ, ὅτι, τῶν αὐτῶν συμ‐ πτωμάτων ὄντων, διαφερόντων δὲ τῶν παθῶν, ἐφ’ οἷς τὰ
συμπτώματα, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα, οἷον ἐπὶ162

1

.

163

φρενίτιδος, τῆς τε κατὰ στέγνωσιν, τῆς τε κατὰ ῥοῶδες. καὶ πάλιν τῶν αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμάτων, τῇ αὐτῇ θεραπείᾳ, φασὶ, χρώμεθα, ὡς ἐπὶ πλευρίτιδος καὶ φρενίτιδος, ἐὰν ἀμφότερα κατὰ στέγνωσιν τὰ
5πάθη ὑπάρχῃ. ἐπεὶ οὖν καὶ τῶν αὐτῶν συμπτωμάτων ὄντων διαφερούσῃ ἀγωγῇ χρώμεθα, καὶ διαφερόντων, ἔστιν ὅτε τῇ αὐτῇ, διὰ τοῦτο ἄχρηστα παντάπασιν εἶναι πρὸς θεραπείαν τὰ συμπτώματα. ἀναιρουμένων γὰρ τῶν παθῶν, συναναι‐ ρεῖται καὶ τὰ συμπτώματα, καὶ συνισταμένων, συνίσταται.
10καὶ διὰ τοῦτο τὰ μὲν πάθη χρήσιμα εἶναί φασιν, ἐφ’ οἷς συνισταμένοις ταῦτα γίνεται, καὶ λυομένοις λύεται· τὰ δὲ συμπτώματα ἄχρηστα, οὐδεμίαν ἰσχὺν ἐπὶ αὐτῶν ἔχονται. εἰ δὲ καὶ ἐνδεικνύναι φασὶ τὰ συμπτώματα, οὐδὲν συμφέρον, ἀλλὰ βλαβερόν τι μᾶλλον ἐνδείκνυται, ὡς ὁ πυρετὸς τὸ ψύχειν,
15ἢ νὴ Δία γε προσφέρειν ποτὸν, ἢ ἐπιθυμία οἴνου καὶ βα‐ λανείου, τὸ διδόναι οἶνον, καὶ εἰς βαλανεῖον ἀπάγειν. ἐπεὶ οὖν τὰ μὲν συμπτώματα ἤτοι οὐδὲν ἐνδείκνυται, ἢ οὐδὲν
τὸ χρήσιμον, ἀλλὰ καὶ μᾶλλον ἐπιβλαβὲς, διὰ τοῦτο τὰ μὲν163

1

.

164

συμπτώματα, φασὶ, διωθούμεθα, τὰ δὲ πάθη, ὡς τὸ συμ‐ φέρον ἐνδείξασθαι δυνάμενα, προσιέμεθα. ἐρωτῶσι δὲ καὶ τοιούτους τινὰς λόγους πρὸς ἔνδειξιν τοῦ μὴ εἶναι τὰ συμ‐ πτώματα τῶν συμφερόντων. εἰ τὸ αὑτὸ ἐναντίον οὐκ ἐν‐
5δείκνυται, οἱ δὲ δυσφοροῦντες ἐπὶ στεγνώσει καὶ ῥύσει τῶν ἐναντίων δέονται· ἀπὸ δυσφορίας ἔνδειξις τῶν συμφερόντων οὐ γίνεται. ἀναστρέψαι δὲ πρὸς αὐτούς ἐστι τοῦτον τὸν λόγον, καὶ δεῖξαι, ὅτι οὐδὲ πάθος ἐνδείκνυται οὕτως. εἰ οἱ στεγνούμενοι τὸ σῶμα ὑπὸ κρύους καὶ διαφθορᾶς δια‐
10φόρων δέονται, τὸ δ’ αὐτὸ διαφόρων ἐνδεικτικὸν οὐ γίνεται, οὐχ ὑποδείκνυσιν ἡ στέγνωσις τὸ συμφέρον. ἄλλως ἐρωτῶ‐ σιν οὕτως οἱ Μεθοδικοί. εἰ τὰ διάφορα τὸ αὐτὸ οὐκ ἐνδεί‐ κνυται, οἱ δὲ πυρέσσοντες καὶ βήσσοντες τὸ αὐτὸ ἔστιν ὅτε ἐνδείκνυνται, ἀπὸ πυρετοῦ καὶ βηχὸς ἔνδειξις οὐ γίνεται.
15ἡμεῖς δὲ οὕτως ἀναστρέψομεν. εἰ καὶ οἱ στρεβλούμενοι καὶ χαλώμενοι ὑπὸ χολῆς τῶν αὐτῶν δέονται, τὰ δὲ διά‐ φορα τὸ αὐτὸ οὐκ ἐνδείκνυται, ὑπὸ στεγνώσεως καὶ ῥύ‐
σεως τὸ συμφέρον οὐχ ὑποδείκνυται. τοιαῦτα μὲν οὖν τινα164

1

.

165

πρὸς τὸ ἄχρηστα ἐπιδεῖξαι τὰ συμπτώματα προφέρονται οἱ Μεθοδικοί. Κεφ. κβʹ. Ἡμεῖς δὲ πρῶτον μὲν ἐπιδείξομεν, ὅτι δι’ ὧν πράττουσιν αὐτοὶ, ὁμολογοῦσιν μὴ εἶναι ἄχρηστα παν‐
5τάπασι τὰ συμπτώματα. τὴν δὲ χρείαν, ἣν παρέχεται τὰ συμπτώματα, προηγουμένως ἐν τῇ ἐκθέσει τῆς Λογικῆς αἱ‐ ρέσεως ὑποδείξομεν. ὅτι τοίνυν χρήσιμα πρὸς θεραπείαν τὰ συμπτώματα νομίζουσιν εἶναι οἱ Μεθοδικοὶ, ἐκ τῶνδ’ ἂν γένοιτο δῆλον. ἀξιοῦσιν αὐτοὶ τοὺς ὁπωσοῦν παραπαίοντας
10ἐν σκότῳ κατακλίνειν, ἐάν τε διὰ ῥύσιν, ἐάν τε διὰ στέ‐ γνωσιν παραπαίωσιν. τὸ γὰρ φῶς οἴονται παραύξειν τὴν παρακοπήν. τοὺς δὲ ληθαργικοὺς οὐκ ἐν αὐτῷ κατακλίνειν φασὶ δεῖν, ἐάν τε διὰ στέγνωσιν, ἐάν τε διὰ ῥύσιν κατα‐ φέρωνται. τὸ γὰρ σκότος οἴονται συλλαμβάνειν τῇ κατα‐
15φορᾷ. πῶς ποτ’ οὖν, φαμὲν, εἰ μηδὲν ἐνδείκνυται τὰ συμπτώματα, τοὺς διὰ στέγνωσιν παραπαίοντας ἐν σκότει
κατακλίνετε, τοῦ σκότους ἐπιτείνοντος τὴν στέγνωσιν; καὶ165

1

.

166

πάλιν τοὺς διὰ ῥύσιν ληθαργικοὺς ἐν αὐγῇ, ὑπὸ ταύτης ἐπιτεινομένης τῆς ῥύσεως. ἐπὶ γὰρ τῶν τοιούτων ἀμελεῖν μὲν ἐοίκασι παντάπασι τῶν παθῶν, προσέχειν δὲ ψιλοῖς τοῖς συμπτώμασι. πῶς οὖν εἴη ἂν ἄχρηστα, ἅγε τοσαύτην
5φαίνεται ἰσχὺν ἔχοντα, ὥστε καὶ ἀμελεῖν ἀναγκάζει τῶν ὑπο‐ κειμένων σκοπῶν, καὶ οὐ μόνον ἀμελεῖν, ἀλλὰ καὶ τοὐναν‐ τίον πράττειν τῶν ἀπὸ τῶν σκοπῶν ἐνδεικνυμένων; ἡ μὲν γὰρ στέγνωσις χαλᾷν ἐνδείκνυται· οἱ δ’ εἰς τὸ σκότος πα‐ ραπαίοντας συγκλείοντες οὐ χαλῶσι, στεγνῶσι δὲ τὸ ἐναν‐
10τίον, καὶ τῆς ῥύσεως στέλλειν ἐνδεικνυμένης. οἱ δὲ τοὺς διὰ ῥύσιν ληθαργικοὺς εἰς αὐγὴν ἄγοντες τοῖς αὐτοῖς ἐπι‐ τείνουσι τὴν ῥύσιν. πρὸς ταῦτα λέγουσιν· οὐκ, ἐπειδὴ τὸ σύμπτωμα ἐνδείκνυται, ταῦτα παραλαμβάνομεν, ἀλλ’ ἐπειδὴ ἀντεδείκνυτο ἡμῖν τὸ σύμπτωμα, καὶ οὐ κωλύει παραλαμ‐
15βάνειν, ὅπερ ὁ σκοπὸς ἐπιδείκνυσι. τὸ γὰρ ἀντιδεικνύμενον λέγουσιν, ἐνδείκνυσθαι μὲν τὸ συμφέρον, μὴ ἐπιτρέπειν δὲ πράττειν, ὅπερ ὑπαγορεύει τὸ πάθος. πρὸς τοῦτό φαμεν
ἡμεῖς, ὅτι, εἰ τὰ ἀντιδεικνύμενα ἄχρηστά ἐστι, καὶ ἡ δύ‐166

1

.

167

ναμις ἡ μὴ ἐῶσα πολλάκις, ὃ ἐνδείκνυται ὁ σκοπὸς, παρα‐ λαμβάνειν, ἄχρηστος ἂν εἴη. ἀλλὰ τὴν δύναμιν ἐπισκοπεῖν δεῖ, χρησίμου τινὸς ἡμῖν ἐξ αὐτῆς εἰς θεραπείας παραγενο‐ μένου, καίτοι ἀντενδείκνυται καὶ ἡ δύναμις. ὥσπερ οὖν τὴν
5δύναμιν ἀντενδεικνυμένην εὔχρηστον εἶναι νομίζετε, ἀναγκαῖόν ἐστιν ὑμῖν καὶ τὰ συμπτώματα ὁμολογεῖν χρήσιμα εἶναι. πρὸς τούτῳ δὲ καὶ γελοίως τὸ σκότος ἐπὶ τῶν φρενιτικῶν παραλαμβάνουσιν. εἰ γὰρ τὸ σκότος ἐπιτείνει τὴν στέγνω‐ σιν, ἐπιτεινομένη δὲ ἡ στέγνωσις ἐπιτείνει τὴν παρακοπήν·
10ἐπιτείνεται γὰρ καὶ ἀνίεται τὰ συμπτώματα τοῖς πάθεσιν· δηλονότι τὸ ἐναντίον πράττουσιν, ἢ δεῖ. παραύξοντα γὰρ τὸ πάθος παραύξουσι καὶ τὴν παρακοπήν. ὁ μὲν οὖν περὶ τῶν συμπτωμάτων τοιοῦτός ἐστι λόγος. Κεφ. κγʹ. Ὅτι δὲ οὐκ ἐνδείκνυται τὰ πάθη τὸ
15συμφέρον, ὡς οἴονται οἱ Μεθοδικοὶ, δι’ ὧν αὐτοὶ ἐπειρῶντο ἀποφαίνειν ἄχρηστα τὰ συμπτώματα, διὰ τῶν αὐτῶν ἡμεῖς, ὅτι μηδ’ ἐνδείκνυται τὰ πάθη τὸ συμφέρον, ὑποδείξομεν.
φαμὲν γὰρ, ὅτι τῶν αὐτῶν ὄντων παθῶν, διαφερουσῶν δὲ167

1

.

168

τῶν αἰτιῶν, οὐ τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. ἰσχουρία γὰρ ἕν τι πάθος ἐστὶν, ἀλλ’ ἂν μὲν διὰ λίθον γένηται, λιθο‐ τομοῦμεν, ἂν δὲ διὰ φλεγμονὴν, καταπλάσσομεν, ἂν δὲ δι’ ὑπερδιάτασιν κύστεως, καθετῆρι χρώμεθα, ἢ, ὥσπερ ὁ Ἐρα‐
5σίστρατος, ἀναστήσαντες ἐπὶ γόνατα τὸν ἀῤῥωστοῦντα, ἀφρο‐ νίτρῳ ἄκρον τοῦ οὐρητῆρος προσαψάμενοι, καὶ τὰ ἑξῆς. εἰ δέ γε ἀπὸ τῶν παθῶν αἱ ἐνδείξεις τῶν συμφερόντων ἐγγίγνονται, τοῦ αὐτοῦ ὄντος πάθους, καὶ συμφέροντος τοῦ αὐτοῦ αἱ αὐταὶ ἐνδείξεις ἐγγίγνονται. οὐ γίνονται δὲ, οὐκ
10ἂν τὰ διαφέροντα πάθη τὸ αὐτὸ ἐνεδείκνυντο. νυνὶ δὲ, τῆς μὲν αὐτῆς οὔσης αἰτίας, τῶν δὲ παθῶν διαφερόντων, τὴν αὐτὴν θεραπείαν παραλαμβάνομεν. χολέρα γὰρ καὶ ἴκτερος, διαφέροντα πάθη, σχεδὸν ὁμολογοῦσι καὶ αὐτοὶ, ὅτι τὸ μὲν στεγνὸν, τὸ δὲ ῥοῶδες, ἀλλ’ ἐπ’ ἀμφοτέρων
15κένωσιν παραλαμβάνομεν. ἐπεὶ οὖν, ἀναιρουμένων τῶν αἰ‐ τιῶν, συναναιρεῖται καὶ τὰ παθήματα, καὶ συνισταμένων, συνίσταται. καὶ ἔτι διαφόρων μὲν ὄντων τῶν αἰτίων, κἂν
τὰ αὐτὰ πάθη ᾖ, διαφόρῳ χρώμεθα τῇ θεραπείᾳ. τῶν168

1

.

169

δ’ αὐτῶν ὄντων αἰτίων, κἂν τὰ πάθη διάφορα ᾖ, τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. διὰ τοῦτο τά τε πάθη καὶ τὰ αἴτια, καὶ τοὺς πεπονθότας τόπους ἐξετάζομεν. ἔστι δὲ καὶ ἐκ τῶνδε ὑποδεῖξαι τὸ ὅμοιον ὑπὸ διαφερουσῶν αἰτιῶν τὸ
5αὐτὸ πάθος γιγνόμενον, οἷον στεγνόν. πῦρ τε γὰρ προσπεσὸν ὑποπυκνοῖ τὴν ἐπιφάνειαν, καὶ κρύος ὁμοίως. ἀλλὰ, καίτοι τοῦ αὐτοῦ πάθους ὄντος, διαφόρῳ θεραπείᾳ χρώμεθα διὰ τὴν διαφορὰν τῶν αἰτιῶν. τὸ μὲν γὰρ ἀπὸ πυρὸς καταντλήσεσι καὶ καταπλάσμασι τοῖς τὰς ἐσχάρας ἀποστῆσαι δυναμένοις
10ἰώμεθα· τὸ δ’ ἀπὸ κρύους πυριώμασι, γογγύλης ἀποξέσμασι, καὶ ὁμοίοις τισίν. εἰ δὲ χαλαστικὴν φήσουσιν ἀπ’ ἀμφοτέρων καὶ τὴν αὐτὴν ἀγωγὴν παραλαμβάνεσθαι, φήσομεν, ὅτι, εἰ μηδὲν διαφέρουσα ἡ ἀγωγὴ, καὶ ἐναλλάττοντες οὐδὲν ἁμαρ‐ τήσομεν· ἀλλὰ καὶ τὸν ἀπὸ πυρὸς πυριάσομεν τοῖς αὐτοῖς,
15καὶ τὸν ἀπὸ κρύους καταπλάσομεν, καὶ τοῖς πρὸς τὰς ἐσχά‐ ρας ποιοῦσι φαρμάκοις χρησόμεθα ἐπ’ αὐτοῦ. ἀλλ’ οὐ ποι‐ οῦμεν τοῦτο· βλάπτονται γάρ· διόπερ οὐ τὴν αὐτὴν θερα‐
πείαν εἶναι ῥητέον. ἔτι καὶ τὸ αὐτὸ αἴτιον διάφορα ἀπο‐169

1

.

