TLG 0530 042 :: Pseudo–GALENUS :: De historia philosophica Pseudo–GALENUS Med. De historia philosophica Citation: Section — (line) | ||
t | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΙΛΟΣΟΦΟΥ ΙΣΤΟΡΙΑΣ | |
1 | Τῶν ἐξ ἀρχῆς φιλοσοφησάντων φυσιολογεῖν μόνον προελομένων καὶ τοῦτο τέλος τῆς κατ’ αὐτοὺς φιλοσοφίας πεποιημένων ἐπιγεγονὼς πολλοῖς ὕστερον χρόνοις Σωκράτης τοῦτο μὲν ἀνέφικτον ἔφησεν ἀνθρώποις ὑπάρχειν (τῶν γὰρ ἀδήλων κατάληψιν βεβαίαν [εἶναι] λαβεῖν τῶν χαλεπωτάτων ἐνόμισε), | |
5 | τὸ δὲ ζητεῖν, ὅπως ἄμεινον διάγοι τις καὶ τῶν μὲν κακῶν ἀποτραπείη, τῶν δὲ καλῶν ὡς πλείστων μετάσχοι, τοῦτο μᾶλλον συνοίσειν. καὶ τοῦτο νο‐ μίσας χρησιμώτερον τῆς μὲν φυσιολογίας ἠμέληκεν ὡς οὐ πάνυ τι πρὸς τὸν χρηστὸν βίον συμβαλλομένης, ἠθικὴν δέ τινα διάθεσιν ἐπινενοηκὼς διαγνωστικὴν ἀγαθῶν τε καὶ κακῶν αἰσχρῶν τε καὶ καλῶν δικαίων τε καὶ | |
---|---|---|
10 | τῶν ἐναντίων, τοὺς προνοουμένους ταύτης πάντων ἀπηλλάχθαι τῶν ἀλυ‐ σιτελῶν ἡγεῖτο ῥᾳδίως. [διὸ προσεπάγει τῇ φιλοσοφίᾳ τὸ ἠθικόν, καθ’ ὃ συνέστησε τὴν προαίρεσιν τῶν κάλλιστα ζῆν πεισθησομένων.] κατιδὼν δὲ ὅτι δεήσει τοὺς τούτων προστησομένους εὐπειθείας μετέχειν, τοῦτο δ’ ἂν ὑπάρξειεν, εἰ λόγοις διαλεκτικοῖς φαίνοιντο πρὸς τοὺς προσιόντας καλῶς | |
15 | κεχρημένοι, καὶ τὴν διαλεκτικὴν [δύναμιν, δι’ ἧς πείθονται ταχέως] ἐπινενόηκεν, ὡς ἀπαλλαξόμεθα τῶν βλαβερῶν, ἐπελευσόμεθα δὲ ἐπὶ τὰ | |
πάντως ὠφελεῖν πεφυκότα. ὥστε διὰ τὸν Σωκράτην γενέσθαι τρι‐ μερῆ τὴν φιλοσοφίαν πρότερον ἐπὶ τοῖς φυσικοῖς μόνοις ὁρίζεσθαι δο‐ κοῦσαν. | 597 | |
19 | ||
2 | Ταῦτα μὲν οὖν ἐχρῆν προειπεῖν, ἵνα ἔκ τινος ἀρχῆς ποιησώμεθα τὸν περὶ φιλοσοφίας λόγον. προὐθέμεθα δὲ διαλεχθῆναι περὶ τούτων οὐδὲν μὲν ἴδιον εὑρηκότες, τὰ δὲ παρὰ τοῖς προτέροις σποράδην εἰρημένα συνα‐ γαγόντες, σαφῶς τε καὶ συντόμως σπουδάσαντες περὶ τούτων διαλεχθῆναι, | |
5 | ἵνα οἱ φιλομαθεῖς τούτοις προεντυγχάνοντες μὴ δέοιντο τῶν ἐξηγουμένων, ἀλλὰ δι’ ἑαυτῶν γιγνώσκοιεν τὰ καθ’ ἕκαστα τῶν εἰρημένων σαφέστερον. ἀσφαλέστερον δὲ πειρώμεθα περὶ τούτων εἰπεῖν τὰ σοφιστικὰ καὶ πάνυ κε‐ κοσμημένα τῶν διαλεκτικῶν παρεληλυθότες. οὐ γὰρ ἐπιδείξεως ἕνεκα προὐ‐ στησάμεθα τὴν περὶ τούτων σπουδήν, ἀλλὰ χρηστὰ τὰ ἤθη ποιῆσαι βου‐ | |
10 | ληθέντες τοῖς ἐκ φιλοσοφίας λαβεῖν τι χρήσιμον προεγνωκόσι καὶ νομί‐ σαντες φιλοσοφεῖν οὐ μόνον τοὺς τὰ τριβώνια περιημμένους, ἀλλὰ καὶ τοὺς 〈τὴν〉 πρόοδον μὲν τοῖς πολλοῖς ὁμοίαν ἐνστησαμένους, τὴν δὲ διάνοιαν φιλοσοφω‐ τέραν ἔχειν σπουδάσαντας. ἁπλουστέρως δέ, ὅσα παρὰ τῶν πεπαιδευκότων ἡμᾶς ἀκηκόαμεν καὶ δι’ ἀναγνωσμάτων ἐμάθομεν, νῦν συνάγειν ἐπιχειρή‐ | |
15 | σομεν, ἵνα ἐξ ἁπάντων ἔχῃ τις γιγνώσκειν, πόθεν τε φιλοσοφία πρῶτον εἰς τοὺς Ἕλληνας παρελήλυθε, καὶ τίνες οἱ ταύτην εἰσαγαγόντες καὶ τοὺς δοκοῦντας κατὰ τὴν παιδείαν διενηνοχέναι τῶν ἐπὶ ταῦτα τετραμμένων. | |
17 | ||
3 | Ἔστι τοίνυν ὁ πρῶτος ὑπὸ τῶν πλείστων ὑπειλημμένος τὸν φιλόσοφον τρόπον εἰς τοὺς Ἴωνας † εἰσηγμένος Θαλῆς ὁ Μιλήσιος, δι’ ὃν καὶ τὴν κατ’ ἐκεῖνον φιλοσοφίαν Ἰωνικὴν ἅπαντες ὀνομάζουσιν. τούτου δὲ γνώριμος Ἀναξίμανδρος γεγονὼς ὁμοίως φιλοσοφῶν γέγονε καὶ τὸν Ἀναξιμένην | 598 |
5 | μετὰ ταῦτα ζηλωτὴν εἶναι τῆς αὑτοῦ προαιρέσεως πεποιηκὼς Ἀναξαγόρου καθηγητὴν γενέσθαι παρεσκεύασεν. οὗτος δὲ τὴν Μίλητον ἀπολελοιπὼς ἧκεν εἰς τὰς Ἀθήνας καὶ Ἀρχέλαον τὸν Ἀθηναῖον πρῶτον εἰς φιλοσοφίαν παρώρμησεν. οὗπερ Σωκράτης ἀκροατὴς καταστὰς πολλοῖς καὶ τῶν ὕστερον γεγονότων καὶ τῶν κατ’ αὐτὸν αἴτιος τοῦ φιλοσοφεῖν εἱλικρινῶς | |
10 | γέγονε καὶ τοὺς ἐπιγενομένους σχεδὸν ἅπαντας ὡς εἰπεῖν φιλοσοφίας ἐπι‐ θυμητὰς ἀπέφηνε. τῶν δὲ Σωκρατικῶν πολλῶν γεγονότων ἀναγκαῖόν ἐστι νῦν μόνον ποιήσασθαι μνήμην τῶν διαδοχὴν καταλελοιπότων. Πλάτων τοίνυν μάλιστα διενηνοχὼς τῶν ἄλλων 〈τῶν〉 ἐπὶ φιλοσοφίαν ἐλθόντων, ὡς ἂν φαίη τις, ἀνεπίφθονον τὴν Σωκρατικὴν μαρτυρίαν παρεσχηκὼς τῆς | |
15 | ἀρχαίας λεγομένης ἀκαδημίας κατῆρξε [διαβεβοημένος]. Σπεύσιππος μὲν οὖν χρόνον τινὰ βραχὺν ἐπὶ τῆς αὐτοῦ αἱρέσεως διαμεμενηκὼς, ἀρθρι‐ τικοῖς δὲ νοσήμασι περιπεσὼν Ξενοκράτην ἀντ’ αὐτοῦ κατέστησε τῶν Πλατωνικῶν δογμάτων ἐξηγητήν. μετὰ δὲ τοῦτον Πολέμων † ἐπεὶ καὶ ἦν αὐτὸς ἐπὶ τοὺς λόγους τοῦ Πλάτωνος καὶ Κράντορος γέγονε καθη‐ | |
20 | γητής, εἰς ὃν κατέληξεν ἡ ἀρχαία ἀκαδημία. τοῦ δὲ Κράντορος ἀκουστὴς | |
ἦν Ἀρκεσίλαος, ὃς τὴν μέσην ἀκαδημίαν ἐπινενόηκεν, ἥτις μέχρις Ἡγησίνου ἐπιμεμένηκεν. τούτου δὲ Καρνεάδης κατέστη διάδοχος, 〈ὃσ〉 τῆς νέας ἀκαδημίας τὰς ἀρχὰς συνεώρακεν· ἧς Κλειτόμαχος μετέσχεν. εἰσὶ δὲ πρὸς ταύταις πάσαις ἀκαδημίαι δύο νεώτεραι, ὧν τῆς μὲν προτέρας | 599 | |
25 | προέστη Φίλων, Ἀντίοχος δὲ τῆς ἐφεξῆς. ἡγοῦμαι δὲ τῶν Σωκρατικῶν Ἀντισθένην πάνυ πολλῶν γενομένων οὐδενὸς ἥσσονα εἶναι [καταδεέστερος δὲ], ὃς τὴν Κυνικὴν εἰς τὸν βίον παρήγαγεν. οὗ Διογένης γέγονε ζηλωτὴς προσομοιωθεὶς κατὰ τὰ ἐπιτηδεύματα. τούτου δὲ Ζήνων ὁ Κιτιεὺς ἀκή‐ κοεν, ὃς τὴν Στωικὴν φιλοσοφίαν ἐξεῦρεν. οὗ μετειλήφει τῶν λόγων | |
30 | Κλεάνθης. καὶ τούτου Χρύσιππος ἀκροώμενος τὴν ὁμοίαν ἀγωγὴν μετελήλυθε. τοῦ δὲ Διογένης ὁ Βαβυλώνιος ἀκροατὴς γεγονὼς Ἀντι‐ πάτρου καθηγητὴς γέγονε. τούτου δὲ Ποσειδώνιος ἠκροᾶτο. Ἀρί‐ στιππος δὲ Κυρηναῖος ὢν τῆς Σωκρατικῆς ἀκροάσεως μετέσχεν, ἀφ’ οὗ τὴν Κυρηναϊκὴν φιλοσοφίαν ἔγνωμεν. ἀλλ’ οὐδὲ τῶν Μεγαρικῶν Εὐκλείδην | |
35 | δίκαιον παριδεῖν, ὃς τῶν Σωκρατικῶν οὐδενὸς δεύτερος τὴν διάνοιαν γέγονεν, ἢ Στίλπωνα τὸν Μεγαρικὸν τὸν τῶν αὐτῶν δογμάτων εὑρετὴν ὑπο‐ ληφθέντα. τοῦτον δὲ Μενέδημος ὁ Ἐρετριεὺς διεδέδεκτο, ἀφ’ οὗ Ἐρε‐ τρικὴ 〈ἡ〉 φιλοσοφία ἐπικέκληται. Φαίδωνα 〈δὲ〉 τὸν Ἠλεῖον οὐδεὶς ἠγνόησε τῶν Σωκρατικῶν εἰς πρῶτα ἥκειν ὑπειλημμένον *** | |
40 | Ἀριστοτέλης δὲ Πλάτωνι πάνυ πολὺν χρόνον συνδιαγεγονὼς δόγμασιν | |
ἑτέροις ἑαυτὸν προσνενέμηκεν. ὅσπερ Θεόφραστον προεστήσατο τῆς κατ’ αὐτὸν αἱρέσεως καὶ τὸν Στράτωνα προήγαγεν εἰς ἴδιόν τινα χαρακτῆρα φυσιολογίας *** [εἰσὶ δὲ τῶν γεννικωτέρων φιλοσόφων ἴνδικες δύο, τινὲς μὲν Ἰταλιῶται, | 600 | |
45 | ὧν Πυθαγόρας εὑρετὴς γεγένηται, καὶ ὁ κατὰ τὴν Ἐλαίαν ἀκμάσας] *** ταύτης δὲ λέγεται κατάρξαι Ξενοφάνης ὁ Κολοφώνιος ἀπορητικῆς μᾶλλον ἢ δογματικῆς τοῖς πολλοῖς εἶναι δοκούσης. μετὰ δὲ τοῦτον τοῖς αὐτοῦ βουλήμασιν εὐαρεστηθεὶς καὶ Παρμενίδης οὐ τῶν ἀφανεστέρων ἐπιβεβηκέναι δοκεῖ. Ζήνων δὲ ὁ Ἐλεάτης τῆς ἐριστικῆς φιλοσοφίας | |
3(50) | ἀρχηγὸς μνημονεύεται γεγονώς. τούτου δὲ Λεύκιππος ὁ Ἀβδηρίτης ἀκου‐ στὴς τὴν τῶν ἀτόμων εὕρεσιν ἐπινενόηκε πρῶτος. Δημόκριτος δὲ παρ’ αὐτοῦ τὸ δόγμα παρειληφὼς μᾶλλον ἐκράτυνεν. οὗ Πρωταγόρας ὁ Ἀ‐ βδηρίτης ζηλωτής, ὃς καὶ συστάτης τῶν κατὰ φιλοσοφίαν τεχνῶν *** *** οὗπερ Ἀνάξαρχος ὁ Ἀβδηρίτης τῶν λόγων εἰς μίμησιν ἀφι‐ | |
55 | κόμενος τῷ Πύρρωνι καθηγήσατο Σκεπτικῆς ὢν φιλοσοφίας *** *** Ἐπίκουρος δὲ κατολιγωρήσας, ὥς τινες ὑπειλήφασι, τῆς κατὰ φιλοσοφίαν σεμνότητος ἐπί τινα τρόπον κατελήλυθεν οὐ πάνυ παρὰ τοῖς ἀκριβέσι τῶν φιλοσόφων εὐδοκιμηκότα. τούτου δὲ Μητρόδωρος ἠκρο‐ ᾶτο *** | |
59 | ||
4 | πῶς τὴν φιλοσοφίαν ὥρισαν. | |
Ὡρίσθη δὲ τῶν φιλοσοφιῶν ἡ μὲν ἐξ ἀνδρὸς ὥσπερ ἡ κατ’ Ἐπί‐ κουρον· 〈ἡ δὲ〉 ἐκ τέλους [καὶ δόγματος] ὥσπερ ἡ Εὐδαιμονική· ὁ γὰρ Ἀνάξαρχος τέλος τῆς κατ’ αὐτὸν ἀγωγῆς τὴν εὐδαιμονίαν ἔλεγεν. | 601 | |
5 | ἡ δὲ ἐξ ἐνεργείας ὡς ἡ Περιπατητική· τὸν γὰρ Ἀριστοτέλη κατὰ τοὺς περιπάτους συνουσίας πρὸς ὁμιλητὰς ποιούμενον τῆς ἐπωνυμίας ταύτης κατηξιωκέναι τὴν κατ’ αὐτὸν φιλοσοφίαν. ἡ δὲ δι’ ἔνστασιν ὡς ἡ Κυνική [διαλεκτική]. ἡ δ’ ἀπὸ τόπου ὡς ἡ Στωικὴ καὶ Ἀκαδημαϊκή. ἡ δὲ ἀπὸ διαθέσεως ὡς ἡ Σκεπτική. ἡ δὲ ἐξ ἀνδρὸς καὶ πόλεως καὶ δόγματος | |
10 | ὡς ἡ κατὰ Ἀρίστιππον Ἀριστιππικὴ μὲν ἀπὸ τοῦ εὑρηκότος, Κυρη‐ ναϊκὴ δὲ ἀπὸ τῆς πόλεως, ἧς ἐκεῖνος μετεῖχεν, ἡδονικὴ δὲ ἀπὸ τοῦ τέλους τῆς κατ’ αὐτὸν φιλοσοφίας· τὸν γὰρ Ἀρίστιππον τῇ ἡδονῇ προσκεκλίσθαι μᾶλλον. [περὶ τοῦ λογικοῦ μέρους τῆς φιλοσοφίας. τὸ λογικὸν μέρος τῆς φιλο‐ | |
15 | σοφίας τῶν ὕστερον γεγονότων τινὲς ὑπενόησαν προτετάχθαι ἡγούμενοι δεῖν τοὺς μέλλοντας ἀκριβῶς φιλοσοφεῖν μὴ πρότερον τοῖς ἄλλοις μέρεσιν ἐπι‐ χειρεῖν, πρὶν ἢ τί τῶν ὄντων ἕκαστόν ἐστι γιγνώσκειν.] | |
17 | ||
5 | Οἱ μὲν γὰρ ἔφασαν τὴν φιλοσοφίαν εἶναι δύναμιν γνωστικὴν καὶ περι‐ ποιητικὴν ἀρίστου βίου, ἄριστον βίον εἰπόντες τὸ ζῆν ἕκαστον κατ’ ἀρετήν, | |
οἱ δὲ ἄσκησιν ἀνθρώποις [ἀρίστης ζωῆς] ἐπιτηδείας τέχνης ὡρίσαντο, ἄσκησιν μὲν τὴν φιλοσοφίαν εἰπόντες, ἐπιτηδείαν δὲ τέχνην τὴν σοφίαν ὀνομάσαντες, | 602 | |
5 | ἥ τίς ἐστι κατάληψις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. εἰσὶ δ’ οἳ θεωρητικὴν ἕξιν αἱρετῶν καὶ φευκτῶν ὑπέλαβον χρῆναι μᾶλλον ὀνομάσαι [δὲ] αὐτήν, αἱρετὰ μὲν τὰ ἀγαθὰ φήσαντες εἶναι, φευκτὰ δὲ τὰ κακά, καὶ ἀγαθὸν τὸ δι’ ἑαυτοῦ αἱρετὸν ὠφελείας τῷ μετιόντι γιγνόμενον αἴτιον, κακὸν δὲ τὸ δι’ ἑαυτοῦ ἐκκλινόμενον βλάβης καθιστάμενον αἴτιον. | |
9 | ||
6 | πόσα μέρη τῆς φιλοσοφίας. Μέρη δὲ τῆς φιλοσοφίας κατὰ τοὺς πλείστους ἀκριβεστάτους εἶναι δο‐ κοῦντας τρία παρειλήφαμεν, τό τε λογικὸν δι’ οὗ καταμανθάνομεν, τί τῶν ὄντων ἕκαστον κατ’ οὐσίαν καὶ κατὰ συμβεβηκός, καὶ τὰς διαφορὰς τούτων | |
5 | πρὸς ἄλληλα καὶ τὰ τοιαῦτα γινώσκομεν· καὶ τὸ φυσικὸν δι’ οὗπερ ἔστι καθορᾶν, τίς ἡ αἰτία τοῦ τάξει προϊέναι τῶν οὐρανίων τὴν κίνησιν ὅσα φέρεσθαι δοκεῖ, καὶ τίνες αὐτῶν ταχυτῆτες ἢ βραδυτῆτες πρὸς ἄλληλα καὶ ὅσα τούτων ἐστὶν ὅμοια. καὶ τρίτον τὸ πάντων ἀναγκαιότατον καὶ τοῖς ἐπιτηδεύμασι χρησιμώτατον τὸ ἠθικόν, δι’ οὗ μανθάνομεν ἀλλήλοις ὁμιλεῖν | |
10 | καὶ συμβάλλειν προσηνῶς, καὶ τοὺς μὲν θρασυτάτους ὑπερορᾶν οὐ μισοῦντες, ἀλλὰ καὶ γελῶντες καὶ ἐλεοῦντες, τοὺς δὲ σπουδαιοτάτους καὶ ἐπιεικεστάτους στέργειν, ὡς τούτων μὲν τὸν βίον ῥᾴονα καὶ βελτίους τὰς πρὸς ἀλλήλους ἐντεύξεις ποιουμένων, ἐκείνων δὲ τὸ ἦθος δυσπρόσοδον καὶ παντάπασιν ἀνο‐ μίλητον τὸν βίον ἀπεργαζομένων. | |
14 | ||
7 | περὶ αἱρέσεων. | |
Τὴν αἵρεσιν ὑπολαμβάνουσί τινες εἰρῆσθαι τριχῶς, κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν τὴν τινὶ πράγματι τῶν κατὰ τὸν βίον συγκατά‐ θεσιν, ἰδίως δὲ τὴν ἐν τέχνῃ, ἰδιαίτατα δὲ τὴν ἐν τῇ φιλοσοφίᾳ· κατ’ | 603 | |
5 | ἔννοιαν δὲ τὴν αἵρεσιν εἶναι πρόσκλισιν δογμάτων πολλῶν πρὸς ἄλληλα συμ‐ φώνων ἢ πρὸς ἓν τέλος ἀναφερόντων. τέσσαρας δὲ εἶναι ταύτας γενικω‐ τάτας νομίζουσιν οἱ περὶ τούτων διειληφότες, μίαν μὲν τὴν δογματικὴν τὴν πολλοῖς συγκατατιθεμένην καὶ βεβαιω〈τικήν, δευ〉τέραν δὲ τὴν σκεπτικὴν τὴν περὶ πάντων ζητητικήν. πρὸς δὲ τούτοις εἶναι τρίτην τὴν ἐριστικὴν τὴν | |
