TLG 0530 041 :: Pseudo–GALENUS :: Definitiones medicae

Pseudo–GALENUS Med.
(p. A.D. 2)

Definitiones medicae

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 19. Leipzig: Knobloch, 1830 (repr. Hildesheim: Olms, 1965): 346–462.

Citation: Volume — page — (line)

19

.

346

(t)

ΓΑΛΗΝΟΥ ΟΡΟΙ ΙΑΤΡΙΚΟΙ.
1 Προοίμιον. Τὴν περὶ τῶν ὅρων πραγματείαν πολυωφελεστάτην ὑπάρχουσαν πᾶσι τοῖς ἰατροῖς, μάλιστα δὲ τοῖς εἰσαγομένοις τῶν νέων, ἔκρινα, καθὼς ἠξίω‐ σας, καὶ συναγαγεῖν καὶ ἀναγράψαι, ἰατρῶν ἄριστε Θεῦθρα.
5τῆς γὰρ ἰατρικῆς τέχνης βιωφελοῦς οὔσης καὶ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων εὑρημένης, ἐχούσης τε πολλὰ καλὰ θεωρή‐ ματα καὶ δυσέφικτα δοκοῦντα τυγχάνειν, χρησιμώτατοι γε‐ νήσονται οἱ ὅροι δι’ ὀλίγων τὰ πολλὰ διδάσκειν δυνάμενοι·
ἐν πάσαις γὰρ ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ἀρίστη δι‐346

19

.

347

δασκαλία πέφυκεν οὐχ ἡ διὰ πολλῶν καὶ ἀπείρων, ἀλλ’ ἡ δι’ ὀλίγων καλῶς διαγινωσκομένη. οἱ μὲν οὖν ἀρχαῖοι καὶ οἱ πρὸ Ἱπποκράτους γενόμενοι ὧν ἡμεῖς τοῖς βιβλίοις ἐνε‐ τύχομεν, οὔτε ὡρίσαντό τινα τῶν κατὰ τὴν τέχνην οὔτε
5πολλὰ συγγράμματα ἀπέλιπον, ἀλλὰ πάνυ ὀλίγα. τούτους μὲν οὖν ἐπαινεῖν ἄξιον, ὅτι πρῶτοι ταῖς ἐπιβολαῖς ἐχρήσαντο καὶ ἐσπούδασαν εὑρεῖν τι χρήσιμον τῷ βίῳ. ἐπι‐ γενόμενος δὲ τούτοις Ἱπποκράτης τήν τε ἰατρικὴν συνέγρα‐ ψε καὶ ὡρίσατο αὐτὴν ἐν τῷ περὶ τέχνης, ἀρχηγὸς ἀεὶ τῶν
10καλῶν γενόμενος, διὰ τοῦτο περὶ οὗ πάντες οἱ Ἕλληνες μεμνήσονται εἰς τὸν ἅπαντα αἰῶνα, ἐπειδή περ κοινὸς εὐερ‐ γέτης ἁπάντων ἐγένετο. μετὰ δὲ τοὺς τούτου χρόνους οἱ γενόμενοί τινες συνέγραψαν ὅρους, καὶ οὗτοι δὲ οὐ πάντας. δοκοῦσι δὲ ἐπιμελεῖς γεγονέναι ἐν τῇ τοιαύτῃ θεωρίᾳ οἵ τε
15ἀπὸ τῆς Ἡροφίλου αἱρέσεως καὶ Ἀπολλώνιος ὁ Μεμφίτης, ἔτι δὲ καὶ Ἀθηναῖος ὁ Ἀτταλεὺς, ἀλλὰ καὶ οὗτοι οὔτε τῇ τάξει τῇ δεούσῃ ἐχρήσαντο οὔτε συνήγαγον τὴν πραγμα‐
τείαν, ἀλλὰ διεσπαρμένως ἐν τοῖς βιβλίοις συνέγραψαν. ἔτι347

19

.

348

δὲ καὶ ἐνδεῶς ἀνεγράφησαν· οὔτε γὰρ πάντες ὡρίσαντο τὰ κατὰ τὴν ἰατρικήν. ὅτι δὲ φιλαλήθως λέγομεν δυνατὸν μανθάνειν τοῖς ἐντυγχάνουσι τοῖς τῶν εἰρημένων ἀνδρῶν συγγράμμασιν. ἡμεῖς δὲ πάλιν λέγομεν ἐγκείμενοι καὶ
5τοὺς εἰρημένους μὲν ὑπὸ τῶν προγενεστέρων ὅρους αὐταῖς λέξεσιν ἀναγράψομεν καὶ τὴν τάξιν τὴν δέουσαν αὐτοῖς ἐπι‐ θήσομεν· καὶ εἴ τινες δὲ μή εἰσιν εἰρημένοι ὑπὸ τῶν πα‐ λαιοτέρων αὐτοὶ ποιήσαντες καὶ συντάξαντες, καθὼς ἠξίωσας καὶ σὺ, τὴν συναγωγὴν ποιήσομεν τελείαν. ταύτης γὰρ, ἐγὼ
10πείθομαι, ἀγαθὲ Θεῦθρα, μήτε γεγονέναι μήτε ἔσεσθαι χρη‐ σιμωτέραν τοῖς εἰσαγομένοις τῶν νέων. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. ἀναγκαῖον οὖν πρῶτον εἰπεῖν τι χρησιμώτατον καὶ τῇ τάξει τῆς διδασκαλίας ἁρμοδιώτατον, διασαφῆσαι τί ἐστιν αὐτὸς ὁ ὅρος, εἶτα ἐφεξῆς τοὺς ὅρους ὑποτάξαι.
15
— — — αʹ. Ὅρος τοίνυν κατ’ ἐνίους ἐστὶ λόγος δηλῶν ποῖόν ἐστιν ἐκεῖνο καθ’ οὗ ἐστιν ὁ λόγος. δυνατὸν δὲ καὶ οὕτως
ὁρίσασθαι. ὅρος ἐστὶ λόγος ἐννοίας. τινὲς δὲ καὶ οὕτως348

19

.

349

ὡρίσαντο. ὅρος ἐστὶ λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντων ἐκ‐ φερόμενος. ἢ ὅρος ἐστὶ διὰ βραχείας ὑπομνήσεως εἰς ἔν‐ νοιαν ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φωναῖς πραγμά‐ των. ἢ ὅρος ἐστὶ λόγος τὸ εἶναι δηλῶν. ἢ λόγος ἐστὶν
5ἔννοιαν ἡμῖν τοῦ πράγματος δεικνύς τε καὶ σαφηνίζων. βʹ. Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὼς τῆς φύ‐ σεως τοῦ ὑποκειμένου πράγματος. ὁρισμὸς δὲ λέγεται ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς χωρίοις ὁροθεσίων. γʹ. Διορισμός ἐστι πράγματος ὡς καθ’ ὅλου λεγομέ‐
10νου· μὴ ὄντος δὲ καθόλου κατὰ πρόσθεσιν εἰς τὸ καθόλου περιαγωγή. δʹ. Σκοπός ἐστι προεπινοούμενον τέλος· τέλος δὲ τὸ ἀποτέλεσμα τοῦ σκοποῦ. εʹ. Ἀφορισμός ἐστι λόγος σύντομος αὐτοτελῆ διάνοιαν
15ἀπαρτίζων. ἢ οὕτως. ἀφορισμός ἐστι λόγος πενόμενος μὲν κατὰ τὴν προφορὰν ἤτοι τὴν λέξιν, πλουτῶν δὲ τοῖς ἐνθυ‐ μήμασιν.
στʹ. Ὑπογραφή ἐστι λόγος τυπωδῶς εἰσάγων εἰς τὴν349

19

.

350

δηλουμένην τοῦ πράγματος γνῶσιν· οἱ δὲ οὕτως. ὑπογραφή ἐστι λόγος τυπωδῶς ἐμφανίζων τὰ πράγματα. ζʹ. Ἐπιστήμη ἐστὶ κατάληψις ἀσφαλὴς καὶ ἀμετά‐ πτωτος ὑπὸ λόγου. δυνατὸν δὲ καὶ οὕτως ὁρίσασθαι. ἐπι‐
5στήμη ἐστὶν ἕξις ἀμετάπτωτος ἐκ φαντασιῶν δόξαν ἀμέμ‐ πτως ὑπὸ λόγου παρεχομένη. ηʹ. Τέχνη ἐστὶ σύστημα ἐγκαταλήψεων συγγεγυμνα‐ σμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. ἢ οὕτως. τέχνη ἐστὶ σύστημα ἐγκαταλήψεων συγγεγυμνασμένων ἐφ’
10ἓν τέλος τὴν ἀναφορὰν ἐχόντων. θʹ. Ἱπποκράτης ἐν τῷ περὶ τέχνης ὡρίσατο τὴν ἰατρικὴν οὕτως καὶ πρώτως μὲν αὐτὴν νομίζων ἰατρι‐ κὴν εἶναι τὸ δὴ πάμπαν ἀπαλλάσσειν τῶν νοσεόντων τοὺς καμάτους καὶ τὸ τὰς σφοδρότητας τῶν νοσημάτων ἀμβλύ‐
15νειν καὶ τὸ μὴ ἐγχειρέειν τοῖσι κεκρατημένοισιν ὑπὸ τῶν νοσημάτων εἰδότας ὅτι πάντα ταῦτα οὐ δύναται ἡ ἰατρικὴ τέχνη ἐπανορθοῦσθαι. ἄλλως. ἰατρικὴ τέχνη ἐστὶ περὶ τὰ
ἀνθρώπων σώματα καταγινομένη ὑγιείας περιποιητική. ἄλ‐350

19

.

351

λως. ἰατρική ἐστι τέχνη πρόσθεσις καὶ ἀφαίρεσις. πρόσ‐ θεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ τῶν πλεοναζόν‐ των. ἄλλως κατὰ Ἡρόφιλον. ἰατρική ἐστι τέχνη ὑγιεινῶν καὶ νοσερῶν καὶ οὐδετέρων. ἢ οὕτως. ἰατρικὴ τέχνη ἐστὶ
5περιποιητικὴ ὑγιείας. οἱ δὲ πλείους οὕτως ὡρίσαντο. ἰα‐ τρική ἐστι τέχνη διαιτητικὴ ὑγιαινόντων καὶ θεραπευτικὴ νοσούντων. ιʹ. Τὰ ἀνωτάτω μέρη τῆς ἰατρικῆς ἐστι δύο, θεωρία καὶ πρᾶξις. προηγεῖται δὲ τῆς πράξεως ἡ θεωρία. θεω‐
10ρῆσαι γάρ τι πρότερον χρὴ, ἔπειτα οὕτως πρᾶξαι. ἀρχὴ γὰρ τῆς ἐπὶ τῶν ἔργων τριβῆς ἡ διὰ τοῦ λόγου διδασκαλία. ιαʹ. Μέρη τῆς ἰατρικῆς, ἃ καὶ εἴδη τινὲς ἐκάλεσαν, ἔστι πέντε φυσιολογικὸν, παθογνωμονικὸν, διαιτητικὸν, ὑλι‐ κὸν καὶ θεραπευτικόν. φυσιολογικὸν μὲν οὖν ἐστι τὸ περὶ
15τὴν θεωρίαν τῆς διοικούσης ἡμᾶς καὶ οἰκονομούσης δυνά‐ μεως φύσεως γιγνόμενον. παθογνωμονικὸν δὲ τὸ περὶ τὴν
διάγνωσιν τοῦ παρὰ φύσιν ὄν. διαιτητικὸν δὲ τὸ περὶ τὴν351

19

.

352

δίαιταν τῶν τε ὑγιαινόντων καὶ τῶν νοσούντων. ὑλικὸν δὲ τὸ περὶ τὴν ἰωμένην τὸ σῶμα ἡμῶν ὕλην ἔχον. θεραπευ‐ τικὸν δὲ τὸ περὶ τὴν ἴασιν ἢ ἀνάκλησιν τῆς διεφθαρμένης ὑγιείας καὶ ἀποκατάστασιν αὐτῆς πραγματευόμενον.
5 ιβʹ. Αἵρεσίς ἐστι πλήθους δογμάτων πρόσκλησις τε‐ χνικῶς συντεταγμένων καὶ ἐφ’ ἓν τέλος ἐχόντων τὴν ἀναφο‐ ράν. ἢ οὕτως. αἵρεσίς ἐστι σύστημα δογμάτων ἀκολουθούν‐ των ἀλλήλοις τε καὶ τοῖς φαινομένοις ἢ νομιζομένων ἀκο‐ λουθεῖν. δύναιτο δὲ ἄν τις καὶ οὕτως εἰπεῖν. αἵρεσίς ἐστι
10συγκατάθεσις πλειόνων δογμάτων ἀλλήλοις καὶ τοῖς φαινο‐ μένοις ἀκολουθούντων ἢ νομιζομένων ἀκολουθεῖν. εὑρίσκεται δὲ καὶ τοιοῦτός τις ὅρος. αἵρεσίς ἐστι πρόσκλησις πλήθους δογμάτων ἀκολουθίαν ἐχόντων ἑαυτοῖς καὶ τοῖς φαινομένοις. ἢ οὕτως. αἵρεσίς ἐστι πρόσκλησις ἐπὶ πλήθει δογμάτων
15ἀκολουθίαν ἐχόντων πρὸς ἄλληλα ἐφ’ ἓν τέλος. ιγʹ. Δόγμα ἐστὶ τὸ μὲν ἰδίως, τὸ δὲ κοινῶς λεγόμε‐
νον. κοινῶς μὲν ἡ ἐνεργείᾳ πράγματος συγκατάθεσις, ἰδίως352

19

.

353

δὲ πράγματος συγκατάθεσις, διὸ δὴ μᾶλλον ἡ λογικὴ αἵρε‐ σις δογματικὴ κέκληται. δόγμα ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή. τὸ μὲν πρότασίς ἐστι, τὸ δὲ ὑπόληψις.
5 ιδʹ. Ἰατρικῆς αἱρέσεις αἱ πρῶται δύο ἐμπειρικὴ καὶ λογικὴ καὶ τρίτη μεθοδική. δοκεῖ δὲ καὶ τετάρτην αἵρεσιν ἐξευρεῖν Ἀγαθῖνος ὁ Λακεδαιμόνιος, ἣν ὠνόμασεν ἐπισυνθετικὴν, ἔνιοι δὲ ἐκλεκτικήν. ἕτεροι τὴν ἑκτικήν. ιεʹ. Ἔστιν ἡ ἐμπειρικὴ αἵρεσις τῶν πλειστάκις καὶ
10κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως πως ἑωραμένων. ιστʹ. Λογικὴ αἵρεσίς ἐστιν ἐπιστήμη περὶ ἀδήλων καὶ ἔργα τὰ ἐν τῷ ἰατρεύειν ταύτῃ ἑπόμενα. ιζʹ. Ἡ μεθοδικὴ αἵρεσις γνῶσις φαινομένων κοινοτή‐ των προσεχῶν καὶ ἀναγκαίων τῷ τῆς ἰατρικῆς τέλει. κοι‐
15νότητας δὲ λέγει τὸ στεγνὸν καὶ τὸ ὀῤῥῶδες καὶ τὸ ἐπιπε‐ πλεγμένον.
ιηʹ. Ἀναλογισμός ἐστι λόγος ἀπὸ φαινομένου ὁρμώ‐353

19

.

354

μενος καὶ ἀδήλου κατάληψιν ποιούμενος. οἷον εἰ ἱδρῶτές εἰσι, πόροι εἰσίν. οἱ μὲν γὰρ ἱδρῶτες πρᾶγμα φαινόμενόν ἐστι, τὸ δὲ πόρους εἶναι ἄδηλον ὑπάρχει. ιθʹ. Συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτε‐
5ρόν τι τῶν τεθέντων κατ’ ἀνάγκην συνάγεται πρότερον ἀγνοούμενον. κʹ. Ἐπιλογισμός ἐστι λόγος τὸ παρεκφαινόμενον τῆς διανοίας εἰς ἐπίτασιν ἄγων. καʹ. Θεώρημά ἐστι πρᾶγμα καθολικὸν ἀκολούθως τι‐
10θέμενον τῷ τῆς ἰατρικῆς τέλει. ἄλλως. θεώρημά ἐστιν ἀξίωμα καθολικὸν συμπληρωτικὸν τῆς ἰατρικῆς τέλει διηνε‐ κές. ἄλλως. θεώρημά ἐστιν οὗ τὸ ἐναντίον σπανίως ἐκβα‐ τόν ἐστι. κβʹ. Σπάνιόν ἐστιν οὗ τὸ ἐναντίον ἐκβατόν ἐστι.
15 κγʹ. Ἀμφίδοξόν ἐστιν οὗ τὸ ἐναντίον ἐπίσης ἐκβα‐ τόν ἐστι. κδʹ. Τέλος ἐστὶν οὗ ἕνεκα τὸ κατ’ ἰατρικὴν πράσσε‐
ται. ἢ οὕτως. τέλος ἐστὶν ἐφ’ ὃ πάντα ἀναφέρεται τῶν354

19

.

355

κατ’ ἰατρικήν. δύναται καὶ οὕτως ὁρίσασθαι. τέλος ἐστὶ κατ’ ἰατρικὴν οὗ τυχόντες οὐδενὸς ἔτι δεόμεθα. κεʹ. Τέλειός ἐστιν ἰατρὸς ὁ ἐν θεωρίᾳ καὶ πράξει ἀπηρτισμένος.
5 κστʹ. Ἄριστος ἰατρός ἐστιν ὁ πάντα πράττων ἐν ἰα‐ τρικῇ κατὰ τὸν ὀρθὸν λόγον. κζʹ. Ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦν καὶ ἐπιστήμης δεκτικόν. κηʹ. Ζῶόν ἐστιν οὐσία ἔμψυχος, αἰσθητικὴ,
10καθ’ ὁρμὴν καὶ προαίρεσιν κινουμένη. κθʹ. Ψυχή ἐστιν οὐσία ἀσώματος, αὐτοκίνητος κατὰ Πλάτωνα. κατὰ δὲ τοὺς Στωϊκοὺς σῶμα λεπτομερὲς ἐξ ἑαυ‐ τοῦ κινούμενον κατὰ σπερματικοὺς λόγους. κατὰ δὲ τὸν Ἀριστοτέλη ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει
15ζωὴν ἔχοντος. ἄλλως. ψυχή ἐστι πνεῦμα παρεσπαρμένον ἐν ὅλῳ τῷ σώματι δι’ οὗ ζῶμεν καὶ λογιζόμεθα καὶ ταῖς
λοιπαῖς αἰσθήσεσιν ἐνεργοῦμεν ὑπηρετοῦντος τοῦ σώματος.355

19

.

356

λʹ. Σῶμά ἐστι μέγεθος τριχῇ διάστατον ἔχον ἐν ἑαυ‐ τῷ μῆκος, βάθος, πλάτος. ἢ μέγεθος ἐκ τριῶν διαστημά‐ των συνεστηκός. λαʹ. Στοιχεῖόν ἐστιν ἐξ οὗ πρώτου καὶ ἁπλουστάτου
5τὰ πάντα γέγονε καὶ εἰς ὃ ἁπλούστατον τὰ πάντα ἀναλυ‐ θήσεται ὂν ἔσχατον. καὶ Ἀθηναῖος ὁ Ἀτταλεὺς ἐν τῷ τρί‐ τῳ βιβλίῳ φησὶν οὕτως. στοιχεῖα τῆς ἰατρικῆς ἐστι καθά‐ περ τινὲς τῶν ἀρχαίων ὑπέλαβον, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν, ἐξ ὧν πρώτων φαινομένων καὶ
10ἁπλουστάτων καὶ ἐλαχίστων ὁ ἄνθρωπος συνέστηκε· καὶ εἰς ἃ ἔσχατα φαινόμενα καὶ ἁπλούστατα καὶ ἐλάχιστα τὴν ἀνά‐ λυσιν λαμβάνει. λβʹ. Στοιχείωσίς ἐστιν ἡ τῶν αὐτῶν κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως διδασκαλία. οἱ δὲ οὕτως. στοιχείωσίς ἐστιν
15ἀπὸ στοιχείων ἐπὶ τὸ τέλος ὁδός. λγʹ. Συνέστηκεν ἡμῶν τὰ σώματα ἐκ στερεῶν, ὑγρῶν καὶ πνευμάτων. στερεὰ μὲν οὖν ἐστιν ὀστᾶ, χόνδροι, νεῦρα,
μύες, φλέβες, ἀρτηρίαι καὶ τὰ ἐν κατακαλήψει σπλάγχνα.356

19

.

357

ὑγρὰ δὲ οἱ χυμοὶ καὶ τὰ περιττώματα. τὸ δὲ πνεῦμα τὸ ἔμφυτόν ἐστι θερμὸν τὸ ἐν τῇ καρδίᾳ. ἄλλως. ἐκ πόσων συνέστηκεν ἡμῶν τὰ σώματα; ἐκ δεκατεσσάρων. νεύρων, φλεβῶν, ἀρτηριῶν, ὀστῶν, αἵματος, πνεύματος, σαρκὸς, πι‐
5μελῆς, χόνδρων, ὀνύχων, μυελῶν, τριχῶν, χυμῶν καὶ ὑμένων. ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ παθητικὰ σώματα; ἐκ τεσσάρων. ἐξ αἵματος, φλέγματος, χολῆς ξανθῆς καὶ μελαγχολικοῦ χυμοῦ· ἅτινα καὶ παθητικὰ στοιχεῖα καλοῦσί τινες. ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ ὑλικὰ σώματα;
10ἐκ τεσσάρων. πυρὸς, ἀέρος, γῆς καὶ ὕδατος· ἅτινα καὶ ὑλικὰ στοιχεῖα καλοῦνται. λδʹ. Ἀνατομή ἐστι θεωρία τῶν ἐν κατακαλύψει σπλάγ‐ χνων. εἰσὶ τῆς ἀνατομῆς εἴδη δύο, τὸ μὲν κατ’ ἐπιτήδευ‐ σιν, τὸ δὲ κατὰ περίττωσιν. κατ’ ἐπιτήδευσιν μὲν οὖν ἐστιν
15ἡ ἀπὸ τῶν δογματικῶν παραλαμβανομένη θέα ἕνεκα τῆς ἐν κατακαλύψει ἤτοι ἐπὶ τῶν ζώντων ἢ ἐπὶ τῶν τετελευτηκό‐ των ἢ καὶ ἤτοι ὅλων ἢ μερῶν. κατὰ δὲ περίπτωσιν ἐκ συντυχίας ἢ ὑπὸ μεγάλης τρώσεως γινομένη. προσχρῶνται
δὲ αὐτῇ μόνοι οἱ ἐμπειρικοί.357

19

.

358

λεʹ. Χειρουργία ἐστὶ χειρῶν ἀτρόμων ὀξεῖα κίνησις μετ’ ἐμπειρίας. ἢ ἔντεχνος πρᾶξις ἐν ἰατρικῇ διὰ χειρῶν ἢ ὀργάνων περιγινομένη τοῦ προσήκοντος τέλους. λστʹ. Περικράνιος ὑμήν ἐστι νευρώδης περιειληφὼς
5πᾶν τὸ κράνιον. λζʹ. Μήνιγγές εἰσι τὰ περιέχοντα τὸν ἐγκέφαλον σώ‐ ματα νευρώδη καὶ ἀρτηριώδη. ληʹ. Ἐγκέφαλός ἐστι λευκὸς, μαλακὸς, ὥσπερ ἐξ ἀφροῦ τινος πεπηγὼς, ὑγρὸς καὶ θερμός.
10 λθʹ. Παρεγκεφαλίς ἐστιν ὄπισθεν τοῦ ἐγκεφάλου τε‐ ταγμένη ὁμοφυὴς ἐγκεφάλῳ καὶ ὁμόχροος. μʹ. Νωτιαῖος μυελός ἐστιν ὁμοφυὴς ἐγκεφάλῳ καὶ ὁμό‐ χρους· λιπαρώτερος δέ τε καὶ λευκότερος καὶ ἀκυρώτερος, διὰ μέσης τῆς ῥάχεως καταγινόμενος.
15 μαʹ. Ὀφθαλμοί εἰσιν οἱ συνεστῶτες ἐκ τεσσάρων χι‐ τώνων, ἀμφιβληστροειδοῦς, ῥαγοειδοῦς, κερατοειδοῦς καὶ ἐπι‐ πεφυκότος. καὶ ὑγρῶν τριῶν, ὑελοειδοῦς, κρυσταλλοειδοῦς
καὶ ὠοειδοῦς ὡς ἤδη ἐπιπεφυκότος νευρώδους ἢ νεύρων358

19

.

359

ὀπτικῶν. αἰσθητικοὶ τῶν ὑποκειμένων χρωμάτων καὶ με‐ γεθῶν καὶ σχημάτων. μβʹ. Ὦτα δὲ νευρώδη καὶ χονδρώδη αἰσθητικὰ φω‐ νῶν καὶ τῶν ἐν αὐταῖς διαφορῶν.
5 μγʹ. Ῥῖνές εἰσι νευρώδεις καὶ χονδρώδεις ἀντιληπτι‐ καὶ ὀσμῶν. μδʹ. Γλῶσσά ἐστι φλεβώδης καὶ σαρκώδης, ὑποπίμε‐ λος, αἰσθητικὴ χυμῶν, συνεργὸς τῇ καταπόσει τῆς τροφῆς καὶ τῇ διαρθρώσει τῆς φωνῆς.
10 μεʹ. Φάρυγξ ἐστὶν ἡ ἔνδον στόματος χώρη, εἰς ἣν ἀνήκει τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος πέρας. διότι συνεργὸς τῇ καταπόσει τε καὶ τῇ ἀναπνοῇ καὶ τῇ φωνῇ. μστʹ. Λάρυγξ ἐστὶ χονδρώδης δι’ οὗ τὸ πνεῦμα εἰσ‐ πνέομεν, συνεργὸς καὶ πρὸς τὴν φωνήν.
15 μζʹ. Πνεύμων ἐστὶν ἀρτηριώδης ἐκ τῶν λείων καὶ τραχειῶν ἀρτηριῶν σομφότερος, ὄργανον ἀναπνευστικόν. μηʹ. Θώραξ ἐστὶν ἐκ φλεβῶν καὶ ἀρτηριῶν καὶ νεύρων κα‐
τεσκευασμένος ὑπὸ τῆς φύσεως πρὸς τὸ τῆς ἀναπνοῆς ὅρμημα.359

19

.