170

τελεῖ πάθη. διὰ γὰρ πλῆθος οἱ μὲν φλεγμαίνουσιν, ἡ δὲ φλεγμονὴ στέγνωσίς ἐστιν· ἄλλοι δ’ αἱμοῤῥαγοῦσιν, αἱ δ’ αἱμοῤῥαγίαι ῥύσεις εἰσί· ἀλλὰ παρὰ τὴν διαφορὰν τῶν πα‐ θῶν οὐκ ἐξαλλάσσεται ἡ θεραπεία. κένωσις γὰρ ἐπ’ ἀμφο‐
5τέρων λύσις, ἐναντία τῷ πάθει. οὐ γὰρ ἀπὸ τῶν ἀποτε‐ λούντων, ἀλλ’ ἀπὸ τῶν ἀποτελουμένων, ὡς καὶ αὐτοὶ ὁμο‐ λογοῦσι, χρὴ τὰς ἐνδείξεις γίγνεσθαι. τὰ δὲ παραδέχονται μὲν ὡς αἴτια οἱ Μεθοδικοὶ, ἐπειδὴ τῶν συμπτωμάτων ἐστὶ ποιητικὰ, ἀλλ’ οὐχὶ ὡς αἴτια εἶναι, φασὶν, ἐνδείκνυται,
10ἀλλ’ ὡς κοινότητες. οὐδὲν δὲ κωλύει τὸ αὐτὸ, φασὶ, καὶ ὡς αἴτιον εἶναι, καὶ ὡς κοινότητα, καὶ ὡς ἕτερα. ὡς γὰρ τὸ μῆλον γευστὸν καὶ ὁρατὸν καὶ ἁπτόν ἐστιν, ὅταν δὲ λέγωμεν γλυκὺ εἶναι, οὐ, καθ’ ὅσον τῇ ἁφῇ ὑποπίπτει, γλυκὺ λέγομεν, οὕτω καὶ τὰ πάθη οὐδὲν κωλύει εἶναι
15μὲν ἑτέρων ἀποτελέσματα, εἶναι δὲ καὶ ποιητικά τινων. ἀλλ’ ὅταν, φασὶ, λέγωμεν ἐνδείκνυσθαι αὐτὰ, οὔτε ᾗ ἀποτελέσματά ἐστιν, οὔτε ᾗ ποιητικά τινων, ἐνδείκνυσθαι
λέγομεν, ἀλλ’ ὡς κοινότητας. ὡς οὖν τὰ συμπτώματα οἱ170

1

.

171

Μεθοδικοὶ, διὰ τὸ ἀπὸ διαφερόντων γίνεσθαι τὰ αὐτὰ, καὶ ἀπὸ τῶν αὐτῶν διαφέροντα, οὐδὲν ἐνδείκνυσθαι συμφέρον λέγουσιν, οὕτω καὶ ἡμεῖς, ἐπειδήπερ ὁρῶμεν ὑπὸ διαφερόν‐ των αἰτίων τὰ αὐτὰ πάθη γινόμενα, καὶ ἀπὸ τῶν αὐτῶν
5διαφέροντα, ἄχρηστά φαμεν αὐτὰ πρὸς ἔνδειξιν τῶν συμφε‐ ρόντων εἶναι. οὐ γὰρ ἓν ἐνδείκνυται ἀεὶ τὸ αὐτό. ἰσχου‐ ρίας οὖν οὔσης δηλονότι, ἀεὶ ἂν τῇ αὐτῇ θεραπείᾳ χρῴ‐ μεθα. ὡς οὖν αὐτοὶ τὸ ἔρευθος μὴ ἐνδείκνυσθαι λέγουσι, τὸ εἶδος ἀποτελέσματος εἶναι νομίζοντες, οὕτω καὶ ἡμεῖς τὰ
10πάθη ἄχρηστα εἶναι πρὸς ἔνδειξιν ἐροῦμεν, ὁτὲ μὲν αἰτιῶν, ὁτὲ δὲ ἀποτελεσμάτων. καίτοι φαίη ἄν τις πρὸς αὐτοὺς, πῶς οὐκ ἐνδείκνυται τὸ ἔρευθος τὴν ἀλλοίωσιν αὐτοῦ; καὶ γὰρ καὶ κοινότητα θεωρεῖσθαι ὑπ’ αὐτοῦ, ἐπὶ πλειόνων γὰρ διαφερόντων ὁρᾶσθαι. ἔστι δ’ ἡ κοινότης ταυτότης ἐν
15πλείοσιν. εἰ τοίνυν καὶ ἐνδείκνυται, καὶ κοινόν ἐστι πλειό‐ νων, διὰ τί οὐκ ἀπὸ τούτου καὶ τῶν τοιούτων συμπτωμά‐ των σαφῶς φαινομένων ποιεῖσθε τὰς ἐνδείξεις, ἀλλ’
ἀπὸ τῶν παθῶν, στεγνότητος καὶ ῥύσεως οὐδαμῶς φαι‐171

1

.

172

νομένων; καὶ ἀνεπιδείκνυται, ὅπερ πάθος ἐστὶ, γελοιότατον, πάθος ἀναίσθητον εἶναι λέγειν. εἰ μὲν οὖν ἡ ῥύσις καὶ ἡ στέγνωσις μόναι ἦσαν κοινότητες, εἶχεν ἄν τινα πιθανότητα τὸ ταύτας λέγειν ἐνδείκνυσθαι μόνας. ἐπειδὴ καὶ τὰ συμ‐
5πτώματά ἐστι κοινὰ πλειόνων, διὰ τί μὴ καὶ ἀπὸ τῶν συμπτωμάτων ἔνδειξις γίνεται συμφερόντων; οἱ δέ φασιν, ἀλλ’ ὅτι μή εἰσι προσεχῆ καὶ ἀναγκαῖα τοῖς ἰατρεύουσι κοι‐ νότητες, διὰ τοῦτο παραιτούμεθα τὰ συμπτώματα. τῶν γὰρ αὐτῶν ὄντων παθῶν, διαφερόντων δὲ τῶν συμπτωμά‐
10των, τῇ αὐτῇ θεραπείᾳ χρώμεθα. καὶ διαφερόντων τῶν παθῶν, διαφερούσῃ ἀγωγῇ χρώμεθα, ὥς που δέδεικται. διὰ ταῦτα δὴ καὶ ἡμεῖς ὁρῶντες, φήσομεν, καὶ ἐπὶ τῶν παθῶν τὸ ὅμοιον τυγχάνειν, ὅπερ ὑμεῖς ἐπὶ τῶν συμπτω‐ μάτων παρεφυλάξετε, ὡς ἄχρηστα νῦν αὐτὰ παραιτούμεθα.
15ἐκ περιουσίας γάρ ἐστι καὶ τοῦτο κατασκευάσαι, ὅτι ἄχρη‐ στος ἡ κατάληψις τῶν παθῶν. ἐπαρκεῖ γὰρ πρὸς θερα‐ πείαν αἰτίας κατάληψις, τόπου ἐπίγνωσις τοῦ ἐνοχλουμένου,
καὶ δυνάμεως μέτρον. εἰ δὲ στέγνωσις, ἢ ῥύσις, περιττόν172

1

.

173

φημι καταλαμβάνειν. ἀλλ’ οὗτος μὲν ὁ λόγος ὕστερον εἰρή‐ σεται, ὅταν διεξίωμεν, ἥντινα χρείαν ἡ κατάληψις τῶν πα‐ θῶν παρέχεται. Κεφ. κδʹ. Ἐκεῖνο δὲ χρὴ λέγειν πρὸς τοὺς Μεθοδι‐
5κοὺς, ὅτι τὰ πάθη τὸ ποιητέον οὐκ ἐνδείκνυται. ἀλλὰ τὴν ἄρσιν ἢ περιαίρεσιν ἑαυτῶν, ὅπερ ἄν τις καὶ εὔξαιτο. τοῦτο δὲ καὶ τοῖς ἰδιώταις ἐστὶ πρόδηλον, καὶ τοῖς ἀλόγοις ζώοις, ὅτι τὰ μὲν πάθη τὴν περιαίρεσιν ἐνδείκνυται, ἡ δὲ ὑγεία τὴν τήρησιν. οἱ δὲ τεχνῖται οὐ ταύτης τῆς ἐνδείξεως δέον‐
10ται, ἀλλὰ βούλονται εἰδέναι ταῦτα, δι’ ὧν ἡ περιαίρεσις τῶν παθῶν ἔσται, καὶ ἡ τῆς ὑγείας τήρησις. χρείαν οὖν ἔχουσι τῶν ἐνδεικνυμένων τὰ κατὰ μέρος συμφέροντα, καὶ δι’ ὧν ἄν τις ὑγείας τύχοι, καὶ συντηρήσειεν αὐτήν. τούτῳ γάρ τοι καὶ οἱ τεχνῖται τῶν ἰδιωτῶν διαφέρουσιν, εἰ ταῦτα
15καταλαμβάνουσιν, ἅπερ ἐνδείκνυται τὰ κατὰ μέρος συμφέ‐ ροντα. εἰ δέ γε ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόν‐
των ἐγίνετο, αὐτοὶ ἂν οἱ ἔχοντες αὐτὰ, δι’ ὧν ἔδει τὴν173

1

.

174

ὑγείαν περιποιήσασθαι, ἠπίσταντο. ἀλλὰ τοῦτο μὲν ἀγνοοῦσιν· ὃ δ’ ἐνδείκνυται τὸ πάθος, ἴσασιν. ἐπειδὴ γὰρ τὴν ἄρσιν ἐνδείκνυται, οἵδε πέμπουσιν ἐπὶ τοὺς ἰατροὺς τοὺς δυναμένους ἀνελεῖν τὰ πάθη.
5 Κεφ. κεʹ. Ἐστὶ δὲ καὶ ἐκ τῶν προσαγομένων βοηθη‐ μάτων ἐπιγνῶναι, ὅτι οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὴν θεραπείαν ἐνδείκνυται. τὰ γὰρ βοηθήματα ὑπεναντιοῦται οὐ τοῖς γιγνομένοις, ἀλλὰ τοῖς ποιοῦσιν· ὡς ἡ κένωσις τῷ πλήθει ἐναντία ἐστὶ, πάθει δὲ οὐδενὶ, οἷον φλεγμονῇ, ἢ
10πυρετῷ. ἀναιρουμένου δὲ τοῦ πλήθους ὑπὸ τῆς κενώσεως, συναναιρεῖται καὶ τὸ γενόμενον ὑπὸ τοῦ πλήθους πάθος. οὐκ ἐπειδὴ δὲ συναναιρεῖται τῷ ποιοῦντι τὸ πάθος, τὸ βοήθημα τῷ πάθει ὑπεναντίον ἦν. ἔστι δὲ καὶ ἐκ τῆς συγκρίσεως τῶν ἐπιφερομένων συμπτωμάτων, ἀπό τε τοῦ
15πλήθους καὶ τῆς κενώσεως γνῶναι, ᾧτινι τὸ βοήθημα ὑπεν‐ αντίον ἐστί· τὸ μὲν γὰρ πλῆθος τῇ περιουσίᾳ βαρεῖ, ἡ δὲ κένωσις, μειοῦσα τὴν περιουσίαν, ἀναιρεῖ τὸ βάρος, ἔπειτα τὸ πλῆθος, ὃ διατείνει τὰ ἀγγεῖα, ἡ δὲ κένωσις εἰς
σύμπτωσιν ἄγει. καὶ τὰ ἄλλα βοηθήματα πρὸς τὰ αἴτια174

1

.

175

εὕροις ἂν ὑπεναντιούμενα, πρὸς δὲ τὸ πάθος οὐδέν. ἔτι δὲ καὶ ἐκ τούτου ἄν τις μάθοι, ὅτι, εἰ μὲν ἡ στέγνωσις βοήθημα οὐδὲν, οὐδ’ ἡ ῥύσις, ἀλλὰ μᾶλλον πάθος τι ἐνδείκνυται, τῇ δὲ στεγνώσει ἐναντία ἐστὶν ἡ ῥύσις, οὐ κένωσιν, ἀλλὰ ῥύ‐
5σιν ἐνδείκνυται ἡ στέγνωσις. ὁμοίως δὲ καὶ ἡ ῥύσις στέ‐ γνωσιν ἐνδείξεται. ὅπερ οὖν παραλαμβάνομεν, ταὐτὸν ἐν‐ δείκνυται πάθος. τὰ δὲ αἴτια τὰ βλάπτοντα τὸ ἐναντίον αὐτῶν ἐνδείκνυται· καὶ ὅπερ ἐνδείκνυται ταῦτα, παραλαμ‐ βάνομεν. διόπερ οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὸ συμφέρον
10ἐνδείκνυται. ὅτι μὲν οὖν τὰ συμπτώματα οὐκ ἔστιν ἄχρηστα παντάπασι, καὶ τὰ πάθη οὐχ οἷά τέ ἐστιν ἐνδείκνυσθαι τὸ συμφέρον, τὰ δ’ αἴτια ἐνδείκνυται, αὐτάρκως ὑποδέ‐ δεικται. Κεφ. κϛʹ. Ἑξῆς ἐπισκεπτέον, εἴτε φαίνονται αἱ κοι‐
15νότητες, ἃς ὑποτίθενται οἱ Μεθοδικοὶ, εἴτε καὶ μή· καὶ εἰ αἱ ἐνδείξεις ἀπὸ τῶν κοινοτήτων δύνανται γίνεσθαι, ἢ οὔ. ὁριζόμενοι τοίνυν τὴν ἰατρικὴν κατὰ τὴν αὐτῶν δόξαν
γνῶσιν εἶναι τῶν φαινομένων κοινοτήτων, τὸ δὲ φαινόμενον175

1

.

176

οὐχ ὡς δι’ αἰσθήσεως καταληπτὸν εἶναι λέγουσι. οὐδεμία γὰρ διάθεσις δι’ αἰσθήσεως καταλαμβάνεται, ἀλλὰ φαινό‐ μενον ἐκεῖνοι λέγουσι τὸ ἐξ αὑτοῦ καταληπτὸν, κἂν μὴ ὑποπίπτῃ ταῖς αἰσθήσεσι. σχεδὸν γὰρ τὸ ἐναργὲς ἐκεῖνοι
5φαινόμενον λέγουσι. δεῖ μὲν οὖν τὸν ἀντιλέγοντα καὶ τοῦτο παραδεικνύειν, ὅτι οὐκ ἴσασι τοῖς ἑλληνικοῖς ὀνόμασι χρή‐ σασθαι. ἵνα δὲ μὴ δοκῶμεν λέξει προσπλέκεσθαι, συγχω‐ ρήσαντες αὐτοῖς τὸ φαινόμενον, ὡς ἐκεῖνοι λέγουσιν, ἐπι‐ δείξομεν, ὅτι οὐκ ἐξ ἑαυτῶν εἰσιν αἱ κοινότητες καταληπταί.
10καὶ πρῶτόν γε τὸν τῆς αἱρέσεως αὐτῶν ἄρξαντα Θεσσαλὸν ἐπιδείξομεν, σημεῖα ἐκθέμενοι τῶν κοινοτήτων, ὡς οὐκ ἐξ ἑαυτῶν δηλονότι καταλαμβάνεσθαι πεφυκυιῶν. ἐν γὰρ τῷ κάμνοντι τὴν στέγνωσιν, φησὶ, καταλαμβάνειν ἐστὶν ἐκ τοῦ δυσδιαφόρητα εἶναι τὰ σώματα. ὁμοίως δὲ καὶ τῆς ῥύσεώς
15τινα γνωρίσματα ἐκτίθεται. ἀλλ’ ἴσως φήσουσιν, ὅτι πρὸς ἄνδρα, καὶ οὐχὶ πρὸς τὴν αἵρεσιν αὐτῶν ἀντιλέγετε. ἐάσαν‐ τες οὖν τὸν Θεσσαλὸν, ἐπιδείξομεν τὸ προκείμενον. πρῶτον
οὖν κοινῷ τινι ἐπιχειρήματι ἐπὶ τῶν δύο διαθέσεων176

1

.

177

χρησόμεθα, ὑποδεικνύντες, ὅτι οὐ φαίνονται, οὐδ’ ἐξ ἑαυ‐ τῶν εἰσι καταληπταί· ἔπειτα καὶ ἰδίᾳ ἑκατέραν τῶν διαθέ‐ σεων δείξομεν μὴ ἐξ ἑαυτῶν καταλαμβανομένην ὁμολογοῦσι τοίνυν καὶ αὐτοὶ, ὅτι οὐ πᾶσα πύκνωσις σώματος, οὐδ’
5ἐποχὴ ἀποκρίσεως, στέγνωσίς ἐστιν. οἱ γὰρ ἀγροῖκοι ἐν ταῖς συγκρίσεσίν εἰσιν, οὐ μὴν ἐν στεγνότητί εἰσιν. καὶ ἡ ἐποχὴ δὲ τῶν οἰκείων οὐκ ἔστι στέγνωσις, ἐπειδὰν καὶ κάθαρσις γυναικὸς διὰ τὴν κύησιν ἐπέχηται, ἐποχὴ μέν ἐστι συνήθους ἀποκρίσεως, στέγνωσις δ’ οὐκ ἔστι. ἔτι δ’ οὐ πᾶσα ἀραίωσις
10σωμάτων καὶ ἀπόκρισις ῥύσις ἐστίν. οἱ γὰρ παῖδες, καὶ τὰ γύναια, καὶ οἵτινες ἁβροδίαιτοι ἄνδρες, κατὰ φύσιν εἰσὶν ἀραιοὶ, καὶ ἀπόκρισίς τις, οὐ ῥύσις ἐστὶν ἡ τῶν περιττωμάτων. ἀλλ’ οὐδὲ τοὺς διὰ κοιλίας, ἢ οὔρων, ἢ ἱδρώτων, ἢ αἱ‐ μοῤῥαγιῶν κρινομένους, ἐν ῥύσει εἶναι ἐροῦσιν· ἐνίστασθαι
15γὰρ αὐτοὺς τῇ ἐκκρίσει ἔδει. ἐπεὶ οὖν οὐ πᾶσα πύκνωσις, καὶ ἐποχὴ στέγνωσίς ἐστιν, οὐδὲ πᾶσα ἀραίωσις, ἢ ἔκκρισις,
ῥύσις, δῆλον, ὅτι αὐτοῖς μὲν τοῖς συμπτώμασι προσέχοντι177

1

.