10 | διὰ σοφισμάτων νικᾶν ἐν ταῖς ζητήσεσιν ἐσπουδακυῖαν· σοφίσματα δὲ τὰ τοιαῦτα νομίζουσιν, οἷον ‘ὅπερ εἰμὶ ἐγὼ οὐκ εἶ σύ, ἄνθρωπος δέ εἰμι, σὺ ἄρα οὐκ ἄνθρωπος,‘ καὶ τοὺς τοιούτους μειρακιώδεις λόγους καὶ ἐριστικούς. μικτὴν δ’ αἵρεσιν προσειρήκασι τὴν τισὶ μὲν δόγμασι συγκατατιθεμένην, περὶ πολλῶν δ’ ἠπορηκυῖαν καὶ μὴ πάντα διεξιοῦσαν συγκαταθετικῶς. εἶναι | |
15 | δὲ δογματικοὺς *** καὶ † τοῖς Ἐπικούρῳ προορισμένοις, σκεπτικοὺς δὲ Ζήνωνα τὸν Ἐλεάτην καὶ Ἀνάξαρχον τὸν Ἀβδηρίτην καὶ τὸν ἄγαν ἠκρι‐ βωκέναι τὴν ἀπορητικὴν ὑποληφθέντα Πύρρωνα. ἐριστικοὺς δὲ κεκλή‐ κασιν Εὐκλείδην καὶ Μενέδημον καὶ Κλεινόμαχον. τοὺς δὲ τὴν μικτὴν αἵρεσιν μετεληλυθότας ὑπάρχειν Ξενοφάνην μὲν περὶ πάντων ἠπο‐ | |
20 | ρηκότα, δογματίσαντα δὲ μόνον τὸ εἶναι πάντα ἓν καὶ τοῦτο ὑπάρχειν θεὸν πεπερασμένον λογικὸν ἀμετάβλητον, τὸν δὲ Δημόκριτον ὁμοίως περὶ μὲν τῶν ἄλλων μηδενὸς ἀποφηνάμενον, ἓν δόγμα δὲ καταλελοιπότα τὸ περὶ τῶν | |
ἀτόμων καὶ τοῦ κενοῦ καὶ τοῦ ἀπείρου. | 604 | |
8 | τίς ἀρχὴ φιλοσοφίας. Ἀρχὴ δὲ λέγεται τριχῶς· ἡ μὲν ὡς αἰτιώδης, ἡ δὲ ὡς ἐν τρόπῳ συστάσεως, ἡ δὲ ἀποδείξεως. αἰτιώδης μὲν οὖν ἐστιν ἀρχή, ὅταν ζητήσωμεν, τί ποτ’ ἐστὶ τὸ πεποιηκὸς εἰς ἐπίνοιαν τοὺς πρώτους ἐλθεῖν φιλοσοφίας. | |
5 | ἐν τρόπῳ δὲ συστάσεως, ὅταν ζητήσωμεν ποῖον μέρος πρῶτον [ἐκ] τῆς τέχνης συνέστηκεν· ἀποδείξεως δέ, ὅταν τὰ ὑφ’ ἡμῶν κατασκευαζόμενα ἀποδεικνύωμεν. αἰτία δὲ φιλοσοφίας εὑρέσεώς ἐστι κατὰ Ξενοκράτη τὸ ταραχῶδες ἐν τῷ βίῳ καταπαῦσαι τῶν πραγμάτων. | |
8 | ||
9 | περὶ σημείου. Σημεῖον τοίνυν οἱ μὲν διαλεκτικοί φασιν ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον ἐκκαλυπτικὸν τοῦ λήγοντος. τῶν δὲ σημείων τὰ μέν ἐστιν ἐνδεικτικὰ τὰ δὲ ὑπομνηστικά· ὑπομνηστικὸν μὲν οὖν ἐστιν, ὅπερ συμπαρα‐ | |
5 | τηρηθὲν τῷ σημειωτῷ ἅμα 〈τῷ〉 φανῆναι τὸ σημεῖον καὶ τοῦ σημειωτοῦ εἰς γνῶσιν ἡμᾶς ἄγει, ὁποῖόν ἐστιν ἐπὶ τοῦ καπνοῦ· τοῦτον γὰρ ἰδόντες εὐθὺς γινώσκομεν, ὅτι ἐκ πυρὸς γεγονώς ἐστιν. ἐνδεικτικὸν δέ ἐστι σημεῖον τὸ μὴ πρότερον συμπαρατηρηθὲν τῷ σημειωτῷ, οὗ δὲ φανέντος εἰς γνῶσιν ἀφικόμεθα τοῦ σημειωτοῦ, ὥσπερ ἐπὶ τῆς γάλα ἐχούσης εὐθὺς γινώσκομεν, | |
10 | ὅτι τετοκυῖά ἐστιν. | |
10 | ||
10 | περὶ συλλογισμοῦ. Συλλογισμὸς δέ ἐστι λόγος διδομένων ἀποκρίσεων παρὰ τῶν διαλεγο‐ μένων συνάγων συμπέρασμα ἀπροσδόκητον ὡς ἐν τῇ Πολιτείᾳ παρὰ Πλάτωνι. | |
τοῦ γὰρ Θρασυμάχου, εἰρηκότος ὅτι τὸ δίκαιόν ἐστι 〈τὸ〉 τοῦ κρείττονος | 605 | |
5 | συμφέρον 〈συνάγει ὁ Σωκράτης, ὅτι καὶ δίκαιόν ἐστι τὸ μὴ συμφέρον〉 αὐτοῖς προστάττουσι ποιεῖν. | |
6 | ||
11 | περὶ ὅρου. Ὅρος δέ ἐστι λόγος σύντομος εἰς γνῶσιν ἡμᾶς ἄγων ἑκάστου πράγματος ἢ λόγος διὰ βραχείας ὑπομνήσεως ἐμφανὲς ἡμῖν ἀπεργαζόμενος τὸ ὑπο‐ κείμενον πρᾶγμα· τῶν δὲ ὅρων οἱ μέν εἰσιν οὐσιώδεις, οἱ δὲ ἐννοηματικοί. | |
4 | ||
12 | περὶ κριτηρίου. Κριτήριόν ἐστι πράγματος διαγνωστικὴ κατανόησις. κριτήριον δέ ἐστι διττόν· τό τε ᾧ χρώμενοι βιοῦμεν καὶ τὸ περὶ ὑπάρξεως καὶ ἀνυπαρξίας. λέγεται δὲ τὸ κριτήριον τριχῶς, κοινῶς ἰδίως ἰδιαίτατα. | |
4 | ||
13 | περὶ ἀληθοῦς. Ἀληθές ἐστι τὸ ἀντικείμενόν τινι. διηλλαγμένον δὲ τὸ ἀληθὲς τῆς ἀληθείας τριχῶς οὐσίᾳ συστάσει δυνάμει. οὐσίᾳ μέν, ἐπειδὴ τὸ ἀληθὲς ἀσώματόν ἐστιν (ἀξίωμα γάρ ἐστι καὶ λεκτόν), ἡ δὲ ἀλήθεια σῶμά ἐστιν· | |
5 | ἐπιστήμη γὰρ πάντων ἐστὶν ἀληθῶν, ἡ δὲ ἐπιστήμη πως ἡγεμονικόν ἐστι, τὸ δὲ ἡγεμονικὸν πνεῦμα εἶναι δοκεῖ, ὅπερ σωματοφυὲς μάλιστα ἂν εἰκότως δοκοίη. συστάσει δὲ διήλλακται ταῦτα τῷ τὸ μὲν ἀληθὲς ἁπλοῦν εἶναι, οἷον ‘ἐγὼ διαλέγομαι‘, τὴν 〈δ’〉 ἀλήθειαν ἡμῖν εὑρῆσθαι περιληπτικὴν οὖσαν πάντων ἀληθῶν. δυνάμει δὲ ἐξήλλακται τῷ τὸ μὲν ἀληθὲς καὶ φαύλῳ | |
10 | τινὶ ἐπιγίνεσθαι (λέγει γάρ ποτε ἀληθῶς καὶ ὁ μὴ πάνυ ἐσπουδασμένος), | |
τὴν δὲ ἀλήθειαν μόνοις ἔντροφον εἶναι τοῖς σπουδαίοις [τρόποις]. | 606 | |
14 | περὶ διαιρέσεως. Τὴν διαίρεσιν ὑπολαμβάνουσι χωρισμὸν εἶναι τῶν συνεληλυθότων εἰς ἕν. διαιρεῖσθαι δὲ νομίζουσιν ὀνόματα εἰς σημαινόμενα καὶ ὅλον εἰς [μέρος καὶ] μέρη καὶ γένη εἰς εἴδη καὶ *** † διαφορὰς εἰς τὸ καθ’ ἕκαστον | |
5 | καὶ εἰς συμβεβηκότα. | |
5 | ||
15 | περὶ ἀποδεικτικῆς. Ἐπειδὴ δοκεῖ τῷ λογικῷ μέρει τῆς φιλοσοφίας προσήκειν ὁ περὶ τῶν ἀναποδείκτων λόγος, εὔλογόν ἐστι καὶ περὶ τούτων εἰπεῖν. ἀναποδείκτους καλοῦσι συλλογισμοὺς τοὺς διὰ τὰς ......... τὴν ἀπόδειξιν ἢ οὐ δεο‐ | |
5 | μένους ἑτέρου μηνύματος. εἰσὶ δὲ οἵδε· 〈πρῶτοσ〉 ὁ ἐκ συνημμένου καὶ ἡγουμένου τὸ λῆγον ἐπιφέρων, οἷον ‘〈εἰ〉 ἡμέρα ἔστιν, φῶς ἔστιν· 〈ἀλλὰ μὴν ἡμέρα ἔστιν, φῶς ἄρα ἔστιν〉‘. δεύτερος δὲ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου ἐπιφέρων, οἷον ‘〈εἰ〉 ἡμέρα ἔστι, φῶς ἔστιν· 〈οὐκ ἔστι δὲ φῶς, οὐκ ἄρα ἡμέρα ἔστιν〉‘. τρίτος δὲ ὁ ἐξ ἀποφατικοῦ | |
10 | συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἐπι‐ φέρων, οἷον ‘οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· 〈ἡμέρα δὲ ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν〉‘. τέταρτος δὲ ὁ ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν 〈ἐπεζευγμένων τὸ〉 ἀντικείμενον τοῦ λοιποῦ ἐπιφέρων, οἷον ‘ἤτοι νῦν ἡμέρα ἔστιν 〈ἢ〉 νύξ [οὐκ] ἔστιν· ἀλλὰ μὴν ἡμέρα, οὐκ ἄρα νὺξ ἔστι.‘ πέμπτος ὁ 〈ἐκ〉 διεζευγμένου καὶ τοῦ ἀντι‐ | |
15 | κειμένου ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ [τοῦ ἀντικειμένου] τὸ λοιπὸν ἐπι‐ φέρων, οἷον ‘ἢ ἡμέρα ἔστιν 〈ἢ〉 νὺξ ἔστιν· ἀλλὰ μὴν νὺξ οὐκ ἔστιν, ἡμέρα ἄρα ἔστιν.‘ | 607 |
17 | ||
16 | περὶ τοῦ φυσικοῦ. Ὅσα μὲν εἰκὸς ἦν περὶ τῶν συντελούντων εἰς τὸ λογικὸν μέρος τῆς φιλοσοφίας εἰπεῖν, [ἐν] ἑτέρωθι διῆλθον διὰ πλειόνων. ἐνταῦθα δὲ ἡμεῖς συντομώτατα περὶ τούτων διαλεχθέντες ἐν συμμετρίᾳ καὶ ἐπὶ τὰ φυσικώτερα | |
5 | χωρήσομεν. καὶ περὶ τούτων εἰ λέγοι τοῖς πᾶσι ῥᾳδίως ἐπιτιμῶντες *** μὴ πάνυ δυσχεραίνειν, καὶ περὶ τούτου δυνατοὶ εἶναι νομίζομεν λέγειν τι. σπουδάζοντες γὰρ ἐγνωκέναι ταῦτα καὶ τοῖς ἄλλοις ἀνεπίφθονον εἶναι νομί‐ ζομεν ἐμφανῆ καθιστάναι καὶ τοῖς πρῶτα μαθοῦσιν οὕτως ἂν ὑπολάβοιμεν διὰ ῥᾳστώνης ὑπάρχειν, ἀπὸ τούτων τὰ προτέλεια τῶν κατὰ φιλοσοφίαν | |
10 | λαμβάνοντας. τῶν οὖν πρότερον ἀπὸ τῶν ἀρχῶν τῶν τε δραστικῶν καὶ τῶν ὑλικῶν ἠργμένων τῆς φυσικῆς πραγματείας, ταὐτὰ ἡμῖν εἰκότως διανοη‐ θέντες ἁρμόττειν, νομίζομεν ἀπὸ τούτων 〈τὴν〉 ἀρχὴν ποιεῖσθαι τῶν λόγων. εἰρηκότων τοίνυν ἐκείνων, ὡς τὸ πάντων δραστικώτατον αἴτιον τῶν ὄντων καὶ γινομένων ἐστὶ θεός, καὶ νῦν ὁμοίως ἡμῖν ποιητέον. Πλάτων μὲν | |
15 | οὖν καὶ Ζήνων ὁ Στωικὸς περὶ τῆς οὐσίας τοῦ θεοῦ διεληλυθότες οὐχ ὁμοίως περὶ ταύτης διενοήθησαν, ἀλλ’ ὁ μὲν Πλάτων θεὸν ἀσώματον, | |
Ζήνων δὲ σῶμα, περὶ τῆς μορφῆς μηδὲν εἰρήκοτες. Ἐπίκουρος δὲ ἀν‐ θρωπόμορφον τοῦτον ὑπέλαβεν. Οἱ Στωικοὶ δὲ ἰδίαν μὲν ἰδέαν οὐκ ἔχειν διηνεκῶς, πνεῦμα δὲ πυρῶδες ὁμοιούμενον πᾶσι ῥᾳδίως, οἷς ἂν προσρυῇ. | 608 | |
20 | τόπον δὲ κρατεῖν ὡρισμένον καὶ κινεῖσθαι μεταβατικῶς μόνον Ἐπίκουρος αὐτὸν εἰπεῖν ἐπεχείρησεν. οἱ δὲ Στωικοὶ ἔμφυτον μὲν ἐπὶ πάντων διή‐ κειν, ὁμοιούμενον δὲ ἑκάστῳ κινούμενον καὶ μεταλλάττον. προνοεῖν τε τῶν ἀρχομένων κατ’ ἀρετὴν οἱ Στωικοὶ [διοικητικὸν] τὸν θεὸν εἰρήκασι. μηδενὸς δὲ τῶν ἁπάντων ἐπιμέλειαν ἔχειν Ἐπίκουρος διισχυρίζεται λέγων τὸ | |
25 | μακάριον καὶ ἀδιάφθαρτον οὔτ’ αὐτὸ πράγματα ἔχειν οὔθ’ ἑτέρῳ παρέχειν. ἀγαθὸν δὲ πᾶσιν ἀνθρώποις τὸν θεὸν διατελεῖν Πλάτων ὑπείληφεν καὶ πάντων συλλήβδην τῶν κατὰ τὸν βίον καθηγητικὸν † οὐκ ἄλλον νενόμικεν. | |
27 | ||
17 | Τὸν κόσμον οἱ μὲν γενητὸν εἶναι νομίσαντες τὸν θεὸν ἔφασαν γενονέναι τούτου δημιουργόν. ἀλλ’ οἱ μὲν γενητὸν εἶναι συγκεχωρηκότες οὐχ ὁμοίως περὶ τοῦ τέλους κεκρίκασιν. ἀλλὰ Πλάτων μὲν ἀνώλεθρον εἶναι νομίζει καὶ ἀθάνατον διὰ τὴν εὐτεχνίαν τοῦ πεποιηκότος. Στωικοὶ δὲ φθορᾶς | |
5 | ἐπιδεκτικὸν εἶναι 〈καὶ〉 διὰ πυρὸς γίνεσθαι τούτου τὴν μεταβολὴν εἰς τὸ ἄπειρον χεομένου κατά τινα χρόνον τῆς ὕλης ἀναπαυομένης καὶ τῆς ἐνερ‐ γείας λῆξιν λαμβανούσης. αὖθις δὲ τῶν ὄντων ἀνανεουμένων ἐκ πυρὸς καὶ μεταβαλλόντων κατ’ ἀρχὰς εἰς τὴν τῶν ἄλλων στοιχείων φύσιν καὶ πάλιν | |
συγκρινομένων καὶ σωματοποιουμένων ὑπὸ τοῦ θεοῦ καὶ τῶν πάντων | 609 | |
10 | ἐκ νέας κοσμοποιουμένων. καὶ οἱ μὲν ἄλλοι πάντες ὑπολαμβάνοντες εἶναι τὸν θεὸν τῶν ἁπάντων δημιουργὸν αὐτῷ μόνῳ τὴν αἰτίαν τῶν γιγνομένων προσάπτειν ἐπικεχειρήκασι. Πλάτων δὲ καὶ τὰς ἰδέας εἰσήγαγεν, αἷς ἴσα μὲν ἀπεργάσασθαι δύναται· εἰσάγουσι δὲ καὶ τὴν ἄποιον ὕλην, ὅσοι οὐκ ἂν ἴσα τὰ καθ’ ἕκαστα συντελεῖσθαι διδόασιν, ἀλλὰ † ταύτης τε ὑπ’ αὐτῆς τὰ ἀπο‐ | |
15 | τελέσματα γίγνεσθαι. | |
15 | ||
18 | Καὶ περὶ μὲν τῆς δραστικῆς αἰτίας ἐπὶ τοσοῦτον. διεξελθεῖν δ’ ἂν εἴη καιρὸς καὶ περὶ τῆς ὑλικῆς. οἱ φυσικοὶ περὶ ταύτης εἰπόντες εἶναι μὲν ἀρχὴν ὑλικὴν ἅπαντες ὁμοίως δεδώκασιν, οὐ μὴν ἅπαντες εἶναι τὴν αὐτήν. ἀλλὰ Φερεκύδης μὲν ὁ Ἀσσύριος γῆν εἶναι ταύτην ἐνόμισε, | |
5 | Θαλῆς δὲ ὕδωρ, Ἀναξίμανδρος δὲ τὸ ἄπειρον, Ἀναξιμένης δὲ καὶ Διογένης ὁ Ἀπολλωνιάτης ἀέρα, πῦρ δὲ Ἵππασος ὁ Μεταποντῖν Ξενοφάνης δ’ ὁ Κολοφώνιος γῆν καὶ ὕδωρ. Ἵππων δὲ ὁ Ῥηγῖνος πῦρ καὶ ὕδωρ, Οἰνοπίδης δὲ ὁ Χῖος πῦρ καὶ ἀέρα, Ὀνομάκριτος δὲ ἐν τοῖς Ὀρφικοῖς γῆν καὶ πῦρ καὶ ὕδωρ, οἱ Στωικοὶ δὲ τέσσαρα στοιχεῖα γῆν καὶ | |
10 | πῦρ καὶ ὕδωρ καὶ ἀέρα, Ἀριστοτέλης δὲ τούτοις προσέθηκε καὶ τὸ κυ‐ κλοφορητικὸν σῶμα. Ἐμπεδοκλῆς δὲ τέτταρσι στοιχείοις προσήγαγε 〈φιλίαν καὶ νεῖκοσ〉, τῶν μὲν τεσσάρων στοιχείων ὑλικῶν ὄντων 〈καὶ〉 τῆς φιλίας ταῦτα συγκρινούσης, τοῦ δὲ νείκους διαλύοντος καὶ διακρίνοντος· Δημό‐ κριτος δὲ καὶ Ἐπίκουρος τὰς ἀτόμους ἀρχὰς πάντων νομίζουσιν, Ἡρα‐ | |
15 | κλείδης δὲ ὁ Ποντικὸς καὶ Ἀσκληπιάδης ὁ Βιθυνὸς ἀνάρμους ὄγκους | |
τὰς ἀρχὰς ὑποτίθενται τῶν ὅλων, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τὰς ὁμοιομερείας, Διόδωρος δὲ ὁ Κρόνος ἐπικεκλημένος ἀμερῆ καὶ ἐλάχιστα σώματα, Πυθαγόρας δὲ τοὺς ἀριθμούς, οἱ μαθηματικοὶ δὲ τὰ πέρατα τῶν σωμάτων, Στράτων δὲ ὁ φυσικὸς προσωνομασμένος τὰς ποιότητας. | 610 | |
19 | ||
19 | Ἀρχὴν δὲ καὶ αἰτίαν τινὲς μὲν ᾠήθησαν μηδὲν ἀλλήλων διαφέρειν, τινὲς δὲ τὴν ἀρχὴν καθηγητικὴν πάντων εἶναι νομίζουσιν οὐκ αἰτίαν οὖσαν τοῦ παντὸς ἀποτελέσματος. τὸ δὲ ἐν ἑκάστῳ πρῶτον εἶναι δοκοῦν τὸ αἴτιον ἡγήσαντο καθεστάναι, δι’ ὃ γίγνεται τὰ ἀποτελέσματα. αἴτια δὲ | |
5 | ὑπέθεντο τέσσαρα· προκαταρκτικόν, ὃ πεποιηκὸς παραμεμένηκεν, καὶ 〈συν‐ εκτικόν〉, οὗ παρόντος τὸ ἀποτέλεσμα πάρεστι καὶ πεπαυμένου παρενήλλακται καὶ αὐξομένου εἰς ἐπίδοσιν πρόεισι καὶ μειουμένου ἐλαττοῦται, 〈τὸ δὲ〉 συναί‐ τιον ὑπάρχειν ἔφασαν, ὃ τὴν ἴσην δύναμιν συμβάλλεται πρὸς τὸ ἀποτέ‐ λεσμα ὡς ἐπὶ τῶν ἀροτικῶν βοῶν, συνεργὸν δὲ δοκεῖ τὸ μικρὰν ῥοπὴν πρὸς | |
10 | τὸ ἀποτέλεσμα εἰσάγον ὡς ἐπὶ δυοῖν δοκὸν ἅμα φερόντων δυσκόλως καὶ ῥᾷον οἰσόντων, εἰ τρίτος ἐπιγίνοιτο συνδιακουφίζων. | |
11 | ||