360

μθʹ. Καρδία ἐστὶ νευρώδης καὶ μυώδης καὶ φλε‐ βώδης, ἔχουσα καὶ ἀρτηρίας. κωνοειδὴς τῷ σχήματι, ὑπο‐ πίμελος, ἐξ ἧς ἐκπεφύκασιν ἀρτηρίαι καὶ φλέβες δι’ ὧν ἐπιπέμπεται αἷμα καὶ πνεῦμα. ἄλλως. καρδία ἐστὶ μυώ‐
5δης, ἔχουσα σχῆμα κωνοειδὲς καὶ δύο κοιλίας ἐν αἷς γεν‐ νᾶται τὸ ἔμφυτον θερμὸν καὶ τὸ ζωτικὸν πνεῦμα. ἐξ ἧς ἐκπεφύκασιν ἀρτηρίαι καὶ φλέβες ἐκφύονται. δι’ ὧν χορη‐ γεῖται τῷ παντὶ σώματι ὅ τε ζωτικὸς γόνος καὶ ἡ ἔμφυτος θερμασία.
10 νʹ. Διάφραγμά ἐστι νευρῶδες, διεῖργον καὶ χωρίζον τά τε ἐν τῷ θώρακι καὶ τὰ ὑπὸ τὸν θώρακα σπλάγχνα. ὅν τινα καὶ ὑπεζωκότα καλοῦμεν. ναʹ. Ἧπάρ ἐστιν οὐσίᾳ φλεβῶδες καὶ θερμὸν καὶ πο‐ λύαιμον καὶ τὴν πρώτην ἐξαιμάτωσιν πλείστην ποιούμενον,
15συνεργοῦν καὶ τῇ κοιλίᾳ πρὸς τὴν πέψιν τῇ παραθέσει συν‐ θάλπον αὐτήν. ἄλλως. ἧπάρ ἐστιν οὐσία ἐρυθρὰ, σαρκώδη μείωσιν ἔχουσα, τεταγμένη ἐν τοῖς δεξιοῖς μέρεσιν, ἐν ᾗ γεν‐
νᾶται τὸ αἷμα πρὸς ἀποτροφὴν τοῦ παντὸς σώματος.360

19

.

361

νβʹ. Σπλήν ἐστι φλεβώδης καὶ ἀρτηριώδης, λεπτὰ ἀγ‐ γεῖα ἔχων καὶ πολλὰς μεταξὺ κοιλότητας τῶν ἀγγείων, διὰ τοῦτο ἀραιὸς καὶ σομφός. νγʹ. Στόμαχός ἐστι νευρώδης καὶ ἀρτηριώδης ἐργα‐
5λεῖον ὀρέξεως καὶ καταπόσεως ἢ καὶ πόρος ὑγρᾶς καὶ ξηρᾶς τροφῆς. νδʹ. Κοιλία ἐστὶ νευρώδης ὑποδοχεῖον τροφῆς ὑγρᾶς καὶ ξηρᾶς πρὸς τὸ πέττεσθαι τὴν τροφὴν κατεσκευασμένη. νεʹ. Ἔντερά ἐστι νευρώδη τὰ μὲν πρὸς τὴν πέψιν
10συνεργοῦντα, τὰ δὲ πρὸς τὴν ὑποδοχὴν, τὰ δὲ πρὸς ἀπό‐ κρισιν τοῦ περιττώματος γεγονότα. πόσων πηχῶν εἰσι τὰ ἔντερα; τὰ ἔντερα δεκατριῶν πηχῶν εἰσιν ἕκαστον τῷ ἰδίῳ πήχει μετρούμενον. πόσαι τάξεις ἐντέρων; ἐννέα. στόμαχος, κοιλία, πυλωρὸς, δωδεκαδάκτυλος, ἔκφυσις, νῆστις, λεπτὸν,
15τυφλὸν, κῶλον, ἀπευθυσμένον.
νστʹ. Νεφροί εἰσι σαρκώδεις ἐκ ψαφαρωτέρας σαρκὸς361

19

.

362

συγκείμενοι, ἰσθμοὶ τοῦ ὑγροῦ περιττώματος καὶ ὥσπερ προσλάκια ὑπὸ τῆς φύσεως γεγενημένοι. νζʹ. Κύστις ἐστὶ νευρώδης ὑποδοχεῖον ἅμα καὶ ἐργα‐ λεῖον ἐκκριτικὸν ὑγροῦ τοῦ περιττώματος.
5 νηʹ. Δίδυμοί εἰσι σαρκοειδεῖς καὶ εὔθρυπτοι, ὑγροὶ καὶ θερμοὶ, συνεργοὶ τῇ πέψει τοῦ ἐν τοῖς παραστάταις σπέρ‐ ματος. νθʹ. Παραστάται εἰσὶν οἱ συγκείμενοι ἐκ φλε‐ βὸς καὶ ἀρτηρίας εἰς τὸ αὐτὸ συμπεφυκυιῶν περιεκτικοὶ
10σπέρματος. ξʹ. Μήτρα ἐστὶν ἔξωθεν μὲν νευρώδης, ἐν δὲ τῷ ἔν‐ δοθεν σαρκωδεστέρα, ἀγγεῖον κυητήριον. ταύτῃ καὶ ἡ ὑστέ‐ ρα ὀνομάζεται, ὅτι ὑστάτη τῶν ἁπάντων μερῶν ἐστι. ἄλλως. μήτρα ἐστὶν καὶ ἡ ὑστέρα λεγομένη. καὶ μήτρα μὲν λέγε‐
15ται διὰ τὸ εἶναι μητέρα πάντων τῶν βρεφῶν. ὑστέρα δὲ λέγεται διὰ τὸ ὕστερον τῶν μορίων κεῖσθαι αὐτήν. πόσας ἐνεργείας ἔχει μήτρα ἐν ταῖς συνουσίαις; τέσσαρας. ἑλκτι‐
κὴν, καθεκτικὴν, ἀλλοιωτικὴν καὶ ἀποκριτικήν.362

19

.

363

ξαʹ. Ἔκκρισίς ἐστι φορὰ τῶν παρακειμένων τοῖς σώ‐ μασι περιττωμάτων. ξβʹ. Κόπρος ἐστὶν ἀποκάθαρμα τροφῆς εἰς συντέλειαν πέψεως καὶ ἀναδόσεως διακεκριμένον.
5 ξγʹ. Οὖρόν ἐστι περιήθημα τοῦ αἵματος ἐν τῇ μεγάλῃ φλεβὶ καταφερόμενον διὰ νεφρῶν καὶ οὐρητήρων ἐν τῇ κύ‐ στει. ἄλλως. οὖρόν ἐστι περίττωμα ὅπερ γεννᾶται μὲν ἐν τῷ ἥπατι, διακρίνεται δὲ ἐν τοῖς νεφροῖς, παράκειται δὲ διὰ τῶν οὐρητήρων παρὰ τὴν οὐροδόχον κύστιν, κἀκεῖθεν ἐξέρ‐
10χεται διὰ τοῦ τραχήλου τῆς κύστεως· ὃν τράχηλον καὶ οὐ‐ ρήθραν ἐκάλουν διὰ τὸ ἐκεῖθεν φέρεσθαι τὸ οὖρον. ξδʹ. Ποιητικὴ αἰτία τοῦ οὔρου ἐστὶν ἡ ἐν τῷ ἥπατι ἐξαιμάτωσις. ξεʹ. Τέσσαρές εἰσι χυμοὶ ἐξ ὧν τὸ ζῶον συνέστηκεν,
15αἷμα, φλέγμα, χολαὶ δύο, ξανθή τε καὶ μέλαινα. ταῦτα γὰρ ἃ καὶ στοιχεῖα τοῦ σώματος παῖδες ἰατρῶν καλοῦσιν, ἐπειδὴ ἐκ τούτων συνεστήκαμεν. τούτων τὸ μὲν αἷμα θερ‐
μόν ἐστι καὶ ὑγρὸν καὶ γλυκὺ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ363

19

.

364

ὑγρὸν καὶ ἁλυκὸν καὶ γλίσχρον· ἡ δὲ ξανθὴ χολὴ θερμὴ καὶ ξηρὰ καὶ δριμεῖα καὶ δακνώδης· ἡ δὲ μέλαινα ξηρὰ καὶ ψυχρὰ καὶ ὀξεῖα καὶ βαρυτάτη. ξστʹ. Αἷμά ἐστι θερμὸν καὶ ὑγρὸν ἐν ταῖς φλεψὶ πλεῖον,
5ἐν ἀρτηρίαις ὀλιγώτερον, ἐξ οὗ τὸ ζῶον τρέφεται. ξζʹ. Φλέγμα ἐστὶ ψυχρὸν καὶ ὑγρὸν πρός τε τὴν κα‐ τάποσιν τῶν σιτίων καὶ πρὸς τὰς κινήσεις τῶν ἄρθρων ὑπὸ τῆς φύσεως ὑποβεβλημένον. ξηʹ. Ξανθὴ χολή ἐστι θερμὴ καὶ ξηρὰ καὶ ἐπὶ τόνον
10μὲν τοῦ στομάχου καὶ πρὸς τὰς ἐκκρίσεις τῆς κοιλίας γε‐ γενημένη. ξθʹ. Χολὴ μέλαινά ἐστι ψυχροτέρα τῆς ξανθῆς παρα‐ κειμένη μέντοι ἐν τῷ σπληνὶ, ἀνακεκραμένη δὲ καὶ ἐν τῷ αἵματι, ὥστε σχίζεσθαι αὐτὸ καὶ μὴ παχὺ καὶ ἀργὸν καὶ
15δυσανάδοτον ἀποτελεῖσθαι. οʹ. Τέσσαρές εἰσι διαφοραὶ τοῦ μελαγχολικοῦ χυμοῦ· ὧν πρῶτός ἐστιν ὁ στοιχειώδης· καὶ ὁ ἐξ ὑπερο‐ πλήσεως τῆς ξανθῆς χολῆς γενόμενος, ὅντινα καὶ ἀσφαλ‐
τώδη ὀνομάζομεν διὰ τὸ στίλβειν αὐτὸν ἀσφάλτου δίκην καὶ364

19

.

365

ὁ ἐκ τοῦ ἀπογεωθέντος φλέγματος ἢ τοῦ σαπέντος καὶ ὁ ἐκ τοῦ τρυγώδους αἵματος. χολῆς ξανθῆς διαφοραὶ ἕξ· χολὴ ἡ στοιχειώδης καὶ ἡ λεκιθώδης καὶ ἰσατώδης καὶ πρασώ‐ δης καὶ ἰώδης καὶ ἡ ὠχρὰ καὶ αἱ τοῦ φλέγματος διαφοραί.
5τὸ μέν ἐστι γλυκὺ, τὸ δὲ ἁλυκὸν, τὸ δὲ ἄποιον. καὶ κατὰ τρεῖς τρόπους εἰσὶ τὰ ὑγρὰ ἐν τῇ γαστρὶ, ἢ μὲν γὰρ ἐπι‐ πλέουσιν ἢ ἀναπεμπόμενά εἰσιν ἢ ἐμπεπλασμένα. οαʹ. Μύξα ἐστὶν ἀποκάθαρμα τοῦ ἐγκεφάλου ὥστε κουφίζεσθαι τὸ ἡγούμενον τῆς ψυχῆς μέρος.
10 οβʹ. Ἱδρώς ἐστι περιήθημα τῆς ἐν τῷ αἵματι λεπτῆς καὶ ὀῤῥώδους ὑγρασίας. ογʹ. Φλέψ ἐστιν ἀγγεῖον αἵματος καὶ τοῦ συγκεκρα‐ μένου τῷ αἵματι φυσικοῦ πνεύματος, νευρώδης, τὴν αἴσθη‐ σιν καὶ τὴν ὑγρὰν καὶ θερμὴν οὐσίαν ἔχουσα· ἔχει δὲ πλεῖον
15τὸ αἷμα, ὀλιγώτερον δὲ τὸ ζωτικὸν πνεῦμα. οδʹ. Ἀρτηρία ἐστὶν ἀγγεῖον αἵματος ἐλάττονος καὶ κα‐ θαρωτέρου καὶ τοῦ συγκεκραμένου φυσικοῦ πνεύματος πλείο‐
νος καὶ λεπτομερεστέρου, θερμοτέρα καὶ ξηροτέρα καὶ αἰ‐365

19

.

366

σθητικωτέρα τῆς φλεβὸς σφυγμωδῶς κινουμένη. ἄλλως. ἀρτηρία ἐστὶ σῶμα κοῖλον διχίτωνον, ἐκ καρδίας ὁρμώμενον πνεύματος ζωτικοῦ χορηγόν. δέχεται δὲ καθαρὸν ἀέρα ἐν τῇ συστολῇ καὶ ἐκκρίνει ἐν τῇ διαστολῇ τὰ καπνώδη καὶ
5λιγνυώδη περιττώματα· εἰσφέρουσα οὖν καθαρὸν ἀέρα ψύ‐ χει τὴν καρδίαν καὶ τὸ ἔμφυτον θερμόν· ἡ χρεία γοῦν τοῦ σφυγμοῦ αὕτη ἐστὶ τὸ ἐμψύχεσθαι διὰ τοῦ ἀέρος. ἔστι δὲ καὶ αὕτη οὐσία τοῦ ἀέρος τὸ προστίθεσθαι τῷ ἡμετέρῳ πνεύματι γέννησις καὶ προσθήκη τοῦ ψυχικοῦ πνεύματος.
10 οεʹ. Εἰσὶ κινήσεις ἐν ἡμῖν ὡς Ἀριστοτέλης ἐκ κατη‐ γορίας λέγει ἕξ· γένεσις, φθορὰ, μείωσις, ἀλλοίωσις, αὔξη‐ σις καὶ ἡ κατὰ τὸν τόπον φορά. οστʹ. Νεῦρόν ἐστι σῶμα λευκὸν καὶ νᾶστον. νεύρων τρεῖς εἰσιν αἱ διαφοραὶ, τὰ μὲν ἐξ ἐγκεφάλου καὶ νωτιαίου
15ἐκπεφυκότα νεῦρα, ταῦτα κυρίως προσαγορεύεται· τὰ δὲ ἐκ μυῶν τένοντες· τὰ δὲ ἐξ ὀστῶν σύνδεσμοι.
οζʹ. Νεῦρα τὰ ἀπ’ ἐγκεφάλου καὶ μηνίγγων ἐκπεφυ‐366

19

.

367

κότα, κοινὰ, ξηρότερα καὶ ἧττον θερμότερα φλεβῶν καὶ ἀρ‐ τηριῶν αἰσθητικώτερα τὰς προαιρετικὰς κινήσεις ἐκτελοῦντα. οηʹ. Νεῦρα τὰ ἐξ ὀστῶν ἐκφυόμενα εἰσὶν τὰ ἐξ ὀστῶν εἰς ὀστᾶ συνδετικὰ καὶ συνεκτικὰ τῶν ἄρθρων
5καὶ τῶν μελῶν τοῦ σώματος. οθʹ. Νεῦρον ἐκ μυὸς ἐκφυόμενον πέρας ἐστὶ μυὸς ἢ ἀπονεύρωσις εἰς τὸ κινηθησόμενον μέρος ἐμφυομένη. πʹ. Μύες εἰσὶ σώματα νευρώδη ἀναμεμιγμένης αὐτοῖς καὶ σαρκὸς πρὸς κίνησιν τῶν σώματος μερῶν γεγονότες.
10 παʹ. Περιόστεοι ὑμένες εἰσὶν εἱλύματα λεπτὰ, ἰνώδη ὥσπερ ἐνδύματα τῶν ὀστῶν ὑπὸ τῆς φύσεως γενόμενοι. πβʹ. Πιμελή ἐστι παρέγχυμα τροφῆς περὶ τοὺς ὑμέ‐ νας μάλιστα πηγνυμένη, ἀναίσθητος. πγʹ. Σάρξ ἐστιν ἐξ αἵματος πεπηγυῖα, ὑγρὰ καὶ θερμὴ,
15σκέπην τε καὶ τὴν μαλακότητα παρεχομένη τῷ σώματι. πδʹ. Ὁ ἐν τοῖς ὀστέοις μυελός ἐστι περιεχόμενος ταῖς
κοιλότησιν τῶν ὀστῶν, λιπαρὸς καὶ ἀναίσθητος.367

19

.

368

πεʹ. Χόνδροι εἰσὶ σώματα γεωδέστερα καὶ ἀναίσθητα, ἅτινά εἰσι ῥὶς καὶ ὦτα. πστʹ. Ὀστᾶ εἰσι σώματα ξηρὰ καὶ γεώδη καὶ ψυχρὰ καὶ ἀναίσθητα. ἄλλως. ὀστοῦν ἐστι σῶμα γεωδέστερον, ψυ‐
5χρὸν καὶ ἀναίσθητον. ὀστοῦν ἐστι κατὰ μὲν Πλάτωνα μυε‐ λὸς ὑπὸ θερμοῦ πηγνύμενος, κατὰ δὲ ἐνίους τῶν ἰατρῶν σύγκρισις γεώδης καὶ στερεὰ καὶ ἀναίσθητος καὶ ἄναιμος. κοινὰ δὲ ἡ ἀναισθησία καὶ μὴ ἀνωμαλία χόνδρου καὶ ὄνυ‐ χος. ἀλλ’ ὁ μὲν χόνδρος εἰκών ἐστιν ὀστοῦ. παράκειται
10γὰρ ἐν τοῖς ἄρθροις πλειστάκις. ὄνυξ δὲ ὀστέου εἴη ἂν ἐπιφάνεια ἢ δέρματος ἄφαψις σκληρὰ καὶ ξηρά. πζʹ. Ὀδόντες εἰσὶν οἱ διαιροῦντες τὴν τροφὴν καὶ κα‐ τεργαζόμενοι καὶ συνεργοῦντές τι καὶ πρὸς τὴν τῆς φωνῆς διάρθρωσιν.
15 πηʹ. Οὐρανίσκος ἐστὶ τὸ ἀνώτερον μέρος τοῦ στόμα‐ τος ἐκ τῆς πρὸς οὐρανὸν ὁμοιότητος τὸ ὄνομα λαμβάνων. πθʹ. Γαργαρέων ἐστὶ σαρκίον τῆς φάρυγγος ἀπηρ‐
τησμένον, φωνῆς ὄργανον καὶ πνεύματος ἀποτέλεσμα.368

19

.

369

ϟʹ. Φατνία εἰσὶν αἱ κοιλότητες τῶν ὀστῶν ἐν αἷς οἱ ὀδόντες ἐῤῥίζωνται. ϟαʹ. Ὄνυχές εἰσιν ἀποτελεύτησις τῶν νεύ‐ ρων εὐπρεπείας χάριν γεγονότες καὶ ὡς ἐπιλαμβάνεσθαί τι
5τοῖς δακτύλοις εὐκολώτερον. οἱ δὲ οὕτως. ὄνυχές εἰσι δέρ‐ ματος ἔφαψις ξηρὰ καὶ ψυχρὰ καὶ ἀναίσθητος. ϟβʹ. Θρὶξ σῶμά ἐστι ξηρὸν καὶ ψυχρὸν καὶ ἀναίσθη‐ τον πρὸς σκέπην καὶ κόσμον γεγενημένη. κατὰ πόσους τρό‐ πους ἐγένοντο αἱ τρίχες εἰς τὸν ἄνθρωπον; κατὰ δύο. αἱ
10μὲν πρὸς κόσμον ἐν τῇ κεφαλῇ καὶ ἐν γενείοις· διὰ χρείαν δὲ ἐν τοῖς βλεφάροις καὶ ἐν τοῖς ὀφρύσιν. διὰ τί ἐπὶ τῆς κεφαλῆς φύονται πολλαὶ τρίχες; διά τε τὴν ξηρότητα τοῦ δέρματος καὶ διὰ τὸ πλῆθος τῶν αἰθαλωδῶν περιττωμάτων τῶν κάτωθεν ἄνω ἐς τούτους τόπους ἀναφερομένων. διὰ
15τί ἐπὶ τῶν ἀκμαστικῶν ἡλικιῶν δασύτης ἐστὶ τριχῶν; διὰ τὸ εἶναι πλῆθος περιττωμάτων καὶ πόρους μεγάλους καὶ διὰ τὸ τούτων δέρμα μηδὲ λίαν ξηρότερον μηδὲ μαλακώτε‐
ρον. διὰ τί ἐπὶ τῶν παίδων ψιλότης ἐστὶ τριχῶν; διά τε369

19

.

370

τὸ μὴ εἶναι πολλὰ αἰθαλώδη περιττώματα καὶ διὰ τὸ μὴ εἶναι πόρους. κατὰ πόσους τρόπους γίνονται φαλακροὶ οἱ ἄνθρωποι; κατὰ δύο. ἢ δι’ ἄκραν ξηρότητα ἢ δι’ ἄκραν ὑγρότητα, ὥσπερ ἡ γῆ τὸν χορτὸν ἡ ἔχουσα πολὺ ὕδωρ
5σήπει. ϟγʹ. Δέρμα ἐστὶ σῶμα νευρῶδες σκεπάζον ὅλην τὴν περιοχὴν ὅλου τοῦ σώματος, εὐπρεπείας χάριν τὸν τοῦ ὅλου λόγον καὶ ὥστε ἀπερύκειν τὰ αἴτια γεγενημένον. ϟδʹ. Σπέρμα ἐστὶν ἡ συνεσπαρμένη δύναμις ἐν ὑγρῷ
10περιέχουσα τούτου τὸν λόγον, ἥτις δύναμις τυγχάνουσα τῶν προσηκόντων λόγων καὶ ὑλῶν ἐξαπλοῦται εἰς γένεσιν ἀν‐ θρώπου. ἢ οὕτως ἑτέρως. σπέρμα ἐστὶν ὑγρὸν ἐν παρα‐ στάταις περιεχόμενον ἐκ θερμοῦ πνεύματος, ἐξ οὗ οἷόν τε φῦναι ἄνθρωπον. ἄλλως. σπέρμα ἐστὶ πνεῦμα ἔνθερμον
15ἐν ὑγρῷ ἐξ ἑαυτοῦ κινούμενον καὶ δυνάμενον τοιοῦτον γεν‐ νᾷν οἷον ἀφ’ οὗ καὶ ἀφέθη· ἢ τὸ μεθ’ ὑγροῦ ψυχῆς ὑλι‐ κοῦ μέρους ἀπόσπασμα μετὰ τοῦ ὑγροῦ πνεύματος. ὁ δὲ
Κιτιεὺς Ζήνων οὕτως ὡρίσατο. σπέρμα ἐστὶν ἀνθρώπου ὃ370

19

.

371

μεθίησιν ἄνθρωπος μεθ’ ὑγροῦ ψυχῆς μέρους ἅρπαγμα καὶ σύμμιγμα τοῦ τῶν προγόνων γένους, οἷόν τε αὐτὸ ἦν καὶ αὐτὸ συμμιχθὲν ἀπεκρίθη. ϟεʹ. Φύσις ἐστὶ πῦρ τεχνικὸν ὁδῷ βαδίζον εἰς γένε‐
5σιν καὶ ἐξ ἑαυτοῦ ἐνεργητικῶς κινούμενον. ἑτέρως κατὰ Πλάτωνα. φύσις ἐστὶ θεία τέχνη. ἢ φύσις ἐστὶν οἵα τεχνικὴ δύναμις. ἑτέρως. φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ κινούμενον καὶ κατὰ τὰς σπερματικὰς δυνάμεις γεννῶν τε καὶ τελειοῦν καὶ διατηροῦν τὸν ἄνθρωπον. ἢ οὕτως. φύσις
10ἐστὶ δύναμις ἐξ ἑαυτῆς κινουμένη, αἰτία γενέσεώς τε καὶ διαπλάσεως καὶ τελειότητος γεννῶσά τε καὶ τελειοῦσα τὸν ἄνθρωπον. φύσις καὶ ἡ κρᾶσις λέγεται, φύσις καὶ ἡ ἕξις. φύσις καὶ ἡ καθ’ ὁρμὴν κίνησις. φύσις καὶ ἡ διοικοῦσα τὸ ζῶον δύναμις λέγεται. δύναται δὲ καὶ οὕτως ὁρίσασθαι.
15φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ κινούμενον κατὰ σπερματικοὺς λόγους γεννῶν τε καὶ τελειοῦν καὶ διατηροῦν
τὸν ἄνθρωπον ἐν χρόνοις καὶ μεγέθεσιν ὡρισμένους.371

19

.

372

ϟστʹ. Ἕξις ἐστὶ πνεῦμα συνέχον καὶ συγκρα‐ τοῦν τὰ μέρη. ϟζʹ. Ὄρεξίς ἐστι πόθος καὶ ἐπιζήτησις τροφῆς καὶ πότου.
5 ϟηʹ. Κατάποσίς ἐστιν ὁλκὴ στερεοῦ καὶ ὑγροῦ ἀπὸ στομάχου εἰς κοιλίαν γινομένη. ἢ οὕτως. κατάποσίς ἐστιν εἰσφορὰ τροφῆς τῆς ὑγρᾶς καὶ στερεᾶς ἐκ στόματος διὰ στο‐ μάχου εἰς κοιλίαν γινομένη. ϟθʹ. Πέψις ἐστὶ μίξις καὶ χύλωσις ὥσπερ ἕψησις
10τροφῆς ἐν κοιλίᾳ καὶ ἐν ἐντέροις κατὰ μεταβολὴν εἰς ἀνά‐ δοσιν τετελεσμένη. ἑτέρως. πέψις ἐστὶ κατεργασία τροφῆς κατὰ μεταβολὴν ἐν κοιλίᾳ καὶ ἐν ἐντέροις. ἢ οὕτως. πέψις ἐστὶν ἀλλοίωσις ἑτοίμη πρὸς ἐξαιμάτωσιν, ἥτις γίνεται ὑπὸ τῆς φύσεως διὰ θερμασίας ἑψήσει παραπλησίως. πῶς Ἱπ‐
15ποκράτης καὶ Ἐρασίστρατος καὶ Ἐμπεδοκλῆς καὶ Ἀσκλη‐ πιάδης τὰς πέψεις τῆς τροφῆς φασι γίνεσθαι; τὰς πέψεις τῆς τροφῆς Ἱπποκράτης μὲν ὑπὸ τοῦ ἐμφύτου θερμοῦ φησι
γίνεσθαι, Ἐρασίστρατος δὲ τρίψει καὶ λειώσει καὶ περι‐372

19

.