178

ψιλοῖς, ἀδύνατόν ἐστιν ῥύσιν ἢ στέγνωσιν καταλαβεῖν, ἐξ ἑτέρων δ’ ἐπικρίνειν αὐτὰ δεῖ. ὡς γὰρ καὶ τὰ ἄλλα συμ‐ πτώματα, εἴτε κατὰ φύσιν ἐστὶν, εἴτε παρὰ φύσιν, οὐκ ἐξ ἑαυτῶν, ἀλλ’ ἐξ ἑτέρων καταλαμβάνεται, οὕτως οὐδὲ
5στέγνωσις καὶ ῥύσις. τὸ δὲ λεγόμενον διὰ τούτων ἂν γέ‐ νοιτο δῆλον. τὰ κατὰ φύσιν συμπτώματα πρὸς τὰ παρὰ φύσιν πολλὴν ἔχει τὴν ὁμοιότητα. τὰ γὰρ αὐτὰ, οἷς μὲν κατὰ φύσιν, οἷς δὲ παρὰ φύσιν. οἷον τὸ μέλαν χρῶμα τὸ παρὰ φύσιν ὅμοιόν ἐστι τῷ κατὰ φύσιν. ἡμῖν μὲν γὰρ παρὰ
10φύσιν, τοῖς Ἰνδοῖς δὲ κατὰ φύσιν. καὶ τὰ σχήματα δὲ τὰ παρὰ φύσιν ἔοικε τοῖς κατὰ φύσιν. ἄλλοι γὰρ ἄλλων ἔξαρθροι πεφύκασι μᾶλλον. καὶ ῥὶς ὀξεῖα, καὶ ὀφθαλμοὶ κοῖλοι, οἷς μὲν θανατικὰ συμπτώματα, ἄλλοις δὲ τὰ αὐτὰ ταῦτα κατὰ φύσιν. καὶ κίνησις καὶ ἀκινησία, ἂν μὲν ὑπὸ προαιρέσεως
15γένηται, κατὰ φύσιν, ἂν δ’ ἀπροαιρέτως, παρὰ φύσιν. ἐκ δὲ τούτων εὔδηλον, ὅτι αὐτοῖς μὲν τοῖς συμπτώμασι μόνοις οὐχ
οἷόν τ’ ἐστὶ προσέχοντας γνωρίζειν τὸ κατὰ φύσιν, καὶ τὸ178

1

.

179

παρὰ φύσιν, ἀλλὰ δεῖ ἐπ’ ἐνίων μὲν τὴν ἐπιφέρουσαν αἰ‐ τίαν ἐξετάσαι, ὡς ἐπὶ τῆς κινήσεως, πότερον ὑπὸ προαιρέ‐ σεως, ἢ ἀπροαιρέτως· καὶ ἐπὶ τοῦ χρώματος. ἐπεὶ γὰρ τὸ χρῶμα ἀπὸ τῶν χυμῶν, ἐπιφαίνεται δὲ ἀπὸ τοῦ χρώματος
5τὸ αἷμα, δεῖ σκοπεῖν, εἰ κατὰ φύσιν ἔχει τὸ αἷμα. ὄψει δὲ ἐκ τῆς χρείας. ἂν γὰρ τὴν λοιπὴν ἅπασαν χρείαν τὸ αἷμα ἀνεμπόδιστον παρέχηται καὶ μήτε διατείνῃ, μήτε βαρῇ, φή‐ σεις κατὰ φύσιν εἶναι τὸ χρῶμα. τὸ σχῆμα εἰ κατὰ φύσιν ἐστὶν, ἀπὸ τῆς τοῦ μέλους χρείας καταλήψῃ, ὡς ἐπὶ τοῖς
10ἐξαρθρηθεῖσιν. ἔνια δὲ ἐκ τοῦ τόπου, ἐν ᾧ γίνεται, εἰ κατὰ φύσιν ἐστὶ, καταλαμβάνεται. οὕτω καὶ ἡ πύκνωσις καὶ ἡ ἀραίω‐ σις οἷς μὲν κατὰ φύσιν ἐστὶν, οἷς δὲ παρὰ φύσιν. ἡ μὲν γὰρ τῶν γερόντων πύκνωσις, αὐτοῖς μὲν κατὰ φύσιν, παιδίοις δὲ παρὰ φύσιν. ἡ δ’ αὖ τῶν παιδίων ἀραίωσις, αὐτοῖς μὲν
15κατὰ φύσιν, γέρουσι δὲ παρὰ φύσιν. καὶ διαγωγῇ βίων πε‐ πύκνωνταί τινες, ὡς οἱ ἀγροῖκοι, καὶ κατὰ περιστάσεις ἄλ‐
λοι, καὶ ὅμως κατὰ φύσιν διάκεινται. διὰ τοῦτο οὐχ οἷόν179

1

.

180

τε εἰς τὴν πύκνωσιν τῶν σωμάτων ψιλὴν, καὶ τὴν ῥύσιν ἀποβλέποντας, καταλαμβάνειν τὰς διαθέσεις. δεῖ δὲ καὶ πρὸς ἕτερόν τι καὶ ταῦτα ἀναφέροντας ἐπικρίνειν, εἴτε κατὰ φύσιν, εἴτε πάθη ἐστίν. λέγουσι γὰρ, ὅτι τῇ συμ‐
5μετρίᾳ καὶ ἀμετρίᾳ διακρίνομεν τὰ κατὰ φύσιν συμπτώματα ἀπὸ τῶν παρὰ φύσιν. ὅταν μὲν γὰρ συμμέτρως τὸ σῶμα πυκνώσεώς τε καὶ ἀραιώσεως ἔχῃ, ὑγιαίνει τὸ ζῶον· ὁπόταν δέ τι αὐτῶν ἐπιταθὲν ἐκβῇ τὴν συμμετρίαν, νοσεῖν ἀνάγκη. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι τὸ σύμμετρον καὶ ἄμετρον,
10ἕτερον παρὰ τὰς διαθέσεις. εἰ δὲ τῇ ἀμετρίᾳ κρίνοιτο τὰ πάθη, οὐκ ἐξ ἑαυτῶν καταληπτὰ εἶναι ὁμολογεῖται. εἶτα οὕτως· εἰ τὸ σύμμετρον καὶ τὸ ἄμετρον οὐ φαίνεται, ἀλλ’ ἐκ τῶν ἀποτελεσμάτων καταλαμβάνεται. ἂν μὲν γὰρ ὠφελῇ, σύμμετρόν ἐστι· ἂν δὲ βλάπτῃ, ἄμετρον. πῶς οὖν τοῦτο
15σύμμετρον καὶ ἄμετρον μὴ φαινόμενον, τὰ ἐκ τούτου κατα‐ λαμβανόμενα φαίνοιτ’ ἄν; εἰ δὲ δὴ καὶ πρὸς τὴν δύναμιν
τὸ σύμμετρον καὶ ἄμετρον κρίνοιτο, οὐδ’ οὕτω πρόδηλον ἂν180

1

.

181

εἴη τὸ ἄμετρον· ἡ γὰρ δύναμις οὐ φαίνεται· τοῦ δ’ ἀμέ‐ τρου μὴ φαινομένου, δηλονότι οὐδὲ αἱ κοινότητες φαίνονται. καὶ γὰρ αὗται ἀμετρίαι τινές εἰσιν. ἔτι τε ῥητέον πρὸς αὐτοὺς, ὅτι οὐδὲν τῶν κατὰ φύσιν παρὰ φύσιν φαίνεται, ἀλλ’ ὡς μὲν
5κατὰ φύσιν, ἢ παρὰ φύσιν φαίνεται. τὸ γὰρ ἄλγημα καὶ ἄλλα τοιουτότροπα παρὰ φύσιν φαίνεται. οἱ δ’ ἰατροὶ βού‐ λονται καταλαβεῖν, οὐχ οἷά ἐστι παρὰ φύσιν, ἀλλ’ ὡς ἔστι. ῥὶς γὰρ ὀξεῖα καὶ ὀφθαλμοὶ κοῖλοι πᾶσιν ἀνθρώποις φαίνε‐ ται· εἰ δὲ κατὰ φύσιν, ἢ παρὰ φύσιν, τοῖς ἰατροῖς μόνον.
10ταύτῃ γὰρ διαφέρουσιν οἱ ἰατροὶ τῶν ἰδιωτῶν, ὅτι ἐπὶ τοῖς φαινομένοις κεκρυμμένον τι καταλαμβάνειν δύνανται, ὃ οὐκ ἔτι δύνανται οἱ ἰδιῶται καταλαβεῖν. ἔπειτα παρὰ φύ‐ σιν οὐ φαίνεται, καὶ αἱ κοινότητες παρὰ φύσιν εἰσὶν, δη‐ λονότι οὐ φαίνονται. ἄξιον δὲ κἀκεῖνο ἐννοῆσαι, εἴ τις πώ‐
15ποτε τῶν ἀνθρώπων μετεπέμψατό τινα τῶν ἰατρῶν, ὡς ὑπὸ πυκνότητος ἢ ἀραιότητος ἀμέτρου ἀνιώμενος. εἰ δὲ
μηδεὶς εἰς αἴσθησιν ἦλθε τῶν κοινοτήτων, πῶς εὔλογόν181

1

.

182

ἐστι λέγειν φαίνεσθαι αὐτάς; μὴ φαινομένων δὲ τῶν κοι‐ νοτήτων, πῶς οἴονται τὴν τέχνην τὴν γνῶσιν εἶναι φαινο‐ μένων κοινοτήτων; Κεφ. κζʹ. Νῦν δὲ ἰδίως πρὸς ἑκατέραν τῶν διαθέσεων
5ἐροῦμεν, καὶ πρῶτον περὶ τῆς στεγνώσεως ῥητέον. τὴν τοί‐ νυν στέγνωσιν πύκνωσίν φασιν εἶναι καὶ ἐποχὴν τῶν ἐκ‐ κρίσεως δεομένων. ἀνάγκη τοίνυν τὰ ἐπεχόμενα ἢ ὠφέ‐ λιμα εἶναι ἢ βλαβερὰ ἢ μηδέτερα. ἐὰν μὲν οὖν ὠφέ‐ λιμα ᾖ, ἄλογόν ἐστιν ἐκκρίνειν αὐτά. ἐὰν δὲ μηδέτερα,
10δηλονότι οὐδὲ πάθος ἐστίν. λείπεται οὖν λέγειν, ὅτι, ἐπει‐ δὰν βλάπτῃ τὰ ἐπεχόμενα, στέγνωσίς ἐστιν. ἃ δὲ βλάπτει, αἴτιά ἐστιν. ἐκ προκαταλήψεως οὖν τῶν αἰτιῶν τὸ στεγνὸν καταλαμβάνεται. ἵνα γὰρ εἰδῶμεν, ὅτι στεγνὸν, δεῖ προε‐ γνωκέναι, ὅτι τὰ ἐπεχόμενα βλάπτει. τῇ δὲ τῶν βλαπτόν‐
15των καταλήψει καὶ ἡ τῶν αἰτιῶν συμπροσπίπτει ἐπίγνωσις. μᾶλλον δ’ ἡ τῶν βλαπτόντων ἐπίγνωσις αἰτιῶν ἐστι κατά‐ ληψις. πάλιν δὲ αὐτὰ τὰ βλάπτοντα, ἅπερ ἐστὶν αἴτια,
οὐκ ἐξ ἑαυτῶν καταλαμβάνεται. οὐ μόνον οὖν ἡ στέγνωσις182

1

.

183

φαίνεται, ἀλλ’ οὐδ’ ἐκεῖνα, ἐξ ὧν ἡ στέγνωσις καταλαμ‐ βάνεται. Κεφ. κηʹ. Τὴν δὲ ῥύσιν ὁριζόμενοί φασιν εἶναι ἄμετρον ἀραίωσιν τῶν σωμάτων, καὶ ἀπόκρισιν τῶν ὑπομο‐
5νῆς δεομένων. ὅτι μὲν οὖν ἄμετρος ἀραίωσις ἐξ αὑτῆς οὐ καταλαμβάνεται, δέδεικται. τὰ δὲ ἀποκρινόμενα, εἴτε δεῖ ὑπομένειν, εἴτε καὶ μὴ, πόθεν καταλαμβάνουσιν; ἐξ ἑαυ‐ τῶν γὰρ οὐ πέφυκε καταλαμβάνεσθαι· δῆλον ὅτι οὐδὲ ἡ ῥύσις αὐτόθεν ἂν καταλαμβάνοιτο. ἵνα μὲν γὰρ τὴν ῥύσιν
10ἐπιγνῶμεν, δεῖ προκαταλαβεῖν τὸ οἰκεῖον· τὸ δ’ οἰκεῖον ἐκ τῆς χρείας κριθῆναι δεῖ· τὴν δὲ χρείαν ἐκ τῶν ἀποτελεσμά‐ των πολλῶν, καὶ τούτων ἐξ ἑαυτῶν, μὴ καταλαμβανομένης τῆς ῥύσεως γιγνωσκομένης. πῶς οὖν εὔλογον φαίνεσθαι αὐ‐ τὴν λέγειν; καὶ σχεδὸν ὅπερ οἱ Λογικοὶ δυσκολώτατόν φασιν
15εἶναι καταλαμβάνειν, τοῦτο οἱ Μεθοδικοὶ φαίνεσθαι λέγου‐ σιν. οὐδενὶ γὰρ, ἢ ὀνόματι διαφέρει ἡ ὑπὸ τούτων καλου‐
μένη ῥύσις τῆς ὑπὸ τῶν ἀρχαίων συντήξεως ὀνομαζομένης.183

1

.

184

οὕτω δὲ δυσδιάκριτα οἱ ἀρχαῖοι ἐνόμιζον εἶναι σύντηξίν τε καὶ ἔκκρισιν, ὡς ὁ μὲν Ἐρασίστρατος καὶ ἄντικρυς τὴν χα‐ λεπωτάτην τῆς κρίσεως ὁμολογεῖ. λέγει δὲ οὕτως· χαλεπὸν δὲ πάνυ ἐστὶ διακρίνειν ἔκκρισίν τε καὶ σύντηξιν. ὁ δ’
5Ἱπποκράτης περὶ τὴν εὐφορίαν καὶ δυσφορίαν ἀναπέμπει τὴν κρίσιν, λέγων· ἢν μὲν, οἷα δεῖ καθαίρεσθαι, καθαί‐ ρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι. δύο οὖν πα‐ λαιῶν ἀνδρῶν, περὶ τῶν πρωτείων ἁμιλλωμένων, καὶ ἀμφο‐ τέρων ὁμογνωμονούντων περὶ τοῦ δυσδιάκριτον εἶναι ἔκκρι‐
10σιν ἀπὸ συντήξεως, καὶ τοῦ μὲν οὐδὲ σημεῖον τῆς ἐκκρί‐ σεως ἐκθεμένου, ἀλλὰ μόνην τὴν χαλεπότητα τοῦ πράγματος ὑποδείξαντος, τοῦ δ’ ἐπὶ κανόνα δυσκατάληπτον ἀνενεγκόν‐ τος τὴν κρίσιν, οἱ Μεθοδικοὶ τοῦτο φαίνεσθαι νομίζου‐ σιν. ἔτι δ’ ἐπὶ τῶν κατὰ τὸ ἄδηλον διαφορουμένων, πό‐
15θεν καταλαμβάνειν φήσουσι τὴν ῥύσιν; ἀπὸ γὰρ τῆς συμπτώσεως οὐ δύνανται, ὅτι σύμπτωσις οὐ μόνον ἐπὶ ῥύσει κενουμένων τῶν σωμάτων γίνεται, ἀλλὰ καὶ ἐπὶ
στεγνώσει ἐμμήνων ἐπεχομένων. καὶ γὰρ διόγκωσις οὐκ ἐπὶ184

1

.