20 | περὶ φύσεως. Φύσιν τινὲς εἶναι λέγουσι πνεῦμα ἔντεχνον ὁδοποιητικόν. ἄλλοι δὲ τὴν τῶν σωμάτων σύγκρισιν εἶναι καὶ διάκρισιν τὴν φύσιν ὑπολαμβάνουσιν. Ἀριστοτέλης δὲ ἀρχὴν κινήσεως καὶ ἠρεμίας εἴρηκεν, ὡς πρῶτόν ἐστι, | |
5 | καὶ οὐ κατὰ συμβεβηκὸς γεγενῆσθαι νομίζει. φυσικὰ δὲ εἶναι λέγει τὰ περὶ | |
τὸν ἀέρα, φυτὰ ζῷα καὶ τὰ τοιαῦτα. | 611 | |
21 | περὶ διαφορᾶς στοιχείων καὶ ἀρχῆς. Τῶν ἀπὸ Ἰωνίας φιλοσόφων οὐδὲν διαλλάττειν αὐτὰ νομιζόντων Πλάτων πλεῖστον διενηνοχέναι ταῦτα κέκρικε τῆς ἀρχῆς. καὶ γὰρ οὐδὲν εἶναι πρότερον, ἀφ’ οὗ γεννᾶσθαι ταύτην. συμβέβηκεν δὲ στοιχείων | |
5 | προτέραν εἶναί τιν’ ἀειδῆ καὶ ἄμορφον οὐσίαν, ἣν οἱ μὲν ἄποιον ὕλην, οἱ δὲ ἐντελέχειαν καὶ στέρησιν ὀνομάζουσιν. ἔτι δὲ τὰ μὲν στοιχεῖα εἶναι σύνθετα καὶ ἀποτελέσματα, τὴν δ’ ἀρχὴν οὐδέτερον τούτων ὑπάρχειν. ὥστ’ εἰκότως ὁ Πλάτων τὴν ἐν τούτοις παραλλαγὴν κατειληφὼς ἀποφαίνεται. | |
8 | ||
22 | περὶ κινήσεως. Τὴν κίνησιν σχεδὸν τῶν φιλοσόφων πάντες οἱ ἀκριβέστατοι γίνεσθαι νομίζουσιν. εἶναι γὰρ τὴν μὲν τοπικὴν μετάβασιν, ὅταν ἀπὸ τόπου εἰς τόπον ἕτερον φαίνηταί 〈τι〉 μεταβαῖνον, τὴν δὲ φυσικήν, ὅταν ᾖ ἕτερον ἐξ | |
5 | ἑτέρου γιγνόμενον, ἀποφαίνονταί τινες. τρίτον δὲ τὴν γένεσιν, ὅταν ἐξ οὐκ ὄντων γένηταί τι. τὴν δὲ φθοράν, ὅταν ἐξ ὄντος πρὸς τὸ μὴ εἶναι κα‐ θιστῆται, καθάπερ ἐπὶ τῶν ἀπογιγνομένων ζῴων, τὴν δ’ αὐξητικήν, ὅταν ἀπὸ βραχέος τι πρὸς τὸ μεῖζον προίῃ. τὴν δὲ μειωτικήν, ὅταν ἐκ μείζονος βραχύνηταί τι καὶ πρὸς τὸ ἔλαττον μεθαρμόζηται. | |
9 | ||
23 | περὶ σωμάτων. Σῶμα τινῶν ὑπολαβόντων τὸ οἷόν τε ποιεῖν ἢ πάσχειν, ἕτεροι τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας τὸ σῶμα καθεστάναι φασίν. εἶναι μὲν γὰρ σημεῖον, | |
οὗ μέρος οὐδέν, ἐπιφάνειαν δὲ τὸ μήκους καὶ πλάτους μετέχον, τοῦτο δὲ | 612 | |
5 | ὁπόταν καὶ βάθος προσλάβῃ, σῶμα νομίζουσιν εἶναι. τινὲς δὲ τὰ πέρατα σώματα εἶναι ὑπειλήφασιν. | |
6 | ||
24 | περὶ ψυχῆς. Πολλὴν μὲν ἔστιν εὑρεῖν παρὰ τοῖς προτέροις ἀντίρρησιν περὶ τῆς ψυχῆς γενομένην, ἀλλ’ ὅμως ἵνα μὴ τὸν τῆς εἰσαγωγῆς τρόπον ὑπερβαίνειν δοκῶμεν, τὰ πᾶσιν εἰρημένα περὶ ταύτης διεξιόντες, ὅσα τοῖς ὀνομαστοτάτοις | |
5 | εἰρῆσθαι περὶ ταύτης νομίζομεν, ὡς ἐν βραχέσι πειρώμεθα λέγειν. ψυχὴν τοίνυν οἱ μὲν πνεῦμα παντὶ τῷ σώματι περικείμενον ὅπου μὲν μᾶλλον, ὅπου δὲ ἧττον νομίζουσιν εἶναι (οὗτοι δὲ οἱ περὶ τὸν Ἀσκληπιάδην εἰσίν), ἄλλοι δὲ δύναμιν δι’ ἧς ζῶμεν. οἱ δὲ κινήσεως ἀρχὴν πάντων τῶν γι‐ νομένων τε καὶ τῶν ὄντων. Ἐπίκουρος δὲ τὸν ἐφελκόμενον ἔξωθεν ἀέρα | |
10 | διὰ τῆς εἰσπνοῆς τὴν ψυχὴν ὑπέλαβεν. τὴν δὲ οὐσίαν αὐτῆς οἱ μὲν ἀσώ‐ ματον ἔφασαν, ὡς Πλάτων, οἱ δὲ σῶμα † συγκινοῦν, ὡς Ζήνων καὶ οἱ ἐξ αὐτοῦ. πνεῦμα γὰρ εἶναι ταύτην ὑπενόησαν καὶ οὗτοι. θνητὴν μὲν ψυχὴν ὁ Ἐπίκουρος καὶ Δικαίαρχος ᾠήθησαν, ἀθάνατον δὲ Πλάτων καὶ οἱ Στωικοί. ἀλλ’ ὁ Πλάτων ἀεικίνητον καὶ οὐδέποτε διαφθαρησο‐ | |
15 | μένην. οἱ Στωικοὶ δὲ καθ’ ἑκάστην τοῦ κόσμου μεταβολὴν διαμένειν ἀθάνατον, ἕως ἂν 〈ᾖ〉 ἡ τοῦ κόσμου μεταβολὴ συστᾶσα *** καὶ ταύτην τυχεῖν διαφθαρῆναι. τοῖς δὲ σώμασι συνδεῖσθαι νομίζουσιν οἱ μὲν αὐτο‐ | |
φυεῖς † ἡκούσας ἐγκρατεῖς οὔσας [ὥστε ταύτας πασχούσας τῷ ἐπιθυμεῖν] ἡδονῶν τῶν διὰ τῶν σωμάτων αὐταῖς προσγινομένων. οἱ δὲ κατὰ θεὸν | 613 | |
20 | ἐγγίνεσθαι τοῖς σώμασι βουλόμενοι μηδὲν τῶν στοιχείων ἀργὸν μηδὲ ζῴου ἄμοιρον εἶναι διὰ τέλους. ἐξαμαρτάνειν δὲ τὰς ψυχὰς οἱ μὲν αὐτεξουσίους οὔσας καὶ διὰ τὰς σφετέρας ἐπιθυμίας ἐπὶ τὸ πλημμελὲς τρεπομένας· τῶν ἡδέων γὰρ οὔσας ὀρεκτικὰς διὰ τὴν σωμάτων κακὴν ἕξιν μηδὲν διωθεῖσθαι τὰς φαυλοτάτας τῶν ἀτοπωτάτων εἶναι νομιζομένων. οἱ δὲ καθ’ εἱμαρ‐ | |
25 | μένην πάντα συμβαίνειν νομίσαντες καὶ τὴν ψυχὴν ἀπροαιρέτως τοῖς πλημ‐ μελήμασι περιπίπτειν ὑπολαμβάνουσι. διδόναι δὲ δίκην τὰς πονηροτέρας τῶν σωμάτων ἀπαλλαττομένας ὁ Πλάτων οἴεται καὶ τὰς ἄμεινον βεβιω‐ κυίας εἰς θεὸν ἀναπέμπεσθαι καὶ τοῖς ἄστροις ἐγκαταλέγεσθαι. Στωικοὶ δὲ τούτων οὐδὲν προσίενται, ἀλλ’ ἐπειδὰν ἀποχωρισθῶσι τῶν σωμάτων | |
30 | φασὶ τὰς ἀκρατεστέρας καὶ τῶν ἡδέων ἐπιθυμητικὰς αὖθις [ἐφιεμένας τῶν διὰ τῶν σωμάτων ἡδονῶν προσγιγνομένων] ἐγκαταδύεσθαι πάλιν τοῖς σώ‐ μασιν ἐξ ἀρχῆς καὶ μηδέποτε παύεσθαι τούτοις περιπιπτούσας, ἕως ἂν παιδεύσεως τῆς προσηκούσης τύχωσι καὶ τῶν καλῶν εἰς γνῶσιν ἀφικόμεναι χρηστὸν ἕλωνται βίον. καὶ μετὰ τὴν διάλυσιν καὶ τὴν ἀπαλλαγὴν τοῦ | |
35 | σώματος καθ’ αὑτὰς † διαφανεῖς σπουδαίων δεομένων ἰδέας μετελθούσας τὰς | |
ἀγαθὰς καὶ μετὰ ταῦτα διὰ παντὸς οὔσας ταῖς πάλαι οὕτω διακειμέναις. εἶναι δὲ τὰ μέρη τῆς ψυχῆς Πλάτων μὲν τρία νενόμικε λογικὸν θυμικὸν ἐπιθυμητικόν. Ἀριστοτέλης δὲ προσήγαγε καὶ τὸ φυσικόν τε καὶ τὸ ζω‐ τικόν. Στωικοὶ δὲ τέσσαρα μέρη τῆς ψυχῆς εἶναί φασι λογικὸν αἰσθητικὸν | 614 | |
40 | φωνητικὸν σπερματικόν· τινὲς δὲ τὴν ψυχὴν ἁπλῆν καὶ ἀμερῆ τυγχάνειν εἰρήκασιν. οὐδὲν γὰρ ἄλλο τὴν ψυχὴν ὑπολαμβάνουσιν ἢ φρόνησιν ὑπάρχειν, ἣν καὶ νοῦν καὶ νόησιν προσειρήκασι. Μνήσαρχος δὲ τὴν Στωικῶν ὑπόληψιν ἐπικρίνων τὸ φωνητικὸν 〈καὶ〉 τὸ σπερματικὸν περιεῖλεν οἰηθεὶς τῆς αἰσθητικῆς δυνάμεως ταῦτα μετέχειν, μέρη δὲ τῆς ψυχῆς ᾠήθη | |
45 | μόνον τὸ λογικὸν καὶ τὸ αἰσθητικόν, ᾧ καὶ μᾶλλον ἄν τις συγχωρήσειεν εὐλόγως. | |
46 | ||
25 | Περὶ ἰδέας. Ἰδέα ἐστὶν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφεστῶσα καθ’ αὑτήν, εἰκο‐ νίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη. Πλάτων δὲ συγχωρεῖ, ὅσον δυνατόν, τοῖς νοήμασι καὶ ταῖς φαντασίαις ζητεῖν περὶ τοῦ θεοῦ. | |
5 | Ἀριστοτέλης δὲ εἴδη μὲν καὶ ἰδέας ἀπέλιπεν, οὐ μὴν κεχωρισμένας τῆς ὕλης· οἱ δὲ Στωικοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας εἶναι νομίζουσιν. | |
6 | ||
26 | Περὶ ἐλαχίστων. Τῶν τεσσάρων στοιχείων πράγματα βαρύτατα οἷον στοιχεῖα ἀπὸ στοι‐ χείων ἢ ψήγματα νομίζουσιν εἶναί τινες τὰ λεγόμενα ἐλάχιστα. Ἡρά‐ κλειτος δὲ εἰσάγει ταῦτα νοήσει μόνον ληπτά. | |
4 | ||
27 | Περὶ χρωμάτων. Χρῶμά ἐστι ποιότης σώματος ὁρατή. Οἱ Πυθαγόρειοι δὲ χροιὰν | |
καὶ χρῶμα ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος. Ἐμπεδοκλῆς δὲ τὸ τοῖς πόροις τῆς ὄψεως ****** ἀπ’ αὐτῶν σύμμετρα μόρια | 615 | |
5 | ἔχουσαν πρὸς τὴν ὄψιν. Ζήνων δὲ ὁ Στωικὸς τὰ χρώματα ἐπίχρωσιν τῆς ὕλης ὑπέλαβεν. οἱ δὲ ἀπὸ Πυθαγόρου τὰ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν καὶ ἐρυθρὸν νομίζουσιν, τὰς δ’ ἄλλας διαφορὰς παρὰ τὰς ποιὰς μίξεις τῶν στοιχείων, τὰς δὲ τῶν ζῴων παρὰ τὰς τῶν τόπων καὶ τῶν ἀέρων. | |
9 | ||
28 | Περὶ σχημάτων. Σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος. | |
2 | ||
29 | Περὶ μίξεως. Οἱ μὲν παλαιότεροι τὰς τῶν στοιχείων 〈μίξεισ〉 κατ’ ἀλλοίωσιν ἤτοι κρᾶσιν ᾠήθησαν γίγνεσθαι, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν. Ἐμπεδοκλῆς δὲ ἐκ μικροτάτων οἴεται τὰ στοιχεῖα | |
5 | συγκρίνειν. Πλάτων δὲ τὰ μὲν τρία εἶναι * εἰς ἄλληλα λέγει, τὴν δὲ γῆν ἀμετάβλητον μόνην. | |
6 | ||
30 | Περὶ κενοῦ. Οἱ ἀπὸ Πυθαγόρου καὶ οἱ φυσικοὶ πάντες μέχρι Πλάτωνος ἐν τῷ κόσμῳ κενὸν εἶναι λέγουσιν. Λεύκιππος δὲ καὶ Δημόκριτος καὶ Ἐπί‐ κουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει. | |
5 | Οἱ Στωικοὶ δὲ ἐντὸς μὲν τοῦ κόσμου κενὸν οὐδὲν εἶναι νομίζουσιν, ἔξωθεν δ’ αὐτοῦ ἄπειρον. Ἀριστοτέλης δὲ τοσοῦτον εἶναι κενὸν ἔξω τοῦ οὐ‐ ρανοῦ, ὥστ’ ἀναπνεῖν εἰς αὐτὸ τὸν οὐρανόν. ἔνδοθεν γὰρ εἶναι τόπον πύρινον. | |
7 | ||
31 | Περὶ χώρας. Οἱ Στωικοὶ καὶ Ἐπικούρειοι διαλλάττειν τὸν τόπον τῆς χώρας ἐνόμισαν. τὸν μὲν γὰρ τόπον ὑπὸ σώματος κατὰ μέν τι κατέχεσθαι, κατὰ | |
δέ τι οὐδαμῶς. | 616 | |
32 | Εἰ ἓν τὸ πᾶν. Οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον εἰρήκασι καὶ τοῦτον σωματικόν. Ἐμπεδοκλῆς δὲ κόσμον ἕνα, οὐ μέντοι τὸ πᾶν εἶναι κόσμον, ἀλλὰ μικρόν τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην. Πλάτων δὲ κόσμον ἕνα | |
5 | φησὶ καὶ ἓν τὸ πᾶν εἶναι γενητόν *** ἐὰν μὴ πάντα περιέχῃ, 〈ἐκ〉 τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι τοῦτ’ ἔστι τῷ θνητῷ κόσμῳ, ἐὰν μὴ μονογενὴς ᾖ, 〈ἐκ〉 τοῦ μὴ ἔσεσθαι αἰώνιον, εἰ τὸ ἐλλιπές τι ἔχει. | |
7 | ||
33 | Πῶς συνέστηκεν ὁ κόσμος. Συνέστηκε τοίνυν ὁ κόσμος περικεκλεισμένως ἐσχηματισμένος τὸν τρόπον τοῦτον, τῶν βαρυτάτων σωμάτων 〈εἰς τὸ〉 κάτω, τῶν δὲ κουφοτάτων εἰς τὸ ἄνω φερομένων, 〈τῶν〉 δὲ πέριξ ἐκ τούτων συνηρμοσμένων. | |
4 | ||
34 | Πόθεν ἔχομεν ἔννοιαν θεῶν. Ὁρίζονται τὸν θεὸν οἱ Στωικοὶ πνεῦμα νοητὸν οὐκ ἔχον μορφήν, μεταβαλλόμενον δὲ εἰς ὃ βούλεται. ἔχομεν δὲ ἔννοιαν τούτου ἐκ τοῦ κάλλους καὶ μεγέθους τῶν φαινομένων αὐτοῦ δημιουργημάτων. οὐδὲν γὰρ | |
5 | τῶν καλῶν εἰκῆ γεγένηται, ἀλλ’ ὑπὸ δημιουργοῦ σοφοῦ. ὅθεν Εὐριπίδης εἶπεν· ‘ἀστέρες δ’ ἐν οὐρανῷ ποίκιλμα τέκτονος σοφοῦ‘. ἐλάβομεν δὲ ἔννοιαν ἐκ τοῦ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς τῶν ἀστέρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντας ὁμοίους ἀνατέλλειν τοῖς χρώμασι καὶ τοῖς σχήμασιν, ἴσους δὲ καὶ τοῖς μεγέθεσι καὶ κατὰ τόπους τοὺς αὐτοὺς | |
10 | καὶ χρόνους. | |
10 | ||
35 | Περὶ θεοῦ. | |
Ὅσα κατ’ ἀρχὰς περὶ θεοῦ λέγοντες παρολελοίπαμεν, ταῦτα νῦν ἐροῦμεν. τοὺς μὲν τῶν πρότερον πεφιλοσοφηκότων εὕροιμεν 〈ἂν〉 θεοὺς ἠγνοηκότας, ὥσπερ Διαγόραν τὸν Μήλιον καὶ Θεόδωρον τὸν Κυρηναῖον καὶ Εὐή‐ | 617 | |
5 | μερον τὸν Τεγεάτην· οὐ γὰρ εἶναι θεοὺς εἰπεῖν τετολμήκασιν. ἔοικε δὲ ταύτην τὴν ὑπόληψιν Εὐριπίδης † ἐπὶ θεοὺς διὰ δέος τῶν Ἀρεοπαγιτῶν ἐκκαλυμένον τοῦτο δι’ ἕξιν ὑφίστασθαι. Ἀναξαγόρας δὲ τὸν θεὸν ἐπὶ τὸ διατεταχέναι τὸν κόσμον παρειληφὼς ἑστηκότα τὰ σώματα κατ’ ἀρχὰς διακεκοσμηκέναι φησί, νοῦν δ’ εἶναι τὸν πεποιηκότα ταῦτα ὑπέλαβεν. | |
10 | Πλάτων δὲ οὐχ ἑστηκότα ταῦτα ὑπέθετο, ἀτάκτως δὲ κινούμενα ὑπὸ τοῦ θεοῦ εἰς τάξιν ἦχθαι καὶ τοῦ προσήκοντος μετειληφέναι. Θαλῆς δὲ νοῦν τοῦ κόσμου τὸν θεὸν ἡγήσατο. Ἀναξίμανδρος δὲ τοὺς ἀπείρους οὐρανοὺς θεοὺς εἶναι νομίζει. Δημόκριτος δὲ νοῦν ἐν πυρὶ σφαιροειδεῖ τὴν τοῦ κόσμου ψυχὴν ὑπολαμβάνει. Πυθαγόρας δὲ τῶν ἀρχῶν τὴν μονάδα θεὸν | |
15 | καὶ τὸ ἀγαθὸν ᾠήθη, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς. τὴν δ’ ἀόριστον δυάδα μόνην τὸ κακόν, περὶ ἥν ἐστιν ὁ ὁρατὸς κόσμος. καὶ Πλάτωνι μὲν τοῦτο δοκεῖ τὸν θεὸν ἀμιγῆ πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον. Ἀριστοτέλης δὲ τὸν ἀνωτάτω θεὸν εἶδος χωριστὸν ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός· ὅθεν ἐστὶν αἰθέριον σῶμα τὸ μέ‐ | |
20 | γιστον ὑπ’ αὐτοῦ νομιζόμενον, διῃρημένον κατὰ τὰς σφαίρας [διαιρέσεις] τῇ μὲν φύσει ἡμῶν συναφεῖς, τῷ δὲ λόγῳ κεχωρισμένας· ὥστ’ εἶναι ζῷον σύνθετον ἐκ σώματος καὶ θεότητος καὶ τὸ μὲν * αἰθέριον, κινούμενον, κυκλοφορητικόν, τὴν δὲ ψυχὴν λόγον ἀκίνητον, αἴτιον τῆς κινήσεως κατ’ ἐνέργειαν. Οἱ Στωικοὶ δὲ τὸν θεὸν πῦρ ἔντεχνον ἢ πνεῦμα νομίζουσιν, | |