373

στολῇ τῆς γαστρὸς καὶ ἐπικτήτου πνεύματος ἰδιότητι. Ἐμ‐ πεδοκλῆς δὲ σήψει· οἱ δὲ ἐξ ὠμῶν ἔφασαν τὰς ἀναδόσεις γίγνεσθαι, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ Βιθυνός· ὁ δ’ αὐτὸς οὗτος καὶ τὴν γυμνασίαν τῶν πέντε αἰσθήσεων ἀπεφήνατο
5εἶναι τὴν ψυχήν. ρʹ. Ἐξαιμάτωσίς ἐστιν ἡ εἰς αἷμα τῆς τροφῆς μετα‐ βολή. ραʹ. Ἀνάδοσίς ἐστιν ὁλκὴ τῆς πεφθείσης καὶ οἰκονο‐ μηθείσης καὶ ἐξαιματωθείσης τροφῆς εἰς πάντα τὰ τοῦ σώ‐
10ματος μόρια καὶ μέρη ὑπὸ τοῦ ἐμφύτου θερμοῦ. οἱ δὲ οὕτως. ἀνάδοσίς ἐστιν ὁλκὴ τῆς πεφθείσης τροφῆς ὑπὸ τοῦ κατὰ φύσιν θερμοῦ εἰς ὅλον τὸ σῶμα μετὰ τῆς οἰκείας με‐ ταβολῆς καὶ κατεργασίας. ρβʹ. Αὔξησίς ἐστιν ἡ εἰς μῆκος καὶ πλάτος καὶ βάθος
15πρόβασις τῶν σωμάτων. ργʹ. Θρέψις ἐστὶν ἡ εἰς τὴν περιοχὴν καὶ τὸ πλάτος γινομένη πρόσθεσις τοῖς σώμασιν.
ρδʹ. Τέσσαρές εἰσιν ἡλικίαι, πρώτη μὲν ἡ τῶν νέων·373

19

.

374

δευτέρα δὲ ἡ τῶν ἀκμαζόντων, καὶ τρίτη ἡ τῶν μέσων καὶ τετάρτη ἡ τῶν γερόντων. οἱ νέοι μὲν θερμοὶ τὴν κρᾶσιν καὶ ὑγροὶ καὶ τῷ ἔαρι παραπλήσιοι· οἱ δὲ ἀκμάζοντες θερ‐ μοὶ καὶ ξηροὶ καὶ τὴν αὐτὴν κρᾶσιν τῷ θέρει προσκεκτη‐
5μένοι. οἱ μέσοι ψυχροὶ καὶ ξηροὶ εἰσὶ τῇ κράσει ὅμοιοι τῷ φθινοπώρῳ· οἱ δὲ γέροντες ψυχροὶ καὶ ὑγροὶ καὶ τῷ χειμῶνι παραπλήσιοι. πλεονάζει τοῖς μὲν νέοις τὸ αἷμα, τοῖς δὲ ἀκμάζουσι ξανθὴ χολὴ, τοῖς δὲ μέσοις ἢ παρακμάζουσιν ἡ μέλαινα, τοῖς δὲ γέρουσι τὸ φλέγμα. ὅτι
10τὸ ἔμφυτον θερμὸν πολὺ μὲν ἐν τοῖς νέοις, ἀκμάζον δὲ ἐν τοῖς ἀκμάζουσι, μέσον δὲ ἐν τοῖς μέσοις, ὀλίγιστον δὲ ἐν τοῖς γέρουσιν. ρεʹ. Νεότης ἐστὶ καθ’ ἣν αὔξεται τὸ ζῶον ἐπίδοσιν λαμβάνοντος ἐν αὐτῷ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ καὶ ἴσων
15ὄντων τῶν ἀπερχομένων τοῖς προσφερομένοις ἢ πλείονος ὄντος τοῦ προσγινομένου ἢ τοῦ ἀπογιγνομένου. ρστʹ. Ἀκμή ἐστιν ἡλικία καθ’ ἣν ηὔξηται καὶ τετε‐ λείωται τὸ ζῶον τελείων ἐν αὐτῷ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ
καὶ ἴσων ὄντων τῶν ἀπερχομένων τοῖς προσφερομένοις.374

19

.

375

ρζʹ. Γῆράς ἐστιν ἡλικία καθ’ ἣν ὑπομειοῦται καὶ ὑπο‐ λείπει τὸ ζῶον ἐλαττόνων ἐν αὐτῷ γινομένων τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ· καὶ πλειόνων δὲ ἐν αὐτῷ γινομένων τοῦ ψυ‐ χροῦ καὶ τοῦ ξηροῦ.
5 ρηʹ. Ἀναπνοή ἐστι κίνησις θώρακος καὶ πνεύμονος. μέρη δὲ αὐτῆς εἰσι δύο, εἰσπνοὴ καὶ ἐκπνοή. ἢ οὕτως. ἀνα‐ πνοή ἐστιν ὁλκὴ ἀέρος διὰ στόματος καὶ μυκτήρων εἰς ἐγ‐ κέφαλον καὶ διὰ φάρυγγος καὶ πνεύμονος εἰς καρδίαν· πά‐ ρεισι δέ τοι καὶ εἰς τὴν κοιλίαν. καὶ ἐκ τοῦ ληφθέντος
10πάλιν ὀλίγη τις ἀνταπόδοσις εἰς τὸ περιέχον γίνεται. ρθʹ. Διαπνοή ἐστιν ὁλκὴ ἀέρος ἀπροαίρετος ὑπὸ τοῦ φυσικοῦ θερμοῦ διὰ τῆς ἐπιφανείας ἅμα τοῖς συναπερχο‐ μένοις αὐτοῦ σώματος γινομένη. ἑτέρως. διαπνοή ἐστιν ἐκ τοῦ σώματος ὁλκὴ ἀέρος μετ’ ὀρέξεως φυσικῆς δι’ ὅλου
15τοῦ σώματος καὶ πάλιν δι’ ἐξόδων ἀπόκρισις. ριʹ. Σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν φυσική. μέρη δὲ τοῦ σφυγμοῦ εἰσι δύο, διαστολὴ
καὶ συστολή· ἢ οὕτως. σφυγμός ἐστι κίνησις κατὰ διαστο‐375

19

.

376

λὴν καὶ συστολὴν κυρδίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου καὶ μηνίγγων φυσικὴ καὶ ἀπροαίρετος. δυνατὸν καὶ οὕτως ὁρί‐ σασθαι. σφυγμός ἐστι κίνησις φυσικὴ καὶ ἀπροαίρετος τοῦ ἐν καρδίᾳ καὶ ἀρτηρίαις θερμοῦ εἰς ἑαυτὸ καὶ ἀφ’ ἑαυτοῦ
5συγκινοῦσα ὁμοίως τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας. ἄλ‐ λως. σφυγμός ἐστι κατὰ διαστολὴν καὶ συστολὴν πρὸς ἔμ‐ ψυξιν τοῦ ἐμφύτου θερμοῦ καὶ αὔξησιν τοῦ ζωτικοῦ τόνου καὶ γέννησιν τοῦ ψυχικοῦ πνεύματος. ἄλλως. σφυγμός ἐστιν ἄγγελος ἀψευδὴς τῶν ἐν βάθει κεκρυμμένων καὶ τῶν ἀφα‐
10νῶν προφήτης καὶ τῶν ἀδήλων ἔλεγχος ἐν ἁρμονικῇ κινήσει καὶ μαντικῇ πληγῇ διάθεσιν ἀόρατον προαγορεύων. ριαʹ. Γένος τοῦ σφυγμοῦ κίνησίς ἐστιν ἡ ἀτε‐ λεύτητος καὶ ἀπροαίρετος ἡ ἐν τῇ τῆς ἀεικινησίας διαστολῇ καὶ συστολῇ συνισταμένη καὶ ἐν τῇ καρδίᾳ τε καὶ ταῖς ἀρ‐
15τηρίαις ἀρχὴν ἔχουσα. ἡ ἀρτηρία κυκλοειδῶς κινεῖται ἢ ἐπ’ εὐθείας. δηλονότι οὐ κινεῖται ἐν κύκλῳ. ὅτι δὲ οὐδ’ ἐπ’ εὐθείας ἐντεῦθεν εἴσῃ σαφῶς. τὰ ἐπ’ εὐθείας κινού‐
μενα πάντα μεταβαίνει τόπον ἐκ τόπου καὶ πέρας ἴσχει376

19

.

377

κινήσεως· οὐκ ἄρα ἐπ’ εὐθείας κινεῖται. εἰ δὲ δύο οὐσῶν κινήσεων οὐδεμίαν κίνησιν κινεῖται, οὐκ ἄρα κινεῖται. ἀλλὰ τοῦτο ψευδῶς καὶ τῇ αἰσθήσει μαχόμενον. κινεῖται οὖν. ἐπεὶ δὲ κινεῖται, δεικτέον ποίαν κίνησιν κινεῖται ἡ ἀρτηρία.
5φαμὲν τοίνυν μικτὴν ποιῆσαι τὴν κίνησιν ἔν τε κύκλῳ καὶ ἐπ’ εὐθείας. εἰ δὲ μικτή ἐστιν ἡ ταύτης, ὡς εἴρηται, κί‐ νησις εὔλογος ἀπόδειξις τὸ κέντρον. ριβʹ. Κέντρον δὲ λέγω τὸ μὲν μέσον σημεῖον κατὰ τὴν σύμπτωσιν τῆς ἀρτηρίας διαστελλομένης οὑτωσοῦν ἐπὶ τὰ
10ἔξω ῥεῖν καὶ πάλιν ἀπὸ τῶν ἔξω ἐπὶ τὸ κέντρον πίπτειν, δόξειν ἐπ’ εὐθείας κινεῖσθαι. εἰ δὲ θέλεις αὐτοῖς τοῖς πράγμασι τὴν τῆς ἀρτηρίας θεάσασθαι κίνησιν, ἔστω σοι εἰκὼν σαφὴς τοῦ λεγομένου. ἀναλαβὼν λίθον τις ἀκοντίσει ἐν ὕδατι, εἶτα τὴν ἐκ τοῦ λίθου πληγὴν νοήσεις τὴν ἀρτη‐
15ρίαν, ὁ γενόμενος ἐκ ταύτης κύκλος σαφῆ σοι τὴν διαστο‐
λὴν ἀπεργάζεται. εἰ δὲ αὖ πάλιν μὴ ἐπ’ ἄπειρον ἰόντα377

19

.

378

τούτου τὸν κύκλον νοήσεις, ἀλλὰ στάντα καὶ ἀρξάμενον μετ’ ὀλίγον ἐλαττοῦσθαι, ἕως ἂν εἰς ἐκεῖνον καταντήσει τὸν τό‐ πον, ὅθεν τὴν ἀρχὴν τῆς γεννήσεως ἔλαβεν. ριγʹ. Ἡγεμονικόν ἐστι ψυχῆς τὸ ἄρχον τῶν μερῶν τῆς
5ψυχῆς, τὸ βασιλεῦον καὶ ἐπιτάσσον, καθιδρυμένον δὲ ἐν τῇ βάσει τοῦ ἐγκεφάλου. οἱ δὲ οὕτως. ἡγεμονικὸν ψυχῆς ἐστι τὸ κατάρχον τῆς ὅλης τοῦ ζώου διοικήσεως, τεταγμένον δὲ ἐν τῇ καρδίᾳ τοῦ ἐγκεφάλου. ριδʹ. Ὑπηρετικὸν μέρος τῆς ψυχῆς τὸ ὑποτεταγμένον
10καὶ ὑπηρετοῦν τῷ ἡγεμονικῷ, τεταγμένον δὲ ἐν τῷ ἄλλῳ λοιπῷ σώματι. ριεʹ. Αἴσθησίς ἐστι πάθος ψυχῆς διὰ σώματος ἀγ‐ γελικὸν τοῦ κινητικοῦ. τί διαφέρει αἴσθησις καὶ αἰσθητή‐ ριον καὶ αἰσθητὸν καὶ αἰσθητικόν; διαφέρει. αἴσθησις μὲν
15γάρ ἐστιν ἡ ἐνεργοῦσα δύναμις, αἰσθητήριον δὲ τὸ αἴσθη‐ σίν τινα ἐμπεπιστευμένον ὄργανον, αἰσθητὸν δὲ τὸ τῇ αἰ‐ σθήσει ὑποπῖπτον, αἰσθητικὸν δὲ αὐτὸ τὸ αἰσθανόμενον,
οἷον αἴσθησις μὲν, ὅρασις, γεῦσις, ὄσφρησις καὶ αἱ λοιπαὶ378

19

.

379

αἰσθήσεις ἀκοὴ καὶ ἁφή. αἰσθητήριον ἤτοι ὀφθαλμὸς ἢ ῥὶς ἢ γλῶττα, ἃ καὶ ὄργανα αἰσθητικὰ προσαγορεύεται. αἰσθητὸν δὲ τὸ ξύλον ἢ ὁ λίθος ἢ κίων καὶ πάντα τὰ ὑπο‐ πίπτοντα ταῖς αἰσθήσεσιν. αἰσθητικὸν δὲ ὁ Θέων καὶ ὁ
5Δίων καὶ τἄλλα ὅσα αἰσθάνεται ζῶα. ριστʹ. Αἰσθήσεις εἰσὶ πέντε, ὅρασις, ἀκοὴ, γεῦσις, ὄσφρησις, ἁφή. διακονοῦνται δὲ αὗται καὶ ὑπηρε‐ τοῦνται τῇ ψυχῇ, ὥσπερ Ἀσκληπιάδης ὁ Βιθυνός φησιν καὶ τὴν οὖν γυμνασίαν τῶν πέντε αἰσθήσεων ψυχὴν εἶναι.
10 ριζʹ. Ὅρασίς ἐστιν ἡ γινομένη διὰ τῶν ὀφθαλμῶν τῷ συγκεκραμμένῳ ἐν αὐτοῖς πνεύματι λεπτῷ μάλιστα κατὰ τὸν τῆς κόρης τόπον τυγχάνοντι, δι’ οὗ αἱ ὁρατικαὶ ἀντι‐ λήψεις γίνονται. τί ἐστιν ὄψις; ὄψις ἐστὶ δύναμις οὐσίας ἀερώδους φανώδης, ὅρασις δ’ ἐνεργητική.
15 ριηʹ. Ἀκοή ἐστιν ἡ γινομένη διὰ τοῦ ἐγκεκραμένου τοῖς ὠσὶ πνεύματος ξηροτέρου μᾶλλον ὄντος ἤπερ λεπτο‐ μερεστέρου, δι’ οὗ αἱ ἀκουστικαὶ ἀντιλήψεις γίνονται.
ριθʹ. Ὄσφρησίς ἐστιν ἡ ἀποτελουμένη διὰ τοῦ ἐν ταῖς379

19

.

380

ῥισὶ πνεύματος ὄντος ἐνίκμου καὶ ἀτμωδεστέρου, δι’ οὗ καὶ τῶν ὀσφραντῶν ἀντιλήψεις γίνονται. ρκʹ. Γεῦσίς ἐστιν ἡ γιγνομένη ποιότης τῷ ἐν τῇ γλώσ‐ σῃ πνεύματι ὄντι ὑγροτέρῳ μᾶλλον.
5 ρκαʹ. Ἁφή ἐστιν ἡ ἀποτελουμένη διὰ τοῦ πνεύματος ἐληλυθότος διὰ τοῦ σώματος, δι’ οὗ αἱ σωματικαὶ ἀντιλή‐ ψεις γίνονται. ρκβʹ. Μεταβατικὴ κίνησίς ἐστι τῶν ὅλων ζώων καθ’ ὁρμὴν γινομένη κατάρχοντος μὲν τοῦ ἡγεμονικοῦ, ὑπηρε‐
10τοῦντος δὲ τοῦ ἐν τοῖς νεύροις πνεύματος συνεκτεινομένου καὶ παραφέροντος τὰ μέλη. ρκγʹ. Φωνὴ ψόφος τίς ἐστιν ἔμψυχος. ἄλλως. φωνή ἐστιν ἡ γινομένη καθ’ ὁρμὴν τοῦ ἡγεμονικοῦ ἐκτεινομένου καὶ συνεκτείνοντος τὸ πνεῦμα τὸ διὰ φάρυγγος μέχρι τοῦ
15πνεύμονός τε καὶ τοῦ στόματος καὶ τῆς γλώττης τούτων διατυπτόντων τὸν πλησιάζοντα ἀέρα. ἄλλως. φωνή ἐστιν ἀποτέλεσμα τοῦ ἐν ἡμῖν τεθησαυρισμένου πνεύματος δια‐ σειόμενον διὰ τραχείας ἀρτηρίας καὶ εἰδοποιούμενον διὰ
γλώττης καὶ ἐπιγλωττίδος. ἄλλως. φωνή ἐστιν ἀπήχησις380

19

.

381

πνεύματος κατὰ προαίρεσιν ἡμῶν γινομένη συστελλομένων τῶν μεσοπλευρίων μυῶν καὶ προσκρουόντων τῇ τραχείᾳ ἀρ‐ τηρίᾳ, λάρυγγι, φάρυγγι, ἐπιγλωττίδι καὶ ἀπαγγέλλουσα τὰς ψυχικὰς διαθέσεις.
5 ρκδʹ. Μνήμη ἐστὶ κατοχὴ καὶ συντήρησις τῶν προ‐ κεκριμένων ἐν τῇ ψυχῇ ἢ τῶν προκεκινηκότων τὴν ψυχήν. οἱ δὲ οὕτως. μνήμη ἐστὶ κατάληψις παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως καταλαμβάνεται. ρκεʹ. Ἀνάμνησίς ἐστι πλείονος ἐγγενομένου μεταξὺ χρό‐
10νου πρὸς ἀλλήλους γενομένης τῆς διανοίας, ὥστε πάλιν ἀνα‐ μιμνήσκεσθαι τὰ προκεκινηκότα τῇ ψυχῇ. ρκστʹ. Ἐπίνοιά ἐστιν ἐναποκειμένη νόησις, νόησις δὲ λογικὴ φαντασία. ρκζʹ. Ὕπνος ἐστὶν ἄνεσις ψυχῆς κατὰ φύσιν ἀπὸ τῶν
15περάτων ἐπὶ τὸ ἡγεμονικόν. οἱ δὲ οὕτως. ὕπνος ἐστὶν ἡ ψυχῆς καταφορὰ κατὰ φύσιν ἀπὸ τῶν περάτων ἐπὶ τὴν ἀρ‐ χήν. ἄλλως. ὕπνος ἐστὶν ἡσυχία καὶ παῦλα τῶν ἡγεμονι‐
κῶν. τίς ποιητικὴ αἰτία τοῦ ὕπνου; ἡ ἐν ἐγκεφάλῳ χρηστὴ381

19

.

382

ὕλη. ἢ ὑπνόποιός ἐστιν ἡ χρηστὴ ὕλη ἀπὸ τοῦ στομάχου εἰς τὸν ἐγκέφαλον ἀναφερομένη καὶ ἡ μᾶλλον ὑγροτέρα καὶ μετρίως θερμοτέρα ἐστί. ρκηʹ. Ἐγρήγορσίς ἐστιν ἔντασις ψυχῆς καὶ ἀπὸ τῆς
5ἀρχῆς εἰς πάντα τὰ μέρη καὶ τὰ μόρια τοῦ σώματος. ρκθʹ. Ὑγίειά ἐστι τῶν πρώτων κατὰ φύσιν ἡ εὐκρα‐ σία τῶν ἐν ἡμῖν χυμῶν ἢ τῶν φυσικῶν δυνάμεων ἀπαρα‐ πόδιστος ἐνέργεια. ἢ ὑγίειά ἐστιν εὐκρασία τῶν τεσσάρων πρώτων στοιχείων ἐξ ὧν τὸ σῶμα συνέστηκε, θερμοῦ, ψυ‐
10χροῦ, ὑγροῦ, ξηροῦ· οἱ δὲ οὕτως. ἁρμονία τῶν συνιστών‐ των τὸν ἄνθρωπον θερμῶν τε καὶ ψυχρῶν ὑγρῶν τε καὶ ξηρῶν. πόσα παρέπεται τῇ ὑγιείᾳ; τρία. κάλλος, εὐεξία, ἀρτιότης. κάλλος ποῖον; κάλλος μὲν οὐχ ὁποῖον κωμμωτι‐ κῆς δι’ ἐπιχρισμάτων προσώπου καὶ βαφῆς τριχῶν καὶ τῶν
15τούτοις ἐοικότων περιγινόμενον. ποία εὐεξία; εὐεξία δὲ ἡ οὐχὶ ἀπὸ γυμναστικῆς, ἀλλ’ ἡ κατ’ ἐπακολούθησιν τῆς ὑγιείας
συνισταμένη. ποία ἀρτιότης; ἀρτιότης δ’ ἐστὶν ἡ τῶν με‐382

19

.

383

ρῶν ἀπηρτισμένων ῥῶσίς τε καὶ συμμετρία. πάλιν δὲ τῷ κάλλει παρέπεται τρία, εὔχροια καὶ μελῶν ἀναλογία τε καὶ εὐρυθμία. ἔνιοι γοῦν τὸ κάλλος οὕτως ὡρίσαντο. κάλλος ἐστὶν εὐρυθμία μελῶν μετ’ εὐχροίας. εὔχροια καὶ μελῶν
5ἀναλογία τε καὶ εὐρυθμία εἰσὶ τὸ κάλλος. τί διαφέρει ὑγίεια εὐεξίας; ὑγίεια εὐεξίας τούτῳ διαφέρει ὅτι ὑγίεια μὲν καὶ ἔστιν εὐεξία σύμμετρος, ἡ δὲ εὐεξία, ὑγίεια ἐπιτε‐ ταμένη· ἡ δὲ ἐπὶ τῶν γυμναστικῶν εὐεξία οὐδὲ ὑγίεια ἄν τις εἴη.
10 ρλʹ. Ἀρεταὶ μὲν σώματος ὑγίεια, ῥώμη, κάλλος, ἀρ‐ τιότης. ψυχῆς δὲ ἀρεταὶ, φρόνησις, σωφροσύνη, ἀνδρεία, δικαιοσύνη. τίς τούτων ἀναλογία; ὑγίεια μὲν πρὸς σωφρο‐ σύνην. ἡ μὲν γὰρ ὑγίεια εὐκρασία τῶν πρώτων καὶ σύ‐ στασίς ἐστιν, ἡ δὲ σωφροσύνη τὸ καθαρεύειν παντὸς πά‐
15θους τὴν ψυχὴν ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας· δι’ ἣν
αἰτίαν τὰς ὁρμὰς τῆς ψυχῆς ἀταράχους παρέχεται· καὶ σύ‐383

19

.

384

στασις αὕτη ψυχῆς ἐστι καὶ ὑγίεια. πάλιν ἀναλογία ἐστὶ ῥώμη σώματος πρὸς ἀνδρείαν ψυχῆς. ἡ μὲν γὰρ ῥώμη εὐ‐ τονία ἐστὶ σώματος καὶ ἰσχὺς ἀκαταγώνιστος τοῖς νομιζο‐ μένοις τὸ σῶμα φθείρειν. ἡ δὲ ἀνδρεία ῥώμη ψυχῆς καὶ
5ἰσχὺς πρὸς τὰς ὑπομονὰς τῶν ἰσχυρῶν φαντασιῶν θανάτου, πόνου, ταλαιπωρίας καὶ καθ’ ὅλου παντὸς τοῦ δοκοῦντος εἶναι δεινοῦ καὶ φοβεροῦ. προσέοικε δὲ τῷ κάλλει πάλιν ἡ δικαιοσύνη· τὸ μὲν γὰρ κάλλος ἐν συμμετρίᾳ με‐ λῶν μετ’ εὐχροίας νοεῖται, ἡ δὲ δικαιοσύνη ἐν συμμετρία
10τοῦ ὑπερβάλλοντος ἑκάστου. ἀπονεμητικὴ γάρ ἐστιν ἑκάστῳ τῶν πρὸς ἀξίαν, οἷον θεοῖς, γονεῦσι, συγγενέσι, φίλοις, οἰ‐ κείοις, πολίταις. τῇ δὲ φρονήσει ἡ ἀρτιότης. ἀρτιότης μὲν γὰρ συμπλήρωσίς ἐστι τῶν τῆς ψυχῆς ὀρθῶν καταλή‐ ψεων ὥσπερ καὶ τῶν μελῶν. οὕτω δὲ καὶ ἡ φρόνησις.
15 ρλαʹ. Τὸ κατὰ φύσιν μέν ἐστιν ἡ ὑγίεια. τὸ δὲ παρὰ φύσιν ἡ νόσος. τὸ φύσει δὲ οὔτε κατὰ φύσιν ἐστὶν οὔτε
ἤδη παρὰ φύσιν, οἷον ὁ λεπτὸς ἄγαν καὶ ξηρὸς ἢ ὁ παχὺς384

19

.

385

ἤδη καὶ πιμελώδης ἢ ὁ γρυπὸς ἢ ὁ γλαυκὸς ἢ ὁ σιμὸς ἢ ὁ ῥεβός· οὗτοι καὶ οὕτως ἔχοντες κατὰ φύσιν μὲν οὐ διά‐ κεινται, παραβεβήκασι μὲν γάρ τι οὗτοι τὸ σύμμετρον· οὐδὲ μὴν παρὰ φύσιν ἔχουσιν, οὐ γὰρ ἐμποδίζονται εἰς τὰς ἐνερ‐
5γείας. τὸ δὲ οὐ φύσει τοιοῦτόν ἐστι τὸ μήτε παρὰ φύσιν ἐστὶ μήτε κατὰ φύσιν μήτε φύσει ἐστί. ὥσπερ οἱ τὰς λευ‐ κὰς ἔχοντες καὶ τὰς ἀκροχόρδωνας ἄλφους τε καὶ μύρμηκας καὶ εἴ τι ὅμοιον. ταῦτα γὰρ οὔτε κατὰ φύσιν, ἔξω γάρ εἰσι τοῦ κατὰ φύσιν, οὔτε μὴν παρὰ φύσιν, οὐδὲ γὰρ ἐμποδίζει
10ταῖς κατὰ φύσιν ἐνεργείαις. οὔτε δὲ φύσει, οὐ γὰρ ἐξ ἀρ‐ χῆς γέγονεν, οὐδ’ ἀπὸ τῆς πρώτης γενέσεως. λείπεται ἄρα οὐ φύσει εἶναι. ἐγγίζει δὲ τῷ λόγῳ τῷ κατὰ φύσιν τὸ φύ‐ σει καὶ τῷ παρὰ φύσιν τὸ οὐ φύσει. ρλβʹ. Τῶν ἐν ἡμῖν μερῶν τὰ μὲν πρὸς τὸ ζῇν ἡμᾶς
15ἀπὸ τῆς φύσεως, τὰ δὲ πρὸς τὸ εὖ ζῇν ὑπὸ τῆς φύσεως
γέγονε. τὰ μὲν οὖν πρὸς τὸ ζῇν γεγονότα τὰ κύρια τυγχά‐385

19

.