185

στεγνώσει μόνον ἐπεχομένων τῶν ἀποκρίσεως δεομένων γίγνε‐ ται, ἀλλὰ καὶ ἐπὶ ῥύσει χεομένων τῶν ὑγρῶν καὶ δια‐ τεινόντων τὰ σώματα. ὅτι δ’ οὐ ταὐτόν ἐστι σύμπτωσις αἰσθητὴ καὶ ῥύσις, δῆλον ἂν ἐκ τοῦδε γένοιτο. εἰ ἡ σύμπτωσις
5αἰσθητὴ, τῇ δὲ συμπτώσει ἐναντία ἐστὶν ἡ διόγκωσις, καὶ ἓν ἑνί ἐστιν ἐναντίον· τῇ ῥύσει οὐχ ἡ διόγκωσις, ἀλλ’ ἡ στέγνωσις ἐναντίον ἔσται. ἐὰν δὲ λέγωσιν, ὅτι ταὐτόν ἐστι τῇ στεγνώσει ἡ διόγκωσις, ἐπιδεῖξαι δεῖ αὐτοῖς τὴν τῶν ὅρων ἐναντιότητα. λέγουσι γὰρ, τὴν στέγνωσιν πίλησιν καὶ
10σφίγξιν τῶν σωμάτων εἶναι. ἔστι τοίνυν σφίγξις καὶ πίλη‐ σις τῶν σωμάτων ἡ στέγνωσις. ἡ δὲ διόγκωσις χύσις καὶ διάτασίς ἐστι τῶν σωμάτων. διατείνεται δὲ τὰ σώματα ἢ διὰ πλῆθος, ἢ διὰ χύσιν. φαίνεται οὖν, ὅτι οὐ ταὐτόν ἐστι στέγνωσις καὶ διόγκωσις. ἐὰν δ’ ὁμολογῶσιν, ἕτερόν τι
15τὴν σύμπτωσιν τῆς ῥύσεως εἶναι, καὶ τὴν διόγκωσιν τῆς στεγνώσεως εἶναι, λέγουσιν, ὅτι οὐκ ἐκ τούτων καταλαμβά‐ νονται αἱ κοινότητες, καὶ ὁμολογοῦσιν, ὅτι ἐξ ἑτέρων καὶ οὐκ
ἐξ ἑαυτῶν αἱ διαθέσεις καταλαμβάνονται, εἴπερ ἐκ συμπτώ‐185

1

.

186

σεως καὶ διογκώσεως καταλαμβάνουσιν, ἅπερ ἕτερά ἐστι τῶν διαθέσεων. Κεφ. κθʹ. Λέγουσι δέ τινες ἐπὶ τῶν κατὰ τὸ ἄδηλον διαφορουμένων καταλαμβάνειν τὴν ῥύσιν ἐκ τοῦ μα‐
5λακὰ καὶ εὔθρυπτα καὶ ἐκτεθηλυσμένα εἶναι τὰ σώματα. πρὸς οὓς ῥητέον, ὅτι οὐκοῦν, ἐὰν σκληρὰ ᾖ τὰ σώματα καὶ περιτεταμένα, οὐκ ἐροῦσι μὲν ῥύσιν, ἀνάγκη δὲ αὐτὴν ὁμολογῆσαι. ἐὰν οὖν τοιοῦτοί τινες ὦσιν ἄῤῥωστοι, οἵους ἐκ‐ τίθεται ὁ Ἱπποκράτης, ὑπὸ τῆς ἐσχάτης ἐνδείας εἰς τοῦτο
10περιηγμένοι, ὥστε τὸ δέρμα ἔχειν σκληρὸν καὶ περιτεταμέ‐ νον, καὶ τὰ ἄλλα, οἷα ἐπὶ τῶν διαφορουμένων ὑπάρχει, ἆρά γε τῇ ἐπὶ τῶν διαφορουμένων ἀγωγῇ χρησόμεθα, ὁμο‐ λογῆσαι ἀνάγκη. πῶς οὖν ἐκ τῆς μανότητος ῥύσις κατα‐ λαμβάνεται; καὶ γὰρ περιτάσεως καὶ σκληρότητος ὑπαρχού‐
15σης, οὐδὲν ἧττον ῥύσις ἐστίν. Κεφ. λʹ. Ἑξῆς δ’, ὅτι, κἂν φαίνωνται αἱ κοινότητες,
οὐδὲν συμφέρον ἐνδείκνυνται, διὰ τούτου ἄν τις ἐπιδείξειε,186

1

.

187

διαφέρειν λέγων τὸ αὐτὰ τὰ κοινὰ ἐνδείκνυσθαι ἢ ἀπὸ τῶν κοινῶν καταλαμβάνεσθαι τὰ ἐνδείξασθαι δυνάμενα. οἱ μὲν οὖν Μεθοδικοὶ λέγουσιν, αὐτὰ τὰ κοινὰ ἐνδείκνυσθαι· ἡμεῖς δέ φαμεν, τὴν τῶν κοινῶν κατάληψιν χρησιμεύειν πρὸς τὴν
5τῶν ἐπὶ μέρους ἐνδείξασθαι δυναμένων ἐπίγνωσιν. καὶ τὰ θεωρήματα τρόπον τινὰ κοινὰ ὄντα τὴν τῶν ἐπὶ μέρους κατάληψιν ὑποδείκνυσιν. ἐν γὰρ τῷ, κόποι αὐτόματοι φρά‐ ζουσι νούσους, καταλαμβάνομεν τὴν σχέσιν τοῦ ἐπὶ μέρους αὐτομάτου κόπου πρὸς τὸ πλῆθος. μεταλαμβάνειν γὰρ δεῖ
10τὸ νόσους κατὰ τὸ παρὸν εἰς τὸ πλῆθος. ἡ οὖν τοῦ καθόλου ἐπίγνωσις τὴν τοῦ ἐπὶ μέρους κατάληψιν παρέχε‐ ται τοῦ ἐνδείξασθαι τὸ συμφέρον δυναμένου. Κεφ. λαʹ. Οὐ δεῖ δὲ οἴεσθαι, ὅτι ἡμεῖς ὑπολαμβάνο‐ μεν διὰ τῶν θεωρημάτων ἀντικρὺ τὰ ἐνδεικτικὰ τῶν συμ‐
15φερόντων καταλαμβάνεσθαι. οὐ γὰρ τὰ θεωρήματα τῶν κεκρυμμένων ἐστὶ δηλωτικὰ, ὧν χρείαν πρὸς τὴν θεραπείαν ὡς ἐνδεικνυμένων ἔχομεν, ἀλλὰ τὴν σχέσιν μηνύει τῶν κε‐
κρυμμένων πρὸς τὰ φαινόμενα. οὕτω δ’ ἂν ἐπιμελέστερον187

1

.

188

τὴν τῶν θεωρημάτων χρείαν καταμάθοιμεν, ἐπ’ αὐτοῦ τοῦ, κόποι αὐτόματοι φράζουσι νούσους, στήσαντες τὸν λόγον. ὅτι τοίνυν κόπος αὐτόματός ἐστιν ἐναργὴς, καὶ οἱ ἰδιῶται ἴσασιν. ὅτι δὲ διὰ τοῦ αὐτομάτου κόπου πλῆθος δηλοῦ‐
5ται, οἱ μὲν ἰδιῶται ἀγνοοῦσι, κέκρυπται γὰρ, οἱ δὲ τεχνῖται ἴσασιν, ἐκ τοῦ θεωρήματος κατειληφότες τὴν τοῦ αὐτομάτου πρὸς τὸ πλῆθος σχέσιν. ἀπὸ γὰρ τῆς σχέ‐ σεως αὐτοῦ τοῦ αὐτομάτου κόπου κινηθεὶς, πρὸς τὸ πλῆ‐ θος συνιστῶν τὸ θεώρημα καὶ καταλαμβάνων, ὅτι ἀπο‐
10τέλεσμά ἐστι τοῦ πλήθους ὁ αὐτόματος κόπος, συνέστη‐ σεν αὐτό. ἐπεὶ γὰρ τῶν αἰτιῶν διττήν τινα γενικωτάτην διαφορὰν ἠπίστατο, καὶ ὅτι τῶν αἰτίων ἃ μὲν ἐκτός ἐστιν ἡμῖν, ἃ δ’ ἐν αὐτοῖς τοῖς σώμασιν, ἀναγκαῖον ἐνόμισεν εἶ‐ ναι, ὁπόταν τι τῶν ἐκτὸς παραλυπῇ, μὴ ἂν ἄλλως ἡμᾶς
15ἐνοχλεῖσθαι, εἰ μὴ ἐν τοῖς σώμασιν ὑπάρχει τὸ αἴτιον. ἐπεὶ δὲ τῶν ἐν τῷ σώματι τὰ βαροῦντα κατὰ πλεονασμὸν
οὐσίας βαρεῖ, ὥστε, εἰ σύμμετρον, οὔτε βαρεῖ, οὔτε λυπεῖ,188

1

.

189

συνθεὶς εἰς ἕνα λογισμὸν ταῦτα, ἐποίησε τὸ θεώρημα τοῦτο, κόποι αὐτόματοι φράζουσι πλῆθος. ἀφ’ ὧν γὰρ λογι‐ σμῶν κινηθεὶς ὁ συστήσας τὸ θεώρημα συνέστησεν, ἀπὸ τῶν αὐτῶν χρὴ καὶ τὴν χρείαν τοῦ θεωρήματος ὑποδείκνυσθαι.
5τοῦτο τοίνυν τὸ καθολικὸν δηλοῖ, ὅτι, ὅπου ἂν ᾖ κόπος αὐτόματος, ἐκεῖ παντὸς πλῆθος. οὐ μέντοι ἀπὸ τοῦ θεω‐ ρήματος κατέλαβε τὸ πλῆθος, ἀλλὰ τὴν σχέσιν τοῦ κόπου πρὸς τὸ πλῆθος· ἐκ δὲ τῆς σχέσεως τὸ πλῆθος. τρόπον οὖν τινα διὰ τοῦ κόπου κατέλαβε τὸ πλῆθος· ἵνα δὲ δι’
10αὐτοῦ καταλάβῃ, τὸ θεώρημα γέγονεν αἴτιον. καὶ τῶν ἄλ‐ λων δὲ θεωρημάτων τὴν αὐτὴν χρείαν σκοποῦντες εὑρήσο‐ μεν. ἡμεῖς μὲν οὖν οὕτω καθόλου καὶ οἱονεὶ κοινὴν κατά‐ ληψιν ἡγούμεθα χρησιμεύειν. Κεφ. λβʹ. Οἱ δὲ Μεθοδικοὶ τὰς κοινότητας αὐτὰς
15οἴονται ἐνδείκνυσθαι τὰ συμφέροντα. τὸ μὲν γὰρ στεγνὸν πάθος ἐνδείκνυσθαί φασι τὸ δεῖν χαλᾷν, τὸ δὲ ῥοῶδες τὴν σταλτικὴν ἀγωγὴν ἐπιζητεῖν, καὶ τὰς λοιπὰς δὲ
κοινότητας ὑποτίθενται διαφέροντα φανερὰ ἐνδείκνυσθαι,189

1

.

190

περὶ ὧν εἰρήσεται· ὅτι δ’ οὐκ ἐνδείκνυνται αἱ κοινότητες, διὰ τούτων παραστήσομεν. ὧν ἀναιρεθέντων οἱ νοσοῦντες ὑγιεῖς γίγνονται, τούτων ἐστὶν ἀναιρετικὰ βοηθήματα. ὧν δ’ ἐστὶν ἀναιρετικὰ προηγουμένως βοηθήματα, ἀπὸ τούτων
5ἔνδειξις τῶν συμφερόντων γίνεται· ἀναιρετικὰ δ’ ἐστὶ προη‐ γουμένως τὰ βοηθήματα τῶν ἐπὶ μέρους αἰτίων, καὶ εἰ ἄρα νοσημάτων, τὰ ἐπὶ μέρους ἄρ’ αἴτια, καὶ εἰ ἄρα νοσήματα ἐνεδείκνυντο ἂν τὸ συμφέρον, καὶ οὐχ αἱ κοινότητες τῷ εἶναι κοινότητες τὸ συμφέρον ἐνδείκνυνται. καὶ εἰ τὰ πα‐
10ραλαμβανόμενα βοηθήματα ἀναιρετικὰ τῶν ἐνδειξαμένων, ἀπὸ τῶν ἐπὶ μέρους βοηθημάτων ἀναιροῦνται αἱ κοινότητες. τῆς δὲ κοινότητος ἀναιρουμένης οἱ κατ’ ἐκεῖνον τὸν καιρὸν ὑπὸ τῆς αὐτῆς κοινότητος νοσήσαντες ὑγιεῖς ἂν ἐγένοντο, οὐδενός τινος ὑπ’ αὐτῆς ἀναιρεθέντος. εἰ δὲ, ὅπερ ἐνδεί‐
15κνυται, τοῦτο ἀναιρεῖται, αἱ δὲ κοινότητες ἐνδείκνυνται, δῆλον, ὅτι αἱ κοινότητες ἀναιρεθήσονται. πρὸς τοῦτο λέ‐ γουσιν οἱ Μεθοδικοὶ, ὅτι τὴν κοινότητα ἡμεῖς τὴν αὐτὴν
καὶ μίαν λέγομεν εἶναι, οὐχ ὅτι ἕν τί ἐστι σῶμα συναφὲς190

1

.

191

αὐτὸ ἑαυτῷ, εἴ τις ἐπὶ πλειόνων θεωροῖτο, ἀλλ’ ᾗ τὸ αὐτὸ εἶδός ἐστιν. ὡς γὰρ καὶ ἡ ἀνθρωπότης κοινότης τις λέγεται εἶναι, οὐκ ἔτι δὲ σῶμα ἓν ἡνωμένον, εἶτα ἐπὶ πάντων τῶν ἀνθρώπων θεωρεῖται, ἀλλ’ ὁμοιότης τις ἐν πλείοσιν, οὕτω
5καὶ περὶ τῆς κοινότητός φασι δεῖν ὑπολαμβάνειν. ὥσπερ οὖν, φασὶν, ἑνὸς ἀνθρώπου ἀναιρουμένου, οὐ συναναιρεῖται ἡ ἀνθρωπότης, ἣν ἐπὶ πάντων ὁρῶμεν, ἀλλ’ ἄρα ἡ ἑνός τινος ἀνθρωπότης· οὕτως καὶ ἐπὶ μέρους κοινότητος ἀναι‐ ρουμένης, οὐχ ἡ ἐπὶ πάντων κοινότης ἀναιρεῖται, ἀλλ’ ἡ ἐπὶ
10μέρους μόνον. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι, εἴπερ αἱ κοι‐ νότητες, καθ’ ὃ κοινότητές εἰσιν, ἐνδείκνυνται τὸ συμφέρον, καὶ ἡ ἀνθρωπότης, κοινότης οὖσα, ἐνεδείκνυτο ἂν τὸ συμφέ‐ ρον. οὐδὲν δὲ ἡ ἀνθρωπότης ἐνδείκνυται, οὐδ’ οὖν ἄλλη τις κοινότης ἐνδεικτικὴ ἂν εἴη συμφέροντος. ἔτι δὲ, εἴπερ ἡ
15κοινότης ταὐτότης ἐστὶν ἐν πλείοσι, καὶ αἱ κοινότητες, καθ’ ὃ κοινότητές εἰσιν, ἐνεδείκνυντο· καὶ ἡ δυσφορία καὶ ἡ ἐρυ‐
θρότης ἐπὶ πλειόνων παθῶν θεωρουμένη, ἐνεδείκνυντο ἄν191

1

.

192

τι συμφέρον, οὐδὲν δὲ ἐνδείκνυνται· οὐδ’ αἱ λοιπαὶ ἄρα κοινότητες φύσιν ἔχουσιν ἐνδεικτικήν. ἐπιζητῆσαι δὲ χρὴ καὶ τοῦτο παρ’ αὐτῶν, πότερον αἱ κοινότητες πάθη εἰσὶν, ἢ οὔ. εἰ μὲν πάθη, πῶς οὐδεὶς πώποτε ᾔσθετο αὐτῶν.
5ἀλλὰ πυρετοῦ μὲν, καὶ φλεγμονῆς, καὶ βάρους, καὶ διατάσεως ἀντιλαμβάνονται ἄνθρωποι, καὶ τοὺς ἰατροὺς διὰ ταῦτα μεταπέμπονται, στεγνότητος δὲ καὶ ῥοωδίας οὐδεὶς πώποτε ᾔσθετο. οὐδὲ μὰ Δία ἔπεμψέ τις καὶ πρὸς ἰατρὸν, ὡς ὑπὸ ἀμέτρου στεγνώσεως ἢ ἀραιώσεως ἐνοχλούμενος. εἰ
10δὲ μή ἐστι πάθη, πῶς ἀπὸ τῶν παθῶν τὰς ἐνδείξεις γίγνεσθαι λέγουσι, τῆς στεγνώσεως καὶ ῥοωδίας οὐκ ὄντων παθῶν; ἔτι τε κἀκεῖνο ῥητέον, ὅτι, εἴπερ αἱ κοινότητες φύσιν εἶχον ἐνδεικτικὴν, πάντων ἂν μάλιστα ἡ τῶν κοινο‐ τήτων κοινότης ἐνεδείκνυτο ἄν. καὶ γὰρ τῆς στεγνώσεως καὶ
15ῥύσεως ὁμοιότης τις, καθ’ ὃ κοινότητές εἰσιν ἀμφότεραι. οὐδὲν δ’ ἐνδείκνυται αὕτη· οὐδ’ ἄρα αἱ λοιπαί. οὐ μόνον
δὲ δύο κοινότητάς φασιν εἶναι, ἀλλὰ καὶ πλείους, καὶ ἄλ‐192

1

.