25 | ὁδῷ βαδίζον ἐπὶ κόσμου γένεσιν, ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθ’ οὓς ἕκαστα καθ’ εἱμαρμένην γίνεσθαι, καὶ διήκειν δι’ ὅλου τοῦ κόσμου τὰς προσηγορίας μεταλαμβάνον [τε] κατὰ τὰς τῆς ὕλης δι’ ἧς κε‐ | |
χώρηκε παραλλάξεις. θεοὺς δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν εἶναι νομίζουσιν, τὸ δὲ ἀνώτατον πάντων τὸν νοῦν εἶναι, τὸν θεόν. Ἐπί‐ | 618 | |
30 | κουρος δὲ ἀνθρωποειδεῖς εἶναι τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως· ὁ δὲ αὐτὸς τέτταρας φύσεις κατὰ γένος ἀφθάρτους *** ὁμοιότητας. αὗται λέγονται καὶ ὁμοιομέρειαι καὶ στοιχεῖα τῷ αὐτῷ. | |
33 | ||
36 | Περὶ ἡρώων καὶ δαιμόνων. Θαλῆς μὲν καὶ Πλάτων καὶ Πυθαγόρας καὶ πρὸς τούτοις οἱ Στωικοὶ γιγνώσκουσιν ὁμοίους εἶναι καὶ τούτους οὐσίας ψυχικάς. τοὺς δ’ ἥρωας ψυχὰς κεχωρισμένας τῶν σωμάτων, τὰς μὲν ἀγαθὰς τῶν τὸν βίον | |
5 | διαγαγόντων ἄριστα ἀνθρώπων, κακὰς δὲ τῶν πονηρῶν. Ἐπίκουρος δὲ οὐδέτερον τούτων συγκεχώρηκεν. | |
6 | ||
37 | Περὶ χρόνου. Τὸν χρόνον εἶναι Πυθαγόρας ὑπείληφε τὴν σφαῖραν τοῦ περιέχοντος. Πλάτων δὲ διάστημα τῆς τοῦ κόσμου κινήσεως. Ἐρατοσθένης δὲ τὴν τοῦ κόσμου πορείαν. | |
4 | ||
38 | Περὶ οὐσίας χρόνου. Τοῦ δὲ χρόνου τὴν οὐσίαν οἱ Στωικοὶ ἡλίου τὴν κίνησιν νομίζουσιν. Πλάτων δὲ τὴν πορείαν τούτου. καὶ τινὲς μὲν ἀγένητον τὸν χρόνον εἶναι, Πλάτων δὲ γενητόν. | |
4 | ||
39 | Περὶ γενέσεως καὶ φθορᾶς. Οἱ περὶ Μέλισσον καὶ Ζήνωνα τὸν Ἐλεάτην καὶ Παρμενίδην γέ‐ νεσιν καὶ φθορὰν ἀνῃρήκασιν ἀκίνητον εἶναι τὸ πᾶν ὑπολαβόντες. Ἐμπε‐ δοκλῆς δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν | |
5 | σωμάτων κοσμοποιοῦσι συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐκ οἰκείως. οὐ γὰρ κατὰ ποιὰν ἀλλοίωσιν, ἀλλὰ κατὰ παράθε‐ | |
σιν καὶ συναθροισμὸν γίνεσθαι τὰ πάντα νομίζουσιν. Πυθαγόρας δὲ καὶ ὅσοι παθητὴν 〈τὴν〉 ὕλην ὑποτίθενται, κυρίως γένεσιν καὶ φθορὰν λέγουσι γίγνεσθαι· ἐκ γὰρ ἀλλοιώσεως καὶ τροπῆς στοιχείων καὶ διαλύσεως *** | 619 | |
9 | ||
40 | Περὶ ἀνάγκης. Τὴν ἀνάγκην Θαλῆς ἰσχυροτάτην εἶναί φησι. κρατεῖν γὰρ αὐτὴν τοῦ παντός. Πυθαγόρας δὲ καὶ περικεῖσθαι τῷ κόσμῳ τὴν ἀνάγκην ὑπο‐ λαμβάνει. Παρμενίδης δὲ καὶ Δημόκριτος πάντα κατὰ ἀνάγκην συμ‐ | |
5 | βαίνειν εἰρήκασιν· εἶναι δὲ τὴν αὐτὴν εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν. Πλάτων δὲ τὰ μὲν εἰς πρόνοιαν, τὰ δὲ εἰς ἀνάγκην ἀνάγεται. | |
6 | ||
41 | 〈Περὶ〉 τῆς οὐσίας. Τῶν ἀρχῶν καὶ τῶν στοιχείων αἰτίαν χρηστικὴν τὴν ἀνάγκην Ἐμ‐ πεδοκλῆς ἡγεῖται. Δημόκριτος δὲ τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πλη‐ γὴν τῆς ὕλης. Πλάτων δὲ ὁτὲ μὲν τὴν ὕλην, ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος | |
5 | πρὸς αὐτὴν σχέσιν. | |
5 | ||
42 | Περὶ εἱμαρμένης. Ἡράκλειτος οὐσίαν εἱμαρμένης λόγον διὰ παντὸς διήκοντα. ἡ δὲ εἱμαρμένη ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τῶν πάντων γενέσεως. Πλάτων λόγον ἢ νόμον ἀίδιον τῆς τοῦ παντὸς φύσεως. Χρύσιππος | |
5 | δύναμιν πνευματικήν, τάξιν τοῦ παντὸς διοικητικήν. καὶ πάλιν ἐν τοῖς Ὅροις λέγει τὴν εἱμαρμένην, καθ’ ἣν τὰ μὲν γεγονότα γέγονε, τὰ δὲ γινόμενα γίνεται, τὰ δὲ γενησόμενα γενήσεται. οἱ δὲ ἄλλοι Στωικοὶ εἱρμόν. Ποσει‐ δώνιος δὲ τρίτον ἀπὸ Διός· πρῶτον γὰρ εἶναι τὸν Δία, εἶτα τὴν φύσιν, εἶτα τὴν εἱμαρμένην. | |
9 | ||
43 | Περὶ τύχης. Πλάτων αἰτίαν ἐν προαιρετικοῖς κατὰ συμβεβηκὸς παρακολούθημα. Ἀναξαγόρας δὲ καὶ οἱ Στωικοὶ αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ. καὶ τὰ μὲν εἶναι κατὰ ἀνάγκην, τὰ δὲ καθ’ εἱμαρμένην, τὰ δὲ κατὰ προαίρεσιν, | |
5 | τὰ δὲ κατὰ τύχην, τὰ 〈δὲ〉 κατὰ τὸ αὐτόματον. | 620 |
44 | Περὶ κόσμου. Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς ἕνα τὸν κόσμον. Δημόκριτος καὶ Ἐπί‐ κουρος καὶ ὁ τούτου καθηγητὴς Λεύκιππος ἀπείρους κόσμους ἐν τῷ | |
5 | ἀπείρῳ κενῷ. Ἐμπεδοκλῆς δὲ τὸν τοῦ ἡλίου δρόμον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου. Οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· τὸ μὲν γὰρ ἅπαν εἶναι σὺν τῷ κενῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ εἶναι *** τὸ ὅλον καὶ 〈τὸν〉 κόσμον. | |
8 | ||
45 | Περὶ σχήματος. Οἱ μὲν Στωικοὶ τὸν κόσμον σφαιροειδῆ, ἄλλοι κωνοειδῆ, ἄλλοι κυκλοειδῆ. Ἐπίκουρος ἐνδέχεσθαι τούτων ἕκαστον. | |
3 | ||
46 | Εἰ ἔμψυχος ὁ κόσμος. Οἱ μὲν ἄλλοι πάντες ἔμψυχόν τε τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον. Δημόκριτος δὲ καὶ Ἐπίκουρος ὅσοι τὸ αὐτόματον εἰσάγουσιν, οὐδέτερον τούτων συγχωροῦσι, φύσει δέ τινι ἀλόγῳ διοικεῖσθαι. Ἀριστοτέλης οὔτε | |
5 | ἔμψυχον εἶναι ὅλον δι’ ὅλου 〈οὔτε〉 αἰσθητὸν οὔτε προνοίᾳ διοικούμενον. τὰ μὲν γὰρ οὐράνια τούτων πάντων μετέχειν. σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικούς, τὰ δὲ περίγεια μηδενὸς τούτων μετειληφέναι μήτε προηγου‐ μένως μήτε κατὰ συμβεβηκός. | |
8 | ||
47 | Εἰ ἄφθαρτος ὁ κόσμος. Τὸν Πυθαγόραν καὶ Πλάτωνα ὑπὸ θεοῦ γεγονέναι τὸν κόσμον καὶ πάντας τοὺς διαδεδεγμένους τούτους ὑπολαμβάνειν εἰρήκασιν. καὶ εἶναι μὲν ὅσον ἐπὶ τῇ φύσει φθαρτόν, αἰσθητὸν γὰρ ὑπάρχειν, οὐ μὴν φθαρησό‐ | |
5 | μενον προνοίᾳ τοῦ πεποιηκότος. Ἐπίκουρος δὲ καὶ οἱ Στωικοὶ φθαρτὸν νομίζουσιν, ὅτι γενητός. Ἀριστοτέλης δὲ τὸ ὑπὸ τὴν σελήνην μέρος | |
παθητὸν καὶ φθαρτόν, ἐν ᾧ καὶ περίγεια. | 621 | |
48 | Πόθεν τρέφεται ὁ κόσμος. Ἀριστοτέλης· εἰ τρέφεται, φθαρήσεσθαι νενόμικεν, οὐδέτερον δὲ τούτων τῷ κόσμῳ συμβεβηκέναι. Πλάτων ἐκ τοῦ φθίνοντος κατὰ μετα‐ βολὴν τρέφεσθαι τοῦτόν φησιν. Φιλόλαος ὁ Πυθαγόρειος διττὴν εἶναι τὴν | |
5 | τροφὴν ὑπέλαβεν· τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δ’ ἐξ ὕδατος σε‐ ληνιακοῦ περὶ τοὺς ἀστέρας ἀποχεομένου. | |
6 | ||
49 | Ἀπὸ ποίου στοιχείου ἦρκται ὁ θεὸς κοσμοποιεῖν. Οἱ φυσικοὶ ἀπὸ γῆς ἦρχθαι λέγουσιν αὐτὸν καθάπερ ἀπὸ κέντρου. Πυθαγόρας δὲ ἀπὸ πυρός. Διοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναί φησι, δεύτερον δὲ πῦρ, ἐφ’ ᾧ γῆν ἐξενηνέχθαι, εἶτα ὕδωρ, ἐξ οὗ ἀναθυ‐ | |
5 | μιαθῆναι τὸν ἀέρα. γενέσθαι δὲ τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τὸν δὲ ἥλιον ἐκ τοῦ πυρός. Πλάτων δὲ ὁρατὸν γεγονέναι τὸν κόσμον, ὃν γίγνεσθαι πρὸς παράδειγμα τοῦ νοητοῦ. τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχήν, μετ’ αὐτὴν δὲ τὸ σωματοειδὲς γεγονέναι ἐκ τοῦ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον. Πυθαγόρας σώματα τῶν στερεῶν | |
10 | ᾠήθη, ἅπερ καλεῖ μαθηματικά. ἐκ μὲν γὰρ τοῦ κύβου γεγονέναι τὴν γῆν φησιν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου *** τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν. Πλάτων δὲ συμφέρεται καὶ ἐν τούτοις τῷ Πυθαγόρᾳ. | |
13 | ||
50 | Περὶ τάξεως τοῦ κόσμου. Παρμενίδης στεφάνους εἶναι πεπλεγμένους πρὸς ἀλλήλους τὸν μὲν ἐκ τοῦ ἀραιοῦ, τὸν δὲ ἐκ τοῦ πυκνοῦ· καὶ τὸ περιέχον δὲ τὸ πᾶν στοιχεῖον δίκην στεφάνου στερεοῦ εἶναι, πρῶτον πῦρ, εἶτα αἰθέρα, μεθ’ ὃν ἀέρα μεθ’ ὃν | |
5 | ὕδωρ. Ἐμπεδοκλῆς δὲ μὴ διὰ παντὸς ἑστῶτας μηδὲ ὡρισμένους τόπους | |
τῶν στοιχείων ὑπείληφεν, ἀλλὰ πάντα τῶν ἄλλων ἀντιλαμβάνειν. | 622 | |
51 | Τίς ἡ αἰτία τοῦ τὸν κόσμον κλιθῆναι. Διογένης καὶ Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς συμφῦναι, τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν κλιθῆναι ἴσως ὑπὸ προνοίας, ἵνα τινὰ μὲν ἀοίκητα γένηται, τινὰ δὲ οἰκητὰ | |
5 | κατὰ ψῦξιν καὶ ἐκπύρωσιν. Ἐμπεδοκλῆς τοῦ πυρὸς εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ ἐπικλῖναι τὰς ἄρκτους καὶ τὰ μὲν βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι. | |
7 | ||
52 | Περὶ τοῦ ἐκτός. *** ἐκτὸς εἶναι τοῦ κόσμου, εἰς ὃ ἀναπνεῖν τὸν κόσμον καὶ ἐξ οὗ. οἱ δὲ Στωικοὶ εἰς ὃ ἀναπνεῖν μόνον. Πλάτων δὲ μήτε ἐκτὸς εἶναι τοῦ κόσμου μήτε ἐντὸς κενόν, ἐκτὸς δὲ μικρόν τι εἰς ὃ ἀναπνεῖν. | |
4 | ||
53 | Τίνα δεξιὰ τοῦ κόσμου. Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου ἔφασαν εἶναι τὰ ἑῷα, ἀφ’ ὧν ἀρχὴν εἶναι τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ ἑσπέρια. Ἐμπεδοκλῆς δὲ δεξιὰ εἶναι τὰ κατὰ τῶν θερινῶν τροπικῶν, | |
5 | ἀριστερὰ δὲ τὰ κατὰ τῶν χειμερινῶν. | |
5 | ||
54 | Περὶ οὐρανοῦ. Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτην γῆν εἶναι. Ἐμπεδοκλῆς δὲ στερέμνιον ὑπάρχειν τὸν οὐρανὸν οἴεται ἐξ ἀέρος παγέντος ὑπὸ πυρὸς κρυσταλλοειδοῦς, τό τε πυρῶδες καὶ τὸ ἀερῶδες ἑκάτερα τὰ ἡμισφαίρια | |
5 | περιέχειν. Ἀριστοτέλης ἐκ πέμπτου σώματος πύρινον εἶναι τὸν οὐρανὸν ἐκ θερμοῦ καὶ ψυχροῦ συνεστῶτα. | |
6 | ||
55 | Περὶ διαιρέσεως οὐρανοῦ. Θαλῆς [τὸν οὐρανὸν οὐ] μεμερίσθαι τὴν τοῦ παντὸς σφαῖραν εἰς κύκλους | |
τινὰς προσαγορευομένας ζώνας, καλεῖσθαι δὲ αὐτῶν τὸν μὲν ἀρκτικὸν καὶ ἀει‐ φανῆ, τὸν δὲ τροπικὸν θερινόν, τὸν δὲ χειμερινὸν τροπικόν *** ἀφανῆ. | 623 | |
5 | λοξὸν δὲ τοῖς τρισὶ μέσον τὸν καλουμένον ζῳδιακὸν ὑποβεβλῆσθαι. Πυ‐ θαγόρας δὲ πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, ἣν Οἰνοπίδης ὁ Χῖος ὡς ἐπίνοιαν ἰδίαν σφετερίζεται. | |
7 | ||
56 | Τίς ἡ οὐσία τῶν πλανητῶν καὶ ἀπλανῶν. Θαλῆς ὑπολαμβάνει γεώδη μὲν εἶναι τὰ ἄστρα, ἔμπυρα δέ. Ἐμπε‐ δοκλῆς δὲ πύρινα μόνα. Ἀναξαγόρας δὲ τὸν περικείμενον αἰθέρα ἀέρα πύρινον ᾠήθη, τῇ δὲ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτραν ἀπὸ | |
5 | τῆς γῆς καὶ καταφλέξαντα ταύτην ἠστερικέναι. Διογένης δὲ κισηροειδῆ τὰ ἄστρα λέγει, διάπνοιαν 〈δ’〉 αὐτὰ νοεῖται κόσμου. Πλάτων δὲ ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους εἶναι τοὺς ἀστέρας ὑπολαμβάνει, μετέχοντας δὲ τῶν ἄλλων στοιχείων κόλλης τρόπον. Ξενοφάνης δὲ ἐκ νεφῶν πεπυρω‐ μένων συνεστάναι τοὺς ἀστέρας ἡγεῖται, σβεννυμένους δὲ καθ’ ἑκάστην | |
10 | ἡμέραν ἀναζωπυρεῖσθαι νύκτωρ καθάπερ τοὺς ἄνθρακας. τὰς γὰρ ἀνατολὰς καὶ δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. Ἡρακλείδης δὲ καὶ οἱ Πυθαγό‐ ρειοι ἕκαστον τῶν ἀστέρων κόσμον εἶναι νομίζουσι γῆν περιέχοντα καὶ αἰθέρα ἐν τῷ ἀπείρῳ ἀέρι. ταῦτα δὲ τὰ δόγματα ἐν ἐνίοις Ὀρφικοῖς φέ‐ ρεσθαι λέγουσι κοσμοποιοῦσι τῶν ἀστέρων ἕκαστον. Ἐπίκουρος δὲ οὐδὲν | |
15 | ἀπογιγνώσκει τούτων ἐχόμενος τοῦ ἐνδεχομένου. | |
15 | ||
56a | 〈Περὶ σχημάτων ἀστέρων.〉 Οἱ Στωικοὶ σφαιρικοὺς τοὺς ἀστέρας καθάπερ τὸν κόσμον οἴονται καὶ ἥλιον καὶ σελήνην. Κλεάνθης κωνοειδεῖς. Ἀναξιμένης ἥλιον δίκην καταπεπηγέναι τῷ κρυσταλλοειδεῖ. Ἔνιοι πέταλα πύρινα νομίζουσιν εἶναι | |
5 | ὥσπερ ζῳγραφήματα τοὺς ἀστέρας. | |
5 | ||
57 | Περὶ τάξεως. | |
Ξενοφάνης κατ’ ἐπιφάνειαν οἴεται κινεῖσθαι τοὺς ἀστέρας. Δημό‐ κριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφ’ οἷς ἥλιον καὶ σελήνην. Πλάτων 〈μετὰ〉 τοὺς ἀπλανεῖς πρῶτον λέγει φαίνεσθαι | 624 | |