386

νει οἷον ἐγκέφαλος καὶ καρδία καὶ πνεύμων καὶ ἧπαρ καὶ γαστήρ· ὧν παθόντων τι ἐξ ἀνάγκης ἤτοι παραυτίκα ἢ ὕστερον τὸ ζῶον τελευτᾷ. τὰ δὲ πρὸς τὸ εὖ ζῇν ὀφθαλμοὶ, πόδες, χεῖρες καὶ τὰ ἄλλα μόρια. τούτων γὰρ παθόντων
5ζῇ μὲν τὸ ζῶον, ζῇ δὲ οὐ καλῶς. ρλγʹ. Νόσος ἐστὶ δυσκρασία τῶν πρώτων κατὰ φύσιν ἢ δυσκρασία τῶν ἐν ἡμῖν χυμῶν. ἢ τῶν φυσικῶν δυνά‐ μεων παραποδισμός. ἢ ἐκτροπὴ τοῦ σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν. ἢ νόσος ἑστὶ δυσκρασία τῶν
10πρώτων καθ’ ἣν ἐπικρατεῖ τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἢ τὸ θερμὸν ἢ τὸ ὑγρόν. αἱ νοσωδέσταται κατασκευαὶ τῶν σω‐ μάτων ἐξ ἐναντίων τῇ κράσει σύγκεινται μορίων, ὥσπερ αἱ ἄρισται κατασκευαὶ τῶν σωμάτων συνεστήκασιν ἐκ συμμέ‐ τρων μὲν τῶν ὀργανικῶν, ἐξ εὐκρασίας δὲ τῶν ὁμοιομερῶν.
15ρλδʹ. Πάθος ἐστὶ παραποδισμὸς τῆς κατὰ φύσιν ἐνερ‐
γείας νοσώδης ἤ τινος ἤ τινων ἢ μιᾶς ἢ πάντων τῶν τῆς386

19

.

387

φύσεως ἐνεργημάτων. τινὲς δὲ οὕτως ὡς Ἡροφίλιοι. πά‐ θος ἐστὶ τὸ μὴ διαπαντὸς ἐν τῷ αὐτῷ χρόνῳ λυόμενον καὶ ἐλάττονι δέ ποτε καὶ ἐν πλείονι. ρλεʹ. Νόσημά ἐστιν ἕξις νοσώδης ἢ ὅλου τοῦ
5σώματος ἢ μέρους. ἔτι τῶν νοσημάτων τὰ μέν ἐστι συνεχῆ, τὰ δὲ διαλείποντα, τὰ δὲ ὀξέα, τὰ δὲ κατοξέα, τὰ δὲ χρό‐ νια. συνεχῆ μὲν ὁ ἡμιτριταῖος καὶ ὁ τυφώδης οὕτω κα‐ λούμενος πυρετὸς καὶ ὁ καῦσος. διαλείποντα δέ ἐστι ταῦτα, ἀμφημερινὸς, τριταῖος, τεταρταῖος, πεμπταῖος καὶ τὰ τού‐
10τοις ὅμοια. ὀξέα δὲ φρενῖτις, λήθαργος, πλευρῖτις, περι‐ πνευμονία, καῦσοι καὶ τριταῖοι συνεχεῖς. κατοξέα δὲ συν‐ άγχη, κυνάγχη, ἀποπληξία, χολέρα, τέτανος καὶ τὰ τούτοις ὅμοια. χρόνια δὲ φθόη, ἐπίληψις, ἀρθρῖτις, νεφρῖτις, ὕδρωψ, ἀτροφία καὶ τὰ τούτοις ἐοικότα. ἔτι τῶν νοσημά‐
15των τὰ μέν ἐστιν ὀξέα καὶ συνεχῆ ὡς οἱ καῦσοι καὶ φρε‐ νίτιδες καὶ πλευρίτιδες· καὶ γὰρ ὀξέα ταῦτα καὶ συνεχῆ
τυγχάνει. τὰ δὲ οὔτε ὀξέα οὔτε συνεχῆ ὡς τὰ χρόνια νο‐387

19

.

388

σήματα. τὰ δὲ ὀξέα μὲν, οὐ συνεχῆ δὲ, ὡς οἱ τριταῖοι πυ‐ ρετοί· τὰ δὲ συνεχῆ μὲν, οὐκ ὀξέα δὲ, ὡς ἡμιτριταῖοι καὶ οἱ τυφώδεις. ρλστʹ. Τῶν πυρετῶν τέσσαρές εἰσι καιροὶ, οὓς καὶ χρό‐
5νους προσαγορεύομεν, εἰσβολὴ, αὔξησις, ἀκμὴ καὶ παρακμή. ρλζʹ. Τῶν νοσημάτων διαφορὰς οἶδεν Ἱπποκράτης ἐν‐ νέα, ὀξὺ, κάτοξυ, κακόηθες, χρόνιον, μέσον, ὀλέθριον, πε‐ ριεστηκὸς, κινδυνῶδες, ἀκίνδυνον. ρληʹ. Ὀξὺ μὲν οὖν ἐστι πάθος τὸ δυνάμει καὶ φαντα‐
10σίᾳ μέγα καὶ χαλεπὸν κρινόμενον τοὐπίπαν ἐν ἡμέραις ἑπτά. ἄλλως. ὀξὺ νόσημα μέγα τί ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγόμενον διὰ ταχέων. ἢ ἐκ τοῦ Ἱπποκράτους, ὀξὺ νό‐ σημά ἐστιν ὃ μέγα καὶ ὀλέθριον ὃ τοὺς πλείστους τῶν ἀν‐ θρώπων κτείνει. ἄλλως. ὀξὺ πάθος ἐστὶ τὸ εὐπετῆ τὴν λύ‐
15σιν ἢ ἀναίρεσιν ὅσον ἐφ’ ἑαυτῷ ἔχον. ρλθʹ. Κάτοξυ πάθος ἐστὶ τὸ δυνάμει καὶ φαντασίᾳ
μεῖον καὶ χαλεπώτερον τοῦ ὀξέος τοὐπίπαν κρινόμενον ἐν388

19

.

389

ἡμέραις ἑπτά. τοῦτο καὶ ὀξύτατον προσαγορεύειν εἴωθεν Ἱπποκράτης. ἄλλως. κάτοξυ νόσημά ἐστι τὸ αὐτίκα ἀκμά‐ ζον. αὐτίκα δὲ ἀκουστέον περὶ τὴν πρώτην τετράδον ἢ μι‐ κρὸν ταύτης ἐξώτερον. ἄλλως. μεταξὺ νόσημα τὸ τῆς ζʹ
5ἡμέρας οὐκ ἐξωτέρω προϊὸν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν ἢ καὶ πρωϊαίτερον κρινόμενον. ρμʹ. Κακόηθες νόσημά ἐστι τὸ δυνάμει μὲν μέγα καὶ χαλεπὸν, φαντασίᾳ δὲ ἀσθενὲς οὐκ ἔχον κρίσεως χρόνους ὡρισμένους. ἄλλως. κακόηθες νόσημά ἐστιν ὅσον κίνδυνον
10ἀπειλεῖ τοῖς κάμνουσιν, οὐκ ἀποκόπτει τὴν τῆς σωτηρίας ἐλπίδα. ρμαʹ. Χρόνιον νόσημά ἐστι τὸ μεταβάλλον ἐπὶ τὸ χεῖ‐ ρον καὶ ἐπὶ τὸ κρεῖττον καὶ κρινόμενον ἐν μησὶ καὶ ἐνιαυ‐ τοῖς ἢ καὶ συναποθνῆσκον τῷ ἀνθρώπῳ.
15 ρμβʹ. Μέσον νόσημά ἐστι τὸ μεταξὺ χρονίου καὶ ὀξέος μεταβάλλον καὶ αὐτὸ ἐπὶ τὸ κρεῖττον καὶ ἐπὶ τὸ χεῖρον, κρινόμενον τοὐπίπαν ἐν ἡμέραις ἑξήκοντα ἢ ὀγδοή‐
κοντα.389

19

.

390

ρμγʹ. Ὀλέθριον νόσημά ἐστι τὸ πάντῃ πάντως ὄλε‐ θρον ἐπιφέρον ἤτοι ἐν ὀλίγῳ χρόνῳ ἢ ἐν πλείστῳ. ρμδʹ. Περιεστηκὸς νόσημά ἐστιν ὅπερ οὐδέποτε ἀναι‐ ρετικὸν γίνεται ὅσον ἐφ’ ἑαυτὸ, ἐπειδὴ πολλάκις δι’ ἁμάρ‐
5τημα κινδυνῶδες γίνεται. ρμεʹ. Κινδυνῶδες νόσημά ἐστι τὸ ῥοπὴν ἴσην ἔχον καὶ πρὸς ὄλεθρον καὶ πρὸς σωτηρίαν. λέγοιτο δ’ ἂν τοῦτο καὶ ἀμφίβολον. ρμστʹ. Ἀκίνδυνον νόσημά ἐστι τὸ ἀεὶ ῥέπον ἐς σω‐
10τηρίαν ὅσον ἐφ’ ἑαυτὸ, τῇ δυνάμει ταὐτὸν ὑπάρχον τῷ περιεστηκότι. ρμζʹ. Μέγα κατὰ φαντασίαν νόσημά ἐστιν ὡς τὸ ἐν σεσαρκωμένοις τόποις τραῦμα πολὺν ἔχον τόπον· τὸ δὲ κατ’ ἀποτέλεσμα μέγα νόσημα ὡς τὸ κατὰ νεῦρον ἢ μυὸς νύγμα
15πρὸς τὴν ὄψιν μικρὸν φαινόμενον, δυνάμει δὲ μέγα ὑπάρχον. ρμηʹ. Ἀῤῥώστημά ἐστι νόσημα ἐγκεχρονισμένον μετ’ ἀσθενείας πλείονος. ἢ ἀῤῥώστημά ἐστι νόσημα ἀσθενὲς
ἐλαττοῦν τὴν δύναμιν.390

19

.

391

ρμθʹ. Νόσημα ἔμμονόν ἐστιν ἔμμονος κατασκευὴ παρὰ φύσιν περὶ τὰ μετέχοντα τοῦ ζῇν σώματα· οἱ Ἡροφίλειοι πάθος λέγουσιν εἶναι τὸ δύσλυτον καὶ ἀκίνητον οὗ τὴν αἰ‐ τίαν ἐν ὑγροῖς εἶναι.
5 ρνʹ. Σποραδικὰ νοσήματά ἐστι τὰ ἐν παντὶ χρόνῳ καὶ τόπῳ γινόμενα. ἄλλως. σποραδικὰ νοσήματά ἐστιν ἃ καταλαμβάνει ἰδίᾳ ἕκαστον. ἄλλως. σποράδες αἱ νόσοι διά‐ φοροι οὐχ ὁμονογενεῖς ἄλλαι ἄλλοις συμβαίνουσιν. ρναʹ. Ἔνδημά ἐστι τὰ ἔν τισι πλεονάζοντα τόποις.
10ἄλλως. ὅσα πλεονάζει διὰ παντὸς ἔν τινι χώρᾳ, ἅ πέρ ἐστιν ἔνδημα. ρνβʹ. Ἐπίδημά ἐστι τὰ κατά τινας χρόνους περὶ πλείο‐ νας ἐν τῷ αὐτῷ τόπῳ γινόμενα. ρνγʹ. Λοιμός ἐστι νόσημα ἐπὶ πάντας ἢ τοὺς πλεί‐
15στους παραγινόμενον ὑπὸ διαφθορᾶς ἀέρος, ὥστε τοὺς πλεί‐ στους ἀπόλλυσθαι. φέρεται δὲ καὶ τοιοῦτός τις ὅρος. λοι‐
μός ἐστι κοινὸν πάθος πλείστων ὑπὸ τὸν αὐτὸν391

19

.

392

καιρὸν κατὰ πόλεις καὶ ἔθνη ὀξεῖς κινδύνους καὶ θανάτους ἐπιφέρον. δυνατὸν καὶ οὕτως ὁρίσασθαι. λοιμός ἐστι τροπὴ ἀέρος ὥστε μὴ τετηρηκέναι τὰς ὥρας τὴν ἰδίαν τάξιν μετὰ τοῦ καὶ πολλοὺς ἀποθνήσκειν ὑπὸ τοῦ αὐτοῦ νοσήματος.
5 ρνδʹ. Αἴτιόν ἐστιν ὃ ποιοῦν τι ἐν τῷ σώματι καὶ αὐτὸ ἀσώματόν ἐστι. ἢ αἴτιόν ἐστιν, ὡς οἱ φιλόσοφοι λέ‐ γουσι, τό τινος ποιητικὸν ἢ δι’ ὅ τι γίνεται. τριπλοῦν δὲ αἴτιον· ἔστι δὲ τὸ μὲν προκαταρκτικὸν, τὸ δὲ προηγούμενον, τὸ δὲ συνεκτικόν.
10 ρνεʹ. Προκαταρκτικὸν μὲν οὖν ἐστιν ὃ ποιῆσαν τὸ ἀποτέλεσμα κεχώρισται ὡς ὁ δακὼν κύων καὶ ὁ πλήξας σκόρπιος καὶ ἡ ἀπὸ τοῦ ἡλίου ἔγκαυσις ἡ τὸν πυρετὸν ἐρ‐ γαζομένη. Ἀθήναιος δὲ ὁ Ἀτταλεὺς οὕτω φησίν. αἴτιόν ἐστι τὸ ποιοῦν. τοῦτο δέ ἐστι τὸ προκαταρκτικόν. ἄλλως.
15τὰ προκαταρκτικὰ αἴτιά ἐστιν ὅσα προκατάρχει τῆς ὅλης συντελείας τοῦ ἀποτελέσματος καὶ ὧν οὐδὲν προηγεῖται. ρνστʹ. Προηγούμενον αἴτιόν ἐστι τὸ ὑπὸ τοῦ προκα‐
ταρκτικοῦ ἤτοι κατασκευαζόμενον ἢ συνεργούμενον καὶ προη‐392

19

.

393

γούμενον τοῦ συνεκτικοῦ. οἱ δὲ οὕτως. προηγούμενον αἴ‐ τιόν ἐστιν οὗ παρόντος πάρεστι τὸ ἀποτέλεσμα καὶ αὐξο‐ μένου αὔξεται καὶ μειουμένου μειοῦται καὶ αἱρουμένου αἱρεῖται.
5 ρνζʹ. Συνεκτικὸν αἴτιόν ἐστιν ὃ παρὸν μὲν παροῦσαν φυλάττει τὴν νόσον, ἀναιρούμενον δὲ ἀναιρεῖ, ὡς ὁ ἐν τῇ κύστει λίθος, ὡς ὑδάτις, ὡς πτερύγιον, ὡς ἐγκανθὶς, ὡς ἄλλα τοιαῦτα συνεκτικὰ καλούμενα αἴτια, ἅπερ οἱ γενναιό‐ τατοι τῶν ἰατρῶν οὐκ ἐν αἰτίων μόνον λόγῳ, ἀλλὰ καὶ ἐκ
10παθημάτων τιθέντων ταῦτα. ρνηʹ. Αὐτοτελὲς αἴτιόν ἐστι τὸ αὐτὸ καθ’ αὑτὸ ποιοῦν τέλος. ρνθʹ. Συναίτιόν ἐστιν ὃ σὺν ἑτέρῳ δύναμιν ἴσην ἔχον ποιοῦν τὸ ἀποτέλεσμα, αὐτὸ δὲ κατ’ ἰδίαν μόνον οὐ δυνά‐
15μενον ποιῆσαι. ρξʹ. Συνεργόν ἐστιν αἴτιον ὃ ποιοῦν ἀποτέλεσμα, δυσ‐ χερῶς δὲ, συλλαμβάνον πρὸς τὸ ῥᾷον αὐτὸ γενέσθαι, κατ’
ἰδίαν τι ποιεῖν οὐ δυνάμενον.393

19

.

394

ρξαʹ. Πρόδηλά ἐστιν αἴτια ὅσα ἐξ ἑαυτῶν καταλαμ‐ βάνεται δι’ αἰσθήσεως ποιοῦντά τε καὶ ἐνεργοῦντα. οἱ δὲ οὕτως. πρόδηλά ἐστιν αἴτια ἃ καὶ αὐτὰ φαίνεται καὶ ἀπο‐ φαίνει τὸ ἀποτέλεσμα συμφώνως αὐτοῖς γινόμενον.
5 ρξβʹ. Οὐ πρόδηλα αἴτιά ἐστιν ὅσα οὐκ ἐξ ἑαυτῶν, διὰ δὲ σημείων καταλαμβάνεται· καθάπερ δὲ ἄδηλα ὅσα οὔτε ἐξ ἑαυτῶν οὔτε ἐξ ἄλλων καταλαμβάνεται. ρξγʹ. Πρὸς καιρὸν ἄδηλά ἐστιν ὅσα ἀποκαλυ‐ φθέντα μὴ μέντοι ἐξ ἑαυτῶν φαίνεται, παρακείμενα δὲ τοῖς
10σώμασι διὰ σημείων γνωρίζεται. ἢ οὕτως. πρὸς καιρὸν ἄδηλά ἐστι τὰ μέχρι μέν τινος ἀπόντα, αὖθις δὲ ὑπὸ τὴν αἴσθησιν ἐλθεῖν δυνάμενα. ρξδʹ. Σημείωσίς ἐστιν εἶδος σημείου ἢ διὰ σημείου ἢ διὰ σημείων κατάληψις. ἢ σημείωσις σημεῖόν ἐστι τό τι‐
15νος ἀδήλου δηλωτικόν. ρξεʹ. Σημεῖόν ἐστι τοῦ μέλλοντος συμβήσεσθαι διάγνω‐
σις. τινὲς δὲ οὕτως. σημεῖόν ἐστιν οὗ γνωσθέντος ἕτερόν394

19

.

395

τι ἐξ αὐτοῦ καταλαμβάνεται. ἢ πρότερον ἀγνοούμενον ἡμῖν γινώσκεται καταλαμβανόμενον. ρξστʹ. Παθογνωμονικόν ἐστιν τῶν τε ἐντὸς καὶ τῶν ἐκτὸς σημείωσις. ἢ παθογνωμονικόν ἐστιν ἐξ οὗ γινώσκε‐
5ται τὸ πάθος. ἢ παθογνωμονικόν ἐστι τὸ τῆς τοῦ πάθους ἰδέας δηλωτικόν. ρξζʹ. Πρόγνωσίς ἐστιν ἐπιστήμη τῶν ἀποβήσεσθαι μελ‐ λόντων. ἢ πρόγνωσίς ἐστι τὸ προεπίστασθαι τὰ μέλλοντα συμβήσεσθαι τῷ σώματι. προγνωστικὸν σημεῖόν ἐστιν ἐξ
10οὗ γινώσκεσθαι τὸ μέλλον. ρξηʹ. Πρόῤῥησίς ἐστι πρόγνωσις καὶ προαγόρευσις τοῦ μέλλοντος. ρξθʹ. Συνδρομή ἐστι σύνοδος τῶν συμπτωμάτων. ἢ τὸ τῶν συμπτωμάτων ἄθροισμα. ἢ τὸ τῶν συμπτωμάτων
15ἄθροισμα φαινομένων ἐναργῶς ἅπασιν. ροʹ. Σύμπτωμά ἐστι τοῦ πάθους ἐπιγέννημα. ροαʹ. Βοηθηματικὰ σημεῖά ἐστιν ἐξ ὧν ὑπομιμνησκό‐
μεθα τῆς ἐπ’ αὐτοῖς τετηρημένης θεραπείας.395

19

.

396

ροβʹ. Βοήθημά ἐστι τὸ ἐπ’ ὠφελείᾳ προσαγόμενον ἀν‐ θρώποις, σύνθετον ἐκ ποιότητος, ποσότητος, τάξεως, καιροῦ. ρογʹ. Θεραπεία ἐστὶν ἡ τῶν νοσημάτων ἀναίρεσις ἤδη γεγενημένη, οὐ γινομένη ἔτι. ἢ θεραπεία ἐστὶ τάξις βοη‐
5θημάτων ἀκολουθίαν ἐχόντων. ἢ καιρὸς καὶ χρόνος καὶ τάξις κατορθώματος. ἢ ἐπιτηδειότης χρόνου ἐν ᾗ βοηθοῦ‐ μεν τοῖς κάμνουσιν. ροδʹ. Καιρός ἐστι χρήσεως χρόνος ὀξὺς τῆς τῶν πρα‐ κτέων εὐχρηστίας.
10 ροεʹ. Ἐνδεικτικὸν σημεῖόν ἐστι τὸ ἀρχικῶς εἰς κατάληψιν ἀδήλου τινὸς ἀκολουθοῦντος καθ’ ἑαυτὸ ἄγον. ροστʹ. Ὑπομνηστικὸν σημεῖόν ἐστιν, ὡς οἱ ἐμπειρικοὶ λέγουσι, πρᾶγμα φαινόμενον καὶ γινωσκόμενον ἐκ προπαρα‐ τηρήσεως, χρησιμεῦον εἰς ὑπόμνησιν γινωσκομένου πράγματος.
15ροζʹ. Παρόντων τῶν σημείων πάντων παρόντα σημεῖα
ἔστι πάντα τὰ παθογνωμονικά. τούτων γὰρ γιγνομένων396

19

.

397

καὶ παρόντων μένει καὶ τὰ πάθη. παυομένων δὲ λύεται καὶ τὰ νοσήματα. ροηʹ. Παρόντα τῶν προγεγονότων σημεῖα παρ’ ὧν προγεγονός ἐστιν ὡς ἡ οὐλὴ τοῦ προγεγενημένου ἕλκους.
5 ροθʹ. Παρόντα δὲ τῶν μελλόντων σημεῖά ἐστι παρ’ ὧν καὶ μέλλον. ὡς τὸ νεκρῶδες πρόσωπον τοῦ θανάτου. ρπʹ. Προγεγονότα τῶν προγεγονότων σημεῖα ὡς ἡ κατὰ τὴν παρακμὴν ἄνεσις τοῦ παρηκμακέναι. ρπαʹ. Προγεγονότα παρόντων ὡς τὸ δεδῆχθαι ὑπὸ
10ἀσπίδος τοῦ ἐν ὀλεθρίοις εἶναι τοῦτο. οἱ δὲ οὕτως. προ‐ γεγονότα παρόντων σημεῖά ἐστιν ὡς τὸ τιτρώσκεσθαι τὸ λεπτὸν ἔντερον τοῦ ἐν ὀλεθρίοις εἶναι τοῦτο. ρπβʹ. Προγεγονότα δὲ τῶν ἐσομένων σημεῖά ἐστιν ὡς τοῦ συντριβέντος ὀστοῦ πώρωσιν ἐπιδεχομένου. πωρωθῆναι
15γὰρ δεῖ τοῦτο κατὰ τὴν ἀποκατάστασιν. οἱ δὲ οὕτως. προ‐ γεγονότα δ’ ἐσομένων ὡς τοῦ ἀναιρεθέντος ἐκ τῆς κεφαλῆς
ὀστοῦ τὴν οὐλὴν ἔσεσθαι κοίλην.397

19

.

398

ρπγʹ. Ἐπιγεγονότα δὲ παρόντων σημεῖα ὡς ἐπὶ τραύ‐ ματι κινδυνεύειν τὸν τρωθέντα ἐπὶ γερόντων. ρπδʹ. Ἐπιγεγονότα δὲ τῶν ἐπιγεγονότων ὡς ὁ ἐπὶ τραύματι σπασμὸς, οὐκ ἔτι γὰρ ὁ τρωθεὶς ζῇ ὁ σπασθείς.
5 ρπεʹ. Πυρετός ἐστιν ἡ τοῦ ἐμφύτου θερμοῦ εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ τῶν σφυγμῶν σφοδροτέρων τε καὶ πυκνωτέ‐ ρων γενομένων. ἢ πυρετός ἐστι θερμότης παρὰ φύσιν καρδίας καὶ ἀρτηριῶν βλάπτουσα τὸν ζωτικὸν γόνον ἀνα‐ φερομένη τε ἐκ βάθους προσπίπτουσα τῇ ἁφῇ καὶ μάλιστά
10τις ἀταξία κατὰ τὸ εἶδος τοῦ πυρετοῦ προγίνεται τοῖς σφυ‐ γμοῖς. οἱ δὲ οὕτω. πυρετός ἐστι πλεονασμὸς θερ‐ μασίας νοσώδους καὶ μάλιστα τῆς ἐκ βάθους ἀναφερομένης μετὰ παραλλαγῆς σφυγμῶν ἐπὶ τὸ πυκνότερον καὶ σφοδρό‐ τερον. οἱ δὲ οὕτως. πυρετός ἐστι δυσκρασία τοῦ φυσικοῦ
15πνεύματος ἐπὶ τὸ θερμότερον καὶ ξηρότερον. ρπστʹ. Πυρετὸς συνεχής ἐστιν ὁ μὴ διαλείπων μήτε
νυκτὸς μήτε ἡμέρας. ἀνέσεις δὲ καὶ ἐνδόματα καὶ παρο‐398

19

.