193

λας μὲν ἐν διαίτῃ, ἄλλας δὲ ἐν χειρουργίᾳ· καὶ ἐν μὲν διαίτῃ, τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, καὶ τὸ ἐπιπεπλεγμένον μέγεθος. καὶ καιροὺς τῶν νοσημάτων εἶναι τέσσαρας, ἀρχὴν, ἐπίδοσιν, ἀκμὴν, καὶ παρακμήν. καὶ τὸ ὀξὺ, καὶ τὸ χρόνιον, καὶ τὴν
5ἐπίτασιν, καὶ τὸ διάλειμμα. ἐν δὲ χειρουργίᾳ, τὸ φύσει ἀλλό‐ τριον, τόπῳ, καιρῷ, καὶ ἄλλα πλείονα. ἀλλ’ οὐ νῦν ἀκριβολο‐ γεῖσθαι περὶ τῶν ἐν χειρουργίᾳ σκοπῶν χρή· ἀποχρήσει γὰρ πρὸς τὸ προκείμενον οἱ ἐν διαίτῃ αὐτῶν ἐκτεθέντες σκοποί. Κεφ. λγʹ. Παρεισήγαγον δὲ τὰς εἰρημένας κοινότητας,
10οὐκ ἔχοντες ἐν τοῖς πράγμασι διεξαγωγήν. ἐπεὶ γὰρ ἠκο‐ λούθει αὐτῷ ᾡτινιοῦν χρῆσθαι σταλτικῷ ἐπὶ πάσης ῥύσεως, καὶ ᾡτινιοῦν χαλαστικῷ, ἐπὶ πάσης στεγνώσεως, οὐχ εὑρί‐ σκοντες δὲ ἐνδεικτικὸν τῆς διαφορᾶς τῶν βοηθημάτων, πα‐ ρεισήγαγον καὶ τὰς εἰρημένας κοινότητας, ἵνα παρὰ τὴν
15τούτων διαφορὰν διαφέρουσα θεραπεία εὑρίσκηται. λέγου‐ σιν οὖν, ὅτι τὴν διαφορὰν τῶν βοηθημάτων αὐταὶ αἱ κοι‐ νότητες ἐνδείκνυνται. περὶ γὰρ τήν τινων τούτων σύνοδον
διαλλάττουσα ἡ θεραπεία εὑρίσκεται.193

1

.

194

Κεφ. λδʹ. Δείξομεν δὲ, ὅτι οὐδὲν τῶν εἰρημένων ἐν‐ δεικτικὸν εἶναι δύναται βοηθημάτων. καὶ πρῶτόν γε, ὅτι τὸ μέγεθος τῶν κοινοτήτων οὐκ ἐνδείκνυται μέγεθος βοη‐ θημάτων, ἐκ τῶνδε ἄν τις μάθοι. ἐν ταῖς θεραπείαις
5δεόμεθα οὐχ ἁπλῶς μεγέθους βοηθημάτων (πάντα γὰρ τὰ βοηθήματα σὺν ποσῷ μεγέθει εἰσὶν), ἀλλὰ τοῦδε τοῦ με‐ γέθους. τὸ δὲ μέγεθος τῶν κοινοτήτων οὐκ ἐνδείξεται τὸ τοῦδε τοῦ βοηθήματος μέγεθος, ἀλλὰ ἁπλῶς μέγεθος. δεῖ δὲ, ὡς ἔφην, οὐχ ἁπλῶς μέγεθος τῶν βοηθημάτων παραλαμ‐
10βάνειν, ἀλλὰ πηλίκον τόδε τι μέγεθος. ἂν γὰρ ἁπλῶς μέ‐ γεθος παραλαμβάνωμεν, ἐπειδὴ πάντα βοηθήματα σὺν ποσῷ μεγέθει νοεῖται, πάντα τὰ βοηθήματα παραληψόμεθα καὶ ἀδιαφορήσομεν, ὅπερ ἐστὶν ἀλογώτατον. εἰ δὲ, τοῦ μεγέθους τῶν κοινοτήτων ἁπλῶς μέγεθος βοηθήματος ἐνδεικνυμένου, αὐτοὶ
15τόδε τι τὸ μέγεθος παραλαμβάνουσι, οὐχ, ὅπερ ὁ σκοπὸς ἐν‐ δείκνυται, τοῦτο παραλήψονται. ὁ γὰρ σκοπὸς κοινῶς μέγεθος
ἐνδείκνυται· αὐτοὶ δὲ τόδε τι τὸ μέγεθος παραλαμβάνουσιν.194

1

.

195

ἐροῦσι δ’ ἴσως, ὅτι οὐκ, ἐπειδὴ κατὰ μέρος ἐστὶ τὸ μέγεθος, προσάγομεν, ἀλλ’ εἰ κοινότης ἐστί. τὸ δ’ αὐτὸ συμβέβηκε καὶ κοινὸν εἶναι καὶ ἐπὶ μέρους. πρὸς τοῦτο δὲ καὶ ἐροῦμεν, ὅτι, εἰ ἡ κοινότης ἐπιδείκνυσι, καὶ ὃ ἐν‐
5δείκνυται, οὐκ ἐπὶ μέρους ἀδιαφορεῖν δεῖ, ἐπειδὴ μέγεθος παρέπεται παντὶ βοηθήματι. τὸν αὐτὸν δὲ τοῦτον λόγον ἐστὶ καὶ ἐπὶ τὰς κοινότητας μεταφέρειν. Κεφ. λεʹ. Ἑξῆς δ’, ὅτι οὐδὲ οἱ τῶν νοσημάτων και‐ ροὶ ἐνδείκνυνται τὸ συμφέρον, ὑποδείξομεν. πρὸς δὲ τοῦ
10λόγου τούτου περὶ τῆς τῶν καιρῶν διαφορᾶς ὀλίγα χρὴ διεξελθεῖν. δύο τοίνυν καιρῶν διαφοραὶ παρὰ τοῖς ἰατροῖς λέγονται, οἱ μὲν νοσημάτων, οἱ δὲ βοηθημάτων. ἐντεῦθεν ἂν εὔδηλος καὶ ἡ θεραπεία γένοιτο· τὰς κινήσεις τῶν αἰ‐ τιῶν καιροὺς εἶναι λέγουσιν. εἰσὶ δὲ κινήσεως διαφοραὶ
15τέσσαρες, ἀρχὴ, ἐπίδοσις, ἀκμὴ, καὶ παρακμή. ταῦτα δ’ ἐστὶ καὶ τῶν καιρῶν ὀνόματα. τοὺς δὲ τῶν βοηθημάτων
καιροὺς τοὺς ἐπιτηδείους χρόνους εἰς παράληψιν αὐτῶν εἶναι195

1

.

196

λέγουσιν. εἰσὶ δὲ ἐπιτήδειοι χρόνοι, ἐν οἷς τὰ μὲν ἀπαι‐ τοῦντα τὴν παράληψιν τοῦ βοηθήματος πάρεστι, τῶν δὲ κωλυόντων οὐδέν ἐστι. Κεφ. λϛʹ. Οἴονται δὲ οἱ πολλοὶ, τοὺς τῶν βοηθημάτων
5καιροὺς καὶ νοσημάτων ὑποστάσεσι μὲν μὴ διαφέρειν, ἐπινοίᾳ δὲ μόνον. φασὶ γὰρ, ὅτι περὶ τὸν αὐτὸν χρόνον καὶ ὁ τοῦ βοη‐ θήματος καιρὸς καὶ ὁ τοῦ νοσήματος συνίσταται. ἔν τινι γὰρ καιρῷ ὄντος τοῦ νοσήματος ὁ τοῦ βοηθήματος καιρὸς εὑρίσκεται. ἐνδέχεται δὲ, φασὶ, τὸ αὐτὸ πρὸς τὸ ἄλλο καὶ ἄλλο ἀναφερό‐
10μενον διαφόρως λέγεσθαι. ὡς γὰρ ἀνάβασις καὶ κατάβασις μία οὖσα καὶ ἡ αὐτὴ ὁδὸς παρὰ τὴν σχέσιν τῶν ἀναβαι‐ νόντων καὶ καταβαινόντων ὁτὲ μὲν ἀνάβασις καλεῖται, ὁτὲ δὲ κατάβασις, οὕτω καὶ ἐπὶ τῶν καιρῶν ἔχει. εἷς μὲν γὰρ καὶ ὁ αὐτός ἐστιν ὅ τε τοῦ νοσήματος καιρὸς καὶ ὁ τοῦ
15βοηθήματος. ἄλλως μὲν γὰρ πρὸς τὴν κίνησιν τοῦ αἰτίου ἐστὶν ἀναφέροντα λέγειν καιρὸν νοσήματος· ἄλλως δὲ πρὸς τὴν εὐκαιρίαν τῆς προσαγωγῆς τῶν βοηθημάτων καιρὸν
τοῦ βοηθήματος. συμβαίνειν δέ φασιν ἀμφοτέρους τοὺς196

1

.

197

καιροὺς ἅμα συνίστασθαι, καὶ ἀδύνατόν ἐστιν ἄνευ καιροῦ νοσήματος ἐκλαμβάνειν καιρὸν βοηθήματος. Κεφ. λζʹ. Ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι, εἰ οἱ αὐτοί εἰσι καιροὶ τῶν βοηθημάτων καὶ τῶν νοσημάτων, καὶ ὑπο‐
5στάσει μὴ διαφέρουσιν, ἐχρῆν ἐν ἅπαντι καιρῷ νοσήματος εἶναι καὶ καιρὸν βοηθήματος· οὐκ ἐν ἅπαντι δὲ καιρῷ νοσήματος προσάγομεν τὰ βοηθήματα· ἀρχομένων γὰρ, φησὶ, τῶν νού‐ σων, ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμαζουσῶν δ’, ἡσυχίην ἔχειν βέλτιον. οὐκ ἄρα οἱ αὐτοὶ καιροί εἰσι νοσημάτων καὶ
10βοηθημάτων. πολλάκις δὲ παραλαμβάνομεν βοηθήματα, οἷον κάθαρσιν, ἢ φλεβοτομίαν, οὐκ ὄντος μὲν νοσήματός τινος, ὑποπτευομένου δὲ ἔσεσθαι. ὥσπερ ἀμέλει οἱ χει‐ ρουργοὶ ἐπὶ τῶν κηλοτομουμένων, ὅταν ὁρῶσιν αὐτοὺς πε‐ ριπληθεῖς ὄντας, παραλαμβάνουσι φλεβοτομίας. καὶ
15ὁ Ἱπποκράτης δὲ παραινεῖ λύειν τὴν ἄκραν εὐεξίαν μὴ βραδέως, ἡ δὲ λύσις διὰ βοηθημάτων γίγνεται. εἰ δ’,
ἀκμῆς παρούσης τῶν νοσημάτων, οὐκ εἰσὶ καιροὶ τῶν197

1

.

198

βοηθημάτων, καὶ μὴ ὄντων νοσημάτων, εἰσὶ καιροὶ βοηθη‐ μάτων, φανερὸν, ὅτι οὐκ ἐπινοίᾳ μόνον, ἀλλὰ καὶ ὑποστάσει διαφέρουσιν. ἔτι δὲ ἐν ἑνὶ καιρῷ νοσήματος πλείονας παρα‐ λαμβάνει τις βοηθημάτων καιρούς. ἐν γὰρ παρακμῇ, φέρε,
5νοσήματος κλυστὴρ παραλαμβάνεται, καὶ ἄλειμμα, καὶ κατά‐ πλασμα καὶ τροφή. τούτων δ’ ἑκάστου ἴδιός ἐστι καιρός. καὶ ἐν πλείοσι δὲ νοσημάτων καιροῖς τὸ αὐτὸ ἔστιν ὅτε βοήθημα ἐκκρίνομεν. ἐν ἀρχῇ γὰρ τῶν νοσημάτων φλεβοτομία παραλαμ‐ βάνεται καὶ ἐν ἐπιδόσει. ἐκ τούτων οὖν φαίνεται, ὅτι κατὰ τὴν
10ὑπόστασίν ἐστί τις τῶν καιρῶν διαφορά. πρὸς δὲ τοῖς εἰρημέ‐ νοις κἀκεῖνο γιγνώσκειν δεῖ, ὅτι τῶν μὲν νοσημάτων τέσσαρές εἰσι καιροὶ, ἀρχὴ, ἐπίδοσις, ἀκμὴ, καὶ παρακμή. τῶν δὲ βοη‐ θημάτων οὐκ εἰσὶν οὗτοι καιροί. οὔτε γὰρ ἀρχὴ, οὔτ’ ἐπί‐ δοσις, οὔτ’ ἀκμὴ, οὔτε παρακμὴ καιροί εἰσιν βοηθήματος.
15ἔτι τε οἱ μὲν καιροὶ τῶν νοσημάτων γράφονται, οἱ καθόλου καὶ οἱ ἐπὶ μέρους. οἱ δὲ τῶν βοηθημάτων, οἱ μὲν καθόλου
ἀναγράφεσθαι δύνανται, οἱ δ’ ἐπὶ μέρους οὐκ ἔτι διὰ τοι‐198

1

.

199

αύτην τινὰ αἰτίαν. οἱ μὲν τῶν νοσημάτων καιροὶ τῶν τε καθόλου καὶ τῶν ἐπὶ μέρους ἑνὶ καὶ τῷ αὐτῷ ἐπικρίνονται κριτηρίῳ, καὶ τὸ κριτήριον ἀναγράφεσθαι δύναται. οἱ δὲ τῶν βοηθημάτων καιροὶ οὔτε τὸ αὐτὸ κριτήριον ἔχουσιν,
5οὔτε τῶν ἐπὶ μέρους καιρῶν δυνατόν ἐστιν ἀναγράψαι τὰ κριτήρια. ὅπως δὲ, νῦν ὑποδείξομεν. οἱ καιροὶ τῶν νοση‐ μάτων κρίνονται τῇ ποιᾷ κινήσει τοῦ αἰτίου, καὶ ἔστιν ἀρχὴ, ἀνάβασις, ἀκμὴ καὶ παρακμὴ, ἅπερ τῶν νοσημάτων καιροὺς καλοῦμεν, ὀνόματα τῆς ποιᾶς κινήσεως τοῦ αἰτίου. ἐὰν δὲ
10ἡ μὴ οὖσα πρότερον κίνησις ἐν ἡμῖν ἄρχηται συνίστασθαι, καὶ ἀνιᾷ συνισταμένη, τὴν τοιαύτην κίνησιν ἀρχὴν νοσήμα‐ τος λέγομεν· ἐὰν δ’ ἐπὶ τὸ μεῖζον ἡ κίνησις προκόπτῃ, ἐπί‐ δοσιν· ἐὰν δὲ στάσιν λάβῃ ἡ ἐπίδοσις, ἀκμὴν ὀνομάζομεν· ἐὰν δὲ μειῶνται αἱ κινήσεις, παρακμὴν προσαγορεύομεν.
15ἐπεὶ οὖν τῶν καιρῶν τὰ αὐτά ἐστιν ὀνόματα, τῶν τε καθό‐ λου νοσημάτων, καὶ τῶν ἐπὶ μέρους παροξυσμῶν, καὶ τὰ
αὐτά ἐστι κριτήρια, ἐκ γὰρ τῆς ποιᾶς κινήσεως τοῦ αἰτίου199

1

.

200

γίνονται, δῆλον ὡς οἷόν τ’ ἐστὶν ἀμφοτέρους τοὺς καιροὺς ἀναγράφειν. οὕτω γὰρ λέγομεν ἀναγράφεσθαι ἕκαστα, οἷον τὰ αἴτια, τοὺς πεπονθότας τόπους, καὶ τὰ ὅμοια, ὅταν οἱ σκοποὶ, ἐξ ὧν καταλαμβάνεται τὰ ἐπὶ μέρους, ἀναγράφεσθαι
5δύνωνται. ὅτι δὲ τὰ διαστήματα τῶν νοσημάτων οὐκ εἰσὶν οἱ καιροὶ, οὐδ’ ἐκ διαστημάτων οἱ καιροὶ λαμβάνονται. οὔτε γὰρ τῶν καθόλου νοσημάτων, οὔτε τῶν ἐπὶ μέρους, ἐκ τοῦ μὴ ἐπὶ πάντων καιρῶν ταὐτὰ διαστήματα εἶναι, τὸ δ’ αὐτὸ καιροὺς λέγεσθαι, δῆλόν ἐστιν. ὅτι δὲ διαφέρουσιν οἱ και‐
10ροὶ τῶν τε ὅλων νοσημάτων καὶ τῶν ἐπὶ μέρους παροξυσμῶν, δῆλον ἐκ τοῦ ἐν ἑνὶ καιρῷ τοῦ καθόλου νοσήματος πλείο‐ νας συνίστασθαι καιροὺς τῶν ἐπὶ μέρους παροξυσμῶν. ἐν ἀρχῇ γὰρ εἰσβολῆς νοσήματος ἐπὶ μέρους τις παροξυσμὸς καὶ ἄρχεται, καὶ ἐπιδίδωσι, καὶ ἀκμάζει, καὶ παρακμάζει.
15καὶ ἀκμάζοντος δὲ ἤδη τοῦ ὅλου νοσήματος, ἐπὶ μέρους πα‐ ροξυσμοῦ τις ἀρχὴν λαμβάνει. πῶς μὲν οὖν οἱ τῶν νοσημά‐ των καιροὶ ἀμφότεροι ἀναγράφεσθαι δύνανται, εἴρηται. τοὺς δὲ τῶν βοηθημάτων καιροὺς πῶς οὐκ ἔστιν ἀμφοτέρους ἀνα‐
γράψαι, νῦν ὑποδείξομεν.200

1

.