5 | 〈τὸν〉 τοῦ Κρόνου, δεύτερον φαέθοντα 〈τὸν〉 τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεως, τέταρτον φωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβοντα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἥλιον, ἕβδομον σελήνην. τῶν μαθηματικῶν τινες μὲν, ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον, μετὰ δ’ αὐτὸν τὴν σελήνην. | |
9 | ||
58 | Περὶ τῆς τῶν ἀστέρων κινήσεως. Ἀναξαγόρας καὶ Δημόκριτος καὶ Κλεάνθης ἀπὸ ἀνατολῶν εἰς δυσμὰς φέρεσθαι τοὺς ἀστέρας νομίζουσιν. Ἀλκμαίων καὶ οἱ μαθη‐ ματικοὶ τοὺς ἀστέρας τοὺς πλανήτας ἀπὸ δυσμῶν εἰς ἀνατολὰς ἀντιφέ‐ | |
5 | ρεσθαι τῷ ἡλίῳ. Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον, τὸν φωσφόρον, τὸν στίλβοντα. | |
6 | ||
59 | Πόθεν φωτίζονται οἱ ἀστέρες. Μητρόδωρος ἅπαντας τοὺς ἀστέρας τοὺς ἀπλανεῖς ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι. | |
3 | ||
60 | Περὶ τῶν Διοσκούρων. Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν περιλάμποντα. Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους στιλβηδόνας εἶναι. | |
4 | ||
61 | Περὶ ἐπισημασίας. Πλάτων τὰς ἐπισημασίας τὰς χειμερινὰς καὶ τὰς θερινὰς κατὰ τὰς τῶν ἀστέρων ἐπιτολὰς γίνεσθαι. | |
3 | ||
62 | Περὶ ἡλίου. Ἀναξίμανδρος τὸν κύκλον αὐτοῦ εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς | |
γῆς ἁρματείῳ τροχῷ τὴν ἁψῖδα παραπλησίως ἔχοντα, κοίλην καὶ πλήρη πυρὸς κατὰ μέρος διὰ στενοῦ τὸ πῦρ ὡς δι’ αὐλοῦ πρὸς ἡμᾶς ἐκπέμπεσθαι. | 625 | |
5 | Οἱ Στωικοὶ ἄναμμα νοερὸν ἐκ θαλάσσης. Πλάτων ἐκ πλείστου πυρός. Ἀναξαγόρας καὶ Δημόκριτος καὶ Μητρόδωρος πέτρον ἢ μύδρον διάπυρον. Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ δεχόμενον τοῦ ἐκ κόσμου πυρὸς τὴν εὐαγίαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε τρεῖς εἶναι ἐν τῷ ἡλίῳ διαφοράς· τὸ ἐν τῷ οὐρανῷ πυρῶδες, τὸ ἀπ’ αὐτοῦ πυρο‐ | |
10 | ειδές, τρίτον τὴν ἀπὸ τούτου ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς. Ἐμπε‐ δοκλῆς δύο ἡλίους, τὸ μὲν ἄριστον ἡμισφαίριον, τὸ δὲ φαινόμενον ἀν‐ ταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ. Ἐπίκουρος γήινον κύκλωμα, κιση‐ ροειδῆ καὶ σπογγοειδῆ ταῖς κατατρήσεσιν ἐνημμένον. Ἡράκλειτος ἄναμμα, ἐν μὲν ταῖς ἀνατολαῖς τὴν ἔξαψιν ἔχοντα, τὴν δὲ σβέσιν ἐν | |
15 | ταῖς δυσμαῖς. | |
15 | ||
63 | Περὶ μεγέθους ἡλίου. Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ πόλον ἀφ’ οὗ τὴν ἐκπνοὴν ἔχει ἑπτάκις καὶ εἰκοσαπλασίονα τῆς γῆς. Ἀναξαγόρας πολυπλάσιον τῆς γῆς. Ἐπίκουρος τοιοῦτον, οἷος φαίνεται, ἢ μικρῷ | |
5 | μείζον’ ἢ ἐλάττω. | |
5 | ||
64 | Περὶ σχήματος ἡλίου. Ἀναξιμένης πλατὺν εἶναι τὸν ἥλιον οἴεται ὥσπερ οἷον πέταλον. Ἡράκλειτος φακοειδῆ ὑπόκυρτον. Οἱ Στωικοὶ ὥσπερ τὸν κόσμον καὶ τὰ ἄστρα. Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα. | |
4 | ||
65 | Περὶ τροπῶν ἡλίου. Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθεῖσθαι τὰ ἄστρα. Ἀναξαγόρας ἀπὸ τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος *** τῆς πυ‐ κνώσεως ἰσχυρότερον ποιεῖ. Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν | |
5 | σφαίρας κωλυόμενον μέχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων | |
εἰργόμενον. Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψύχους σβέν‐ νυσθαι. Οἱ Στωικοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διιέναι τὸν ἥλιον· ὠκεανὸν δὲ καὶ τὴν θάλασσαν παρέχειν τῷ ἡλίῳ τροφὴν τὴν αὐτοῦ ὑγρότητα ἔχουσαν ἐν αὐτῷ καὶ τὴν γεώδη ἀναθυμίασιν. | 626 | |
9 | ||
66 | Περὶ ἐκλείψεως ἡλίου. Θαλῆς πρῶτος εἶπεν ἐκλείπειν τὸν ἥλιον τῆς σελήνης αὐτὸν ὑπερ‐ χομένης κατὰ κάθετον οὔσης φύσει γεώδους. Ἀναξίμανδρος τοῦ στό‐ ματος τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου. Ξενοφάνης κατὰ σβέσιν | |
5 | τὴν ἔκλειψιν γίνεσθαι, ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς ἐξάπτεσθαι. παρεισήγαγε δὲ καὶ ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν ἀφανῆ εἶναι. Ἀρί‐ σταρχος κατὰ τῆς γῆς σκιάζεσθαι τὸν δίσκον τοῦ ἡλίου. | |
7 | ||
67 | Περὶ σελήνης. Ἀναξίμανδρος κύκλον εἶναι ἑκκαιδεκαπλασίονα τῆς γῆς. Ξενοφάνης δὲ εἶναι νέφος πεπυρωμένον. οἱ Στωικοὶ μικτὴν εἶναι τὴν σελήνην ἐκ πυρὸς καὶ γεώδους ᾠήθησαν. Πλάτων ἐκ πλείονος πυρός. Ἀναξαγόρας | |
5 | καὶ Δημόκριτος στερέωμα διάπυρον ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας. | |
6 | ||
67a | 〈Περὶ μεγέθους.〉 Οἱ Στωικοὶ μείζονα τῆς γῆς νομίζουσι τὴν σελήνην ὡς καὶ τὸν ἥλιον. Παρμενίδης ἴσην τῷ ἡλίῳ καὶ ἐξ αὐτοῦ φωτίζεσθαι. | |
3 | ||
68 | Περὶ σχήματος. Οἱ Στωικοὶ τὴν σελήνην σφαιροειδῆ ὡς καὶ τὸν ἥλιον νομίζουσιν. Ἡράκλειτος δὲ σκαφοειδῆ. Ἐμπεδοκλῆς δὲ δισκοειδῆ, ἄλλοι δὲ κυ‐ λινδροειδῆ. Σχηματίζεται δὲ ἡ σελήνη ἑπταχῶς· ὅτε γὰρ τίκτεται, δοκεῖ | |
5 | φαίνεσθαι μηνοειδής, 〈εἶτα〉 διχότομος, εἶτ’ ἀμφίκυρτος, εἶτα πανσέληνος, εἶτα πάλιν ἐπαναχωροῦσα αὖθις γίνεται ἀμφίκυρτος, εἶτα διχότομος καὶ τὸ ὕστερον μηνοειδής, εἶτ’ ἀφανὴς κατὰ τὴν καινήν. πλεῖστος γίνεται περὶ αὐτῆς λόγος. λέγεται τοῦτον σχηματίζεσθαι τὸν τρόπον σκιαζούσης ἑκάστοτε τῆς γῆς πρῶτον μὲν κατὰ τὸ μόριον ἑαυτῆς, ποτὲ δὲ κατὰ τὸ παντελὲς ὑπορ‐ | |
10 | ρεούσης τῆς σελήνης εἰς τὸ κοῖλον τῆς γῆς. | 627 |
69 | Περὶ φωτισμοῦ σελήνης. Ἀναξίμανδρος ἴδιον ἔχειν αὐτὴν φῶς εἴρηκεν, ἀραιότερον δέ πως. Θαλῆς δὲ ἀπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην. | |
3 | ||
70 | Περὶ ἐκλείψεως σελήνης. Ἀναξίμανδρος μὲν ὑπέλαβε τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐμ‐ φραττομένου τὴν σελήνην ἐκλείπειν. τῶν Πυθαγορείων δέ τινες κατ’ ἀνταύγειαν καὶ ἀντίφραξιν τῆς τε γῆς καὶ τῆς ἀντίχθονος. Πλάτων δὲ καὶ | |
5 | Ἀριστοτέλης καὶ οἱ Στωικοὶ ἔτι δὲ καὶ οἱ μαθηματικοὶ τὰς μὲν μηνιαίας * συνοδεύουσαν αὐτὴν τῷ ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δὲ ἐκλείψεις σκιαζομένην ὑπὸ τῆς γῆς. | |
7 | ||
71 | Διὰ τί γεώδης φαίνεται ἡ σελήνη. Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην οἴονται διὰ τὸ περιοι‐ κεῖσθαι ταύτην ὑπὸ μειζόνων ζῴων καὶ φυτῶν καὶ καλλιόνων. εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπ’ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν | |
5 | ἀποκρίνοντα· καὶ τὴν ἡμέραν τοσαύτην εἶναι τῷ μήκει. Ἀναξαγόρας ἀνωμαλότητα τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παρα‐ μεμῖχθαι δὲ τῷ πυρώδει τὸ ζοφῶδες. | |
7 | ||
72 | Περὶ τῶν διαστημάτων τῆς σελήνης. Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς. οἱ μαθηματικοὶ ὀκτωκαιδεκαπλάσιον. Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν τῆς γῆς σταδίων μυριάδας τρεῖς καὶ ὀκτάκις μυριάδας, | |
5 | τὴν δὲ σελήνην τῆς γῆς ἀπέχειν σταδίων μυριάδας ἑβδομήκοντα ὀκτώ. | |
5 | ||
73 | Περὶ ἐνιαυτοῦ. Ἐνιαυτὸς μὲν 〈Κρόνου〉 ἐστὶν ἐτῶν τριάκοντα, Διὸς δώδεκα, Ἄρεος δέκα πέντε μηνῶν· σελήνης ἡμέραι τριάκοντα· τοσοῦτος γὰρ ὁ τέλειος. τὸν | |
δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ὀκταετηρίδα τίθενται, οἱ δὲ ἐννεακαιδεκαετηρίδα. | 628 | |
5 | ἕτεροι δὲ ἐν τοῖς ἑξήκοντα ἑνὸς 〈δέουσιν〉. Ἡράκλειτος ἐκ μυρίων ὀκτα‐ κισχιλίων ἐνιαυτῶν ἡλιακῶν. Διογένης ἐκ πέντε καὶ *** ἑπτά. *** † καὶ τῶν κέντρων καὶ τῆς σφαίρας τὴν γῆν νομίζουσι. | |
7 | ||
74 | Περὶ τοῦ γαλαξίου κύκλου. Ὁ γαλαξίας κύκλος ἐστὶ νεφελοειδὴς ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαι‐ νόμενος, διὰ 〈δὲ〉 τὴν λευκόχροιαν ὀνομαζόμενος γαλαξίας. καὶ τῶν Πυ‐ θαγορείων τινὲς ἀστέρος εἶναι διάκαυσιν ἐκπεσόντος ἐκ τῆς ἰδίας ἕδρας, | |
5 | δι’ οὗ περιέδραμε χωρίου γλαφυρώτερον αὐτὸ περικαύσαντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ [διὰ τῆς ἐκείνου παρόδου]. οἱ δὲ τὴν ἡλιακὴν ταύτῃ φασὶ κατ’ ἀρχὰς γεγονέναι δίοδον. τινὲς δὲ τοῦτο μικρὰν εἶναι φαντασίαν τοῦ πλείονος οὐρανίου πυρὸς πρὸς τὸν οὐρανὸν τὰς αὐγὰς ἀνακλῶντος· ὅπερ ἐπὶ τῶν τῆς ἴριδος νεφῶν συμβαίνειν εἴωθεν. Μητρόδωρος διὰ τὴν | |
10 | πάροδον τοῦ ἡλίου καὶ τὸ τῆς δρόσου μῖγμα γαλακτοειδὲς ἀποτελεῖν χρῶμα. Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τόδε τὸ μέρος ἵστασθαι τοῦ οὐ‐ ρανοῦ, ὅταν τὰ ὑπὸ τὴν γῆν ὁ ἥλιος μὴ πάντα περιφωτίζῃ. Δημόκριτος παρὰ πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων εἶναι. Ἀριστοτέλης ὡσπερεὶ κόμην πυρὸς ὑπὸ τὸν ἀέρα καὶ τὸν τόπον πλανη‐ | |
15 | τῶν φαίνεσθαι. Οἱ Στωικοὶ τοῦ αἰθερίου πυρὸς ἀραιότητα ἀνώτερον τῶν πλανητῶν. Ποσειδώνιος πυρὸς σύστασιν. | |
16 | ||
75 | Περὶ κομητῶν καὶ διᾳττόντων ἀστέρων. Ἀπὸ Πυθαγόρου τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ | |
ἀεὶ μενόντων, διά τινος δὲ ὡρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων. ἄλλοι δὲ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον παραπλησίαν | 629 | |
5 | ταῖς κατοπτρικαῖς ἐμφάσεσιν. Ἀναξαγόρας καὶ Δημόκριτος σύνοδον ἀστέρων δυοῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν. Ἀριστοτέλης δὲ τῆς ξηρᾶς ἐκ τῆς γῆς ἀναθυμιάσεως διὰ τὴν ἔμπυρον ἐπίτασιν. Στράτων ἄστρου φῶς [πεπληρωμένον] περιληφθὲν ψυχῇ τινι. Διογένης σημεῖον ἐπὶ τοῦ † σημ῀ ἐπισφαλῶς τινος εἶναι τοὺς κομήτας. Ἀναξαγόρας τοὺς κα‐ | |
10 | λουμένους ᾄττοντας ἀπὸ τοῦ αἰθερίου πυρὸς σπινθῆρος δίκην καταφέρεσθαι καὶ παραυτίκα σβέννυσθαι. Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου ἔμπτωσιν ὡς βέλος πολλάκις σπινθηρίζειν. Ξενοφάνης τὰ τοιαῦτα νεφῶν πεπυρωμένων σύστημα ἢ κίνημα εἶναι. | |
13 | ||
76 | Περὶ βροντῶν καὶ ἀστραπῶν. Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ὑπιόντος, ὅταν περιληφθὲν νέφει παχεῖ βιαζόμενον ἐκπέσῃ τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε ἡ μὲν ῥῆξις τὸν ψόφον ἀποτελεῖ, ἡ δὲ διαστολὴ μελανίαν τοῦ νέφους. Μητρόδωρος | |
5 | ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν θραύσει τὸν κτύπον ποιεῖ, τῇ δὲ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δ’ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ. τοῦ δὲ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν. Ἀναξαγόρας δὲ ὅταν τὸ θερμὸν εἰς ψυχρὸν ἐμπέσῃ (τοῦτο δέ ἐστιν αἰθέριον μέρος 〈εἰσ〉 | |
10 | ἀερῶδες), τῷ μὲν ζόφῳ μελανίαν ἀποτελεῖ, τῷ δὲ χρώματι τοῦ νεφώδους τὴν ἀστραπήν, τῷ δὲ πλήθει τοῦ φωτὸς τὸν κεραυνόν, τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ νεφώδει τὸν πρηστῆρα. Οἱ Στωικοὶ βροντὴν μὲν κρουσμὸν νεφῶν, τὴν δὲ ἀστραπὴν ἔξαψιν ἐκ παρα‐ τρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔλλαμψιν, πρηστῆρα δὲ νωχελεστέραν. | |
15 | Ἀριστοτέλης δὲ ἐξ ἀναθυμιάσεως πάντα τὰ τοιαῦτα συμβαίνειν· ὅταν οὖν ἐντύχῃ τῇ ὑγρᾷ, παραβιάζεται τὴν ἔξοδον, καὶ τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον τῆς βροντῆς γίνεσθαι, τῇ δ’ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπήν, πρηστῆρα δὲ καὶ τυφῶνα πλεονασμῷ τῆς ὕλης, ἣν ἑκάτερος | |