399

ξυσμοὺς ἐπιφέρων. ἢ συνεχῆ πυρετὸν καλοῦσι τὸν εἰς ἀπυρεξίαν πρὶν τελέως μὴ παυόμενον, κἂν παρακμή τις αἰσ‐ θητὴ φαίνηται. ρπζʹ. Πυρετὸς σύνοχός ἐστιν ὁ ἀεὶ ἴσως διαμένων,
5μήτε νυκτὸς μήτε ἡμέρας διαλείπων, μήτε ἀνέσεις μήτε παροξυσμοὺς ἐπιφέρων. ρπηʹ. Καῦσός ἐστιν ὁ μετὰ πυρώσεως πολλῆς γινόμε‐ νος ἀναστολὴν μηδεμίαν τῷ σώματι παρέχων, γλῶσσαν ἐπι‐ ξηραίνων, μελαίνων, ἐπιθυμίαν ψυχροῦ παρέχων, μετὰ ἀνα‐
10πνοῆς μεγάλης καὶ θερμῆς τὸ σῶμα ἐπ’ ἄλγος διατιθείς. ρπθʹ. Πεμφιγώδης ἐστὶ πυρετὸς ὁ διὰ τὴν ἐπίτασιν τῆς θερμασίας φλυκτίδας ἀνὰ τὸ στόμα παρασκευάζων. ρϟʹ. Λιπυρίας δὲ πυρετὸς ἐφ’ οὗ τὰ ἄκρα καὶ ἡ ἐπι‐ φάνεια ψύχεται· καίεται δὲ τὸ βάθος, ἐπέχονται δὲ αἱ ἀπο‐
15κρίσεις, διψῶσι γλῶσσα τραχεῖα, σφυγμὸς μικρὸς καὶ ἀμυ‐ δρός· ἅτε ἔστω νενευκότος τοῦ θερμοῦ. ρϟαʹ. Ῥοώδης πυρετὸς ὁ μετὰ ῥύσεως κοιλίας, πολ‐
λάκις δὲ καὶ ἐμέτων, περιψύξεις ἐπιφέρων καὶ ταχεῖαν κα‐399

19

.

400

θαίρεσιν τῆς δυνάμεως μετὰ δίψους καὶ ἀγρυ‐ πνίας καὶ μικρότητος σφυγμῶν. ρϟβʹ. Στεγνὸς πυρετός ἐστιν ὁ ἐναντίος τῷ ῥοώδει οὐκ ἐπιφέρων ἐκκρίσεις, τοὺς σφυγμοὺς μεγάλους διαφυλάτ‐
5των, ἰσχναίνων βραδύτερον κατὰ τὸν χρόνον τὸ σῶμα. ρϟγʹ. Ἰκτεριώδης ἐστὶ πυρετὸς ὁ τὴν χροιὰν ὁμοίαν ἰκτέρῳ παρασκευάζων, ἧπαρ μετεωρίζων, γλῶσσαν ἐπιξηραί‐ νων, τὴν ἐπιφάνειαν δεινὴν, ἀεὶ αὐχμηρὰν καὶ ὠχρὰν παρα‐ σκευάζων.
10 ρϟδʹ. Λοιμώδης πυρετὸς ἔστιν ὁ μετὰ πολλῆς θερ‐ μασίας δίψος ἀθεράπευτον ἐπιφέρων, ἐμέτους χολῆς παν‐ τοίας, δυσώδεις κοιλίας ἐκκρίσεις βρομωδῶν φέρων, ὥστε ἐμφερῆ εἶναι τὰ ἀποκρινόμενα τῷ ἀπὸ τῶν ἑλῶν βρομῷ· οὖρα πολλὰ καὶ δυσώδη, ἐξανθήματα, σφυγμοὺς ταχεῖς μι‐
15κροὺς καὶ ἀμυδροὺς ἐπιτελῶν. ρϟεʹ. Τυφώδης ἐστὶν, οἵ τινες ἐλαιώδη καὶ
νοτώδη προσαγορεύουσιν, ἱδρῶτας ἐπιφέρων δυσώδεις. ἢ400

19

.

401

τυφώδης ἐστὶ πυρετὸς ὁ μετὰ νωθρείας γιγνόμενος καὶ μετ’ ἐπιστάσεως ἐξιστάμενος. ρϟστʹ. Νωθρός ἐστιν πυρετὸς ὁ μετὰ καρηβαρείας γινόμενος ἢ διὰ μυξητήρων αἱμοῤῥαγίας ἐπάγων ἢ ἐποχὴν
5ἀποκρίσεως ἢ πρὸς ἀνάγκης δυσσυμπτωσίαν τοῦ σώματος. ρϟζʹ. Φρικώδης ἐστὶν ὁ ἀναμεμιγμένην ἔχων τῷ ῥίγει τὴν θερμασίαν καὶ σφυγμοὺς ἄγαν ἀσθενεῖς. ὥστε μήτε τῆς ἁφῆς ἀφικέσθαι, ἀλλ’ ὡς ἀπονενευκότας. γαστὴρ ὠγκω‐ μένη βορβορύζουσα, γλῶσσα ὑγρὰ πάνυ ὀξύζοντι ὅμοιον καὶ
10ὥσπερ σιέλῳ περικλυζομένη. ρϟηʹ. Τύπος ἐστὶν ἐπιτάσεών τε καὶ ἀνέσεων τεταγ‐ μένη ἀνταπόδοσις. ἢ οὕτως. τύπος ἐστὶ χρόνος ἑνὸς πό‐ θους, ᾧ καὶ παροξυσμὸς καὶ διάλειμμα τεταγμένον συμ‐ βαίνει.
15 ρϟθʹ. Περίοδός ἐστιν ἐξ ἐπιτάσεως καὶ ἀνέσεως ἐν νο‐ σήμασι χρόνος. ἢ περίοδός ἐστιν ἡ ἐπὶ τὸ αὐτὸ ὁμοία ἐπάνοδος ἢ κίνησις. ἢ οὕτως. περίοδός ἐστιν ἐν νοσήμασι
χρονίοις ἡ ἐξ ἐπιτάσεως καὶ ἀνέσεως ἀπόδοσις.401

19

.

402

σʹ. Ἀμφημερινός ἐστιν ὁ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα κατὰ τὸ πλεῖστον τῆς αὐτῆς ὥρας ἐπισημαίνων. σαʹ. Τριταῖός ἐστιν ὁ μίαν εἴτε ἡμέραν εἴτε νύκτα ἐπισημαίνων, τῇ δὲ ἑξῆς διαλείπων καὶ διὰ τρίτης πάλιν γι‐
5νόμενος. σβʹ. Τεταρταῖός ἐστιν ὁ μίαν μὲν ἡμέραν ἤτοι νύκτα ἐπισημαίνων, δύο δὲ διαλείπων ἡμέρας ἢ νύκτας, διὰ δὲ τῆς τετάρτης πάλιν γινόμενος. σγʹ. Ἡμιτριταῖός ἐστιν ὃν ἡμεῖς λέγομεν κατὰ τὸν
10παλαιὸν τὸν εἰρημένον ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν πυρε‐ τὸν συνεχῆ ὀξὺν, τὸ μὲν ὅλον οὐ διαλείποντα, μίαν δὲ κου‐ φοτέραν καὶ μίαν βαρυτέραν ἐπιφέροντα. οἱ δὲ ἀπὸ τῆς μεθόδου ἡμιτριταῖον μικρὸν τῶν δύο διαλειμμάτων ἔφησαν. μέσον δὲ ἡμιτριταῖον καλοῦσι τῶν διαστημάτων τριῶν ἐφα‐
15πτόμενον. μέγα δὲ τῶν τεσσάρων ἐφαπτόμενον διαστημάτων. σδʹ. Πλανῆται πυρετοὶ καλοῦνται οἱ μὴ ὡρισμένως μηδὲ εὐτάκτως, ἀλλ’ ἀκαταστάτως γινόμενοι.
σεʹ. Διαστολή ἐστιν ἄρσις καὶ οἷον ἐπανάστασις καρ‐402

19

.

403

δίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου καὶ μηνίγγων κατὰ μῆ‐ κος καὶ πλάτος καὶ βάθος αἰσθητὴ πρὸς τὴν ἔπαρ‐ σιν τῆς ἁφῆς. οἱ δὲ οὕτως. διαστολή ἐστι διαίρεσις καὶ οἷον ἐπανάστασις καρδίας καὶ ἀρτηριῶν κατὰ μῆκος καὶ κατὰ
5πλάτος αἰσθητὴ πρὸς τὴν ἄρσιν τῆς ἁφῆς. σστʹ. Συστολή ἐστι συναγωγὴ καὶ σύμπτωσις τούτων κατὰ μὲν αἴσθησιν οὐ κινοῦσα, τῷ δὲ εὐλόγῳ καὶ ἀκολούθῳ καταλαμβανομένη. σζʹ. Παλμός ἐστιν ἔπαρσις καὶ εὕρεσις σώματος εἴ‐
10κοντος καὶ μὴ ἀντιτυποῦντος ὑπὸ πνεύματος γινόμενος, οὐκ ἀεὶ παρακολουθῶν, ἀλλὰ κατὰ χρόνους τινὰς γινόμενος. οἱ δὲ οὕτως. παλμός ἐστιν ἔπαρσις καὶ ὕφεσις σωμάτων μυω‐ δῶν ὑπὸ πνεύματος ἀποτελούμενος, οὐκ ἀεὶ γινόμενος. ἄλ‐ λως. παλμὸς κίνησις ἀβούλητός τε καὶ ἀκούσιος ἐπαιρομέ‐
15νων τε καὶ καταφερομένων τῶν παλλομένων μερῶν. ἢ παλ‐ μός ἐστι μὲν διαστολὴ παρὰ φύσιν, ἐν ἅπασι δὲ γίνεται τοῖς
μορίοις ὅσα γε διαστέλλεσθαι πέφυκεν.403

19

.

404

σηʹ. Μέγας ἐστὶ σφυγμὸς ὁ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γινόμενος. Μικρὸς σφυγμός ἐστιν ὁ τοὐναντίον ἐπ’ ἐλάχιστον κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ἐπαιρομένης τῆς ἀρτηρίας ἐπι‐
5τελούμενος. Μέσος ἐστὶν ὁ μεταξὺ τούτων ἀμφοτέρων κατά τε τὸ μῆκος καὶ κατὰ τὸν κύκλον ἀνάλογόν τε καὶ τῆς περιφε‐ ρείας ὑποπιπτούσης. σθʹ. Πλήρης ἐστὶ σφυγμὸς ὁ διάμεσος πρὸς τὴν ἁφὴν
10ὑποπίπτων, ὥστε καὶ αὐτὸν μὲν τὸν χιτῶνα τῆς ἀρτηρίας ἐπισημότερον δοκεῖν γεγονέναι· μάλιστα δὲ τὸ ἐντὸς αὐτῆς μεστότερόν τε καὶ σωματωδέστερον καταλαμβάνεσθαι. Κενός ἐστι σφυγμὸς καθ’ ὃν αὐτῆς τε τῆς ἀρτηρίας ἡ περιοχὴ παντάπασιν ἰσχνὴ καὶ πομφολυγώδης ἐστὶν καὶ
15τὸ ἔγχυμα ἀμαυρὸν καὶ ἐξίτηλον, ὥστε καὶ ἐάν τις πιέσῃ τοῖς δακτύλοις κενεμβατήσεως ἀντίληψιν ὑποπίπτειν. Μέσος ἐστὶ σφυγμὸς ὁ σύμμετρος μεταξὺ πλήρους τε
καὶ κενοῦ μέσος καὶ ὃς κατὰ φύσιν ἐστί.404

19

.

405

σιʹ. Σκληρός ἐστι σφυγμὸς ἐφ’ οὗ νευρώδης, ὡς ἂν εἴποι τις, καὶ ἀπόκροτος ἡ ἀρτηρία φαίνεται καὶ τὸ ἐνὸν πνεῦμα τεταμένον ὥστε καὶ τὴν πληγὴν ἔχειν τι ἀποπληκτικόν. Μαλακὸς σφυγμός ἐστιν ὁ ὑπεναντίος τῷ σκληρῷ ἀνει‐
5μένην καὶ ἁπαλὴν ἔχων τὴν ἀρτηρίαν. καὶ τὸ ἐνὸν πνεῦμα ἐκλελυμένον καὶ τὴν πληγὴν προσηνεστέραν. Μέσος σφυγμός ἐστιν ὁ μεταξὺ τοῦ σκληροῦ τε καὶ μαλακοῦ κατὰ φύσιν σύμμετρος. σιαʹ. Ὑγρὸς σφυγμός ἐστιν ὁ ἁπαλὸς οὔσης καὶ τῆς
10ἐν αὐτῷ οὐσίας προσηνοῦς τῇ ἁφῇ ὑγρασίαν καί τινα προσ‐ βάλλων. Αὐχμηρός ἐστι σφυγμὸς, ὥστε ἐκδεδαπανῆσθαι μὲν τὴν ὑποτεταγμένην ὑγρότητα, ξηρᾷ δὲ καὶ ἀερώδει ἀνα‐ θυμιάσει ἀναμεμίχθαι.
15 Μέσος ἐστὶ σφυγμὸς ὁ μηδὲ μὲν ὑγρότερος μηδὲ αὐ‐ χμηρότερος τῇ ἁφῇ φαίνεται, ἀλλὰ σύμμετρός τε καὶ κατὰ φύσιν ὑπάρχει. σιβʹ. Θερμὸς σφυγμός ἐστιν ὅταν ἡ ἀρτηρία τῶν πλησίων
μερῶν θερμοτέρα ἅπτεται ὥσπερ ἐν ἑκτικῷ πυρετῷ.405

19

.

406

Ψυχρὸς σφυγμός ἐστιν ἐν ᾧ ἡ ἀρτηρία ψυχροτέρα κα‐ ταλαμβάνεται. Μέσος ἐστὶν ὃς τὴν τοῦ ψυχροῦ τε καὶ θερμοῦ συμ‐ μετρίαν ἔχει.
5 σιγʹ. Σφοδρός ἐστι σφυγμὸς ὁ τὴν κίνησιν εὔτονον ἔχων καὶ βιαίαν ποιούμενος τὴν πληγήν. Ἀμυδρός ἐστιν ὁ ἔκλυτον ἔχων τὸν τόνον καὶ τὴν πλη‐ γὴν ποιούμενος ἀσθενῆ. Μέσος ἐστὶν ὁ ἀναλογίαν τινὰ σώζων πρὸς ἑκάτερον τούτων.
10 σιδʹ. Ταχύς ἐστι σφυγμὸς ὁ σύντομον ἔχων τὴν δια‐ στολὴν καὶ συστολήν. ἢ ταχὺς σφυγμός ἐστιν ὁ μὲν ἐν ὀλί‐ γῳ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γινόμενος. Βραδύς ἐστι σφυγμὸς ὁ βραδεῖαν ἔχων τὴν διαστολήν τε καὶ τὴν συστολήν. ἢ ὁ ἐν πολλῷ χρόνῳ κινουμένης τῆς
15ἀρτηρίας γινόμενος. Μέσος ἐστὶν ὁ σύμμετρον ἔχων τὴν διαστολὴν καὶ συ‐ στολήν. ἢ μέσος ἐστὶ σύμμετρος ὁ ἐν συμμέτρῳ χρόνῳ
κινουμένης τῆς ἀρτηρίας γινόμενος.406

19

.

407

σιεʹ. Πυκνὸς σφυγμός ἐστιν ὁ δι’ ὀλίγου χρόνου τῆς ἀρτηρίας διαστελλομένης γινόμενος. ἢ, ὅτε βραχύς ἐστιν ὁ χρόνος μεταξὺ τῆς διαστολῆς καὶ συστολῆς.
Ἀραιός ἐστιν ὁ διὰ πολλοῦ χρόνου τῆς ἀρτηρίας δια‐
5στελλομένης γινόμενος. ἢ οὕτως. ἀραιός ἐστι σφυγμὸς, ὅταν ὁ τῆς ἡσυχίας χρόνος τῆς μεταξὺ διαστολῆς καὶ συ‐ στολῆς μέσης χρονίζει μακρός.
Μέσος ἐστὶν ὁ μεταξὺ τοῦ πυκνοῦ τε καὶ ἀραιοῦ σύμ‐ μετρος. ἢ ὁ διὰ τοῦ συμμέτρου μεταξὺ χρόνου τῆς ἀρ‐
10τηρίας διαστελλομένης γινόμενος. σιστʹ. Τάξις σφυγμοῦ ἐστιν σχέσις κατὰ μέγεθος ἢ σφο‐ δρότητα ἢ ῥυθμὸν ἢ ἄλλην τινὰ διαφοράν.
Τεταγμένος σφυγμός ἐστιν ἐν ᾧ ἡ κατὰ τὰς περιόδους ἀναλογία φυλάττει τινὰ τάξιν. ἢ ἄλλως· τεταγμένος ὁ κατὰ
15περίοδον ἴσος.
σιζʹ. Ἀταξία σφυγμοῦ ἐστιν ἀκαταστασία τῆς κατὰ τοὺς σφυγμοὺς διαφορᾶς. οἱ δὲ οὕτως. ἄτακτος σφυγμός
ἐστιν ὁ ποτὲ μὲν πυκνότερος γινόμενος κατά τινας πληγὰς,407

19

.

408

ποτὲ δὲ ἀραιότερος. ἢ ἀτακτός ἐστιν ὁ μηδεμίαν κατὰ τὰς περιόδους τάξιν σώζων. σιηʹ. Ὁμαλότης σφυγμοῦ ἐστιν ἰσότης κατά τινας τῶν σφυγμῶν διαφοράς.
5 Ὁμαλὸς σφυγμός ἐστιν ὁ ἐφεξῆς ἴσος ὑπάρχων. ἢ ἐν ᾧ πᾶσαι τῶν σφυγμῶν διαφοραὶ ἴσαι μένουσιν. σιθʹ. Ἀνωμαλία σφυγμοῦ ἐστιν ἀνισότης σφυγμῶν κατά τινας τῶν παρεπομένων αὐτοῖς διαφορῶν. οἱ δὲ οὕ‐ τως. ἀνώμαλος σφυγμός ἐστιν ἐφ’ οὗ ποτὲ μὲν σφοδρότε‐
10ραι αἱ πληγαὶ γίνονται, ποτὲ δὲ ἀμυδρότεραι. οἱ δὲ πάλιν οὕτως. ἀνώμαλός ἐστι σφυγμὸς ὁ κατὰ μέν τι μέρος ὑψη‐ λότερος ταπεινότερος ὑποπίπτων καὶ ἐπὶ πλεῖον διαφυσωμέ‐ νης τῆς ἀρτηρίας καὶ ἀνευρυνομένης, κατὰ δέ τι ἐπὶ πο‐ σὸν καὶ ὥσπερ ἀποστενοχωρουμένης. κατὰ σφοδρότητα ἀνώ‐
15μαλος, ὥσπερ κατὰ μέν τι μέρος τῆς ἀρτηρίας βιαιοτέραν τὴν ἐξαίρεσιν ποιούμενος, κατὰ δὲ ὑποσυμβεβηκυῖαν καὶ ἀσθενεστέραν.
σκʹ. Βακχεῖος ὁ Ἡροφίλειος εἶπε, ῥυθμός ἐστι κίνησις408

19

.

409

ἐν χρόνοις τάξιν ἔχουσα. Ζήνων δὲ ὁ Ἡροφίλειος εἶπε. ῥυθμός ἐστι τάξις τῶν χρόνων ἐν οἷς διΐστανται αἱ ἀρτηρίαι πρὸς τοὺς ἐν οἷς συστέλλονται. βέλτιον δὲ οὕτως ὁρίσασθαι. ῥυθ‐ μός ἐστιν ἀναλογία χρονικὴ τῶν πρὸς τοὺς σφυγμοὺς μερῶν
5ποιὰν σχέσιν ἐχόντων πρὸς ἄλληλα. ἕτερος δὲ ὡρίσατο οὕ‐ τως. ῥυθμός ἐστι σχέσις τῶν χρόνων ἐν οἷς διΐστανται αἱ ἀρτηρίαι πρὸς τοὺς ἐν οἷς συστέλλονται. σκαʹ. Εὔρυθμός ἐστι σφυγμὸς ὁ σώζων ῥυθμὸν τὸν ἴδιον τῇ ἡλικίᾳ καὶ φύσει καὶ κράσει καὶ τῇ ἑκάστῃ ὥρᾳ
10καὶ ταῖς ἄλλαις περιστάσεσι. Ἀῤῥυθμός ἐστιν ὁ τὸν ῥυθμὸν οὐδένα τῷ ἑκάστῳ ἴδιον σώζων. Κακόρυθμος σφυγμός ἐστιν ὁ κακῶς τὸν ῥυθμὸν σώ‐ ζων εὐρύθμῳ ἐναντίος.
15 σκβʹ. Παράρυθμόν φαμεν τὸν ποσῶς προσεγγίζοντα τῇ ἡλικίᾳ ἐφ’ ἧς θεωρεῖται ῥυθμὸν μὲν ἔχοντα, μὴ παντά‐
πασι δὲ ὄντα κατ’ ἐκεῖνον. ἑτερόρυθμον λέγομεν τὸν ἑτέρας409

19

.

410

ἡλικίας ῥυθμὸν ἔχοντα. ἔκρυθμος σφυγμός ἐστιν ὁ μηδε‐ μιᾶς ἡλικίας ἤ τινος ἄλλης περιστάσεως παντάπασι ῥυθ‐ μὸν ἐκβεβηκώς. σκγʹ. Τρομώδης ἐστὶ σφυγμὸς ὁ μὴ ὁμαλὴν μηδὲ ἀσά‐
5λευτον τὴν πληγὴν ἀναφέρων, ἀλλ’ οἷον κινούμενός τις. σκδʹ. Ἐσκολιωμένος ἐστὶν ὁ μὴ ἐπ’ εὐθείας τεταγμέ‐ νης τῆς ἀρτηρίας ἐπιτελούμενος παρὰ τὴν θέσιν. σκεʹ. Μύουρός ἐστιν ὁ παρὰ τὴν θέσιν ὅταν τὰ μὲν ἐπ’ ἄνω μέρη τῆς ἀρτηρίας συνάγηται, τὰ δὲ κάτω
10τοὐναντίον. ἐνταῦθα μὲν ἐπὶ πλέον ἀνευρύνεται, ἐν δὲ τοῖς ἐπ’ ἄνω μέρεσι συναιρεῖται. οἱ δὲ πλείους μυουρίζοντα κα‐ λοῦσιν, ὅταν ἀπὸ μείζονος τῆς προσαγούσης πληγῆς αἱ ἑξῆς καθ’ ὑφαίρεσιν ἀεὶ καὶ μᾶλλον μικρότεραι συντε‐ λοῦνται. ὀνομάζονται δὲ καὶ μύουροι οὕτως, ὅταν ἀπὸ τοῦ
15πυκνοῦ σφυγμοῦ ἀραιότεροι σφυγμοὶ ἀποτελοῦνται. καλεῖ‐ ται δὲ μύουρος καὶ ὅταν ἀπὸ τοῦ παχέος βραδύτερος ὁ σφυγμὸς μέγα γίνεται.
σκστʹ. Δίκροτός ἐστι σφυγμὸς, ὅταν ἡ δοκοῦσα ἀπο‐410

19

.

411

χώρησις τῆς ἀρτηρίας μὴ τελεία γίγνεται. ἀλλὰ μελλησμὸς καὶ ἐπὶ ποσὸν ὑπαγωγῆς ἢ τοῦ ἀνακοπέντος πνεύματος, εἶτα ἀπόθεσις τελεία τῆς ὀφειλομένης συστολῆς. σκζʹ. Ἀραχνοειδής ἐστι σφυγμὸς ὁ μικρὸς μὴ ἑδρα‐
5σμένος, ἀλλὰ τρόπον ἀράχνης ὑπὸ βραχείας αὔρας σαλευο‐ μένης κινούμενος. σκηʹ. Διαλείπων σφυγμός ἐστιν, ὅταν τῶν συστολῶν καὶ τῶν διαστολῶν ἐπιτελουμένων ἑνὸς σφυγμοῦ χρόνου ἡ ἀρτηρία διαλείπει. οἱ δὲ οὕτως. διαλείπων ἐστὶ σφυγμὸς
10ἐφ’ οὗ οὐκ ἐπὶ δύο μόνον ἀλλ’ ἐπὶ τρεῖς ἢ καὶ ἐπὶ πλείους πληγὰς ἡ ἀρτηρία ἐλλείπει διαστολὴν μίαν ἢ καὶ δύο ἢ καὶ πλείους. σκθʹ. Παρεμπίπτων σφυγμός ἐστιν ὅταν μεταξὺ δυοῖν πληγῶν κατὰ τὴν ἰδίαν τάξιν κινουμένων ἐκ τούτου τις
15μέση παρεμπίπτῃ πληγή. σλʹ. Ἐκλείπων σφυγμὸς λέγεται ἐφ’ οὗ οὐκ ἐπὶ δύο μόνον, ἀλλ’ ἐπὶ τρεῖς καὶ ἐπὶ πλείους πληγὰς ἀκίνητος ἡ ἀρτηρία διαμένει. οἱ δὲ οὕτως. ἐκλείπων ἐστὶν ὁ ἀπὸ με‐
γέθους ἀρχόμενος καὶ σφοδρότητος ἀεὶ καὶ μᾶλλον ὑφιῶν,411

19

.

412

καὶ μέχρι μὲν ἔχει τι μέγεθος καλεῖται μυουρίζων ὁ τοιοῦ‐ τος, ὅταν δὲ ὑφιῇ καὶ μικρότερος, ὡς ἐπὶ τὸ μικρότερον ῥέπῃ, ἐκλείπων καλεῖται. σλαʹ. Δορκαδίζων ἐστὶ σφυγμὸς ὅταν ἡ ἀρτηρία δό‐
5ξασα διεστάλθαι μὴ παντελῶς διεσταλμένη ἐφ’ ἑτέραν ἐπε‐ πήδησεν ἀθροώτερον, πρὶν ἔμφασιν συστολῆς παρέχειν, βιαιοτέρα δὲ ἡ δευτέρα γένηται πληγή. σλβʹ. Παλινδρομῶν σφυγμός ἐστιν ὁ ἐπὶ ποσὸν ἐκβαί‐ νων τὸ μέγεθος ἢ τὴν σφοδρότητα καὶ ἐπὶ τῶν ἄλλων ἔπειτα
10εἰς τοσοῦτο πάλιν ἀποκαθιστάμενος. σλγʹ. Μυρμηκίζων σφυγμός ἐστιν ὁ μικρὸς, κενὸς, πυκνὸς, ἀμυδρὸς, πάντων ἐπὶ τὸ ἔσχατον κατηγμένος. ἢ οὕτως. μυρμηκίζων ἐστὶν ἐφ’ οὗ γίνεται ἡ φαντασία περὶ τοὺς ἐπερειδομένους τῇ ἀρτηρίᾳ δακτύλους οἱονεὶ μύρμηκος
15περιπατοῦντος, ὥστε καὶ μικρὸν εἶναι αὐτὸν καὶ ἀμυδρόν. σλδʹ. Φρενῖτις ἐστὶ παρακοπὴ διανοίας μετὰ
ὀξέος πυρετοῦ καὶ κροκυδισμοῦ καὶ διανοίας ἔκστασις καὶ412

19

.