201

Κεφ. ληʹ. Οἱ τῶν βοηθημάτων καιροὶ λαμβά‐ νονται οὐκ ἐκ τῆς τοῦ αἰτίου κινήσεως καὶ οὐσίας· τὸ αὐτὸ γὰρ ἂν ἀεὶ παρελαμβάνετο, οἷον ἐν πάσῃ ἀρχῇ νοσήματος φλεβοτομία. καὶ ὁ εἰπὼν δὲ, ἀρχομένων τῶν νούσων, ἤν
5τι δοκέῃ κινεῖν, κίνει, ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν, οὐκ ἀπὸ τοῦ καιροῦ ὁρμώμενος ἐκκρίνει τὰ βοηθήματα. ᾔδει γὰρ, ὅτι κατὰ τὰς ἀρχὰς τῶν νοσημάτων ἡ δύναμις οὐ κα‐ θῄρηται, καὶ διὰ τοῦτο οὐκ ἐμποδίζει τῇ παραλήψει τῶν βοηθημάτων, ἐν δὲ τῇ τοῦ νοσήματος ἀκμῇ κεκμηκυῖα ἤδη
10τὴν ἀπὸ τῶν βοηθημάτων κίνησιν οὐ φέρει. οὐκ ἀπὸ τοῦ καιροῦ τοίνυν ὁρμώμενος ὁ Ἱπποκράτης, ἀλλὰ παρὰ τῆς δυ‐ νάμεως τὴν τῶν βοηθημάτων ἐκκρίνει παράληψιν. οὐδὲ μὴν ἐκ τοῦ διαστήματος τῶν κατὰ νοσήματα καιρῶν, ὥς τι‐ νες οἴονται, ὁ τοῦ βοηθήματος καιρὸς εὑρίσκεται. κατὰ πολὺ
15γὰρ διαφερόντων τῶν διαστημάτων, ποίων ἄν τις ὑπαγό‐ ρευσιν διάστημα φαίη, οὐκ ἔστιν εἰπεῖν. λαμβάνονται τοίνυν οἱ καιροὶ τῶν μὲν καθόλου βοηθημάτων ἔκ τε τῆς
παρουσίας τῶν ἀπαιτούντων τὰ βοηθήματα· ταῦτα δ’ ἐστὶ201

1

.

202

τὰ αἴτια· καὶ ἐκ τῆς ἀπουσίας τοῦ κωλῦσαι δυναμένου· τοῦτο δ’ ἐστὶν ἀσθένεια δυνάμεων. οἱ δ’ ἐπὶ τῶν ἐπὶ μέρους βοηθημάτων καιροὶ οὐκ ἐκ τούτων μόνων, ἀλλὰ καὶ ἐξ ἑτέ‐ ρων, ἅπερ γράφεσθαι ἀδύνατόν ἐστι. ἐπεὶ γὰρ μάλιστα μὲν
5ἐν ταῖς ἀνέσεσι παραλαμβάνεται τὰ βοηθήματα, τότε γὰρ τὸ ἀπαιτοῦν πάρεστιν, καὶ ἡ δύναμις ἀνέχεται, οὐ τὸ αὐτὸ δὲ τῆς ἀνέσεώς ἐστι διάστημα ἐπὶ πάντων. ἀλλ’ ἔστω γε ἓξ ὡρῶν τὸ διάστημα τῆς ἀνέσεως. ποῖον οὖν τινα τούτων ὡρῶν τάξομεν καιρὸν τοῦ ἐπὶ μέρους βοηθήματος, οὐχ
10ὁμοίως ἁπάντων διακειμένων; ἔστω γὰρ ἀπαιτεῖν τὴν πε‐ ρίστασιν φλεβοτομίαν, καὶ ἡ δύναμις μὴ ἐναντιούσθω, ὅσον ἐπὶ τούτῳ χρὴ παραλαβεῖν τὴν φλεβοτομίαν; ἅμα δέ τινα μετὰ τὴν φλεβοτομίαν καὶ τροφὴν παραθεῖναι, διὰ τὸ μὴ φέρειν ἀσιτίαν τὸν κάμνοντα, ἑτέρῳ δ’ ἀσιτῆσαι συμφέρει,
15ἄλλοι δ’ ὕπνου πρὸ τῆς φλεβοτομίας δέονται, ἄλλοι δ’ ἄλλως, ἅπερ ἅπαντα ἀναγράφειν ἐστὶν ἀδύνατον. ἐν οὖν τοσαύτῃ ποι‐
κιλίᾳ, ποῖόν τις μέρος ὥρας καιρὸν ἁρμόζοντα παντὶ ἐπιτάξει202

1

.

203

βοηθήματι, ἢ ποῖόν τις σκοπὸν ἀναγράφοι, ἐξ οὗ ληφθείη ἂν ὁ ἐπὶ μέρους καιρὸς, οὐκ ἔστιν εἰπεῖν, ἄλλα γὰρ ἐπ’ ἄλλων τὰ συμπίπτοντά ἐστιν. ἐπεὶ τοίνυν καὶ τὰ διαστή‐ ματα τῶν ἀνέσεων, ἐν οἷς παραλαμβάνομεν τὰ βοηθήματα,
5οὐκ ἴσα ἐπὶ πασῶν ἀνέσεων, καὶ αἱ περιστάσεις ἀνόμοιαι, καὶ τὰ συμπτώματα διαφέροντα, καθ’ ἕκαστον δὲ τούτων ἐξαλ‐ λάσσεται καὶ ὁ ἐπὶ μέρους καιρὸς τοῦ βοηθήματος, δῆλον ὡς ἀναγράφειν μὲν σκοπόν τινα, ἐξ οὗ ληφθείη ἂν, ἀδύνα‐ τόν ἐστιν. ὁ δ’ ἐφεστηκὼς ἐκ τῶν παρόντων τε καὶ ἀπαι‐
10τούντων τὰ βοηθήματα ὁρμώμενος, καὶ ἐκ τῆς ἀπουσίας τῶν ἐμποδίζειν δυναμένων, καὶ ἐκ συλλογισμῶν τῶν μετὰ τοῦτο ὀφειλόντων παραλαμβάνεσθαι βοηθημάτων, ἐκλήψε‐ ται στοχασμὸν τῶν ἐπὶ μέρους καιρῶν τοῦ βοηθήματος, μή‐ ποτε οὖν σκοποὶ ὑποστάσει οὐ διαφέρουσι. ἐπεὶ οὖν οἱ σκο‐
15ποὶ, ἐξ ὧν μὲν οἱ καθόλου καιροὶ τῶν βοηθημάτων λαμ‐ βάνονται, ἀναγράφονται, ἐξ ὧν δ’ οἱ ἐπὶ μέρους καταλαμ‐ βάνονται, ἀναγράφεσθαι οὐ δύνανται, διὰ τοῦτ’ εὐλόγως
λέγουσι, τῶν μὲν καθόλου βοηθημάτων τοὺς καιροὺς ἀνα‐203

1

.

204

γράφεσθαι, τῶν δ’ ἐπὶ μέρους μηκέτι. τούτου δὲ φανεροῦ γεγονότος, εὔδηλος ἂν εἴη καὶ κατὰ τοῦτο ἡ διαφορὰ τῶν κατὰ τὰ νοσήματα καιρῶν καὶ τῶν κατὰ τὰ βοηθήματα. εἰ γὰρ καὶ μηδ’ ὑποστάσει διέφερον, ὁμοίως ἂν τοῖς τῶν
5νοσημάτων καιροῖς καὶ οἱ τῶν βοηθημάτων ἀμφότεροι ἀνα‐ γράφεσθαι ἐδύναντο. διαφερόντων δὲ τῶν σκοπῶν, ἐξ ὧν οἱ καιροὶ λαμβάνονται, κατὰ πολὺ καὶ τοὺς καιροὺς διαφέρειν ἀλλήλων εὔλογον. ὡς γὰρ οἱ σκοποὶ τῶν κατὰ τὰ νοσήματα καιρῶν ὑποστάσει διαφέρουσι τῶν κατὰ τὰ βοηθήματα σκο‐
10πῶν, οὕτω καὶ αὐτοὺς τοὺς καιροὺς ὑποστάσει διαφέρειν πιθανόν ἐστι. ταῦτα μὲν οὖν περὶ τῶν καιρῶν ἐχρῆν προεγνωκέναι. Κεφ. λθʹ. Ἐνδείκνυσθαι δὲ τοὺς καιροὺς οἱ Μεθοδι‐ κοὶ ᾠήθησαν ἀπὸ τοιαύτης τινὸς αἰτίας. ἑώρων τοὺς και‐
15ροὺς μὴ πάντας ἐπιτηδείους ὄντας πρὸς παράληψιν τροφῆς ἢ βοηθήματος, ἀλλὰ κατὰ μὲν καιρούς τινας ὠφελίμως ταῦτα παραλαμβανόμενα, κατ’ ἄλλους δέ τινας ἐπιβλαβῶς ᾠήθη‐ σαν κατὰ τὴν διαφορὰν τῶν καιρῶν τοῦτο ἀπαντᾷν. αὐτό‐
θεν οὖν καὶ σκοποὺς τροφῆς, καὶ βοηθημάτων καιροὺς ὑπέλα‐204

1

.

205

βον εἶναι. ἐξηπάτησε δὲ καὶ τὸν Θεσσαλὸν Ἱπποκράτης εἰπών· ὁκόταν ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρῆσθαι. ὑπέλαβε γὰρ αὐτὸν ἐκ τοῦ και‐ ροῦ ὁρμώμενον τὴν ποιότητα τῆς τροφῆς εἰληφέναι, μὴ
5συνειδὼς τὸν τρόπον τῆς τοῦ ἀνδρὸς ἐπιβολῆς. οὐ γὰρ τὸν καιρὸν σκοπὸν ποιησάμενος, τὴν τοιαύτην ἐξήταζε προσφο‐ ρὰν, ἀλλ’ ἀπὸ μὲν καιροῦ τὰ μέτρα τῆς δυνάμεως, ἀπὸ δὲ τῆς δυνάμεως τὴν ποιότητα τῆς τροφῆς εἰληφέναι. τοῦτο δὲ δῆλον, ἐξ ὧν ἐπιφέρει, πεποίηκε. συντεκμαίρεσθαι γὰρ
10ἔφη τὸν νοσέοντα, εἰ ἐξαρκέσει. κωλύουσι μὲν γὰρ οἱ και‐ ροὶ πολλάκις παραλαμβάνειν τὸ ἀπαιτούμενον ὑπὸ δυνά‐ μεως, οὐδέποτε δὲ καιρὸς ὑποδείκνυσι τὸ ποιητέον. Κεφ. μʹ. Ἐπεὶ οὖν τὸ μὲν ἀπαιτητικόν τινος σκοπός ἐστι τοῦ ἀπαιτουμένου, τὸ δὲ κωλῦον ἡμᾶς παραλαβεῖν τὸ
15ἀπαιτούμενον οὐκ ἂν εἴη σκοπός· διὰ τοῦτο καὶ ὁ καιρὸς κωλύων ἡμᾶς ἔστιν ὅτε παραλαμβάνειν τὸ ἀπαιτούμενον
οὐκ ἂν εἴη σκοπός. εἰ γάρ τις τὰ κωλυτικὰ πάντα σκο‐205

1

.

206

ποὺς θήσεται, καὶ τὴν δύναμιν σκοπὸν κενώσεως ἀναγκα‐ σθήσεται λέγειν εἶναι, καὶ διὰ δειλίαν τοῦ κάμνοντος, καὶ πατέρα, καὶ δεσπότην. καὶ γὰρ ταῦτα πολλάκις πλήθους ὄντος κωλύει παραλαμβάνειν κένωσιν, καὶ δύναμις μὴ φέ‐
5ρουσα τὴν ἀφαίρεσιν, καὶ διὰ δειλίαν ὁ νοσῶν μὴ ἐπιτρέπων, καὶ πατὴρ κωλύων καὶ ἀδελφὸς ἢ δεσπότης. ὥσπερ οὖν ταῦτα σκοποὺς οὐκ ἄν τις εἴποι νοῦν ἔχων, οὕτω οὐδὲ τοὺς και‐ ροὺς, διότι βοηθήμασιν ἢ προσφοραῖς χρῆσθαι κωλύσουσιν ἡμᾶς πολλάκις, σκοποὺς φήσομεν εἶναι. κακῶς οὖν, ἐρεῖ
10τις, φησὶν ὁ Ἱπποκράτης, ἐν ἀρχῇ τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει, ἀκμαζουσῶν δ’, ἡσυχίην ἄγειν βέλτιόν ἐστιν. οὐ κακῶς, φήσομεν. οὐ γὰρ τὴν ἀρχὴν σκοπὸν ποιησάμε‐ νος, ἀξιοῖ κατὰ τὴν ἀρχὴν τῶν νοσημάτων τὰ βοηθήματα προσφέρειν, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς, ὅτι μηδέπω μεμείωται τὰ
15μέτρα τῆς δυνάμεως, σημειοῦται, καὶ ὅτι φέρειν δύναται τὴν ἀφαίρεσιν, τεκμαίρεται. ἡ δὲ ἀκμὴ ἀσθένειαν ὑπαγο‐ ρεύει τῆς δυνάμεως. κατὰ γὰρ τὰς ἀκμὰς ἰσχυρὰ μὲν τὰ
αἴτια, ἀσθενὴς δὲ ἡ δύναμις· διὰ τοῦτο ἡσυχίαν ἄγειν ἀξιοῖ206

1

.

207

δόξει μὲν γὰρ εὔλογον εἶναι κατὰ τὰς ἀκμὰς τῶν νοσημά‐ των, ὁπότε μάλιστα ἐνισχύει τὰ αἴτια, τὴν περιαίρεσιν αὐ‐ τῶν ποιεῖσθαι. ἀλλ’ εἰ μὲν ἦν πάντη ἀβλαβὲς τὸ βοήθημα προσφέρειν, τοῦτο ἂν ἐγένετο. ἔχει δὲ οὐχ οὕτως.
5τὰ γὰρ βοηθήματα πρῶτον μὲν, διότι πάντα παρὰ φύσιν ἐστὶν, ἀναγκαίως καὶ τὴν δύναμιν παραλυπεῖ προσαγόμενα. δεύτερον δὲ, ἐπειδὴ λυπεῖ τὰ οἰκεῖα, συμπέπλεκται τοῖς νοσοποιοῖς αἰτίοις, κατὰ τὰς περιαιρέσεις τῶν αἰτίων, οὐδὲν ἧττον τῶν ἀλλοτρίων, ἢ τῶν οἰκείων μείωσις γίνεται.
10 Κεφ. μαʹ. Πρῶτον δὲ δεῖ τὴν φύσιν τῶν βοηθημά‐ των, καὶ τὴν χρείαν, ἣν παρέχεται, μὴ ἀγνοεῖν. τὰ γὰρ βοηθήματα καθ’ αὑτὰ οὐχ οἷά ἐστι ποιεῖσθαι τὴν τῶν αἰτιῶν ἀναίρεσιν, δεῖται δὲ συνεργαζούσης τῆς φύσεως· καὶ σχεδὸν μόνην τὴν ἀφορμὴν καὶ τὴν ἀρχὴν τῇ φύσει ἐνδί‐
15δωσι· τὰ δὲ λοιπὰ ἡ φύσις δι’ ἑαυτῆς ἐκτελεῖ. ἰσχυρὰ μὲν οὖν ὑπάρχουσα, καὶ τῆς τῶν βοηθημάτων κακίας ἀνέχεται,
καὶ τὴν τῶν οἰκείων περιαίρεσιν εὐφόρως φέρει, καὶ τὰ λυ‐207

1

.