αὐτῶν ἐφέλκεται· θερμότερος μὲν ὁ πρηστήρ, παχύτερος δὲ ὁ τυφών. | 630 | |
77 | Περὶ νεφῶν καὶ χιόνων. Ἀναξιμένης ἔφη συμβαίνειν παχυνθέντος ἐπὶ πλεῖον τοῦ ἀέρος, μᾶλλον δὲ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους, [γίγνεσθαι] χιόνα δέ, ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ παγῇ ὑπὸ ψύξεως, χάλαζαν δέ, ὅταν τι | |
5 | περισυλληφθῇ τῷ ὑγρῷ πνευματικόν. Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς συνίστασθαι τὰ νέφη. Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων. στρογ‐ γυλοῦσθαι τὴν χάλαζαν καὶ τὸν ὑετὸν γίγνεσθαι ἀπὸ τῆς μακροτέρας φορᾶς διὰ τοῦ ἀέρος συμβαινούσης ἀποπληττόμενον. | |
8 | ||
78 | Περὶ ἴριδος. Τῶν μεταρσίων παθῶν τὰ μὲν καθ’ ὑπόστασιν γίγνεται οἷον ὄμβρος χάλαζα, τὰ δὲ κατ’ ἔμφασιν οὐκ ἔχοντα σύστασιν ἰδίαν, ὥσπερ ὅταν καμ‐ πύλας γραμμὰς ὁρῶμεν, τὰ δὲ κατὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων | |
5 | (λεπτομερῆ γὰρ ταῦτα πάντα) καὶ καμπύλας δὲ γραμμάς, ὥσπερ τὰ καθ’ ὕδατος ὁρᾶται· κάμπτεται γὰρ πρὸς τὴν πυκνοτέραν τοῦ ὕδατος ὕλην ἡ ὄψις. διὸ τὴν κώπην ἐν τῇ θαλάττῃ ὁρῶμεν κεκλασμένην. τρίτος δὲ τρό‐ πος τοῦ βλέπειν τὰ ἀνακλώμενα ὥσπερ τὰ κάτοπτρα. ἔστιν οὖν τὸ τῆς ἴριδος εἶδος τοιοῦτον. 〈δεῖ〉 γὰρ ἐπινοῆσαι τὴν ἀναθυμίασιν τὴν ὑγρὰν εἰς | |
10 | νέφος μεταβάλλουσαν, εἶτα ἐκ τούτου κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας δρο‐ σιζούσας μετιοῦσαν· ὅταν ὁ ἥλιος γένηται ἐν δυσμῇ (ἀνάγκη γὰρ πᾶσαν ἶριν ἄντικρυς τοῦ ἡλίου γίγνεσθαι), τότε ἡ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνα‐ κλᾶται, ὥστε συμβαίνειν τὴν ἶριν. εἰσὶ δὲ αἱ ῥανίδες οὐ σχήματος μορφαὶ ἀλλὰ χρώματα φαίνεται. τὸ μὲν γὰρ πρῶτον ἔχει φοινικοῦν, τὸ δὲ δεύτερον | |
15 | ἁλουργὲς καὶ πορφυρίζον, τὸ δὲ τρίτον κυανοῦν καὶ πράσινον. μήποτε τὸ μὲν φοινικοῦν, ὅταν ἡ λαμπρότης τοῦ πυρὸς προσπεσοῦσα ἀνακλᾷ τὸ χρῶμα. τὸ δὲ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον τῆς λαμπηδό‐ νος διὰ τὰς ῥανίδας ἁλουργὲς δοκεῖ. ἔτι δὲ μᾶλλον τὸ δροσίζον μεταβάλ‐ λεται. ἔστι γὰρ τοῦτο δοκιμάσαι δι’ ἔργων· εἰ γάρ τις εἰς τὸ ἀντικρὺ τοῦ | |
20 | ἡλίου λάβῃ ὕδωρ καὶ † πιτύι, αἱ δὲ ῥανίδες ἀνάκλασιν λάβωσι πρὸς τὸν ἥλιον, | |
εὑρήσει ἐγγιγνομένην ἶριν. καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὡς ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν. Ἀναξιμένης δὲ ἶριν γίγνεσθαι νομίζει κατ’ ἀνταυγασμὸν ἡλίου πρὸς νέφει πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῷ. | 631 | |
25 | Μητρόδωρος δὲ ὅταν διὰ νεφῶν ὁ ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος κυανί‐ ζειν, τὴν δ’ αὐγὴν ἐρυθραίνεσθαί φησιν. | |
26 | ||
79 | Περὶ ἀνέμων. Ἀναξίμανδρος οἴεται ἄνεμον εἶναι λύσιν ἀέρος τῶν λεπτοτάτων ἐν αὐτῷ καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου τηκομένων ἢ κινουμένων. Οἱ Στωικοὶ πνεῦμα ἀέρος εἶναι λέγουσιν, ἡγοῦνταί τε τὸν τόπον παραλλαγαῖς τὰς ἐπω‐ | |
5 | νυμίας παραλλάττειν, οἷον τὸν ἀπὸ ζόφου καὶ τῆς δύσεως ζέφυρον ὠνόμα‐ ζον, τὸν ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν ἀπὸ τῆς μεσημβρίας νότον. Μητρόδωρος δὲ ὑδάτων ἀναθυ‐ μίασιν διὰ τὴν ἡλιακὴν ἔκκαυσιν γίγνεσθαι ὁρμὴν πνευμάτων· τοὺς δὲ ἐτησίας πνεῖν τοῦ πρὸς ταῖς ἄρκτοις παχυνθέντος ** τοῦ ἡλίου κατὰ τὴν | |
10 | θερινὴν τροπήν. | |
10 | ||
80 | Περὶ χειμῶνος καὶ θέρους. Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίγνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνώτερον βιαζομένου, θέρος δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κάτω βιάζηται. | |
4 | ||
81 | Περὶ γῆς. Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ μίαν εἶναι τὴν γῆν ὑπολαμβάνουσιν. Τῶν δὲ Πυθαγορείων τινὲς καὶ ταύτην εἶναι καὶ τὴν ἀντίχθονά φασιν. Οἱ Στωικοὶ δὲ γῆν εἶναι μίαν καὶ πεπερασμένην. Μητρόδωρος δὲ τὴν | |
5 | γῆν ὑπόστασιν εἶναι καὶ οἱονεὶ τρύγα τοῦ ἀέρος νομίζει, τὸν δὲ ἥλιον τοῦ πυρός. | |
5 | ||
82 | Περὶ σχήματος γῆς. | |
Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ σφαιροειδῆ τὴν γῆν νομίζουσιν. Ἀναξί‐ μανδρος δὲ λίθῳ κίονι τῇ περιφερείᾳ ἐκ τῶν ἐπιπέδων. Ἀναξιμένης τραπεζοειδῆ. Λεύκιππος τυμπανοειδῆ τῷ πλάτει, κοίλην δὲ τῷ μεγέθει. | 632 | |
4 | ||
83 | Περὶ θέσεως γῆς. Οἱ ἀπὸ Θαλοῦς μέσην τὴν γῆν οἴονται εἶναι. Ξενοφάνης πρῶτον τὴν γῆν εἰς ἄπειρον ἐρριζῶσθαι. Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον. τοῦτο γὰρ εἶναι τοῦ παντὸς αἰτίαν, ἑτέραν δὲ τὴν ἀντίχθονα. | |
5 | τρίτην δὲ τὴν οἰκουμένην ἐξ ἐναντίας κειμένην καὶ περιφερομένην τῇ ἀν‐ τίχθονι. Παρμενίδης [ὁ] πρῶτος ὥρισε τοὺς οἰκουμένους τόπους ὑπὸ τὰς δύο ζώνας τροπικὰς εἶναι τὴν γῆν. | |
7 | ||
84 | Περὶ κινήσεως γῆς. Οἱ μὲν ἄλλοι μένειν τὴν γῆν ὑπολαμβάνουσιν. Φιλόλαος δὲ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι. Ἡρακλείδης δὲ ὁ Ποντικὸς κινητὴν τὴν γῆν, ὡρισμένην ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς περὶ τὸ ἴδιον αὐτῆς κίνημα. | |
4 | ||
85 | Περὶ διαιρέσεως γῆς. Τῶν Πυθαγορείων τινὲς τὴν γῆν ἀναλόγως διῃρῆσθαι τῇ τοῦ παντὸς σφαίρᾳ εἰς πέντε ζώνας, ἀρκτικὴν ἀνταρκτικὴν θερινὴν ** ὧν ἡ μέση τὸ μέσον τῆς γῆς ὁρίζεται διακεκαυμένης, ἡ δὲ οἰκητή ἐστι μέση τῆς θερινῆς | |
5 | καὶ τῆς χειμερινῆς εὔκρατος οὖσα. | |
5 | ||
86 | Περὶ σεισμῶν γῆς. Θαλῆς καὶ Δημόκριτος ὕδατι τὴν αἰτίαν τῶν σεισμῶν προσάπτουσιν. Οἱ Στωικοὶ σεισμὸν εἶναι λέγουσι τὸ ἐκ τῆς γῆς ὑγρὸν εἰς ἀέρα διακρι‐ νόμενον καὶ ἐκπῖπτον. Ἀριστοτέλης δὲ διὰ τὴν τοῦ ψυχροῦ πανταχόθεν | |
5 | ἀντιπερίστασιν κάτωθεν καὶ ἄνωθεν αὐτοῦ περιστάντος· τὸ γὰρ θερμὸν ἀνωτέρω γενέσθαι σπεύδει, ἅτε δὴ κοῦφον 〈ὄν〉. καὶ διὰ τοῦτο ἐν ἀπο‐ λείψει γινόμενον τῆς ὑγρᾶς ἀναθυμιάσεως τῇ ἀντισπάσει καὶ τοῖς ἀνθελιγμοῖς | |
τὸν σεισμὸν ποιεῖ. Πλάτων δὲ ἀκίνητον μὲν εἶναι τὴν γῆν ὑποτίθεται, κατὰ δέ τινας τόπους αὐτῆς τοὺς σεισμοὺς συμβαίνειν τοῦ πνεύματος ἐναπο‐ | 633 | |
10 | κλεισθέντος. | |
10 | ||
87 | Περὶ θαλάττης διὰ τί ἁλμυρά ἐστιν. Ἀναξίμανδρος εἶναί φησι τὴν θάλασσαν τῆς προτέρας ὑγρασίας τὸ λείψανον, ἧς τὸ μὲν πλεῖστον μέρος ἀνεξηραμμένον γλυκύ, τὸ δὲ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν. Ἐμπεδοκλῆς ἱδρῶτα γῆς καιομένης ὑπὸ | |
5 | τοῦ ἡλίου. Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν ὑποσυνιστάμενον γλυκὺ γίγνεσθαι, τὸ δὲ κατὰ περίκαυσιν καὶ ἔκπυρον ἀναθυμίασιν ἁλμυρὸν εἶναι. | |
7 | ||
88 | Πῶς ἀμπώτιδες γίνονται καὶ πλημμυρίαι. Ἀριστοτέλης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινεῖσθαι καὶ περιφέρεσθαι, ὑφ’ ὧν ἐμβαλόντων ἐνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ κατασκευάζειν τὰς πλημμυρίας, ληγόντων δὲ ἀντιπερισπωμένην ὑπο‐ | |
5 | βαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν. Εὐθυμένης ὁ Μασσαλιώτης τῇ πλη‐ ρώσει τῆς σελήνης τὰς πλημμυρίας γίνεσθαι, τῇ δὲ ἐκλείψει τὰς ἀμπώτι‐ δας. Τιμόθεος τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται προωθοῦντας μὲν τὰς ἐφόδους καὶ πλημμυρίαν ποιοῦντας, ληγόντων δὲ τὰς ἀμπώτιδας γίγνεσθαι. | |
9 | ||
89 | Περὶ ἀναβάσεως τοῦ Νείλου. Θαλῆς τοὺς ἐτησίους ἀνέμους αἰτιᾶται πνέοντας τῇ Αἰγύπτῳ * καὶ τῇ παροιδήσει τοῦ ἀντιπαρήκοντος πελάγους ἀντικόπτεσθαι καὶ πληροῦσθαι τὸν Νεῖλον. Εὐθυμένης ὁ Μασσαλιώτης ἐκ τοῦ ὠκεανοῦ καὶ τῆς ἔξωθεν | |
5 | θαλάττης πλημμυρεῖν τὸν ποταμὸν οἴεται. Ἀναξαγόρας ἐκ τῆς χιόνος τῆς ἐν τῇ Αἰθιοπίᾳ τηκομένης μὲν τῷ θέρει, ψυχομένης δὲ τῷ χειμῶνι. Δημόκριτος χιόνος τῆς 〈ἐν〉 τοῖς προσαρκτικοῖς μέρεσιν ὑπὸ θερινὰς τρο‐ πὰς ἀναλυομένης νέφη ἐκ τῶν ἀτμῶν πληροῦσθαι καὶ συνελαυνόμενα πρὸς τὴν μεσημβρίαν καὶ τὴν Αἴγυπτον ὑπὸ τῶν ἐτησίων ἀνέμων ἀποτελεῖν | |
10 | ῥαγδαίους ὄμβρους, ὑφ’ ὧν ἐγείρεσθαι τὸν Νεῖλον. Ἡρόδοτος ἴσον μὲν φέρεσθαι 〈θέρουσ〉 καὶ χειμῶνος ἐκ τῶν πηγῶν, φαίνεσθαι δὲ ἐλάττονα τοῦ χειμῶνος διὰ τὸ ἐν τούτῳ τῷ καιρῷ πλησίον ὄντα τὸν ἥλιον τῆς Αἰγύπτου ἐξατμίζειν τὰ νάματα. | 634 |
13 | ||
90 | Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ. Κατὰ τοὺς Στωικοὺς αἴσθησίς ἐστιν ἀντίληψις αἰσθητοῦ· ἀντίληψις δὲ πολλαχῶς λέγεται. ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία καταληπτικὴ καὶ αἰσθητικὴ καὶ αὐτὸ τὸ ἡγεμονικόν, ἀφ’ οὗ | |
5 | πᾶσα αἰσθητὴ βία γίγνεται. πάλιν τὰ πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ τοιαῦτα ἀνατεταμένα. Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός· ἡ μὲν γὰρ δύναμις ψυχῆς, τὰ δὲ ὄργανα σώματος. ἄμφω δὲ συνελθόντα ἀντιλαμβάνεσθαι τῶν ἔξωθεν. Λεύκιππος καὶ Δημόκριτος τὴν αἴσθησιν εἰδώλων πρόσθεν προσιόντων. | |
9 | ||
91 | Εἰ ἀληθὴς ἡ αἴσθησις καὶ ἡ φαντασία. Οἱ Στωικοὶ τὰς αἰσθήσεις μὲν ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς, τὰς δὲ ψευδεῖς· καὶ αἱ μὲν αἰσθήσεις μοναχῶς ψευδοποιοῦνται καὶ τὰ νοήματα διττῶς. καὶ γὰρ αἰσθητῶν ἐστι φαντασία καὶ νοητῶν. | |
4 | ||
92 | Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ νόησις καὶ ὁ κατὰ διάθεσιν λογισμός. Οἱ Στωικοί φασιν· ὅταν ἄνθρωπος γένηται, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς αὐτοῦ ὥσπερ χάρτην εὔεργον εἰς ἀπογραφήν· εἰς τοῦτο οὖν μία | |
5 | ἑκάστη τῶν διανοιῶν αἰσθήσεις ἐναπογράφει τῆς αὑτοῦ φαντασίας. ὅταν δὲ ὁμοειδεῖς πολλαὶ μνῆμαι φαντασιῶν γένωνται, τότε φαμὲν ἔχειν 〈ἐμπειρίαν〉. ἐμπειρία γάρ ἐστιν ὁμοειδῶν φαντασιῶν πλῆθος. τῶν δ’ ἐννοιῶν 〈αἱ〉 μὲν φυσικῶς γίγνονται κατὰ τοὺς εἰρημένους τρόπους καὶ οὐ τεχνικῶς, αἱ δὲ δι’ | |
ἡμετέρας ἐπιμελείας καὶ διδασκαλίας. αὗται δὲ καὶ ἔννοιαι καλοῦνται μόναι | 635 | |
10 | καὶ προλήψεις· ὁ δὲ λόγος, καθ’ ὃν προσαγορευόμεθα λογικοί, ἐκ τῶν προ‐ λήψεων συμπληροῦσθαι μὲν λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. τοῦτο γάρ ἐστι νόημα φαντασίας, διάνοια λογικοῦ ζῴου. τὸ γὰρ φάντασμα ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, ἐννόημα καλεῖται εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ· διόπερ ὅσα τοῖς ἀλόγοις ζῴοις προσπίπτει, φαντάσματα μόνον ἐστίν, ὅσα δὲ | |
15 | ἡμῖν καὶ τοῖς θεοῖς, ταῦτα κατὰ γένος καὶ κατ’ εἶδος νοήματα. | |
15 | ||
93 | Περὶ φαντασιῶν. Χρύσιππός φησι διαφέρειν ἀλλήλων τέτταρα ταῦτα φαντασίαν φαν‐ ταστὸν φανταστικὸν φάντασμα. φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γινόμενον καὶ ἐνδεικνύμενον αὐτό τε καὶ τὸ πεποιηκός· οἷον ἐπειδὰν ἴδωμεν | |
5 | τὸ λευκόν, ὅ ἐστι πάθος, ἐγένετο τῇ ψυχῇ ἐναλλακτικὸν τοῦ πεπονθότος· εἴρηται δὲ φαντασία ἐκ τοῦ φαίνεσθαι αὐτήν τε καὶ τὸ πεποιηκός, ὅπερ ἐστὶ φανταστόν· οἷον τὸ λευκὸν καὶ εἴ τι ἄλλο διὰ τῶν αἰσθήσεων δύναται κινεῖν τὴν ψυχὴν φανταστόν ἐστι, φανταστικὸν δὲ διάκενος ἑλκυσμὸς πάθος ἐν ψυχῇ ἀπ’ οὐδενὸς φανταστοῦ 〈ὡσ〉 σκιομαχοῦντος. φάντασμα δέ ἐστιν | |