413

τῶν κατὰ φύσιν αὐτῆς ἐμποδισμὸς καὶ λήθη τοῦ φρονεῖν. ἢ παρακοπὴ φρενῶν σύντονος μετὰ τρόμου καὶ φωνῆς ἀσα‐ φείας καὶ ψηλαφήσεως γενομένης τοὐπίπαν ὑπὸ κακοήθους πυρετοῦ.
5 σλεʹ. Λήθαργός ἐστι καταφορὰ δυσδιέγερτος μετ’ ἀχροίας καὶ οἰδήματος φυσώδους σὺν ἀτονίᾳ τῶν στερεῶν αὐτῶν καὶ τοῦ σφυγμικοῦ πνεύματος γινομένη, τοὐπίπαν ἐπὶ βλη‐ χροῦ καὶ κακοήθους πυρετοῦ. γίνονται δὲ οἱ λήθαργοι οἱ μὲν παθούσης τῆς ἀρχῆς, οἱ δὲ ἐπὶ ἀποστάσει.
10 σλστʹ. Σπασμός ἐστι περὶ νεύροις καὶ μυσὶ γινόμενον πάθος μετὰ τοῦ ἄνευ προαιρέσεως ἕλκεσθαι ποτὲ μὲν ὅλον τὸ σῶμα, ποτὲ δὲ μέρος. σλζʹ. Τέτανός ἐστιν ἀπότασις καὶ πῆξις τῶν ἐν τῷ σώματι πάντων νεύρων τε καὶ μυῶν. ἢ οὕτως. τέτανός
15ἐστι σπασμὸς ἐπ’ εὐθείας μετὰ τοῦ τὸν τράχηλον ἕλκεσθαι καὶ τὰς σιαγόνας συνερείδων τε τοὺς ὀδόντας καὶ μήτε
ἐπινεύειν τὸν τράχηλον δύνασθαι μήτε ἀνανεύειν. ἢ τέτα‐413

19

.

414

νός ἐστιν ὅταν εἰς τοὐναντία πρὸς τῶν ἀντιτεταγμένων μυῶν ἀκουσίως ἐπισπᾶται τὰ μόρια. σληʹ. Ἐμπροσθότοιός ἐστιν ὅταν ἔμπροσθεν ἕλκηται ὁ τράχηλος καὶ εἰς τοὐπίσω ἀνακλᾶσθαι μὴ δύνηται.
5 σλθʹ. Ὀπισθότονός ἐστιν ὅταν ὄπισθεν ἕλκηται καὶ εἰς τοὔμπροσθεν ἀνακλᾶσθαι μὴ δύνηται. ἢ ὀπισθότονός ἐστι σπασμός τε καὶ σύντασις εἰς τοὐπίσω τοῦ τραχήλου, ὥστε ἐπινεύειν μὴ δύνασθαι. σμʹ. Ἐπιληψία ἐστὶν ἐπίληψις διανοίας καὶ τῶν αἰσ‐
10θητηρίων μετὰ τοῦ πίπτειν ἐξαίφνης τοὺς μὲν μετὰ σπα‐ σμοῦ, τοὺς δὲ ἄνευ σπασμοῦ. ἐπισυμβαίνει δὲ αὐτοῖς καὶ ἀφρὸν φέρεσθαι διὰ τοῦ στόματος κατὰ τὴν ἄνεσιν καὶ πα‐ ρακμὴν τοῦ νοσήματος. σμαʹ. Κάτοχός ἐστιν ἀναισθησία τῆς ψυχῆς μετὰ πή‐
15ξεως τοῦ παντὸς σώματος. εἴδη δὲ κατόχου τρία. ὁ μὲν γὰρ ὑπνώδης ὃς παράκειται τῷ ληθάργῳ, ὁ δὲ ἕτερος ἐγρη‐ γορὼς ᾧ παράκειται τέτανος καὶ ἡ ἐφ’ ὑστέρᾳ καλουμένη
πνίξ. τρίτον εἶδος κατόχου ὃν οὐκ ἄν τις ἀσυνέτως κάτο‐414

19

.

415

χον ὀνομάζοι φρενιτικόν. γίνεται δὲ ἐκ μίγματος δύο ἀῤ‐ ῥωστημάτων κατόχου τε καὶ φρενίτιδος ὥσπερ καὶ ἡ τυ‐ φωμανία. σμβʹ. Παράλυσίς ἐστι πάθος βλάπτον τὴν προαιρετι‐
5κὴν κίνησιν περὶ μέρεσιν ἢ μέρει τινὶ γινόμενον. ἀποτελεῖ‐ ται δὲ παθόντων τῶν νεύρων καὶ τῶν μυῶν. σμγʹ. Τυφωμανία ἐστὶ λήθαργος παρακοπτικὸς ἢ πα‐ ρακοπὴ ληθαργική. ἢ οὕτως. τυφωμανία ἐστὶ μικτὸν ἐκ φρενίτιδος καὶ ληθάργου πάθημα.
10 σμδʹ. Ἀποπληξία ἐστὶ κατοχὴ διανοίας μετ’ ἀναισθησίας καὶ παρέσεως τοῦ σώματος. ἔτι. ἀποπληξία ἐστὶν ἀπώλεια πάντων τῶν νεύρων αἰσθήσεώς τε καὶ κινή‐ σεως. ἢ ἀποπληξία ἐστὶν ἀναισθησία τοῦ παντὸς σώματος μετὰ βλάβης τῶν ἡγεμονικῶν ἐργαλείων. γίνεται δὲ ἀπὸ
15χυμοῦ ψυχροῦ ἀθρόως πληροῦντος τὰς κυριωτάτας κοιλίας τοῦ ἐγκεφάλου. κυριώταται δὲ κοιλίαι εἰσὶν ἡ ὄπισθέν τε καὶ ἡ μέση. σμεʹ. Διαφέρει δὲ ἀποπληξία παραπληξίας ὡς ὅλον
μέρους. οἱ μὲν γὰρ ἀποπληκτικοὶ πάντως εἰσὶ καὶ παρα‐415

19

.

416

πληκτικοί. οἱ δὲ παραπληκτικοὶ οὐ πάντως καὶ ἀποπληκτι‐ κοί. διαφέρει καὶ ὅτι οἱ μὲν ὑγιαίνοντες τὴν διάνοιαν πα‐ ραπληκτικοὶ παρειμένοι εἰσὶ τοῦ σώματος μέρος ἢ μέρη, οἱ δὲ ἀποπληκτικοὶ καὶ ταῦτα καὶ τὴν διάνοιαν καὶ τὸ ὅλον.
5παραπληκτικοὶ λέγονται, οἷς μόνα τὰ δεξιὰ ἢ τὰ ἀριστερὰ αἱ παρέσεις γίνονται. σμστʹ. Μανία ἐστὶν ἔκστασις τῆς διανοίας καὶ παραλλαγὴ τῶν νομίμων καὶ τῶν ἐν τῷ ὑγιαίνειν ἐθῶν ἄνευ πυρετοῦ. σμζʹ. Μελαγχολία ἐστὶ πάθος βλάπτον τὴν γνώμην
10μετὰ δυσθυμίας ἰσχυρᾶς καὶ ἀποστροφῆς τῶν φιλτάτων γι‐ γνόμενον ἄνευ τοῦ πυρετοῦ. τισὶ δὲ αὐτῶν καὶ χολὴ προσ‐ γινομένη πολλὴ μέλαινα βλάπτει στόμαχον, ὥστε καὶ ἀπε‐ μεῖσθαι καὶ οὕτως τὴν γνώμην συγκακοῦσθαι. σμηʹ. Κεφαλαία ἐστὶ πάθος πόνον κεφαλῆς
15ἐπιφέρον ἀνύποιστον κατὰ περιόδους τινὰς, ὥστε καὶ ἦχον εἶναι ἐν τοῖς ὠσὶ καὶ τοὺς ὀφθαλμοὺς ἀνερευθεῖς καὶ προ‐ πετεῖς ὑπάρχειν. συνδιατείνονται δὲ αὐτοῖς καὶ αἱ ἐν τῷ
μετώπῳ φλέβες καὶ ἔρευθος ἀμφὶ τὸ πρόσωπον ἴσχουσι.416

19

.

417

σμθʹ. Τὸ μὲν τῆς κεφαλῆς ἄλγος μὴ χρόνιόν ἐστι κε‐ φαλαλγία, χρόνιον δὲ κεφαλαία. ἢν ἀλγέῃ κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ κἢν ἐπὶ πλεῦνας, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα καὶ περιόδοισι μα‐
5κρῇσι καὶ πολλῇσι καὶ προσεπιγίγνεται μέζω τε καὶ πλεῦνον δυσαλθῇ, κεφαλαίην κικλήσκομεν. σνʹ. Ἑτεροκρανία ἐστὶν ὁπόταν περὶ τὸ ἀριστερὸν μέ‐ ρος ἢ τὸ δεξιὸν τῆς κεφαλῆς πόνος παρέπηται καὶ ποτὲ μὲν ἐπιτάσεις, ποτὲ δὲ ἀνέσεις ἐπιφέρῃ.
10 σναʹ. Σκοτωματικοὶ καλοῦνται οἷς παρακολουθοῦσι σκο‐ τώσεις καὶ δοκοῦσι περιφέρεσθαι αὐτοῖς τὴν κεφαλὴν μετὰ τοῦ καὶ μαρμαρυγὰς αὐτοῖς παρέπεσθαι. ἢ σκοτόδινός ἐστιν ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκεῖ τὰ βλεπόμενα ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖται δοκούντων αὐτῶν σκό‐
15τος περικεχύσθαι. γίγνεται δὲ τοῦτο τοῦ στόματος τῆς κοι‐
λίας ὑπὸ μοχθηρῶν χυμῶν δακνομένου.417

19

.

418

σνβʹ. Κατάῤῥους ἐστὶν ὑγρῶν πολλῶν κατα‐ φορὰ διὰ τῶν τρημάτων τῆς ὑπερώας καὶ πολλῶν διὰ τῶν μυξητήρων ἃ καταφερόμενα βλάπτει τοὺς ὑποκειμένους τό‐ πους, ὥστε σὺν τῇ ἀποκρίσει τῶν ὑγρῶν καὶ πνεῦμα συνεκ‐
5κρινόμενον ἦχόν τινα ἐκτελεῖν. σνγʹ. Κόρυζά ἐστι τὸ διὰ τῶν ῥινῶν ἐκκρινόμενον ὑγρὸν λεπτὸν καὶ ἄπεπτον τὸ δι’ ὑπερώας κατάῤῥους. σνδʹ. Συνάγχη ἐστὶ πάθος περὶ τράχηλον ὀξὺ, χαλε‐ πὸν, πνιγμῷ τὸν παθόντα ἐξάγων. ἢ οὕτως. συνάγχη ἐστὶ
10φλεγμονὴ τοῖς μὲν ἔξωθεν τοῦ τραχήλου ὥστε ἐξογκοῦσθαι τὰ μέρη, τοῖς δὲ ἔνδοθεν τῶν παρισθμίων ὥστε συμπάσχειν καὶ τὰ ἀναπνευστικὰ ὄργανα καὶ δυσπνοεῖν. σνεʹ. Ὑδρόφοβός ἐστι πάθος ἐπὶ δήγματι κυνὸς μαι‐ νομένου γιγνόμενον μετὰ τοῦ ἀποστρέφεσθαι τὸ ποτὸν καὶ
15σπᾶσθαι καὶ λύζειν. ἐπιγίγνεται δὲ αὐτοῖς καὶ παρακοπή. σνστʹ. Βούλιμός ἐστι διάθεσις καθ’ ἣν ἐπιζήτησις ἐκ μικρῶν διαλειμμάτων γίνεται τροφῆς. ἐκλύονται δὲ καὶ κα‐
ταπίπτουσι καὶ ἀχροοῦσι καὶ καταψύχονται τὰ ἄκρα καὶ418

19

.

419

θλίβονταί τε τὸν στόμαχον καὶ ὁ σφυγμὸς ἐπ’ αὐτῶν ἀμυ‐ δρὸς γίνεται. σνζʹ. Φαγέδαινά ἐστι κατασκευὴ καθ’ ἣν ὀρεγόμενοι πολλῆς τροφῆς καὶ λαμβάνοντες ἄμετρον οὐ κρατοῦσιν αὐ‐
5τῆς, ἀλλ’ ἐξεράσαντες πάλιν ὀρέγονται. ἢ ἄλλως. φαγέδαι‐ ναί εἰσιν αἱ τῶν πολλῶν βρωμάτων ἐδωδαὶ, ἃς καὶ αὐτὰς ὑπὸ κακοχυμίας γίνεσθαι ἀμέτρας ὀρέξεις σιτίων ὁμολογεῖται. σνηʹ. Ἐμπνευμάτωσίς ἐστιν ὅταν πλεῖον πνεῦμα γενό‐ μενον κατέχηται ἐν στομάχῳ καὶ διατείνῃ αὐτὸν καὶ τὴν
10κοιλίαν μετ’ αὐτοῦ, ὥστε καὶ ἐμποδίζεσθαι τὴν τῆς τροφῆς οἰκονομίαν. σνθʹ. Περιπνευμονία ἐστὶ φλεγμονὴ πνεύμονος μετὰ πυρετοῦ ὀξέος καὶ δυσπνοίας. γίνεται δὲ ἐπ’ αὐτῶν καὶ ἐνερευθῆ τὰ μῆλα.
15 σξʹ. Φθίσις ἐστὶν ἕλκωσις τοῦ πνεύμονος ἢ θώρακος ἢ φάρυγγος, ὥστε βῆχας παρακολουθεῖν καὶ πυρετοὺς βλη‐ χροὺς καὶ συντήκεσθαι τὸ σῶμα.
σξαʹ. Διαφέρει φθίσις φθοῆς. φθίσις μὲν γάρ ἐστιν419

19

.

420

ἡ λεγομένη κοινῶς πᾶσα σώματος μείωσίς τε καὶ σύντηξις. φθοὴ δὲ ἡ ἰδίως ἐφ’ ἕλκει σύντηξίς τε καὶ μείωσις τοῦ σώ‐ ματος. εἴρηται δὲ φθίσις ἀπὸ τοῦ φθίνειν, ὅπερ ἐστὶ μειοῦσθαι.
5 σξβʹ. Δυσπνοϊκοί εἰσιν ἐφ’ ὧν οἱονεὶ στενοχωρούμενον ἐκπνεῖται τὸ πνεῦμα καὶ εἰσπνεῖται. ἢ δύσπνοια βλάβη τις ἀναπνοῆς ἐστιν. σξγʹ. Ἆσθμά ἐστι πάθος ἔπειξιν ἰσχυρὰν περὶ τὴν ἀναπνοὴν καὶ δύσπνοιαν ἐπιφέρων μετὰ τοῦ καὶ ἐνίους
10ἀνακαθίζειν καὶ ἐξανίστασθαι. σξδʹ. Πλευρῖτις ἐστὶν ὀδύνη πλευροῦ καὶ ὑπεζωκότος διατείνουσα μέχρι κλειδὸς καὶ ἀκρωμίου καὶ ὠμοπλάτης σὺν ὀξεῖ καὶ ἀδιαλείπτῳ πυρετῷ μετ’ ὀδύνης νυγματώδους ὁμοῦ καὶ φρίκης καὶ δυσπνοίας καὶ βηχός.
15 σξεʹ. Καρδιακὴ διάθεσίς ἐστι τῆξις τοῦ ἐμφύτου τό‐ νου καὶ πάρεσις. γίνεται δὲ τοὐπίπαν ἐπὶ στόματι γαστρὸς
κακοπραγοῦντι καὶ στομάχῳ μεθ’ ἱδρώτων ἀκατασχέτων.420

19

.

421

τινὲς δὲ ᾠήθησαν ἐπὶ καρδίᾳ φλεγμαινούσῃ γίνεσθαι τὸ πά‐ θημα καὶ διὰ ταύτην τοῦ τόνου τὴν ἔκλυσιν καρδιακὴν ἤτοι διάθεσιν ἢ συγκοπὴν ἐκάλεσαν τὸ συμβαῖνον. σξστʹ. Χολέρα ἔστι πάθος κάτοξυ καὶ χαλεπὸν ἣ πα‐
5ραυτίκα τὸν ἄνθρωπον εἰς κατάῤῥουν ἀπήνεγκεν δι’ ἐμέτων ἢ καὶ ἐκ διαῤῥοίας καὶ πολλῆς ἐκκρίσεως εἰς στρόφον καὶ μικρὸν ὕστερον εἰς πυρετοὺς ἀπέστη δυσεντεριώδεις καὶ κα‐ κοήθεις μεγαλοσπλάγχνους ἑκτικούς τε καὶ μαρασμώδεις. ἢ οὕτως. χολέρα ἔστι πάθος ὀξὺ μετ’ ἐμέτων πολλῶν χο‐
10λωδῶν καὶ ὑποχωρήσεων τῆς κοιλίας μετὰ τοῦ συνέλκεσθαι τὰς γαστροκνημίας καὶ καταψύχεσθαι τὰ ἄκρα. γίνονται δὲ ἐπ’ αὐτῶν οἱ σφυγμοὶ μικρότεροι καὶ ἀμυδρότεροι. σξζʹ. Κοιλιακὴ διάθεσίς ἐστι ῥευματισμὸς τῆς κοιλίας. οὐ πρόσφατος, ἀλλὰ χρόνιος μετὰ στρόφων καὶ πολλῶν ἀπο‐
15κρίσεων μετὰ τοῦ ἰσχναίνεσθαι τὸ σῶμα. σξηʹ. Διάῤῥοιά ἐστι ῥευματισμὸς πλείων κοιλίας ἄνευ φλεγμονῆς καὶ ἑλκώσεως πολυχρόνιος.
σξθʹ. Δυσεντερία ἐστὶν ἕλκωσις ἐντέρων μετὰ φλεγμο‐421

19

.

422

νῆς καὶ ἀποκρίσεως αἱματωδῶν ἢ τρυγῳδῶν. ἤ γε καὶ ἀπο‐ λυμάτων μετὰ τοῦ δάκνεσθαι καὶ ἀλγεῖν τὴν κοιλίαν καὶ τὰ ἔντερα. σοʹ. Τεινεσμός ἐστι διάθεσις πρὸς τοῖς κάτω μέρεσι
5καὶ αὐτῷ τῷ ἀπευθυσμένῳ, ὥστε πολλὰς μὲν τὰς ἐξαναστά‐ σεις καὶ προθυμίας γίνεσθαι, ὀλίγας δὲ τὰς ἀποκρίσεις. ἄλ‐ λοι δὲ οὕτως. τεινεσμός ἐστιν ἡ τοῦ ἀρχοῦ δῆξις, ἣν τὰ χολώδη καὶ δριμέα ὑγρὰ ποιοῦσι μετὰ τῆς ἐξαναστάσεώς τε καὶ προσθυμίας, καίτοι ὀλίγα ἀποκρίνηται.
10 σοαʹ. Λειεντερία ἐστὶ πάθος ἐπὶ δυσεντερίᾳ τὰ πολλὰ γινόμενον, ὥστε διὰ τὰς οὐλὰς τὰς ἐπὶ ταῖς ἑλκώσεσι γεγε‐ νημένας πυκνοτέρων καὶ λειοτέρων καὶ ἀπονωτέρων γενο‐ μένων ἀνάγκη πρὸ τοῦ πεφθῆναι διατρέχειν τὰ λαμβανόμενα σιτία ὀξέως ἐπὶ τὰς ἐκκρίσεις ἀμιγῆ, ἄπεπτα καὶ οἷα κατε‐
15πόθη. ἄλλοι δὲ οὕτως. λειεντερία ἐστὶν ἡ ἀθρόα καὶ ταχί‐ στη διέξοδος τῶν σιτίων, οἷά περ κατεπόθησαν τοιαῦτα καὶ ἐξεκρίθησαν.
σοβʹ. Κωλικὴ διάθεσίς ἐστι κατασκευὴ χρό‐422

19

.

423

νιος περὶ τὸ κῶλον μετὰ τοῦ εἰς διαλήμματα ἀλγήματα ἐπιγίγνεσθαι ἀνυπόστατα καὶ δυσπνοεῖν καὶ ἐφιδροῦν καὶ περιψύχεσθαι. σογʹ. Εἴλεός ἐστι φλεγμονὴ ἐντέρων, ὥστε μήτε φύ‐
5σας μήτε διαχωρήματα διεξιέναι, στρόφους δὲ ἰσχυροὺς πα‐ ρακολουθεῖν καὶ ἀλγήματα ὑπερβεβηκότα. σοδʹ. Ἡπατικοί εἰσιν οἷς ἥπατος πόνος παρακολουθεῖ χρόνιος μετ’ ἐπάρματος καὶ σκληρίας καὶ ἀχροίας τοῦ σώ‐ ματος. ἐπιπυρέττουσί τε περικαῆ πυρετὸν καὶ ἡ γλῶσσα
10αὐτοῖς ἐπιξηραίνεται. σοεʹ. Ἐσκιῤῥωμένον ἧπάρ ἐστιν ὅταν ὄγκος ᾖ περὶ αὐτὸ ἄγαν σκληρὸς καὶ ἀντίτυπος καὶ πρὸς τὴν ἁφὴν ἀνώ‐ δυνος. σοστʹ. Ἴκτερός ἐστιν ἀνάχυσις χολῆς ἐπὶ τὸ δέρμα,
15ὥστε βάπτεσθαι τὴν ἐπιφάνειαν καὶ χλωρὰν ἀποτελεῖσθαι καὶ κακοῦσθαι τὸ δέρμα καὶ λευκαὶ αὐτοῖς αἱ κατὰ κοιλίαν διαχωρήσεις γίνονται. σοζʹ. Σπληνικοί εἰσιν οἷς φλεγμῄναντες οἱ σπλῆνες εἰς
τὸ κατὰ φύσιν οὐκ ἀποκαθίστανται οὐδὲ ἀποφλεγμαίνουσιν·423

19

.

424

ἀλλ’ αὐτοῖς παραμένει ἡ σκληρία, ὥστε καὶ κατὰ τὰς νό‐ σους ῥευματίζεσθαι, ἀλλάσσεται δὲ αὐτοῖς καὶ ἡ κατὰ φύ‐ σιν χρόα τοῦ σώματος. σοηʹ. Σκίῤῥος ἐστὶ τοῦ σπληνὸς ὅταν τε μείζων ὁ
5σπλὴν ὑποπίπτῃ καὶ λίαν σκληρὸς καὶ ἀντίτυπος καὶ διωγκω‐ μένος. σοθʹ. Ὕδρωψ ἐστὶν ὁ ἀνασάρκα, ἐφ’ οὗ τὸ σῶμα ὅλον ἐξῴδηκε καὶ περικλύζεται τῷ ὑγρῷ, διαστρέφεται δὲ αὐτῶν καὶ τὰ αἰδοῖα καὶ ἀνορεκτοῦσι, παρέπεται δὲ αὐτοῖς καὶ
10πυρετός. σπʹ. Ὕδρωψ ἀσκίτης ἐστὶν ἐφ’ οὗ κοιλία καὶ ὄσχεον καὶ σκέλη ἐξοιδίσκεται, τὰ δὲ ἄνω ἰσχνὰ γίνεται ἀπολε‐ πτυνόμενα. σπαʹ. Ὕδρωψ τυμπανίας ἐστὶν ἐφ’ ᾧ ἐν κοιλίᾳ πλέον
15μὲν τὸ πνεῦμα, ὀλιγώτερον δὲ τὸ ὑγρὸν εὑρίσκεται καὶ εἴ τις ἅψαιτο, ἦχος ἀποτελεῖται.
σπβʹ. Νεφρῖτις ἐστὶ φλεγμονὴ νεφρῶν μετ’ ἀλγήματος424

19

.

425

σφοδροῦ, ποτὲ δὲ καὶ δυσουρίας καὶ ἰνωδῶν ἀποκρίσεων ἢ καὶ ψαμμωδῶν μετὰ αἵματος ὀλίγου. σπγʹ. Λιθίασίς ἐστι γένεσις ἐν κύστει λίθου δι’ οὗ κωλύεται ἡ τοῦ οὔρου ἔκκρισις. ἑτέρως. λιθίασίς ἐστι πά‐
5θος διατάσεις τῆς κύστεως ἐπιφέρον. συνδιατείνεται δὲ αὐτοῖς καὶ ἦτρον καὶ τῆς ποσθῆς ἅπτονται θαμινά. ἐπιγίνονται δὲ αὐτοῖς καὶ ἰσχουρίαι ὅταν περαιωθεὶς ὁ λί‐ θος ἀποφράξῃ τὰς ὁδοὺς τοῦ περιττώματος. σπδʹ. Στραγγουρία ἐστὶν ἡ κατὰ στράγγα τοῦ οὔρου
10ἔκκρισις. ἢ στραγγουρία τὸ πάθος καλεῖται ὅταν τις ὀλί‐ γον ἀποκρίνει οὖρον συνεχῶς. σπεʹ. Δυσουρία ἐστὶ δυσχέρεια τοῦ οὐρεῖν μετὰ ὀδύ‐ νης, στραγγουρία δὲ ἡ κατὰ στράγγα οὔρησις. σπστʹ. Ἰσχουρία ἐστὶ παντελὴς τοῦ οὔρου ἐπίσχεσις
15κίνδυνον ἐπιφέρουσα. ἐπέχεται δὲ τὸ οὖρον κατὰ τρόπους ὀκτώ· διὰ φλεγμονὴν, διὰ σκίῤῥον, δι’ αἵματος θρόμβωσιν, διὰ παράλυσιν, διὰ πρόπτωσιν τοῦ λίθου, διὰ νεφρικὴν συμ‐
πάθειαν, δι’ ἕλκωσιν, διὰ λιθίασιν.425

19

.