208

ποῦντα αὐτὴν ἐξωθεῖν δύναται· θλιβομένη δὲ, ὅπερ συμ‐ βαίνει κατὰ τὰς ἀκμὰς μάλιστα, ὑπὸ τῶν προσαγομένων βοηθημάτων μᾶλλον κακοῦται, καὶ ἀπὸ τῆς τῶν οἰκείων περιαιρέσεως ἀσθενεστέρα γίνεται, καὶ ὑποπίπτει μᾶλλον
5τοῖς αἰτίοις, καὶ ἐξωθεῖν τὰ νοσάζοντα κατ’ οὐδένα δύνα‐ ται τρόπον. ὅταν δ’ ἡ φύσις ἐνταθεῖσα τὰ λυποῦντα ἐξῶ‐ σαι μὴ δυνηθῇ, μεγάλως ὑπ’ αὐτῆς τῆς ἐντάσεως ἐκλύε‐ ται. διὰ ταῦτα τοίνυν κατὰ τὰς ἀρχὰς τῶν νοσημάτων ὁ Ἱπποκράτης, ἤν τι δέῃ κινεῖν, κινεῖν ἀξιοῖ, κατὰ δὲ
10τὰς ἀκμὰς ἡσυχίην ἄγειν. Κεφ. μβʹ. Τάχα οὖν ἐκ τούτου τις οἰηθήσεται τὴν δύναμιν ὑπαγορεύειν τὸ συμφέρον. μάθοι δ’ ἄν τις, ὅτι μηδὲν ἡ δύναμις δείκνυται βοήθημα, διὰ τούτων. εἴπερ ἡ δύναμις αὐτάρκης ὑπάρχουσα βοήθημά τι ἐνδείκνυται ἐπὶ
15τῶν ὑγιαινόντων, διότι αὐτάρκης ἐστὶν, ἐνδείξεται τὸ βοή‐ θημα. ἀλλὰ μὴν οὐδὲ ἐπὶ τῶν ὑγιαινόντων βοήθημα ἐν‐ δείκνυται. οὐδ’ ἄρα ἐπὶ τῶν νοσούντων καὶ ἡ σύμμετρος
συμφέρον ἐνδείξεται. ἐπεὶ τοίνυν, ἐφ’ ὧν ἐνδείξεται δύναμις,208

1

.

209

οὐ πάρεστι τὸ ἀπαιτοῦν, οὐ παραλαμβάνομεν βοήθημα, δῆ‐ λον δὲ, ὅτι οὐδὲν ἐνδείκνυται συμφέρον ἡ δύναμις. δεῖ γὰρ τὸν σκοπὸν τὰ παρόντα ἐνδείκνυσθαι. ὅτι δὲ κωλῦσαι μὲν, ὡς ἔφην, τὸ ἀπαιτούμενον παραλαβεῖν, ἡ δύναμις δύναται,
5σκοπὸς δὲ βοηθήματος οὐκ ἔστιν. Κεφ. μγʹ. Ὃν δὲ λόγον ἡ δύναμις ἔχει ἐπὶ τῶν βοη‐ θημάτων, τοῦτον ἐπὶ τῶν προσφορῶν οἱ καιροί· ὃν δὲ ἐπὶ τῶν βοηθημάτων ἔχει τὰ ἀπαιτοῦντα αἴτια, τοῦτον ἐπὶ τῶν προσφορῶν ἡ δύναμις. ὅτι δ’ ἡ δύναμις τὴν ὀλίγην προσφο‐
10ρὰν ἀπαιτεῖ καὶ οὐχ ὁ καιρὸς, ἡ ἐπίτασις δηλοῖ· ἐξ ὧν τοῖς ἐξ ἀῤῥωστίας ἀναλαμβάνουσιν ὀλίγην τροφὴν προσφέρομεν, ἥνπερ ἀπαιτεῖ ἡ δύναμις. εἰ δέ γε ἡ ἐπίτασις τὴν ὀλίγην ἐνδείκνυται τροφὴν, ἔδει τούτους ἐᾷν ἐμφορεῖσθαι. μὴ γὰρ παρόντος τοῦ ὑποδεικνύντος τὴν ὀλίγην τροφὴν σκοποῦ, γε‐
15λοῖος ὁ παραλαμβάνων τὸ μὴ ἀπαιτούμενον, ἀλλὰ τὴν ἀρ‐ χὴν ἐνδείκνυσθαί φασι τὸ δεῖν συστέλλειν. ἐπὶ πάντων οὖν
δῆλον, ὅτι τὴν συστολὴν παραληψόμεθα κατ’ ἀρχὰς, καὶ209

1

.

210

ἐπὶ τῶν τοὺς ἀλφοὺς καὶ τὰς λεύκας ἐχόντων μέχρι τῆς ἐπι‐ τάσεως. παρατεινούσης δ’ ἐπὶ χρόνον τῆς ἀρχῆς, δηλονότι κατατακήσεται ὁ τῇ τοιαύτῃ ἀγωγῇ χρώμενος. ἀλλ’ ἴσως φήσουσι πρὸς ἡμᾶς, διὰ ποίαν αἰτίαν ὑμεῖς ἐν ἀρχῇ,
5φέρε, τοῖς περιπνευμονικοῖς, καὶ τοῖς ὁμοίως τούτοις νοσοῦ‐ σιν ὀξέως κατ’ ἀρχὰς οὐ προσφέρετε, καίτοι κατ’ ἀρχὰς ἡ δύναμίς ἐστιν ἱκανή; ὅτι, φήσομεν, κωλύει ἡμᾶς προσφέ‐ ρειν ὁ καιρὸς ἀπαιτούσης τῆς δυνάμεως. οὐχὶ συστέλλειν οὖν ἐνδείκνυται, ἀλλ’ ὅπερ ἀπαιτεῖ ἡ δύναμις, οὐκ ἐῶσα
10ἡμᾶς παραλαμβάνειν, ἐνδεικτικὸν τοῦ ἐναντίου, οὐκ ἄν τις ἀλόγως θεῖτο. ὁμοίως δὲ καὶ οἱ ἄλλοι καιροὶ κωλύουσιν ἢ ἐπιτρέπουσι χρῆσθαι τοῖς ἀπαιτουμένοις, ἐπειδὴ μᾶλλον ἢ ἧττον ἐν αὐτοῖς ἡ δύναμις ἤμειπται. οὐ μέντοι αὕτη ἐνδεί‐ κνυταί τι συμφέρον. ὅταν δὲ λέγωσι τὴν μὲν ἀκμὴν ὀλίγην
15ἀπαιτεῖν τροφὴν, τὴν δὲ παρακμὴν ποικιλωτέραν, πυνθά‐ νεσθαι δεῖ αὐτοὺς, πῶς χρήσονται τοῖς σκοποῖς, ἂν δύο τι‐
νὲς ὦσιν οἱ νοσοῦντες, ὁ μὲν ὑπὸ περιπνευμονίας καὶ ἐν210

1

.

211

παρακμῇ, ὁ δ’ ὑπ’ ὀφθαλμίας, ἔτι δ’ ἀκμάζει τὸ νόσημα, πότερον τῷ περιπνευμονικῷ πλείονα θαρσήσουσι δοῦναι καὶ ποικιλώτερα μᾶλλον τοῦ ὑπ’ ὀφθαλμίας ἐνοχλουμένου; ἀλλ’ οὐκ ἂν θαῤῥήσειαν προσενεγκεῖν τὴν ποικιλωτέραν τροφήν,
5εἰ δὲ τοῦτο δῆλον, ὡς οὐκ ἐκ τῶν καιρῶν ἡ ποικιλία καὶ ἡ ὀλίγη τροφὴ λαμβάνεται, ἀλλ’ ἐκ τῶν μέτρων τῆς δυνά‐ μεως. Κεφ. μδʹ. Ἀπορήσειε δ’ ἄν τις κἀκεῖνο, πῶς οἴονται τὸν καιρὸν τοῦ νοσήματος, ποτὲ μὲν τὴν ποσὴν, ποτὲ δὲ
10τὴν ποιὰν τροφὴν ἐνδείκνυσθαι, καθὼς ἀξιοῦσιν οἱ Μεθοδι‐ κοὶ, ποτὲ μὲν τὴν διαφορὰν ἐνδείκνυσθαι τῶν βοηθημάτων, ποτὲ δὲ τὴν διαφορὰν ἀπαιτεῖν τῶν βοηθημάτων. ὅταν γὰρ φῶσι, τὴν μὲν ἐπίδοσιν ὀλίγην ἀπαιτεῖν τροφὴν, τὴν δ’ ἀρχὴν φιλανθρωποτέραν, τὴν δὲ παρακμὴν ποικιλωτέραν,
15τήν τε ποιότητα καὶ ποσότητα τῆς τροφῆς ἐνδείκνυσθαι τοὺς καιροὺς τῶν νοσημάτων φασίν. ὅταν δὲ φῶσιν, ἡ μὲν ἀρχὴ κωλύειν αὔξεσθαι ἐνδείκνυται, ἡ δ’ ἐπίδοσις τὸ ἀπε‐
ριέργως στέλλειν καὶ χαλᾷν, ἡ δ’ ἀκμὴ ἐπὶ τὸ παρηγορικώ‐211

1

.

212

τερον ἄγειν, ἡ δὲ παρακμὴ τὸ συνεργεῖν τῇ λύσει, διαφορὰν τῶν βοηθημάτων τοὺς καιροὺς ἀπαιτεῖν ὁμολογήσουσι. πῶς οὖν οὐκ ἄτοπόν ἐστι λέγειν, τὸ αὐτὸ καὶ διαφέρον μηδεμίαν διαφορὰν προσειληφὸς ἐνδείκνυσθαι; πρὸς τοῦτο δ’ ἐροῦσιν
5ἴσως, ὅτι καὶ κατὰ τοὺς λογικοὺς τὸ αὐτὸ τὰ διαφέροντα ἐνδείκνυται. ἡ γὰρ χολὴ παρακειμένη τὴν περιαίρεσιν ἑαυ‐ τῆς βλάπτουσα ἐνδείκνυται. ῥητέον δὲ πρὸς αὐτοὺς, ὅτι τὴν ἀναίρεσιν ἑαυτῆς ἡ χολὴ μόνον ἐνδείκνυται, πλείονες δὲ τρόποι ἀναιρέσεως. ἢ γὰρ περιαιροῦμεν ἢ κατακίρναμεν αὐ‐
10τήν. ἔπειτα δὲ ἡ μὲν χολὴ, φήσομεν, κατ’ ἄλλο διαφόρων φαίνεται εἶναι ἐνδεικτικὴ, καθὰ μὲν γὰρ βαρεῖ, τὴν περιαί‐ ρεσιν, καθὰ δὲ δάκνει, τὴν κατάκρασιν. οἱ δὲ καιροὶ οὐ‐ δεμίαν τοιαύτην διαφορὰν ἔχοντες πῶς ἂν ἀπαιτοῖεν τὰ διαφέροντα, οὐκ ἔστιν εἰπεῖν.
15 Κεφ. μεʹ. Ὅτι δὲ καιρὸς οὐκ ἐνδείκνυται ποιό‐ τητα τροφῆς ἢ ποσότητα, μαθεῖν ἐντεῦθέν ἐστιν, ὅπερ ἐν‐ δείκνυται τὸ γένος, τοῦτο καὶ τὴν ποσότητα ἀναγκαῖόν ἐστιν
ἐνδείκνυσθαι. ἄνευ μὲν γὰρ διαφορᾶς ἕκαστον τῶν ἐνδει‐212

1

.

213

κνυμένων τοῦ ἀπαιτουμένου γένος ἐνδείκνυται. διαφορὰν δὲ προσειληφὸς τὸ αὐτῷ γένει διαφέρον ἐνδείξεται. ἐπεὶ οὖν τὸ γένος τῆς προσφορᾶς ἐνδείκνυται, κατ’ ἐκείνην ἡ δύνα‐ μις καὶ τὴν ποσότητα καὶ τὴν ποιότητα ἐνδείξεται. χωρὶς
5μὲν γὰρ διαφορᾶς τὸ γένος τῆς προσφορᾶς ἐνδείκνυται. δια‐ φορὰν δὲ προσειληφυῖα, καὶ τὸ ἐν τῷ γένει διάφορον ἐν‐ δείξεται. φαίνεται δὲ καὶ Ἱπποκράτης σκοπὸν τῆς ποσῆς τροφῆς τὴν δύναμιν ποιῶν, δι’ ὧν τὰ αὐξανόμενα πλεῖστον ἔχει, φησὶ, τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δεῖται τρο‐
10φῆς. εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται, καὶ τὴν ποιότητα ἐκ τῆς κατὰ δύναμιν διαφορᾶς λαμβάνειν δῆλόν ἐστιν. φησὶ γάρ που, σῖτος νέοισι μὲν ἄκρως ἀκμάζουσιν ἀμετάβλητος, γέρουσι δ’ ἐς τέλος μεταβεβλημένος. ἐκ τούτων μὲν οὖν φανερόν ἐστιν, ὡς ἡ δύναμις ἄνευ μὲν διαφορᾶς τὸ γένος
15τῆς προσφορᾶς ἀπαιτεῖ· μετὰ διαφορᾶς δὲ τὴν ποιότητα. καιρὸς δ’ οὔτε ποιότητα τροφῆς ἐνδείκνυται, οὔτε ποσότητα.
ἔτι τοίνυν, εἴπερ οἱ καιροὶ τῶν νοσημάτων ἐνδείκνυνται τὴν213

1

.

214

ποιότητα καὶ τὴν ποσότητα τῆς τροφῆς, ἤτοι ἐπὶ τῇ αὐ‐ τῶν ὑπομονῇ, ἤτοι ἐπὶ τῇ ἀναιρέσει τοῦτο ἐνδείξονται. τὸ γὰρ ἐνδεικνύμενον ἢ τὴν τήρησιν ἑαυτοῦ, ἢ τὴν ἀναίρεσιν ἐπιδείκνυται. εἰ μὲν τοίνυν τὴν ἔνδειξιν οἱ καιροὶ τῆς πο‐
5σῆς καὶ ποιᾶς ποιοῦνται τροφῆς, κατὰ τὸ διαμένον, πῶς οὐ γελοῖόν ἐστι λέγειν, τὴν ποσὴν καὶ ποιὰν τροφὴν προσφέ‐ ρειν, ἵνα συντηρήσωμεν τοὺς καιροὺς τῶν νοσημάτων; εἰ δ’ ἐπὶ τῇ ἀναιρέσει τῇ αὐτῶν τὴν ἔνδειξιν οἱ καιροὶ ποιοῦνται, δεῖ τὴν ποσὴν καὶ ποιὰν τροφὴν ἐναντιότητά τινα φαίνε‐
10σθαι πρὸς τοὺς καιροὺς ἔχουσαν. μόνα γὰρ τὰ ἐναντία τῶν ἐναντίων εἰσὶν ἀναιρετικά. τοῖς δὲ καιροῖς οὐκ ἔστιν οὔθ’ ἡ ποσὴ οὔθ’ ἡ ποιὰ τροφὴ ἐναντία, οὔτε ἀρχὴ, οὔτε ἐπίδοσις, οὔτε ἀκμὴ, οὔτε παρακμή. πλείοσι γὰρ τὸ αὐτὸ αἴτιον οὐκ ἐναντιοῦται· ἓν γὰρ ἑνὶ πέφυκεν ἐναντιοῦσθαι μόνον. κατὰ
15δὲ τὸν αὐτὸν λόγον δείξομεν, μηδὲ τὴν τῶν βοηθημάτων διαφορὰν ἐνδείκνυσθαι τοὺς καιροὺς τῶν νοσημάτων. εἰ
γὰρ μήτε ἐπὶ τῇ ὑπομονῇ αὐτῶν τὴν ἔνδειξιν οἱ καιροὶ214

1

.

215

ποιοῦνται, μήτε ἐπὶ τῇ ἀναιρέσει, διότι πλείοσιν οὐκ ἂν γένοιτο ἓν ἐναντίον, καὶ ἄλλος τρόπος οὐκ ἔστιν ἐνδείξεως, δῆλον, ὡς οὐδὲν οἱ καιροὶ συμφέρον ἐνδείκνυνται. ἀλλὰ καὶ εἰς τὴν φύσιν τῶν ἐναντίων ἀποβλέψας τις εἴσεται,
5ὅτι μηδ’ ἐναντίον. τὰ γὰρ ἐκ τοῦ αὐτοῦ γένους πλεῖστον ἀλλήλων ἀφεστῶτα ἐναντία ἐστί. καιρὸς δὲ τροφῆς ἢ ποσότητος οὐχ ὑπὸ τὸ αὐτὸ τάσσεται γένος. ὅτι μὲν οὖν οὔτε τὴν ποιότητα, οὔτε τὴν ποσότητα, οὔτε τὰς διαφορὰς τῶν βοηθημάτων ἀπὸ τῶν καιρῶν ἐστι λαβεῖν, αὐτάρκως
10ἡμῖν ἀποδέδεικται. Κεφ. μϛʹ. Νῦν δὲ ἐνδείξομεν τὴν ἀρχὴν τὴν τὸ κωλῦον αὔξεσθαι μὴ ἐνδεικνυμένην, ὅπερ ἐνδείκνυσθαι νομί‐ ζουσιν οἱ Μεθοδικοί. πολλῶν γὰρ νοσημάτων ἅμα τῇ ἀρχῇ τὴν ἀκμὴν ἀπολαμβανόντων, ὡς ἀποπληξίας καὶ τῶν ὀξέων
15νοσημάτων, τί ἄν τις φαίη τὴν ἀρχὴν ἐν τοῖς τοιούτοις νο‐ σήμασιν ἐνδείκνυσθαι; τὸ μὲν γὰρ κωλύσειν αὔξεσθαι οὐκ
ἐνδείξεται, ἅμα γὰρ τῇ ἀρχῇ τὴν ἀκμὴν ἀπειληφέναι τὸ215

1

.