10 | ἐφ’ ὃ ἑλκόμεθα κατὰ τὸν φανταστικὸν διάκενον ἑλκυσμόν· ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολώντων ὥσπερ ἐπὶ Ὀρέστου καὶ τοῦ παρ’ Ὁμήρῳ Θεο‐ κλυμένου. | |
12 | ||
94 | Περὶ τοῦ πῶς ὁρῶμεν. Δημόκριτος καὶ Ἐπίκουρος κατ’ εἰδώλων εἴσκρισιν οἴονται τὸ ὁρᾶν συμβαίνειν. ἕτεροι κατ’ ἀκτίνων ἔκχυσιν, μετὰ 〈τὴν πρὸσ〉 τὸ προ‐ κείμενον ἔνστασιν πάλιν ὑποστραφείσης τῆς ὄψεως. Ἐμπεδοκλῆς τοῖς εἰ‐ | |
5 | δώλοις τὰς ἀκτῖνάς φησιν ἐφ’ ἑκατέρου τῶν ὀφθαλμῶν ἀποτεινομένου τοῖς πέρασιν αὐτῶν οἷον χειρῶν ἐπαφαῖς περικαθαπτούσαις τοῖς ἐκτὸς σώμασι τὴν αἴσθησιν πρὸς τὸ ὁρᾶν προσάγειν. Πλάτων κατὰ συναυγασμὸν τοῦ ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὅμοιον ἀέρα. | |
8 | ||
95 | Περὶ κατόπτρων. | |
Δημόκριτος καὶ Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατ’ εἰδώλων ἐπιστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφ’ ἡμῶν, συνίστασθαι δὲ ἐπὶ τοῦ κατόπτρου κατὰ ἀντιστροφήν. οἱ ἀπὸ Πυθαγόρου κατὰ τὰς ἀντα‐ | 636 | |
5 | νακλάσεις τῆς ὄψεως. φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληγεῖσαν ὑποστρέφειν. | |
6 | ||
96 | Εἰ ὁρατὸν τὸ σκότος. Οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος ὑπολαμβάνουσιν· ἐκ γὰρ τῆς ὄψεως ἐξικνεῖσθαι εἰς 〈αὐτὸ〉 αὐγήν. καὶ οὐ ψεύδεται ἡ ὅρασις· βλέπεται γὰρ ὑπ’ αὐτῆς τὸ σκότος, προέρχονται δὲ ἐκ τῆς ὄψεως ἀκτῖνες ὁμιχλώδεις· | |
5 | Τὸ μὲν σκότος συνάγει πως καὶ συγκρίνει τὴν ὅρασιν καὶ ἀμβλύνει, τὸ δὲ φῶς διακρίνει καὶ ποδηγεῖ τὴν ὅρασιν ἡμῶν ἐπὶ τὰ ὁρατὰ διὰ τοῦ μεταξὺ ἀέρος. διὰ τοῦτο μὴ ὁρᾶν ἡμᾶς ἐν τῷ σκότει ἀλλ’ αὐτὸ μόνον τὸ σκότος. | |
7 | ||
97 | Περὶ ἀκοῆς. Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίγνεσθαι κατὰ ἔμπτωσιν τῶν πνευμάτων τῷ χονδρώδει, ὅπερ φησὶν ἐξηρτῆσθαι ἐκ τοῦ ὠτὸς κώδωνος τρόπον αἰω‐ ρούμενον καὶ τυπτόμενον. Ἀλκμαίων ἀκούειν ἡμᾶς φησι τῷ κενῷ τοῦ | |
5 | ὠτός. τοῦτο γὰρ εἶναι τὸ περιηχοῦν κατὰ τὴν τοῦ πνεύματος εἰσβολήν· πάντα γὰρ τὰ κενὰ ἠχεῖν. Διογένης τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου. Πλάτων πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ ἀέρα, τοῦτον δ’ ἀνα‐ κλᾶσθαι εἰς τὸ ἡγεμονικὸν καὶ γίνεσθαι τῆς ἀκοῆς τὴν αἴσθησιν. | |
8 | ||
98 | Περὶ ὀσφρήσεως. Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ φησὶν εἶναι τὸ ἡγεμονικόν· τούτῳ οὖν ὀσφραίνεσθαι ἕλκοντος διὰ τῶν ἀναπνοῶν τὰς ὀσμάς. Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ πνεύμονος συνεκκρίνεσθαι ὥσπερ ἐπὶ τῶν ῥευμα‐ | |
5 | τιζομένων. | |
5 | ||
99 | Περὶ γεύσεως. | |
Ἀλκμαίων οἴεται τῷ ὑγρῷ τῷ ἐν τῇ γλώττῃ κρίνεσθαι τοὺς χυμούς. Διογένης τῇ ἀραιότητι καὶ διὰ τὸ συνάπτειν τὰς διὰ τοῦ σώματος εἰς αὐτὴν φλέβας διαχεῖσθαι τοὺς χυμοὺς ἑλκομένους εἰς τὴν αἴσθησιν καὶ | 637 | |
5 | τὸ ἡγεμονικὸν καθάπερ ἀπὸ σπογγιᾶς. | |
5 | ||
100 | Περὶ φωνῆς. Πλάτων φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ διανοίας ἠγμένον καὶ πληγὴν ἀέρος διὰ τῶν ὤτων ἐγκεφάλῳ καὶ στόματι μέχρι ψυχῆς δια‐ διδομένην. Οἱ δὲ Στωικοί φασι τὸν ἀέρα μὴ συγκεῖσθαι ἀπὸ θραυσμάτων, | |
5 | ἀλλὰ συνεχῆ δι’ ὅλου μηδὲ κενόν· ἐπειδὰν πληγῇ τῷ πνεύματι, κυματοῦται κατὰ κύκλους εἰς ἄπειρον, ἕως πληρώσῃ τὸν περικείμενον ἀέρα, ὡς τῆς κο‐ λυμβήθρας· τῆς πληγείσης λίθῳ ’κινουμένης καὶ κυκλοειδῶς καὶ σφαιροειδῶς. Ἀναξίμανδρος τὴν φωνὴν γίνεσθαι πνεύματος ἐμπεσόντος μὲν στερεμνίῳ ἀέρι, τῇ δ’ ὑποστροφῇ τῆς πλήξεως μέχρι τῶν ἀκοῶν προσενεχθόντος, καθὸ | |
10 | καὶ τὴν λεγομένην ἠχὼ γίγνεσθαι. | |
10 | ||
101 | Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἦχος γίνεται. Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης ἀσώματον εἶναι τὴν φωνὴν ὑπολαμβάνουσιν. οὐ γὰρ τὸν ἀέρα, τὸ δὲ περὶ τὸν ἀέρα καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν πληγὴν γίνεσθαι φωνήν. Οἱ δὲ Στωικοὶ σῶμα | |
5 | εἶναι τὴν φωνήν. πᾶν γὰρ τὸ δρῶν ἢ ποιοῦν σῶμα εἶναι· καὶ γὰρ ἡ φωνὴ καὶ δρᾷ καὶ ποιεῖ, ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης· πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστιν· κηλεῖ δὲ ἡμᾶς εὔμουσος φωνή. | |
7 | ||
102 | Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχή. Οἱ Στωικοί φασιν εἶναι τῆς ψυχῆς μέρος ἀνώτατον τὸ ἡγεμονικόν, ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἐστί τινα τείνοντα ἐπὶ τὰ ἄλλα μέρη τῆς ψυχῆς, ἃ ποιεῖ τὴν αἴσθησιν ἐνεργεῖν· διόπερ ὅρασιν λέγουσι πνεῦμα διατεῖνον ἀπὸ | |
5 | ἡγεμονικοῦ μέχρι ὀφθαλμῶν, ἀκοὴν δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῶν ὤτων· τῶν δὲ λοιπῶν τὸ μὲν σπερματικόν, ὅπερ καὶ αὐτὸ πνεῦμά | |
ἐστι, διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ ***** φωνητικόν, ὅπερ ἐστὶ τὸ πνεῦμα διατεῖνον ἀπὸ ἡγεμονικοῦ μέχρι φάρυγγος καὶ γλώττης, αὐτὸ δὲ τὸ ἡγεμονικὸν εἶναι ἐν τῇ σφαιροειδεῖ κεφαλῇ. | 638 | |
9 | ||
103 | Περὶ ἀναπνοῆς. Ἀσκληπιάδης αἰτίαν τῆς ἀναπνοῆς εἶναί φησι τὴν ἐν τῷ θώρακι λεπτομέρειαν, πρὸς ἣν τὸν ἔξωθεν ἀέρα ῥεῖν τε καὶ καθαίρεσθαι παχυμερῆ ὄντα, πάλιν δὲ ἀπωθεῖσθαι μηκέτι τοῦ θώρακος τοιοῦτόν τι ὑποστέγοντος. | |
5 | ὑπολειπομένου δέ τινος ἐν τῷ σώματι ὑπὸ λεπτομεροῦς ἀεὶ βραχέος (οὐ γὰρ ἅπαν ἐκκρίνεσθαι) καὶ πρὸς τοῦτο πάλιν τὸ ὑποκείμενον ἡ βαρύτης τοῦ ἐκτὸς ἀντεπιφέρεται· ταῦτα δὲ σικύαις ἀπεικάζει. τὴν δὲ κατὰ προ‐ αίρεσιν ἀναπνοὴν γίνεσθαι συναγομένων τῶν ἐν τῷ πνεύμονι πόρων· ταῦτα γὰρ τῇ ἡμετέρᾳ προαιρέσει ὑπακούειν. Ἡρόφιλος δὲ δύναμιν ἀπολείπει | |
10 | περὶ τὰ σώματα κινητικὴν ἐν νεύροις καὶ ἐν ἀρτηρίαις καὶ μυσί· τὸν οὖν πνεύμονα νομίζει προορέγεσθαι διαστολῆς τε καὶ συστολῆς. φυσικὴν ἐνέρ‐ γειαν μὲν οὖν εἶναι τοῦ πνεύμονος τὴν ἔξωθεν τοῦ πνεύματος ὁλκήν, ὑπὸ δὲ τῆς πληρώσεως τῆς ἔξωθεν γιγνομένης ἐφέλκεσθαι μὴ δυνάμενον εἰς τὸν θώρακα τὸ περιττὸν ἀναπέμπειν, τὸν δὲ εἰς τὸν ἔξωθεν ἀέρα ἀπωθεῖν. | |
14 | ||
104 | Περὶ παθῶν. Ἐπίκουρος τὰ πάθη καὶ τὰς αἰσθήσεις ἐν τοῖς πεπονθόσι τόποις, τὸ δὲ ἡγεμονικὸν ἀπαθὲς εἶναι νομίζει. Στράτων δὲ καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὰς αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ, οὐκ ἐν τοῖς πεπονθόσι τόποις, | |
5 | συνίστασθαι * τῶν δεινῶν καὶ τῶν ἀλγεινῶν τὴν ἐνέργειαν. | |
5 | ||
105 | Περὶ μαντικῆς. Πλάτων καὶ οἱ Στωικοὶ τὴν μαντικὴν εἰσάγουσι· καὶ γὰρ θεό‐ πεμπτον εἶναι, ὅπερ ἐστὶν ἐνθεαστικὸν καὶ κατὰ τὸ θειότατον τῆς ψυχῆς, ὅπερ ἐστὶν ἐνθουσιαστικόν, καὶ τὸ ὀνειροπολικὸν καὶ τὸ ἀστρονομικὸν καὶ | |
5 | τὸ ὀρνεοσκοπικόν. Ξενοφάνης καὶ Ἐπίκουρος ἀναιροῦσι τὴν μαντικήν. Πυθαγόρας δὲ μόνον τὸ θυτικὸν οὐκ ἐγκρίνει. Ἀριστοτέλης καὶ Δι‐ καίαρχος τοὺς ὀνείρους εἰσάγουσιν, ἀθάνατον μὲν τὴν ψυχὴν οὐ νομίζον‐ | |
τες, θείου δέ τινος μετέχειν. | 639 | |
106 | Πῶς οἱ ὄνειροι γίνονται. Δημόκριτος ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώλων παρατηρήσεις. Στράτων· ἄλλη τις φύσις τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μὲν τῆς ψυχῆς γινομένης, δι’ αὐτὸ δὲ τοῦτο γνωστικῆς γινομένης. Ἡρόφιλος | |
5 | τῶν ὀνείρων τοὺς μὲν θεοπέμπτους κατ’ ἀνάγκην γίγνεσθαι, τοὺς δὲ φυ‐ σικοὺς εἰδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον αὐτῇ καὶ τὸ πάντως ἐσό‐ μενον· τοὺς δὲ συγκριματικοὺς αὐτομάτως κατ’ εἰδώλων πρόσπτωσιν, ὅταν ἃ βουλόμεθα βλέπωμεν· * φιλούντων γίγνεται τὰς ἐρωμένας ἐρώντων ἐν ὕπνοις. | |
8 | ||
107 | Περὶ οὐσίας σπέρματος. Ἀριστοτέλης σπέρμα εἶναί φησι *** κινεῖν ἑαυτὸ πρὸς τὸ ἀπο‐ τελέσαι τὸ τοιοῦτον, οἷόν ἐστιν ἐξ οὗ συνεκρίθη. Πυθαγόρας ἀφρὸν τοῦ χρηστοτάτου αἵματος ἢ περίττωμα τῆς τροφῆς. Ἀλκμαίων ἐγκεφάλου | |
5 | μέρος. Πλάτων τοῦ νωτιαίου μυελοῦ ἀπόρροιαν. Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα. Δημόκριτος ἀφ’ ὅλων τῶν σωμάτων καὶ τῶν κυ‐ ριωτάτων μερῶν οἷον τῶν σαρκικῶν ὀστῶν ἰνῶν. | |
7 | ||
108 | Εἰ σῶμα τὸ σπέρμα. Λεύκιππος καὶ Ζήνων σῶμα εἶναι· ψυχῆς γὰρ εἶναι ἀπόσπασμα. Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης ἀσώματον μὲν εἶναι τὴν δύναμιν τοῦ σπέρματος, σωματικὴν δὲ ὕλην τὴν προχεομένην. Στράτων | |
5 | καὶ Δημόκριτος κατὰ δύναμιν εἶναι σωματικήν. | |
5 | ||
109 | Εἰ καὶ αἱ θήλειαι προΐενται σπέρμα. Πυθαγόρας καὶ Δημόκριτος καὶ Ἐπίκουρος καὶ τὸ θῆλυ προΐεσθαι σπέρμα. ἔχει γὰρ παραστάτας ἀπεστραμμένους. διὰ τοῦτο ὀρεκτικῶς ἔχει περὶ τὰς χρήσεις. Ἀριστοτέλης καὶ Ζήνων καὶ ὕλην μὲν ὑγρὰν προΐεσθαι | |
5 | καὶ ἀπὸ τῆς γυμνασίας ἱδρῶτας, οὐ μὴν σπέρμα πεπτικόν. | 640 |
110 | Πῶς αἱ συλλήψεις γίνονται. Ἀριστοτέλης ὑπολαμβάνει τὰς συλλήψεις γίγνεσθαι προελκομένης ὑπὸ τῆς καθάρσεως τῆς μήτρας, τῶν δὲ καταμηνίων ἐπισπωμένων ἀπὸ παντὸς τοῦ σώματος μέρος τι τοῦ καθαροῦ αἵματος, ὡς συμβαίνειν τὸν τοῦ | |
5 | ἄρρενος γόνον. μὴ γίγνεσθαι τὰς κυήσεις παρ’ ἀκαθαρσίαν μήτρας ἢ ἐμ‐ πνευμάτωσιν ἢ φόβον ἢ λύπην ἢ ἀσθένειαν τῶν γυναικῶν ἢ δι’ ἀτονίαν τῶν ἀνδρῶν. | |
7 | ||
111 | Πῶς ἄρρενα γίνεται καὶ θήλεα. Ἐμπεδοκλῆς οἴεται καὶ Ἀσκληπιάδης ἄρρενα καὶ θήλεα γίγνεσθαι παρὰ θερμότητα καὶ ψυχρότητα· ὅθεν ἱστορεῖται τοὺς μὲν πρώτους ἄρρενας ἀπὸ ἀνατολῆς καὶ μεσεμβρίας γίγνεσθαι ἐκ τῆς γῆς, τὰ δὲ θήλεα πρὸς | |
5 | ταῖς ἄρκτοις. Παρμενίδης δ’ ἀντιστρέφει, πρὸς ταῖς ἄρκτοις ἄρρενα γίγνεσθαι, τοῦ 〈γὰρ〉 πυκνοῦ μετέχειν πλείονος, τὰς δὲ πρὸς τὰς μεσημβρίας δι’ ἀραιότητα. Ἱππῶναξ δὲ εἰ μὲν ἡ γονὴ κρατήσειεν, ἄρρεν, εἰ δὲ ἡ ὕλη, θῆλυ. | |
8 | ||
112 | Πῶς τέρατα γίνεται. Ἐμπεδοκλῆς νομίζει σπέρματος ἔλλειμα παρὰ τὴν τῆς κινήσεως ταραχὴν ἢ παρὰ τὴν εἰς πλείω διαίρεσιν ἢ παρὰ ἀπόπνευσιν τέρατα γίγνεσθαι. Στράτων παρὰ πρόσθεσιν ἢ ἐμπνευμάτωσιν. Τῶν ἰατρῶν δέ τινες παρὰ | |
5 | τὸ διεστράφθαι τὴν μήτραν ἐμπνευματουμένην. | |
5 | ||
113 | Διὰ τί πολλάκις γυνὴ συνουσιάζουσα οὐ συλλαμβάνει. Διοκλῆς ὁ ἰατρὸς παρὰ θερμασίαν ἢ παρὰ ψῦξιν ἢ ὑγρασίαν ἢ ξηρό‐ τητα ἢ πλεονασμὸν ἢ ἔνδειαν ἢ παράλυσιν τῶν μορίων. Οἱ Στωικοὶ | |
παρὰ λοξότητα τοῦ μορίου μὴ δυναμένου εὐθυβολεῖν τὸν γόνον, ἢ διὰ τὸ | 641 | |
5 | ἀσύμμετρον τῶν μορίων. Ἐρασίστρατος παρὰ τὴν μήτραν, ὅταν τύλους ἔχῃ ἢ σάρκας ἢ εὐρυτέρα ἢ μικροτέρα τυγχάνῃ οὖσα. | |
6 | ||
114 | Πῶς δίδυμα γίνεται. Ἐμπεδοκλῆς οἴεται δίδυμα καὶ τρίδυμα γίγνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος. Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφορὰν ὥσπερ τὰς κριθὰς τὰς διστίχους καὶ τριστίχους. Ἐρασίστρατος | |
5 | διὰ τὰς ἐπισυλλήψεις γίνεσθαι. Οἱ Στωικοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους· ὅταν γὰρ πρῶτον καὶ δεύτερον ἐμπέσῃ τὸ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ διδύμους καὶ τριδύμους. | |
7 | ||