426

σπζʹ. Ἐν νεφροῖς γίνονται λίθοι ἔνθα κατ’ ἐκείνων τῶν σωμάτων πλῆθος συνέλθῃ χυμῶν παχέων ἅμα πυρετώ‐ δει θερμότητι. ἢ ἄλλως. ἐν νεφροῖς γίνονται λίθοι ὅταν τοῦ συλλεγέντος ἐν αὐτοῖς μετὰ τοῦ κατ’ ἀναλογίαν πυρετοῦ
5χυμῶν παχέων πλήθους, ἀφ’ οὗ ὑπέροπτοι εἰς τὴν λίθου γένεσιν μεταβαίνουσι. σπηʹ. Γονόῤῥοιά ἐστιν ἀπόκρισις ἐπιφέρουσα σπέρμα‐ τος νόσημα μετὰ τοῦ τήκεσθαι τὸ σῶμα καὶ ἀχρούστερον ἀποτελεῖσθαι· γίνεται δὲ ἀτονησάντων τῶν σπερματικῶν ἀγ‐
10γείων, ὥστε τρόπον τινὰ παρειμένων αὐτῶν μὴ κρατεῖσθαι τὸ σπέρμα. σπθʹ. Σατυρίασίς ἐστι πάθος μετὰ ἐντάσεως αἰδοίου γιγνόμενον μετὰ τοῦ τείνεσθαι αὐτοῖς τὰ μόρια· ἔστι δὲ οἷς καὶ σπέρματος ἐξακοντισμὸς μεθ’ ἡδονῆς γίγνεται. παρα‐
15φέρονται δὲ τὴν γνώμην καὶ νεύρων τάσις καὶ σπέρματος γίνεται. σϟʹ. Ἰσχιάς ἐστι πολυχρόνιον καὶ δύσλυτον τοῦ ἰσχίου
ἄλγημα. ἢ οὕτως. ἰσχιάς ἐστι νόσος πόνον ἰσχυρὸν ἐπι‐426

19

.

427

φέρουσα ἰσχίου κατὰ περίοδον, ὥστε αὐτοῖς τὸν πόνον καὶ μέχρις ἰγνύας καὶ γαστροκνημίας παρακολουθεῖν. σϟαʹ. Ἀρθρῖτις ἐστὶ φλεγμονὴ συνισταμένη περὶ τοῖς ἄρθροις ἔμμονος πόνον ἰσχυρὸν ἐπιφέρουσα πασχόντων
5νεύρων. σϟβʹ. Ποδάγρα ἐστὶ πάθος περὶ τοῖς ποσὶ γιγνόμενον πόνον ἐπιφέρον πασχόντων τῶν νεύρων οἷς μὲν μετὰ πυρώ‐ σεως οἷς δὲ μετὰ ψύξεως. σϟγʹ. Σκελοτύρβη ἐστὶν εἶδος παραλύσεως ὥστε πε‐
10ριπατεῖν ἐπ’ εὐθείας μὴ δύνασθαι, καὶ ποτὲ μὲν κατ’ εὐθὺ, ποτὲ δὲ εὐώνυμον εἰς τὰ δεξιὰ περιφέρειν ἢ τὸ δεξιὸν εἰς τὰ ἀριστερὰ, καὶ ποτὲ μὲν ἐπισύρειν τὸ σκέλος ὥσπερ οἱ ἀναβαίνοντές τι μέγα. σϟδʹ. Πήρωσίς ἐστι στέρησις ἢ ἐμποδισμὸς
15ἐνεργείας φυσικῆς ἢ ἀφαίρεσίς τινος μορίου. σϟεʹ. Λέπρα ἐστὶ μεταβολὴ τοῦ χρωτὸς ἐπὶ τὸ παρὰ
φύσιν μετὰ τραχύτητος καὶ κνησμῶν καὶ πόνων, ἔσθ’427

19

.

428

ὅτε μὲν καὶ λεπίδας ἀποπίπτειν, ὅτε δὲ καὶ ἐπινέμεται πλείονα μέρη τοῦ σώματος. σϟστʹ. Ἐλεφάς ἐστι πάθος παχὺ τὸ δέρμα καὶ ἀνώ‐ μαλον παρασκευάζον καὶ πελιδνὸν τὸ χρῶμα καὶ τὰ λευκὰ
5τῶν ὀφθαλμῶν, ἀναβιβρώσκεται δὲ χειρῶν καὶ ποδῶν τὰ ἄκρα καὶ ἰχῶρα ἀφίησι πελιδνὸν καὶ δυσώδη. σϟζʹ. Λειχήν ἐστι τραχύτης ἐπιφανείας μετὰ πολλοῦ κνησμοῦ. σϟηʹ. Φλεγμονή ἐστιν ἐν μήτρᾳ ἡ μετὰ πόνου γιγνο‐
10μένη ἐπιγαστρίου καὶ βουβώνων καὶ πυρετῶν ἐφ’ ἧς καὶ βρέγματος πόνος καὶ τενόντων συνολκὴ καὶ ὀφθαλμῶν ὀδύνη. σϟθʹ. Ἀπόστημα ἐν μήτρᾳ ἐστὶν ὅταν ᾖ πόνος ἐπι‐ τεταμένος καὶ σφύζει καὶ διατείνει τὸ ἄλγημα ἕως ἤτρου καὶ βουβώνων καὶ ὀσφύος καὶ πυρετοὶ προσγίνονται.
15 τʹ. Ὑστερικὴ πνίξ ἐστι πάθος δι’ ἀναδρομὴν ὑστέρας γιγνόμενον ἢ κατάπτωσιν καὶ ἀφωνίαν ἐπιφέρει. ὥστε καὶ τὴν ἀναπνοὴν αὐταῖς οὐκ ἔκδηλον γίγνεσθαι, μετεωρίζεσθαί
τε τὰ ὑποχόνδρια καὶ τὸν σφυγμὸν ἔχειν ἀμυδρὸν καὶ βραδύν.428

19

.

429

ταʹ. Γυναικεῖος ῥοῦς ἐστι φορὰ ὑγρῶν διὰ μήτρας ἐπὶ πλείονα χρόνον ὑπὸ ἀποκρίσεως αὐτῇ γιγνόμενος. ῥοῦς λευ‐ κός ἐστιν ὅταν λευκὰ ᾖ τὰ ἀποκρινόμενα καὶ ἐν τῷ προσ‐ ώπῳ οἰδήματα καὶ τὰ ὀφθάλμια ἐποιδίσκεται, ἐνίαις δὲ
5καὶ ἡ γαστὴρ καὶ τὰ σκέλη. ῥοῦς πυῤῥός ἐστιν ὅταν ὑπό‐ πυῤῥος ᾖ ἀπόκρισις καὶ ὀδύναι ἐν τῷ ὀσφύϊ καὶ ἐν τοῖς βουβῶσι γίγνονται. ῥοῦς ἐρυθρός ἐστιν ὁπόταν τὸ ἀποκρι‐ νόμενον μένον τοιοῦτον, οἷον ἀπὸ νεοσφαγοῦς ἱερείου αἷμα καὶ θρόμβοι ἐμπίπτουσι καὶ ὀδύνη ἔχει καὶ πῦρ καὶ βρυγ‐
10μὸς καὶ πόνος εἰς αὐτὰ τὰ αἰδοῖα καὶ τὸ ὑπογάστριον. ῥοῦς μέλας ἐστὶν, ὅταν μέλαιναι αἱ ἀποκρίσεις καὶ δύσπνοια τοῦ σώματος καὶ ὀδύνη ᾖ εἰς τὰ αἰδοῖα καὶ ἰσχναίνονται αἱ γυναῖκες. τβʹ. Ἐρυσίπελας ἐν μήτρᾳ ἐστὶν ἐπειδὰν ὀδυνωμένη ἡ
15ὑστέρα ὁμοία ᾖ τοῖς ἀπὸ πυρὸς καιομένοις δυσυποίστοις καὶ ἡ πύρωσις ἐπ’ ἐνίων μεταβαίνουσα ἄλλοτε ἐπ’ ἄλλους τόπους τῆς ὑστέρας.
τγʹ. Σκλήρωμα ἐν μήτρᾳ ἐστὶν ὄγκος ὑπόσκληρος περί429

19

.

430

τι μέρος τῆς μήτρας γιγνόμενος, τὰ πολλὰ ἐπὶ φλεγμοναῖς μεινάσαις ἐπιτελούμενος. τδʹ. Σκίῤῥος ἐν μήτρᾳ ἐστὶ διάθεσις περί τι μέρος αὐτῆς ὥστε εἶναι σκληρίαν ἀντίτυπον, ὀχθώδη, ἀνώ‐
5μαλον, ἄπονον τὰ πολλά. τεʹ. Καρκίνωμα ἐν μήτρᾳ ἐστὶν ἄνευ ἑλκώσεως ὄγκος ἀνώμαλος, ὀχθώδης. τστʹ. Πάθη τριχῶν ἐστιν ἐννέα, ῥοπάλωσις, διχοφυΐα, θραῦσις, ἀτροφία, ξηρασία, πολίωσις, ῥύσις, ἀλωπεκία,
10ὀφίασις. τζʹ. Ῥοπάλωσίς ἐστιν ἡ κατὰ τὸ ἄκρον τῶν τριχῶν ἀμερὴς σχέσις μετὰ τοῦ μηκέτι συναύξεσθαι. τηʹ. Διχοφυΐα ἐστὶν διαμερὴς ἡ κατὰ τὸ ἄκρον τῶν τριχῶν σχέσις, μετὰ τοῦ μήκετι συναυξάνεσθαι.
15 τθʹ. Θραῦσίς ἐστιν ἀνώμαλος τριχῶν ἀπόπτωσις πα‐ ραπλησία τοῖς ἀπὸ ψαλίδος κεκαρμένοις. τιʹ. Ἀτροφία τριχῶν ἐστιν ὑπερβάλλουσα ἰσχνότης
μετὰ τοῦ μηκέτι συναύξεσθαι.430

19

.

431

τιαʹ. Ξηρασία ἐστὶ χνοώδης τριχῶν ἐπιφάνεια παρα‐ πλησία τοῖς ὑπὸ κονιορτοῦ μολυνομένοις. τιβʹ. Πολίωσίς ἐστι μεταβολὴ τριχῶν ἐπὶ τὸ λευκὸν πρὸ τῆς καθηκούσης ἡλικίας.
5 τιγʹ. Ῥύσις τριχῶν ἐστιν ἀπόπτωσις ἀκολουθοῦσα ὡς ἐπίπαν μὲν τοῖς φθίνουσι καὶ τοῖς ἀνακομιζομένοις δὲ ἐκ νόσου μακρᾶς. τιδʹ. Ἀλωπεκία ἐστὶ μεταβολὴ τοῦ χρώματος ἐπὶ τὸ λευκότερον, δι’ ἣν χρονίζουσαν αἱ τρίχες ῥιζόθεν ἀποπίπτουσι.
10 τιεʹ. Ὀφίασίς ἐστι μεταβολὴ τοῦ χρώματος ὁμοία τῇ προειρημένῃ ἐπὶ τὸ μᾶλλον πυκνότερον μετὰ τοῦ σκολιοῦ‐ σθαι τὴν ψίλωσιν. τιστʹ. Διαφοραὶ τῶν ἐν κεφαλῇ καταγμάτων ὀκτώ εἰσι. ῥωγμὴ, ἐκκοπὴ, ἐγγίσωμα, ἐκπίεσμα, καμάρωσις, ἀποσκε‐
15παρνισμὸς, ἄπαγμα, θλάσμα, ἀπήχημα. ἔνιοι δὲ τὸ μὲν θλάσμα εἶναι οὐ θέλουσι, τὸ δὲ ἀπήχημα τῇ ῥωγμῇ ὑπάγουσι. τιζʹ. Ῥωγμή ἐστιν ὀστοῦ διακοπὴ ἐπιπόλαιος εὐθεῖα
καὶ ἤτοι στενὴ ἢ πλατεῖα.431

19

.

432

τιηʹ. Ἐκκοπή ἐστιν ὀστοῦ διακοπὴ μετὰ τοῦ ἄλλασθον εἶναι τὸ πεπονθὸς ὀστοῦν. τιθʹ. Ἐγγίσωμά ἐστιν ὀστοῦ διακοπὴ μετὰ τοῦ τὸ δια‐ κείμενον εἰς τὸ βάθος ὑποκεχωρηκέναι καὶ ἀπεληλυθῆναι
5τῷ ἀπαθεῖ ὀστῷ. τκʹ. Ἐκπίεσμά ἐστιν ὀστοῦ πολυμερὴς διακοπὴ μετὰ τοῦ τάσιν δρᾷν τῶν ὀστῶν εἰς τὸ βάθος ὑποκεχωρηκέναι καὶ θλίβειν τὴν μήνιγγα. τκαʹ. Ἀποσκεπαρνισμός ἐστιν ὀστοῦ ἀποκοπὴ μετὰ τοῦ
10ἀποκεκομμένου ὀστοῦ τεθραῦσθαι. τκβʹ. Καμάρωσίς ἐστιν ὀστοῦ διακοπὴ μετὰ τοῦ σίνα‐ ρον ὀστοῦν ἀνακεκλάσθαι ἐξ ἀμφοτέρων καὶ παραπλησίως καμάραις ἐσχηματίσθαι. τκγʹ. Ἄπαγμά ἐστιν ὀστοῦ διακοπὴ ἐπιπόλαιος ἢ καὶ
15βαθεῖα κατ’ ἀντικείμενα μέρη τοῦ τραύματος. τκδʹ. Θλάσμα ἐστὶν ὑποχώρησις τοῦ ὀστοῦ τοῦ κρα‐ νίου εἰς τὸ βάθος δίχα κατάγματος. γίνεται δὲ ἐπὶ τῆς παιδικῆς μάλιστα ἡλικίας· νοήσεις δὲ σαφέστερον τὸ εἰρημέ‐
νον ἐπὶ τῶν κασσιτερίνων σκευῶν τοῦτο συμβαῖνον θεασάμενος.432

19

.

433

τκεʹ. Τριπλᾶ περὶ τοὺς ὀφθαλμοὺς γίνεται πάθη, φλεγμοναὶ, ῥεύματα, ἑλκώσεις. τκστʹ. Ἑλκώσεων τῶν περὶ τοὺς ὀφθαλμοὺς διαφοραί εἰσιν ἄργεμον, νεφέλιον, ἐπίκαυμα, βόθριον, φλυκτὶς, λεύκω‐
5μα, ἄνθραξ, μυοκέφαλον, πύωσις, ὄνυξ, σταφύλωμα, ταῦτα μετὰ πληγῆς. τὰ δὲ ἄνευ πληγῆς ἑλκώσεως πάθη μυδρία‐ σις, φθίσις, ἀτροφία, νυκτάλωψ, ὑπόχυσις, γλαύκωμα, πα‐ ράλυσις, μυωπίασις, στραβισμὸς, πτερύγιον, ἐγκανθὶς, πρό‐ πτωσις, χήμωσις, σύγχυσις.
10 τκζʹ. Φλεγμονὴ μὲν οὖν ἐστιν οἴδημα περὶ τοὺς ὀφθαλ‐ μοὺς μετ’ ἐρευθήματος καὶ πολλῆς θερμασίας καὶ δυσκινη‐ σίας καὶ νυγμῶν γινόμενον. τκηʹ. Ῥεῦμά ἐστι λεπτῶν ὑγρῶν φορὰ ἀκατάσχετος καὶ ἀπροαίρετος.
15 τκθʹ. Ἕλκωσίς ἐστι ῥῆξις περὶ τὸν κερατοειδῆ ἤτοι ἐκ πληγῆς ἢ γενναίας φλεγμονῆς γινομένη. τλʹ. Ἄργεμόν ἐστιν ἕλκωσις κατὰ μὲν τὸ μέλαν λευκὴ
φαινομένη, κατὰ δὲ τὸ λευκὸν ὑπέρυθρος.433

19

.

434

τλαʹ. Νεφέλιόν ἐστιν ἀχλὺς ἢ ἕλκωσις ἐπιπό‐ λαιος ἐπὶ τοῦ μέλανος. ἢ νεφέλιόν ἐστιν ἕλκος ἐπιπόλαιον καὶ μικρῷ μεῖζον ἀργέμου καὶ λευκόν. τλβʹ. Ἐπίκαυμά ἐστιν ἕλκωσις ἐσχαρώδης κατὰ τὸ μέ‐
5λαν ἐπιγενομένη καὶ μὴ μένουσα. τλγʹ. Βόθριόν ἐστι κοῖλον ἕλκος ἢ καθαρὸν ἐπὶ τοῦ μέ‐ λανος. τλδʹ. Φλυκτίς ἐστιν ἀπόστασις κατὰ τὸ μέλαν περιέ‐ χουσα ὑγρασίαν μετὰ φλεγμονῆς καὶ ῥεύματος.
10 τλεʹ. Λεύκωμά ἐστιν ἀφ’ ἑλκώσεως οὐλὴ παχεῖα καὶ βαθεῖα. τλστʹ. Μυοκέφαλόν ἐστιν ἀφ’ ἑλκώσεως μικροτάτη ἐπ‐ έκτασις τοῦ ῥαγοειδοῦς κατὰ τὸ μέλαν παραπλησία μυίας κεφαλῇ.
15 τλζʹ. Ἄνθραξ ἐστὶν ἐσχαρώδης ἕλκωσις μετὰ νομῆς καὶ ῥεύματος, ἐνίοτε δὲ καὶ βουβώνων καὶ πυρετοῦ. τληʹ. Πύωσις ἢ ὄνυξ ἐστὶ συλλογὴ πύου κατὰ τὸ
μέλαν μετὰ φλεγμονῆς πρὸς τῇ ἴριδι, παραπλησία ὄνυχι.434

19

.

435

τλθʹ. Σύγχυσίς ἐστι ποτὲ μὲν ἐκ πληγῆς, ποτὲ δὲ ἐξ αὐτομάτου ῥῆξις τῶν ἐν βάθει χιτώνων μετὰ προχύσεως τῶν ὑγρῶν καὶ ἀλλοιώσεως τῆς κόρης. τμʹ. Μυδρίασίς ἐστιν ἀμαύρωσις τοῦ ὁρατικοῦ ταρα‐
5χθέντων τῶν ὑγρῶν. τμαʹ. Φθίσις ἐστὶ μείωσις τῆς κόρης μετὰ ἀμαυ‐ ρώσεως. τμβʹ. Ἀτροφία ἐστὶ μικρότης ὅλου τοῦ ὀφθαλμοῦ καὶ τῆς κόρης μετ’ ἀμαυρώσεως.
10 τμγʹ. Νυκτάλωψ ἐστὶ πάθος καὶ διάθεσις ὀφθαλμῶν δίχα φανερᾶς αἰτίας. συμβαίνει δὲ τοῖς οὕτω διακειμένοις ἡμέρας μὲν μὴ ὁρᾷν, νυκτὸς δὲ βλέπειν. τμδʹ. Γλαύκωμά ἐστι τῶν κατὰ φύσιν ὑγρῶν εἰς τὸ γλαυκὸν χρῶμα μεταβολή.
15 τμεʹ. Σταφύλωμά ἐστιν ἔπαρμα κατὰ τὸν τῆς κόρης τόπον ἐμφερὲς ῥαγὶ σταφυλῆς.
τμστʹ. Πρόπτωσίς ἐστιν ὅταν ὑπό τινος βιαίας πλη‐435

19

.

436

γῆς ἢ ἀγχονισμοῦ μετὰ συνεχοῦς πυρετοῦ ἢ κεφαλαλγίας ὀφθαλμὸς προπέσῃ. τμζʹ. Μυωπίασίς ἐστι διάθεσις ἐκ γενετῆς δι’ ἧς τὰ μὲν πλησία ὁρῶμεν, τὰ δὲ πόῤῥωθεν ἢ ἐπὶ βραχὺ ἢ
5οὐδ’ ὅλως. τμηʹ. Στραβισμός ἐστι παράλυσις τῶν περὶ τὸν ὀφθαλ‐ μὸν μυῶν οὐχ ὅλων, ἀλλ’ ἐνίων, δι’ ἣν αἰτίαν ἢ ἄνω ἢ κά‐ τω ἢ εἰς τὰ πλάγια νεύουσιν οἱ ὀφθαλμοί. τμθʹ. Ἵππος ἐστὶ διάθεσις ἐκ γενετῆς καθ’ ἣν ἀστα‐
10τοῦσι καὶ ἀεὶ κινοῦσιν οἱ ὀφθαλμοὶ κίνησιν ὑπομένοντες ἐν κλόνῳ ἢ τρόμῳ ἀδιαλείπτῳ. καθεστηκυῖαν ταύτην τὴν διά‐ θεσιν Ἱπποκράτης ἐκάλεσεν ἵππον. τὸ δὲ πάθος τοῦ στη‐ ρίζοντός ἐστι τὸν ὀφθαλμὸν μυὸς ὃς περιείληφε τὴν βάσιν τοῦ βλεπτικοῦ ὀργάνου.
15 τνʹ. Χήμωσίς ἐστιν ἔπαρμα τοῦ περιοφθαλμίου ὑμέ‐ νος ὃ καὶ λευκὸν προσαγορεύουσι πάθος ὅμοιον λευκῇ σαρκί. τναʹ. Περὶ τὰ βλέφαρα καὶ τοὺς κανθοὺς συνίσταται
πάθη ταῦτα· ψώρα, φθειρίασις, κριθὴ, χάλαζα, λιθίασις,436

19

.

437

ὑδατὶς, τριχίασις, τράχωμα, λαγωφθαλμὸν, ἐκτρόπιον, ῥοιὰς, ἀγχίλωψ, σταφύλωμα. τνβʹ. Ψώρα ἐστὶ δριμυτάτου ῥεύματος γιγνομένη ἀνά‐ βρωσις ταρσῶν ἢ κανθῶν μετὰ κνησμοῦ.
5 τνγʹ. Φθειρίασίς ἐστι περὶ τὰς ῥίζας τῶν βλεφαρίδων ψώρα λεπίδας πιτυρώδεις ἀποβάλλουσα. τνδʹ. Χάλαζά ἐστι κεγχρώδης συστροφὴ κατὰ τὸ βλέ‐ φαρον καὶ λιθίασίς ἐστι τὸ αὐτό. τνεʹ. Κριθή ἐστιν ὑγροῦ συλλογὴ περὶ τὸ βλέφαρον
10ἐπιμήκης κριθῇ ὁμοία. τνστʹ. Τράχωμά ἐστι σκληρία καὶ τραχύτης ἀνώμαλος κατὰ τὰ ἔνδον τῶν βλεφάρων γινομένη. τνζʹ. Ῥοιάς ἐστι τῆς ἐγκανθίου σαρκὸς δαπάνησις ᾗ τὸ δάκρυον ἀποῤῥεῖ.
15τνηʹ. Τριχίασίς ἐστι βλεφάρων πτῶσις καὶ τῶν ἐν αὐ‐
τοῖς τριχῶν γένεσις παρὰ φύσιν.437

19

.

438

τνθʹ. Διαφοραὶ τριχιάσεως τρεῖς, φαλάγγωσις, πτῶσις, ὑπόφυσις· τινὲς δὲ καὶ τὴν διστιχίαν ἐπεισάγουσιν. τξʹ. Διστιχία ἐστὶν ἑτέρου στίχου παρὰ φύσιν κατὰ τοῦ ταρσοῦ ἔκφυσις.
5 τξαʹ. Ἐγκανθίς ἐστιν ὑπεροχὴ σαρκὸς ἐν τῷ μεγάλῳ κανθῷ. τξβʹ. Ἀγχίλωψ ἐστὶν ἐπανάστασις τῷ μεγάλῳ κανθῷ ὑγροῦ συλλογὴν ἔχουσα ἀσύντρητος ἢ συντετρημένη. εἴρη‐ τμι δὲ ἀγχίλωψ ἀπὸ τοῦ ἐγγὺς εἶναι τοῦ ὀφθαλμοῦ· ὢψ μὲν
10γάρ ἐστιν ὀφθαλμὸς, τὸ δὲ ἄγχι ἐγγύς. τξγʹ. Ὑπόχυμά ἐστιν ὑγροῦ πῆξις τοῦ ὑδατώδους ἢ μᾶλλον ἢ ἧττον ἐμποδίζουσα τὸ ὁρᾷν. διαφέρει δὲ ὑπόχυ‐ μα γλαυκώματος ὅτι τὸ μὲν ὑπόχυμα πῆξίς ἐστι τοῦ ὑδα‐ τώδους ὑγροῦ, τὸ δὲ γλαύκωμα μεταβολὴ τῶν κατὰ φύσιν
15ἐπὶ τὸ γλαυκὸν, καὶ ὅτι ἐπὶ μὲν τοῦ γλαυκώματος οὐδὲ ὅλως ὁρῶσιν, ἐπὶ δὲ τοῦ ὑποχύματος κατ’ ὀλίγον.
τξδʹ. Ὑδατίς ἐστι τῆς ὑπεστρωμένης τῷ ἄνω βλεφάρῳ438

19

.

439

πιμελῆς αὔξησις, δι’ ἣν ῥευματίζονται παρὰ φύσιν οἱ ὀφθαλμοί. τξεʹ. Λαγωφθαλμόν ἐστιν ἀνάσπασις τοῦ ἄνω βλεφάρου, ὥστε μὴ καλύπτειν ἐν τῷ καμμύειν ὅλον τὸν ὀφθαλμόν.
5 τξστʹ. Πτερύγιόν ἐστιν ἔκφυσις σώματος ἐπιφυομένη τῷ κερατοειδεῖ. τξζʹ. Ἐκτρόπιόν ἐστιν ὑπόφυσις σαρκὸς ἐν τῷ βλε‐ φάρῳ ἥτις βαροῦσα ἐκτρέπει τὸ βλέφαρον. αἰτία δὲ ἐκ‐ τροπῆς βλεφάρου ἢ σαρκὸς ἐπίφυσις ἢ παράλυσις ἢ οὐλῆς
10σύστασις. τξηʹ. Πτίλωσίς ἐστιν ἀπὸ δριμυτάτου ῥεύματος ἀπό‐ πτωσις τῶν βλεφάρων. τξθʹ. Σταφύλωμά ἐστιν ἔκτασις τοῦ μέλανος χιτῶνος μετὰ πυρώσεως ὁμοία ῥαγὶ σταφυλῆς.
15 τοʹ. Σάρκωμά ἐστι σαρκὸς ἐν τοῖς μυκτῆρσι παρὰ φύ‐ σιν αὔξησις. ἔστι δὲ σάρκωμά τι καὶ ὁ πολύπους. εἴρηται δὲ πολύπους ἀπὸ τῶν πολυπόδων. ὡς γὰρ ἐκεῖνοι πολλὰς
ἔχουσιν ἀποσχίδας πλαδαροί τέ εἰσι καὶ αὐξανόμενοι, οὕτω439

19

.