216

νόσημα λέξει, ἢ μηδὲν ἐνδείκνυσθαι τὴν ἀρχὴν ἐπὶ τοῖς τοι‐ ούτοις νοσήμασιν, ἢ ἄλλο τι, καὶ οὐχὶ τὸ κωλύειν αὔξεσθαι· μηδὲν οὖν ἐνδείκνυσθαι λέγειν γνόντα τὸν σκοπὸν, γελοιότα‐ τον. εἰ δὲ ἄλλο τι ἐνδείξεται, καὶ οὐχ ὅπερ αὐτοὶ νομίζουσιν,
5ἀτόπως ἔφασαν αὐτοὶ, τὴν ἀρχὴν τὸ κωλύειν αὔξεσθαι ἀπαιτεῖν. Κεφ. μζʹ. Αὕτη δὲ ἡ ἀπάτη γέγονεν αὐτοῖς ἀφ’ ἑτέ‐ ρας ψευδοῦς ὑπολήψεως· νομίζοντες γὰρ, πᾶν νόσημα διὰ τῶν τεσσάρων ἀπιέναι, καὶ τοῦτο ὡς ἀληθὲς ἑαυτοῖς θέμε‐ νοι, τοῦτο ἀκόλουθον ᾠήθησαν δεῖν εἶναι τὸ τὴν ἀρχὴν τῶν
10νοσημάτων ἀπαιτεῖν τὴν κώλυσιν τῆς ἐπιδόσεως. καὶ τοῦτο οὖν λέληθεν αὐτοὺς, ὅτι οὐ πᾶν νόσημα καὶ ἄρχει τε καὶ ἐπιδίδωσι καὶ ἀκμάζει καὶ παρακμάζει. τὰ μὲν γὰρ ὀξέα τῶν νοσημάτων, ὡς ἡ ἀποπληξία, ἅμα τῇ προσβολῇ τὴν ἀκμὴν ἀπολαμβάνει. καὶ τὰ κρινόμενα δὲ τῶν νοσημάτων
15ἕνα καιρὸν τὴν παρακμὴν ἀποτέμνεται. αἱ γὰρ κρίσεις περὶ τὴν ἀκμὴν λύουσι τὰ νοσήματα, ἔτι ἐπὶ τὸ μεῖζον ἐπιδι‐
δόντα· καὶ διὰ βοηθημάτων ἐστὶν ἐν ἀρχῇ λῦσαι τὸ νόσημα,216

1

.

217

καὶ ὑποτέμνεσθαι τοὺς λοιποὺς καιροὺς τῶν νοσημάτων. εἰ τοίνυν ἐστὶν ἐν ἀρχῇ κενῶσαί τε τὸ νόσημα, καὶ λῦσαι διὰ βοηθημάτων, διὰ τί ποτε τὴν ἀρχὴν τὸ κωλύειν αὔξε‐ σθαι οἴδασιν ἐνδείκνυσθαι, καὶ οὐχὶ τὴν μείωσιν μᾶλλον ἢ
5τὴν ἀναίρεσιν; ἐὰν δὲ λέγωσιν, τὴν μείωσιν καὶ τὴν ἀναί‐ ρεσιν τῶν νοσημάτων ἐνδείκνυσθαι μὴ τὴν ἀρχὴν, ἀλλὰ τὴν διάθεσιν, διὰ τί οὖν, φήσομεν πρὸς αὐτοὺς, οὐχ ὅπερ ἡ διάθεσις, ἀλλ’ ὅπερ ἡ ἀρχὴ ἐνδείκνυται, παραλαμβάνετε; διὰ γὰρ τὸ ὑπὸ τῆς διαθέσεως ἀπαιτούμενον καὶ τὸ ὑπὸ
10τῆς ἀρχῆς ἐνδεικνύμενον γίνεται. ὁ γὰρ μειῶν ἢ ἀναιρῶν τὴν νόσον, καὶ τὴν ἐπίδοσιν κωλύει γίνεσθαι. ἀλλ’ ἴσως φήσουσιν, ὅτι προσεχεστέρα ἡ τῆς ἀρχῆς οὖσα κοινότης ἀναγκά‐ ζει ἡμᾶς, ὅπερ αὐτὴ ἐνδείκνυται, παραλαμβάνειν, προσεχῶς τὸ ποιητέον ὑπαγορεύουσα· ἡ δὲ διάθεσις τὸ δεῖν ἀναιρεῖν
15τὰς νόσους ἀπαιτοῦσα, δι’ ὧν χρὴ τοῦτο ποιεῖν, οὐκ ἐνδείκνυ‐ ται· δι’ ὧν δὲ χρὴ κωλύειν τὴν ἐπὶ μέρους, ὧν τὸ κωλύειν
αὔξεσθαι ἐνδείκνυται, ἢ τὸ δι’ ὧν, ἐξ ἑτέρων λαμβάνεται,217

1

.

218

κατὰ ταῦτα δὲ καὶ ἡ διάθεσις τὴν ἀναίρεσιν μόνον ἐνδείκνυ‐ ται τῶν νοσημάτων· τὸ δὲ δι’ ὧν χρὴ τοῦτο ποιεῖν ἐξ ἑτέρου, ὡς ἔοικε, δεῖ λαβεῖν. διὸ κρεῖττόν ἐστι μὴ τῇ ἀρχῇ, ἀλλὰ καὶ τῇ διαθέσει χρῆσθαι σκοπῷ. ἔπειτα κἀ‐
5κεῖνο πρὸς αὐτοὺς ῥητέον, ὅτι φαίνεται καθ’ ἡμᾶς πᾶσα ἀρχὴ ἐπιπλοκή τις εἶναι. δύο γὰρ κοινότητες εἰς ταὐτὸν συνέρχονται, ἥ τε ἀρχὴ καὶ ἡ διάθεσις, καὶ ἑκατέρα τῶν κοινοτήτων διάφορόν τι ἐνδείκνυται, προσεχεστέρα δὲ καὶ ἀναγκαιοτέρα κοινότης ὑμῖν εἶναι δοκεῖ μᾶλλον ἡ ἀρχὴ,
10διότι ταύτῃ προσέχετε. δῆλον οὖν ἐκ τούτων, ὅτι τὰ πάθῃ πάντα κοινοτήτων εἰσὶν ἐπιπλοκαί. πᾶσα γὰρ διάθεσις ἔν τινι καιρῷ γίνεται. κοινότης οὖν οὐχ ὁ και‐ ρὸς μόνον, ἀλλὰ καὶ ἡ διάθεσις. κακῶς οὖν ποιεῖτε, μίαν ἐπιπλοκὴν νομίζοντες εἶναι τὴν τῶν παθῶν, καὶ μὴ πάντα
15τὰ πάθη ἐπιπλοκὰς εἶναι λέγοντες. Κεφ. μηʹ. Ἔτι καὶ τοῦτο τὸ δόγμα τῶν Μεθοδικῶν εὔηθές ἐστιν, τὸ δεῖν ἀεὶ κατ’ ἀρχὰς τῶν νοσημάτων τοῖς
στέλλουσι κεχρῆσθαι· τὴν δὲ αἰτίαν ἐντεῦθεν εἴληφε τὸ218

1

.

219

δόγμα. πολλαὶ φλεγμοναὶ διὰ τῶν στελλόντων κατ’ ἀρχὰς καὶ ἀποκρουομένων καθίστανται. πᾶσα δὲ φλεγμονὴ κατ’ αὐτοὺς στέγνωσίς ἐστι. ἄτοπον οὖν ἐφαίνετο εἶναι τὸ τὰ ἐστεγνωμένα διὰ τῶν πυκνούντων καθίστασθαι. καὶ ἡμῶν
5λεγόντων διὰ τῆς τῶν λυπούντων ἀποκρούσεως τὴν ἀποκα‐ τάστασιν γίνεσθαι τῶν φαινομένων, ἀποβλέψαι μὴ δυνά‐ μενοι πάμπαν φασὶ δεῖν τὴν ἀρχὴν διὰ τῶν στελλόντων ἄγειν. οὐκ ἀποκρουόμεθα γὰρ τὰ αἴτια, ἀλλ’ ἵνα δυσπα‐ θῆ κατασκευάσωμεν τὰ σώματα. ἡ γὰρ συστολὴ, φασὶ,
10καὶ ἡ σφίγξις τῶν σωμάτων, δυσπαθέστερα τὰ σώματα κατασκευάζουσα, κωλύει ἅψασθαι τὰ νοσήματα. οὐ γὰρ διὰ μειώσεως τῶν νοσημάτων μόνον κωλύεται, φασὶν, ἡ ἐπίδοσις, ἀλλὰ καὶ διὰ δυσπάθειαν τῶν σωμάτων. ῥητέον οὖν πρὸς αὐτοὺς, ὅτι ἀδύνατον διὰ συναυξήσεως τῶν βλαπτόν‐
15των δυσπαθῆ κατασκευάσαι τὰ σώματα, ἄλλως τε πρὸ τοῦ νοσεῖν χρὴ δυσπάθειαν τοῖς σώμασι περιποιεῖν. εἰς γὰρ τὸ
μὴ γίνεσθαι νόσον, τῆς δυσπαθείας δεόμεθα. πεπονθότων219

1

.

220

δὲ τῶν σωμάτων, ἀναίρεσιν δεῖ ποιεῖσθαι τῶν διατιθέντων. ἐπειδὴ δὲ ἡ στεγνὴ διάθεσις πύκνωσις ἐστι καὶ δυσδιαφο‐ ρησία τῶν σωμάτων, τὰ δὲ στέλλοντα πυκνοῖ τὴν ἐπιφά‐ νειαν, καὶ δυσδιαφόρητον ἀπεργάζεται, δῆλον ὡς συνεργήσει
5μᾶλλον τῇ ἐπιδόσει τῶν στεγνουμένων τὰ στέλλοντα, ἤπερ ἐναντιωθήσεται. καὶ ὅπερ τὸ πάθος ἐν τοῖς οἰκείοις και‐ ροῖς μέγεθος ἂν ἀπειλήφει, τοῦτο ἐν ἀρχῇ διὰ τῶν βοη‐ θημάτων παραγίνεται. φαίνονται δὲ καὶ τὸ ἐναντίον τῷ ὑπὸ τῆς ἀρχῆς ἀπαιτουμένῳ παραλαμβάνοντες. ἡ μὲν
10γὰρ ἀρχὴ τὸ κωλῦον αὔξεσθαι ἐνδείκνυται, ἡ δὲ ποιότης τῶν προσαγομένων τῇ ἐπιδόσει συνεργεῖν ἔοικε. δυοῖν θά‐ τερον, ἢ τῇ ἀρχῇ ὡς κακῶς ἐνδεικνυμένῃ προσεκτέον, ἢ ἡ ποιότης τῶν προσαγομένων οὐκ ἐπ’ ἀγαθῷ προσάγεται. Κεφ. μθʹ. Τὸ μὲν τοίνυν ἐπ’ ὠφελείᾳ κατὰ τὰς ἀρ‐
15χὰς τῶν φλεγμονῶν τὰ στέλλοντα προσάγεσθαι, πᾶς ἄν τις ὁμολογήσειεν· ἄξιον δὲ ζητῆσαι παρ’ αὐτῶν τοῦ γενομένου
τὴν αἰτίαν. τὸ μὲν γὰρ δυσπάθειαν λέγειν ἐκ τῶν στελ‐220

1

.

221

λόντων παραγίνεσθαι, γελοῖόν ἐστιν, ὡς ὑπεδείξαμεν. μαθέ‐ τωσαν δὲ παρ’ ἡμῶν, ὅτι τῇ ἀποκρούσει τῶν λυπούντων καὶ μεταγωγῇ εἰς ἑτέρους ἀπαθεῖς τόπους μειοῖ καὶ λύει τὰς νόσους τὰ στέλλοντα τῶν βοηθημάτων. ἔτι καὶ τοῦτο
5ῥητέον πρὸς τὸ τὴν ἀρχὴν μὴ ἐνδείκνυσθαι τὰ κωλυτικὰ τῆς αὐτῶν αὐξήσεως βοηθήματα. ταῦτα δὲ κατ’ αὐτούς· ἢν τὰ στέλλοντα αἱ ἀρχαὶ τῶν νοσημάτων, ἤτοι ποιότητά τινα κέκτηνται, ἢ οὔ. τὸ μὲν οὖν λέγειν, ἀποίους εἶναι τὰς ἀρχὰς τῶν νοσημάτων, γελοῖον· οὐ γὰρ ἂν εἰς
10αἴσθησιν παραγένοιντο, εἰ μὴ εἶχον ποιότητα. ἤτοι οὖν ἡ τῶν ἀρχῶν ποιότης ἑτέρα ἐστὶ παρ’ ἑκάστην τῶν διαθέσεων, ἢ ἑκάστης ἀρχῆς ποιότης ἀδιάφορος τῆς κατ’ αὐτὴν διαθέ‐ σεως. εἰ μὲν οὖν ἑτέρα ἐστὶ τῶν ἀρχῶν ποιότης, ἀναφαί‐ νεταί τις αὕτη τοῦ πάθους ἑτέρα κοινότης, ἣν ἐκεῖνοι πα‐
15ρῆκαν· εἰ δ’ ἡ αὐτή ἐστιν ἑκατέρας τῆς ἀρχῆς ποιότης, ἥπερ καὶ τῆς κατ’ αὐτὴν διαθέσεως, διὰ τί μὴ ἐν ἀρχῇ τῶν νοσημάτων πρὸς μὲν τὴν στέγνωσιν τῇ χαλώσῃ
ἀγωγῇ, πρὸς δὲ τὴν ῥύσιν τῇ στελλούσῃ χρησόμεθα; ἄλο‐221

1

.

222

γον γὰρ πρὸς τὴν ἀρχὴν ἑτέρως ἡμᾶς ἵστασθαι, ὡς οὐ τὴν αὐτὴν ποιότητα κεκτημένην τῇ διαθέσει, ἧσπερ ἀρχή ἐστιν. Κεφ. νʹ. Ὅτι δὲ γελοῖόν ἐστιν οἴεσθαι ἐκ τῆς σταλ‐
5τικῆς ἀγωγῆς δυσπάθειαν τοῖς σώμασι παραγίνεσθαι, δι’ ἧς πυκνοῦται καὶ στέλλεται τὰ σώματα, ἐντεῦθεν ἄν τις μάθοι. εἰ ἡ πύκνωσις καὶ ἡ συστολὴ καὶ ἡ σκληρότης τῶν σωμάτων δυσπαθείας ἦν αἰτία, οἱ φλεγμαίνοντες καὶ ἐσκιῤῥωμένοι καὶ τὸ δέρμα σκληρὸν καὶ περιτεταμένον ὑπὸ
10τῆς ἐσχάτης ἐνδείας ἔχοντες δυσπαθέστεροι ἂν ἦσαν τῶν ὑγιαινόντων. οἱ γὰρ ὑγιαίνοντες μαλακώτερα καὶ ἀραιότερα τὰ σώματα ἔχουσι, καὶ μᾶλλόν γε, ὅσον ἂν ὑγιαίνωσιν. ἔτι εἰ τῇ σκληρότητι ἡ δυσπάθεια ἐκρίνετο, τοὺς γέροντας σκληρότερα τὰ σώματα τῶν παίδων ἔχοντας δυσπαθεστέ‐
15ρους ἔδει νομίζεσθαι. εἰ γὰρ, ἥνπερ οἱ Μεθοδικοὶ ἐκ τέχνης δυσπάθειάν φασι περιποιεῖν, ταύτην ἐκ φύσεως ἔχουσι, πῶς οὐκ εὔλογον ἦν δυσπαθεστέρους εἶναι τῶν
νέων;222

1

.

223

Κεφ. ναʹ. Ἀγνοοῦσι δ’ οἱ Μεθοδικοὶ, πῶς δεῖ δια‐ κρίνειν ἀνθρώπου δυσπάθειαν, διόπερ οὐδὲ περιποιεῖν αὐ‐ τὴν δυνήσονται. οὐ γὰρ ὥσπερ λίθου καὶ σιδήρου καὶ ξύλου καὶ τῶν ὁμοίων τῇ σκληρότητι καὶ ἁπαλότητι κρίνειν
5τὴν τῶν ἀνθρώπων δυσπάθειαν χρὴ, ἀλλὰ τῷ ἱκανὰ εἶναι τὰ σώματα τὰς ἑαυτῶν χρείας παρέχεσθαι ἀνεμποδίστως. τῷ γοῦν βουλομένῳ περιποιεῖν δυσπάθειαν οὐχὶ δεῖ σκο‐ πεῖν, ὅθεν σκληρὸν τὸ σῶμα ἔσται, ἀλλ’ ὅθεν αἱ δυνάμεις τῶν μερῶν παραυξηθήσονται, καὶ τὰ μέρη ἀνεμποδίστως
10τὰς ἰδίας χρείας παρέξεται.223