115 | Πόθεν γίνονται τῶν γονέων ὁμοιώσεις καὶ τῶν προγόνων. Ἐμπεδοκλῆς ὁμοιότητα οἴεται γίγνεσθαι κατ’ ἐπικράτειαν τῶν σπερμάτων, ἀνομοιότητα δέ, ὅταν μὲν ἀπὸ τῶν δεξιῶν μερῶν τῆς μήτρας τὸ σπέρμα ἀποκριθῇ τοῖς πατράσιν, ὅταν δὲ ἀπὸ τοῦ ἀριστεροῦ ταῖς μη‐ | |
5 | τράσιν. Οἱ Στωικοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὸ σπέρμα καὶ τὰς ὁμοιομερείας ἀναπλάττεσθαι ἐξ αὐτῶν τοὺς τύπους καὶ χαρακτῆρας, ὡς ζῳγραφία ἀπὸ τῶν ὁμοίων χρωμάτων, ὁμοιότητα τοῦ τικτομένου. προίεσθαι δὲ καὶ τὴν γυναῖκα σπέρμα, κἂν ἐπικρατῇ 〈τὸ〉 τῆς γυναικός, ὅμοιόν ἐστι τῇ μητρί. | |
9 | ||
116 | Πῶς ἄλλοις ὅμοια γίνεται τὰ γεννώμενα. Οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ ἐκ τοῦ αὐτομάτου, ὅταν διαψυγῇ τὸ σπέρμα καὶ τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός, ἀνόμοια γίνεσθαι. Ἐμπεδοκλῆς τῇ κατὰ τὴν σύλληψιν ὄψει τε καὶ φαντασίᾳ τῆς γυναικὸς | |
5 | μορφοῦσθαι τὰ βρέφη· πολλάκις γὰρ ἀνδριάντων καὶ εἰκόνων ἠράσθησαν καὶ ὅμοια τούτοις τετόκασιν. Οἱ Στωικοὶ κατὰ συμπάθειαν τῆς διανοίας | |
καὶ ῥευμάτων καὶ ἀκτίνων εἴσκρισιν γίγνεσθαι τὰς ὁμοιότητας. | 642 | |
117 | Πῶς στεῖραι γίνονται γυναῖκες καὶ ἄνδρες ἄγονοι. Οἱ ἰατροὶ στείρας φασὶ γίγνεσθαι παρὰ τὸ τὴν μήτραν στενωτέραν εἶναι ἢ ἀραιοτέραν ἢ διάστροφον ἔχειν τὸν σχηματισμὸν ἢ παρὰ τὸ παρέπεσθαι δυσκρασίαν μοχθηράν. Διοκλῆς δι’ ἀτονίαν τῶν ἀνδρῶν ἢ διὰ τὸ μηδ’ | |
5 | ὅλως προΐεσθαι γονὴν ἢ παρὰ τὸ ἔλαττον εἶναι τοῦ δέοντος ἢ παρὰ τὸ ἄγονον εἶναι καὶ καθάπερ ἔκλυσιν τῶν μορίων. Οἱ Στωικοὶ αἰτιῶνται τὰς συμφύτους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας. | |
7 | ||
118 | Διὰ τί αἱ ἡμίονοι στεῖραι. Ἀλκμαίων τῶν ἡμιόνων τοὺς ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς σαρκὸς καὶ ψυχρότητα, τὰς δὲ θηλείας παρὰ τὸ ἄνω μὴ ἀνακύπτειν τὰς μήτρας. Ἐμπεδοκλῆς δὲ διὰ τὴν σμικρότητα καὶ στενότητα τῆς μήτρας | |
5 | ἀπεστραμμένως προσπεφυκυίας τῇ σαρκί. Διοκλῆς δὲ μαρτυρεῖ λέγων πολλάκις ἑωρακέναι τοιαύτην μήτραν ἐν ταῖς ἀνατομαῖς τῶν ἡμιόνων καὶ ἐνδέχεσθαι διὰ τὰς τοιαύτας αἰτίας καὶ τὰς γυναῖκας στείρας εἶναι. | |
7 | ||
119 | Εἰ τὸ ἔμβρυον ζῷον. Πλάτων ζῷον εἶναι τὸ ἔμβρυον ὑπείληφε· καὶ γὰρ καὶ κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι καὶ αὔξεσθαι. Οἱ Στωικοὶ μέρος εἶναι γαστρὸς τὸ ἔμβρυον καὶ ἄπνουν εἶναι ἐν τῇ γαστρί. πρώτην δὲ ἀναπνοὴν τοῦ ζῴου | |
5 | γίγνεσθαι κατὰ τὴν ἀποκύησιν τῆς μὲν περὶ τοῖς βρέφεσιν ὑγρασίας ἀπο‐ χωρούσης, τῇ δὲ ἐπεισόδῳ τοῦ ἐκτὸς ἀέρος γινομένου εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων. διὸ τίκτεσθαι μὲν τὰ βρέφη ἐνθερμανθέντος τοῦ ἐμφύ‐ του θερμοῦ, εὐθέως προχυθέντος τοῦ βρέφους τὸ ψυχρὸν εἰς τὸν πνεύμονα ἐφέλκεσθαι. Ἡρόφιλος· κίνησις ἀπολείπεται φυσικὴ ἐν τοῖς ἐμβρύοις τοῦ | |
10 | πνευματικοῦ, τῆς δὲ κινήσεως αἴτια τὰ νεῦρα τοῦ ζῴου γίνεσθαι, ὅταν προχυθέντα προσλάβῃ τοῦ ἀέρος. | |
11 | ||
120 | Πῶς τρέφεται τὰ ἔμβρυα. Δημόκριτος καὶ Ἐπίκουρος διὰ τοῦ στόματος τρέφεσθαι· εὐθὺς | |
γοῦν ἐπὶ τὸν μαζὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῷ σώματι θηλὰς ἐπινενεμημένας καὶ στόματα, δι’ ὧν τρέφεσθαι. Οἱ Στωικοὶ διὰ | 643 | |
5 | τοῦ χορίου καὶ ὀμφαλοῦ· ὅθεν τοῦτον εὐθὺς ἀποδεῖν, ἵνα διὰ τοῦ στόματος αἰσθητῶς τρέφηται. | |
6 | ||
121 | Τί πρῶτον τελειοῦται τοῦ βρέφους. Οἱ Στωικοὶ ἅμα ὅλον γίνεσθαι νομίζουσιν. Ἀριστοτέλης πρῶτον τὴν ὀσφὺν ὥσπερ τρόπιν νεώς. Ἀλκμαίων τὴν κεφαλήν, ἐν ᾗ ἐστι τὸ ἡγεμονικόν. Οἱ ἰατροὶ τὴν καρδίαν, ἐν ᾗ καὶ φλέβες καὶ ἀρτηρίαι· οἱ δὲ | |
5 | τὸν μέγαν δάκτυλον τοῦ ποδός· οἱ δὲ τὸν ὀμφαλόν. | |
5 | ||
122 | Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα. Ἀριστοτέλης καὶ Ἱπποκράτης οἴεται, ἐὰν πληρωθῇ ἡ μήτρα ἐν τοῖς ἑπτὰ μησί, ταύτην προκύπτειν καὶ τότε γόνιμα γίνεσθαι, ἐὰν δὲ προκύψῃ μὲν ἡ μήτρα, † φαίνηται ἀσθενήσαντος τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτὰ | |
5 | γίγνεσθαι *** ἐὰν δὲ μείνῃ ἐννέα μῆνας ἐν τῇ μήτρᾳ [ποιεῖ], προ‐ κῦψαν τότε ὁλόκληρόν ἐστιν. Πόλυβος ἐν ἑκατὸν ὀγδοήκοντα δύο ἡμέραις γίγνεσθαι γόνιμα τὰ ἔμβρυα. τὰ δὲ ὀκτάμηνα μὴ ζῆν, ὅταν προκύψῃ μὲν τὸ βρέφος τῆς μήτρας, ἐπὶ πλέον δὲ ὁ ὀμφαλὸς βασανισθῇ διατεινόμενος· ἄτροφον γὰρ γίνεσθαι τὸ ἔμβρυον· τοῦ τρέφοντος αἴτιος ὁ ὀμφαλός. Οἱ δὲ | |
10 | μαθηματικοὶ τοὺς ὀκτὼ μῆνάς φασιν ἐστερῆσθαι πάσης γενέσεως, τοὺς δὲ ἑπτὰ συνδετικούς. τὰ δὲ ἀσύνδετα ζῴδια ἔχειν τοὺς οἰκοδεσποτοῦντας φαύλους τῶν ἀστέρων· ἂν γάρ τις τούτων τὴν ζωὴν καὶ τὸν βίον κληρώσῃ, δυστυχεῖς ἔσεσθαι σημαίνει. ἀσύνδετα δέ ἐστι ζῴδια ὀκτὼ ἀριθμούμενα· κριὸς παρθένος, ἀσύνδετοι δὲ δίδυμοι πρὸς σκορπίον καὶ καρκίνος πρὸς | |
15 | ὑδροχόον, ζυγὸς πρὸς ἰχθύας. Διοκλῆς καὶ Ἐπίκουρος καὶ τὸν ὄγδοον μῆνα εἶναι γόνιμον, ἀτονώτερον δέ. Τίμαιος καὶ δωδεκάμηνά φησί τινα κύεσθαι παρὰ τὴν ἐπίσχεσιν τῶν καταμηνίων τὰ πρὸ τῆς συλλήψεως, οὕτω καὶ ἑπτάμηνα νομίζεσθαι οὐκ ὄντα προγεγενημένης τῆς συλλήψεως, δυνα‐ | |
μένης δὲ τῆς μήτρας εἰς καταμήνια καὶ μετὰ σύλληψιν. | 644 | |
123 | Πῶς ἐγένετο τὰ ζῷα καὶ εἰ φθαρτά. Ἐπίκουρος· εἰ ἐγένετο ὁ κόσμος, γενητὰ καὶ τὰ ζῷα καὶ εἰ φθαρτὰ *** γενητός, ἐκ μεταβολῆς τῆς ἀλλήλων γίγνεσθαι. μέρη γὰρ εἶναι τοῦ κόσμου ταῦτα, ὡς Ἀναξαγόρας καὶ Εὐριπίδης· ‘θνῄσκει δ’ οὐδὲν | |
5 | τῶν γιγνομένων, διακρινόμενον δὲ ἄλλο πρὸς ἄλλο μορφὰς ἑτέρας ἐπέδειξεν‘. Δημόκριτος γεγενημένα εἶναι τὰ ζῷα συστάσει † εἰ δὲ ἓν ἄστρον πρῶτον τοῦ ὑγροῦ ζῳογονοῦντα. | |
7 | ||
124 | Πόσα γένη ζῴων. Πλάτων καὶ Ἀριστοτέλης τέσσαρα εἶναι ζῴων γένη λέγουσι χερσαῖα ἔνυδρα πτηνὰ οὐράνια· καὶ γὰρ τὰ ἄστρα ζῷα εἶναι· καὶ αὐτὸς ὁ κόσμος ζῷον λογικὸν ἀθάνατον. Πυθαγόρας καὶ Πλάτων λογικὰς μὲν εἶναι καὶ | |
5 | [τὰς] τῶν ἄλλων ζῴων τῶν ἀλόγων τὰς λεγομένας ψυχάς, οὐ μὴν λόγῳ ἐνεργεῖν διὰ τὴν δυσκρασίαν τῶν σωμάτων καὶ διὰ τὸ μὴ μετέχειν τοῦ φραστικοῦ λόγου, ὥσπερ ἐπὶ τῶν πιθήκων καὶ κυνῶν· νοοῦσι μέν, οὐ δύναν‐ ται δὲ φράζειν ἃ νοοῦσιν. | |
8 | ||
125 | Ἐν πόσῳ χρόνῳ μορφοῦνται τὰ βρέφη. Ἐμπεδοκλῆς ἐπὶ μὲν τῶν ἀνθρώπων ἄρχεσθαι τῆς διαρθρώσεως ἀπὸ τῆς ἕκτης τριακοστῆς ἡμέρας, τελειοῦσθαι δὲ τοῖς μορίοις ἀπὸ πεντη‐ κοστῆς μιᾶς. Ἀσκληπιάδης δὲ ἐπὶ μὲν τῶν ἀρρένων διὰ τὸ θερμοτέραν | |
5 | εἶναι τὴν κρᾶσιν, τὴν διάρθρωσιν γίγνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς, πλη‐ ροῦσθαι δὲ ἀπὸ τῆς πεντηκοστῆς. τῶν δὲ θηλέων ἐν διμήνῳ γίνεσθαι τὴν διάρθρωσιν διὰ τὸ ἐνδεὲς τοῦ θερμοῦ. | |
7 | ||
126 | Ἐκ ποίων στοιχείων συνίσταται ἕκαστον τῶν ἐν ἡμῖν μορίων. Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γίγνεσθαι τῇ ἰσοκρατείᾳ τῶν τεττάρων | |
στοιχείων. τὰ δὲ νεῦρα ἐκ πυρὸς καὶ γῆς ὕδατος διπλασίων μιχθέντων. | 645 | |
5 | τοὺς δὲ ὄνυχας γίγνεσθαι τοῖς ζῴοις ἐκ τῶν νεύρων, καθ’ ὃ τῷ ἀέρι συνέ‐ τυχε ψυχθέντων τῶν λοιπῶν στοιχείων. ἱδρῶτα καὶ δάκρυον γίνεσθαι τη‐ κομένου τοῦ αἵματος καὶ παρὰ τὸ λεπτύνεσθαι διαχεομένου. | |
7 | ||
127 | Πότε ἄρχεται τῆς τελειότητος ὁ ἄνθρωπος. Ἡράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι ἡμᾶς τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται πόρος· καὶ γὰρ τὰ δένδρα τελειοῦται, ὅταν ἄρχηται καρπὸν φέρειν. Ἀριστοτέλης δὲ κατὰ | |
5 | τὴν πρώτην ἑβδομάδα, καθ’ ἣν ἔννοια γίνεται καλῶν τε καὶ αἰσχρῶν καὶ διδασκαλίας ἀρχή. Ἕτεροι δὲ νομίζουσι τελειοῦσθαι ἡμᾶς τῇ τρίτῃ ἑβδομάδι, ὅταν καὶ γένεια σχῶμεν καὶ τῇ ἰσχύι χρώμεθα. | |
7 | ||
128 | Πῶς ὕπνος γίνεται καὶ θάνατος. Ἀλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς αἱμορροούσας φλέβας ὕπνον γίγνεσθαι, τὴν δὲ παντελῆ ἀναχώρησιν διὰ τῆς ψύξεως θάνατον φέρειν. Ἐμπεδοκλῆς τὸν μὲν ὕπνον κατάψυξιν τοῦ ἐν τῷ αἵματι θερμοῦ σύμ‐ | |
5 | μετρον ........., τὴν δὲ παντελῆ θάνατον. Πλάτων καὶ οἱ Στωικοὶ τὸν μὲν ὕπνον γίγνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος, ὅταν δὲ παντελὴς γένηται ἀναισθησία τοῦ αἰσθητικοῦ πνεύματος, θάνατον συμβαίνειν. | |
7 | ||
129 | Πότερον ὁ ὕπνος τοῦ σώματος ἢ τῆς ψυχῆς. Ἀριστοτέλης τὸν ὕπνον σώματος εἶναι καὶ ψυχῆς· αἴτιον δὲ αὐτοῦ τὸ ἀναθυμιαθὲν ἀπὸ τοῦ θώρακος ὑγρὸν εἰς τοὺς περὶ κεφαλὴν τόπους ἐκ τῆς ὑποκειμένης τροφῆς. θάνατον δὲ γίγνεσθαι διὰ τῆς παντελοῦς κατα‐ | |
5 | ψύξεως. Ἀναξαγόρας κατὰ κόπον τῆς σωματικῆς ἐνεργείας γίγνεσθαι τὸν ὕπνον· σωματικὸν γὰρ εἶναι τὸ πάθος· εἶναι δὲ καὶ τῆς ψυχῆς θάνα‐ τον κατὰ χωρισμόν. | |
7 | ||
130 | Πῶς αὔξεται τὰ φυτὰ καὶ εἰ ζῷα. Θαλῆς καὶ Πλάτων τὰ φυτὰ ἔμψυχα ζῷα· φανερὸν δὲ ἐκ τοῦ σα‐ | |
λεύεσθαι καὶ ἐν ταῖς συναγωγαῖς ἥκειν μετὰ βίας καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνέλκειν βάρη. Ἀριστοτέλης ἔμψυχα μέν, οὐ | 646 | |
5 | μὴν ζῷα *** ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ *** ἔμψυχα. πᾶσαν γὰρ ψυχὴν ὁρμητικὴν εἶναι *** αὐτομάτως γεγενῆσθαι δίχα ψυχῆς. Ἐμπεδοκλῆς τὰ δένδρα πρῶτα τῶν ζῴων ἐκ τῆς γῆς ἀναφῦναι, 〈πρὶν〉 ἥλιον περιπολεῖν, διὰ δὲ ἀμετρίαν τῆς κράσεως τὸν τοῦ ἄρρενος καὶ θήλεος περιέχειν λόγον. αὔξεσθαι δὲ ὑπὸ τοῦ ἐν τῇ γῇ θερμοῦ διαιρούμενα, | |
10 | ὥστε γῆς εἶναι μέρη· καὶ γὰρ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς μήτρας εἶναι μέρη. τοὺς δὲ καρποὺς περιττώματα εἶναι τοῦ ἐν τοῖς φυτοῖς ὕδατος καὶ πυρός. καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα τὸ ὑγρὸν ἐξικμαζομένου τούτου τῷ θέρει φυλορροεῖ, τὰ δὲ τέλειον παραμένει ἀεὶ φύλλοις τεθηλότα ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας. τὰς διαφορὰς τῶν χυμῶν παραλλαγὰς γίγνεσθαι | |
15 | τῆς πολυμερείας καὶ τῶν φυτῶν διαφόρως ἑλκόντων τὰς ἀπὸ τοῦ τρέφοντος ὁμοιομερείας ὥσπερ ἐπὶ τῶν ἀμπέλων· οὐ γὰρ αἱ διαφοραὶ τούτων ποιοῦσι τὸν οἶνον διαλλάττειν, ἀλλὰ τοῦ τρέφοντος ἐδάφους. | |
17 | ||
131 | Πῶς γίνεται πυρετὸς καὶ ἐπιγίνεται. Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον καθάπερ ἐπὶ τῆς θα‐ λάττης, ὅταν μηδὲν αὐτὴν κινῇ πνεῦμα, ἠρεμεῖ. Διοκλῆς ἐπιγέννημα εἶναι | |
5 | τὸν πυρετόν· ἐπιγίνεται δὲ τραύματι καὶ βουβῶνι. Ἡρόδοτός φησιν ἐνίοτε μηδεμιᾶς αἰτίας προηγησαμένης πυρέττειν τινάς. | |
6 | ||
132 | Περὶ νόσων. Διοκλῆς αἰτίας πλείστας τῶν νόσων δι’ ἀνωμαλίαν γίνεσθαι τῶν ἐν τῷ σώματι στοιχείων καὶ τοῦ καταστήματος ἀέρος. Στράτων διὰ πλῆθος | |
τροφῆς γίνεσθαι τὰς νόσους. | 647 | |
133 | Περὶ γήρως. Οἱ Στωικοὶ καὶ οἱ ἰατροὶ παρὰ τὴν τοῦ θερμοῦ ὑπονόστησιν. Ἀσκληπιάδης δέ φησι τοὺς Αἰθίοπας λέγειν γηρᾶναι διὰ τὸ [ψύχεσθαι] * τὰ σώματα ὑπὸ τοῦ ἡλίου διαφλεγόμενα, τοὺς δὲ ἐν τῇ Βρεττανίᾳ ἑκατὸν | |
5 | εἴκοσιν ἐτῶν γηρᾶν διὰ τὸ στέγειν ἐν αὑτοῖς τὸ πυρῶδες. τὰ μὲν γὰρ τῶν Αἰθιόπων σώματα ἀραιότερα διὰ τὸ κεχαλάσθαι ὑπὸ τοῦ ἡλίου, τὰ δὲ ὑπὸ | |
τὴν ἄρκτον πεπυκνῶσθαι καὶ διὰ τοῦτο πολυχρόνια. | 648 |