440

καὶ τοῦτο τὸ πάθος. διαφέρει σάρκωμα πολύπου μεγέθει καὶ κατασκευῇ. τοαʹ. Ὄζαινά ἐστιν ἕλκωσις ἐν μυκτῆρσιν διὰ βάθους δυσώδης τὴν ἀποφορὰν ἔχουσα.
5 τοβʹ. Παρωτίδες εἰσὶ παρὰ τοῖς ὠσὶν ἀποστήματα, ταῦτα ἔνιοι διοσκούρους ἐκάλεσαν, ἐπὶ πυρετοῖς γινόμεναι τὰ πολλὰ τῶν πυρετῶν ἀπαλλάσσουσαι. τογʹ. Λευκή ἐστιν ἡ ἐπὶ λευκὸν χρῶμα τοῦ σώματος παρὰ φύσιν μεταβολή.
10 τοδʹ. Ἕρπης ἐστὶν ἕλκος ἐπὶ χολῆς πλεονεξίᾳ γιγνόμενον καὶ ἐπινέμησιν ποιούμενον. ἄλλως. ἕρπης ἐστὶν ὁ ὀφίτης καλούμενος, ἕλκωσις τῆς ἐπιφανείας τοῦ δέρματος ἀπὸ δριμείας χολῆς γινομένη. τοεʹ. Ἀθέρωμά ἐστι χιτὼν νευρώδης ἀθερῶδες ὑγρὸν περιέχον.
15τοστʹ. Στεάτωμά ἐστι παρὰ φύσιν πιμελῆς συναύξησις. τοζʹ. Προσάρτησίς ἐστιν ὑμένων μακροτέρων ἀντοχὴ πρὸς
τὰ παρακείμενα σώματα.440

19

.

441

τοηʹ. Ἀνεύρυσμά ἐστι φλεβώδους ἀγγείου ἀνευρυσμὸς ἢ πνευματικοῖς ὕλης παρασπορὰ ὑπὸ τῆς σαρκὸς κατὰ δια‐ πήδησιν ἀναδιδομένης. τοθʹ. Ὑπόσφαγμά ἐστιν ἔξωθεν τῆς ἐπιφανείας ὠμό‐
5λυτι παραπλήσιον. τπʹ. Γαγγλίον ἐστὶ νεύρου παρὰ φύσιν συστροφὴ σωματο‐ πεποιημένη. τπαʹ. Ἄφθα ἐστὶν ἕλκωσις ἐπιπόλαιος ἐν στόματι γιγνο‐ μένη. ἐπιπολάζει δὲ αὕτη ἡ ἕλκωσις μάλιστα παιδίοις.
10 τπβʹ. Φλεγμονή ἐστιν ὄγκος μετὰ ἐρυθήματος καὶ σκλη‐ ρίας πόνους ἐπιφέρων σφυγματώδεις. εἴρηται δὲ φλεγμονὴ ἀπὸ τοῦ οἷον φλέγεσθαι τὸν τόπον. ἢ ὄγκος ὀδυνηρὸς καὶ ἀντίτυ‐ πος μετ’ ἐρυθήματος χωρὶς πυρετοῦ. ἢ φλεγμονή ἐστιν ὄγκος ὀδυνηρὸς, σκληρὸς, ἀντίτυπος, ἐξ αἱματικοῦ χυμοῦ ἔχων γένεσιν.
15 τπγʹ. Ἐρυσίπελάς ἐστιν ἔρευθος μετὰ διαπύρου φλο‐ γώσεως ἔσθ’ ὅτε πυρετὸν καὶ φρίκας ἐπιφέρων. ἄλλως. ἐρυσίπελάς ἐστιν ὄγκος ὀδυνηρὸς ἀπὸ χολώδους αἵματος ἔχων
τὴν γένεσιν.441

19

.

442

τπδʹ. Ἄνθραξ ἐστὶν ὄγκος ἑλκώδης ἐκ τοῦ μελαγχο‐ λικωτέρου σαπέντος αἵματος. ἢ ἄλλως. ἄνθραξ ἐστὶν ἕλ‐ κος ἐσχαρῶδες ἅμα πολλῇ τῶν πέριξ σωμάτων φλογώσει· ὁ ἐκ θερμῆς μέντοι πυρότητος, παχείας δὲ κατὰ τὴν σύ‐
5στασιν ὕλης ἔχει τὴν γένεσιν. τπεʹ. Σκίῤῥος ἐστὶν ὄγκος σωμάτων μετὰ σκληρίας καὶ βάρους καὶ δυσκινησίας τε καὶ δυσαισθησίας. τπστʹ. Οἴδημά ἐστιν ὄγκος χαλαρός τε καὶ μαλθακὸς ὡς ἐν τῷ πιέζειν ἀνώδυνος.
10 τπζʹ. Ἀπόστημά ἐστι μεταβολὴ σωμάτων ἐκ φλεγμο‐ νῆς εἰς πύον. τπηʹ. Κολόβωμά ἐστιν ἔκκοψις μορίου κατά τι μέρος τοῦ σώματος. τπθʹ. Πῶρός ἐστιν οὐσία λιθώδης καὶ ἀπόκριτος.
15 τϟʹ. Ὑδροκέφαλόν ἐστιν ὑδατώδους ὑγροῦ ἢ αἵματος τοῦ τρυγώδους συλλογὴ κατά τι μέρος τῶν τὴν κεφαλὴν
πλεκόντων σωμάτων.442

19

.

443

τϟαʹ. Κήριόν ἐστιν ἕλκος συνεχεῖς ἔχον κατατρήσεις ἐξ ὧν μελιτῶδες ὑγρὸν ἐκκρίνεται. τϟβʹ. Φαγέδαινά ἐστιν ἕλκος ἀναβιβρῶσκον τὰ ὑπογιῆ καὶ παρακείμενα.
5 τϟγʹ. Καρκίνωμά ἐστιν ὄγκος κακοήθης καὶ περίσκληρος, ἀνέλκωτος ἢ ἡλκωμένος. εἴρηται δὲ ἀπὸ τοῦ ζώου καρ‐ κίνου. τϟδʹ. Διονυσίσκοι εἰσὶν ὀστώδεις ὑπεροχαὶ ἐγγὺς κρο‐ τάφων γιγνόμεναι. λέγονται δὲ κέρατα ἀπὸ τῶν κερασφο‐
10ρούντων ζώων κεκλημένα. τϟεʹ. Τερηδών ἐστιν ὀστοῦ κατάτρησις ἀπὸ φθορᾶς. τὸ δὲ ὄνομα τῷ πάθει ἀπὸ τῶν συμβεβηκότων τρημάτων, οἱονεί τις τρηδὼν οὖσα. τϟστʹ. Ἀδήν ἐστι συστροφή τις ξηρὰ καὶ σαρκώδης
15ἢ συστροφὴ σαρκώδης. τϟζʹ. Χοιράς ἐστι σὰρξ ξηρὰ καὶ δύσλυτος. τϟηʹ. Βρογχοκήλη ἐστὶν ὄγκος παρὰ τῷ βρόγχῳ δια‐
φορὰν ἔχων παρὰ τὴν ἐν τῷ ὀσχέῳ κατασκευήν.443

19

.

444

τϟθʹ. Ἀγκύλη ἐστὶ πίεσις τῶν περὶ τὸν τράχηλον ἢ τὰ ἄρθρα τενόντων δι’ ἣν ἐμποδίζεται ἡ ἐνέργεια. υʹ. Ἀκροχορδών ἐστιν ἔκφυσις περιφερῆ τε καὶ διά‐ στενον ἔχουσα βάσιν.
5 υαʹ. Μυρμηκία ἔκφυσίς ἐστι παχεῖα καὶ μὴ διάστενον ἔχουσα βάσιν. υβʹ. Θύμος ἐστὶν ἔκφυσις σαρκὸς τραχείας ὁμοία τοῖς ἐδωδίμοις θύμοις περὶ αἰδοίῳ καὶ ἕδρᾳ γινομένη. υγʹ. Γυναικόμασθόν ἐστι παρὰ φύσιν αὔξησις τῆς
10ὑποκειμένης τοῖς μασθοῖς πιμελῆς. υδʹ. Ἐξόμφαλός ἐστιν ὑπεροχὴ ὀμφαλοῦ ὑπὸ διαφόρου αἰτίας γινομένη. υεʹ. Ἐπιπλοόμφαλόν ἐστιν ὑποδρομὴ ἐπιπλόου κατὰ τὸν ὀμφαλόν.
15 υστʹ. Ἐντερόμφαλόν ἐστιν ὑποδρομὴ ἐντέρου κατὰ τὸν ὀμφαλόν. υζʹ. Ὑδρόμφαλόν ἐστιν ἀργοῦ ὑγροῦ σύστασις κατὰ
τὸν ὀμφαλὸν, ποτὲ δὲ καὶ ὑπὸ χιτῶνος συνεχόμενον.444

19

.

445

υηʹ. Πωρόμφαλόν ἐστι πώρου σύστασις κατὰ τὸν ὀμφαλόν. υθʹ. Σαρκόμφαλόν ἐστι σαρκὸς παρὰ φύσιν αὔξησις κατ’ ὀμφαλὸν ἤτοι ἡμέρου ἤτοι κακοήθους. υιʹ. Πνευμόμφαλόν ἐστι τὸ ἀνεύρυσμα τοῦ ὀμφαλοῦ.
5 υιαʹ. Ἐν κατακαλύψει ἐστὶν ἀπόστημα τῶν ἐν βάθει σωμάτων ἢ σπλάγχνων εἰς πύον τῆς μεταβολῆς γινομένης. υιβʹ. Φύγεθλόν ἐστι κατὰ βουβῶνα γινόμενον ἀπόστημα. υιγʹ. Ὑποσπαδίας ἐστὶ πάθος ἐφ’ οὗ ἡ βάλανος ἐφείλ‐ κυσται. ἢ ἔστι πάθος ἐφ’ οὗ ἡ βάλανος ἀπόκειται καὶ τὸ
10τῆς οὐρήτρας τρίμμα ὑπόκειται. υιδʹ. Λιπόδερμός ἐστιν ἔλλειψις τοῦ σκέποντος τὴν βά‐ λανον δέρματος ὡς μηκέτι ἀποσύρειν δύνασθαι. τὸ σκέπον δὲ τὴν βάλανον ποσθὴ ἢ ἀκροποσθία καλεῖται. υιεʹ. Φίμος ἐστὶν ἡ τῶν πόρων φυσικῶν κατάκλεισις.
15διαφοραὶ δὲ τοῦ φίμου δύο. ἢ γὰρ ἐκ φύσεως ἢ ἐξ ἐπιγεν‐ νήματος ἑλκώσεως προηγησαμένης γίνεται. υιστʹ. Παραφίμωσίς ἐστιν ἀποσυρέντος τοῦ τῆς βα‐
λάνου νεύρου ὡς μηκέτι ἐπισῦραι τὴν ποσθὴν δύνασθαι.445

19

.

446

υιζʹ. Περιτομὴ ἢ περιαίρεσίς ἐστιν ἀφαίρεσις τοῦ σκέ‐ ποντος βάλανον δέρματος. υιηʹ. Ῥαγάς ἐστι διαίρεσις τετυλωμένα ἔχουσα τὰ χείλη. υιθʹ. Αἱμοῤῥοΐς ἐστιν ἀνεύρυσμα τῶν καταπλεκόντων
5τὴν ἕδραν ἀγγείων. εἴρηται δὲ ἀπὸ τοῦ αἷμα δι’ αὐτῆς ῥεῖν. διαφοραὶ δὲ αἱμοῤῥοΐδων πέντε, παρὰ τὸ μέ‐ γεθος, παρὰ τὸ πλῆθος, παρὰ τὸ σχῆμα, παρὰ τὸν τόπον ἢ παρὰ τὴν κατασκευήν. παρὰ μὲν τὸ μέγεθος ὅτι αἱ μὲν αὐτῶν εἰσι μικραὶ, αἱ δὲ μεγάλαι, αἱ δὲ μέσαι. παρὰ δὲ
10τὸ πλῆθος ὅτι ἐφ’ ὧν μὲν μία, ἐφ’ ὧν δὲ πλείονες συνί‐ στανται, ἐπί τινων δὲ ἐλάττονες. παρὰ δὲ τὸ σχῆμα ὅτι αἱ μὲν στενὴν τὴν βάσιν ἔχουσιν, αἱ δὲ πλατεῖαν. παρὰ δὲ τὸν τόπον ὅτι αἱ μὲν ἐν δακτυλίῳ γίγνονται, αἱ δὲ ἐν σφυγκτῆρι, αἱ δὲ ἐν τῷ ἀπευθυσμένῳ. παρὰ δὲ τὴν κα‐
15τασκευὴν ὅτι αἱ μέν εἰσιν ἥμεροι, αἱ δὲ κακοήθεις. υκʹ. Κονδύλωμά ἐστι δακτυλίου στολίδος ἐπανάστασις μετὰ φλεγμονῆς. υκαʹ. Σῦρίγξ ἐστιν ὑποφορὰ τυλώδης, στενὴ καὶ ἐπι‐
μήκης, ἔσθ’ ὅτε καὶ σκολιωμένη ἀναπούλωτον ἔχουσα τὸ446

19

.

447

στόμιον δι’ οὗ ὑγρὸν κατά τινας καιροὺς ἐκκρίνεται. τῶν συρίγγων διαφοραὶ δύο· αἱ μὲν γὰρ αὐτῶν εἰσι τυφλαὶ, αἱ δὲ κρυπταί. τυφλαὶ μὲν αἱ τὸ στόμιον ἐν τῷ βάθει ἔχου‐ σαι, τὸν μέντοι κόλπον πρὸς τὴν ἐπιφάνειαν. κρυπταὶ δὲ
5ὅσαι καὶ τὸ στόμιον καὶ τὸν κόλπον ἐν τῷ βάθει ἔχουσιν. υκβʹ. Περὶ τὸν ὄσχεον γίνεται πάθη τρία, κίρσος, ψώρα, ῥάκωσις. υκγʹ. Ὄγκοι ἐν ὀσχέῳ ἐννέα συνίστανται ὑδροκήλη, ἐντεροκήλη, ὑδρεντεροκήλη, κιρσοκήλη, πωροκήλη, ἐπιπλοκήλη,
10ἐντεροεπιπλοκήλη, ἐντεροπωροκήλη, ὑδροκιρσοκήλη. υκδʹ. Ὑδροκήλη ἐστὶν ἀργοῦ ὑγροῦ σύστασις κατὰ μέ‐ ρος τοῦ ὀσχέου. υκεʹ. Ἐντεροκήλη ἐστὶν ἐντέρου κατολίσθησις εἰς τὸ ὄσχεον κατὰ βραχὺ ἢ ἀθρόως. αἰτίαι δὲ ἐντεροκήλης ἡ
15προκαταρκτικὴ ἔντασις ἢ πληγὴ, συνεκτικὴ δὲ ἀπέκτασις ἢ
ῥῆξις τοῦ περιτοναίου.447

19

.

448

υκστʹ. Ὑδρεντεροκήλη ἐστὶν ἐντέρου κατολίσθησις καὶ ἀργοῦ ὑγροῦ συλλογὴ κατὰ τὸν ὄσχεον. υκζʹ. Κιρσοκήλη ἐστὶν ἀνευρυσμὸς καὶ μεγεθοποίησίς τινων ἢ πάντων τῶν τρεφόντων τὸν δίδυμον ἀγγείων.
5 υκηʹ. Ὑδροκιρσοκήλη ἐστὶν ἀνευρυσμὸς τῶν τρεφόντων τὸν δίδυμον ἀγγείων καὶ ἀργοῦ ὑγροῦ συλλογὴ κατά τι μέ‐ ρος τοῦ ὀσχέου. υκθʹ. Πωροκήλη ἐστὶ πώρων σύστασις κατά τι μέρος τοῦ ὀσχέου.
10 υλʹ. Ἐπιπλοκήλη ἐστὶν ὀλίσθησις ἐπίπλου κατὰ τὸ μέρος τοῦ ὀσχέου. υλαʹ. Ἐντεροεπιπλοκήλη ἐστὶν ὀλίσθησις ἐντέρου τε καὶ ἐπίπλου κατὰ τὸ μέρος τοῦ ὀσχέου. υλβʹ. Κήλη ἐστὶν ὄγκος περιεκτικός τινος τῶν
15προειρημένων· πᾶς γὰρ ὄγκος ἐν ὀσχέῳ κήλη λέγεται. υλγʹ. Κρύψορχίς ἐστιν ἀναχώρησις διδύμου ἢ διδύμων.
υλδʹ. Ῥάκωσίς ἐστιν ἐπέκτασις πολλὴ τοῦ ὀσχέου.448

19

.

449

υλεʹ. Ψωρίασίς ἐστι σκληρότης πολλὴ τοῦ ὀσχέου μετὰ ἐπιτεταμένου κνησμοῦ, ἔσθ’ ὅτε δὲ καὶ ἑλκώσεως. υλστʹ. Γάγγραινά ἐστι μεταβολὴ τοῦ χρωτὸς τοῦ κατὰ φύσιν ἑκάστου ἐπὶ τὸ ἀλλότριον καὶ νέκρωσις μεθ’ ἑλκώ‐
5σεως καὶ δίχα ἑλκώσεως. γίνεται δὲ γάγγραινα ἤτοι πλη‐ γῆς προηγησαμένης ἢ νεκρώσεως γιγνομένης ἢ φλεγμονῆς ἐκ χειρουργίας. υλζʹ. Δρακόντιόν ἐστιν ἕλκος φορὰν ἐπ’ αὐτὸ ἔχον νεύρου ἀπὸ τοῦ πλησίον μέρους. εἴρηται δὲ δρακόντιον, ἐπεὶ
10ἐν ταῖς κινήσεσιν ἀναχωρεῖ τὸ νεῦρον ἐπὶ τὸ ἕλκος καὶ κρύ‐ πτεται ἐν αὐτῷ. υληʹ. Ἧλός ἐστιν ἕλκος ἐν πέλματι περιφερὲς καὶ τε‐ τυλωμένον. υλθʹ. Ἐκκρίνεται τὸ σπέρμα, ὥσπερ Πλάτων φησὶ καὶ
15Διοκλῆς, ἀπὸ ἐγκεφάλου καὶ νωτιαίου· Πραξαγόρας δὲ καὶ Δημόκριτος ἔτι τε Ἱπποκράτης ἐξ ὅλου τοῦ σώματος. ὁ μὲν Δημόκριτος λέγων, ἄνθρωποι εἷς ἔσται καὶ ἄνθρωπος
πάντες. ὁ δὲ Ἱπποκράτης φησί· ἡ γὰρ ἡδονὴ πανταχόθεν449

19

.

450

ἔρχεται τοῦ σώματος· ἀπὸ μὲν τῶν ὑγιῶν ὑγιής, ἀπὸ δὲ τῶν νοσερῶν νοσερά. τὸ σπέρμα ἐστὶν κατὰ μὲν τοὺς Στωϊ‐ κοὺς ὃ μεθίησι τὸ ζῶον ὑγρὸν μετὰ πνεύματος καὶ ψυχῆς, ὡς δὲ οὐ μέρος. κατὰ δὲ Ἀσκληπιάδην τὸ ἐν ταῖς ἀφρο‐
5δισίοις συνουσίαις ἐκκρινόμενον γεννητικὸν ὑγρόν. υμʹ. Ἐζήτηται εἰ σπερμαίνει τὸ θῆλυ ὥσπερ τὸ ἄῤ‐ ῥεν σπερμαίνει· καὶ γὰρ τὸ θῆλυ τὴν αὐτὴν ὄρεξιν ἔχει καὶ κοινωνεῖ τῶν αὐτῶν νοσημάτων· καὶ φανερῶς διὰ τῆς ἀνα‐ τομῆς δείκνυται τοὺς σπερματικοὺς ἔχον πόρους καὶ τὸ μέ‐
10γιστον τοῦ σπερμαίνειν μαρτύριον αἱ ὁμοιότητες τῶν γενο‐ μένων πρὸς τὰς τεκούσας· ὅτι δὲ συμβάλλεται μαρτυρεῖ Ἱπποκράτης λέγων ἐν τῷ περὶ παίδων φύσεως. ἢν γονὴ μείνῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικὸς, πρότερον μὲν μίσγεται ὁμοῦ ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμεούσης,
15ἀθροίζεται δὲ καὶ παχύνεται θερμαινόμενον, ἔπειτα πνεῦ‐ μα ἴσχει. υμαʹ. Διαφέρει σπέρμα γόνου ὅτι σπέρμα μέν ἐστι τὸ
ἐν σπερματικοῖς πόροις ὂν, γόνος δὲ τὸ ἤδη ἐκκριθέν· καὶ450

19

.

451

ὡς Ἀσκληπιάδης λέγει, ὅτι τὸ σπέρμα μὲν καὶ τοῖς μηδέπω γεννᾷν δυναμένοις ὡρισάμεθα, γόνον δὲ τὸ μηδέπω πεπεμ‐ μένον σπέρμα. υμβʹ. Αἰτίαι ἀγονίας διτταὶ, ἡ περὶ τὸν ἄν‐
5δρα ἡ περὶ τὸ θῆλυ καὶ ἑκάτεραι πλεοναχῶς· περὶ μὲν οὖν τὸ θῆλυ ἤτοι κατάψυχρον ἐχούσης ἢ καταπίμε‐ λον τῆς γυναικὸς τὴν μήτραν· περὶ δὲ τὸ ἄῤῥεν ἤτοι ὅταν ὑποσπαδίας ᾖ, ἤτοι ἐστερημένος διδύμων ἢ ἄλλον τινὰ τρό‐ πον ἔχων νοσήματος.
10 υμγʹ. Οὐκ ἔστι μέρος τῆς κυούσης τὸ κυούμενον ἢ πάντως φθειρομένου μὲν αὐτοῦ ἀποθνήσκειν ἐχρῆν ἐξ ἀνάγ‐ κης τὴν κυοῦσαν ἢ ἀπὸ κυισκομένου βλάπτεσθαι πρὸς τὰς ὁλοκλήρους ἐνεργείας ὡς λείποντος μέρους καὶ ἀποστερου‐ μένου τοῦ σώματος αὐτοῦ.
15 υμδʹ. Τρέφεται τὸ ἔμβρυον διὰ τοῦ χορίου λαμβάνον καὶ ἐπισπώμενον. τρέφεται δὲ οὐ διὰ στόματος, ἀλλὰ δι’ ὀμφαλοῦ.
υμεʹ. Τινὲς μὲν εἶπον ζῶον, τινὲς δὲ οὔ· ὅσοι μὲν οὖν451

19

.

452

εἶπον ζῶον ὑπάρχειν αὐτὸ τῇ κινήσει ἐτεκμήραντο ζῶον ὑπάρχειν αὐτό. ἐπειδὴ γὰρ κινεῖται καὶ τὸ ἔμβρυον καὶ ὅτι ἥδεται μὲν ἡδομένης τῆς μητρὸς καὶ εὐφραίνεται, ἀνιω‐ μένης δὲ συστέλλεται καὶ συνάγεται αἰσθανόμενον ὡς ζῶον·
5ἡ γὰρ αἴσθησις οὐκ ἄλλῳ τινὶ ἢ ζώῳ προσφυής· οἱ δὲ μὴ εἶναι ζῶον λέγοντες τρέφεσθαι μὲν αὐτὸ καὶ αὔξεσθαι ὥσ‐ περ καὶ τὰ δένδρα, ὁρμὴν δὲ καὶ ἀφορμὴν οὐκ ἔχειν ὥσ‐ περ τὰ ζῶα. οὐ γὰρ αὐτὸ προαιρέτως οὐ μόνον κινεῖται, ἀλλ’ οὔτε μετὰ προαιρέσεως, ἀλλ’ ὡς τὰ δένδρα καὶ φυτά·
10τοῖς μὲν γὰρ αἴτιος κινήσεως ἄνεμος, ἐμβρύοις δὲ ἡ περὶ αὐτὰ ὑγρότης καὶ ὄλισθος καὶ τὸ σχῆμα τῆς μήτρας, πλη‐ ρουμένη γὰρ σφαιροποιεῖται, σχῆμα δὲ ἡ σφαῖρα εἰς πᾶσαν κίνησιν εὐφυὴς ἅτε βάσεως ἁπάσης ἄμοιρος. Ἀσκληπιά‐ δης δὲ οὔτε ζῶον, οὔτε μὴ ζῶον εἶπεν τὸ ἔμβρυον, ἀλλ’ ὅμοιον
15ἔφησεν αὐτὸ τοῖς κοιμωμένοις· ὅνπερ γὰρ τρόπον ἐκεῖνοι μὲν ἔχουσιν τὰς αἰσθήσεις, οὐ χρῶνται δὲ αὐταῖς, οὑτωσὶ
καὶ τὸ κατὰ γαστρός.452

19

.

453

υμστʹ. Γίνεται δὲ τὸ ἄῤῥεν κατὰ μέν τινας ἐπειδὰν τὸ ἐκ τῶν δεξιῶν ἀποσπασθὲν σπέρμα καταβληθῇ εἰς τὴν μήτραν· θῆλυ δὲ ἐκ τῶν ἀριστερῶν. ἄλλοι δὲ ἔφασαν κατὰ τὴν τοῦ σπέρματος ἰδιοσυγκρασίαν ἤτοι παρὰ τὴν θερμό‐
5τητα ἢ τὴν ψυχρότητα γίνεσθαι. τὸ μὲν γὰρ θερμότερον σπέρμα ποιεῖ τὸ ἄῤῥεν, τὸ δὲ ψυχρότερον τὸ θῆλυ. υμζʹ. Τὰ δὲ δίδυμα καὶ τρίδυμα γίνεται κατὰ μέν τινας διὰ τὸ εἰς θερμὴν τὴν μήτραν καθελκόμενον σπέρμα θραύεσθαι καὶ ποιεῖν οὕτως τὰ δίδυμα καὶ τρίδυμα. ἄλλοι
10δὲ τὰς ἐπισυλλήψεις ᾐτιάσαντο, ἡμεῖς δέ φαμεν ὅτι ἐὰν εὑρεθῇ τὸ σπέρμα εἰς ἄμφω ταῦτα, γίνεσθαι τὰ δίδυμα. υμηʹ. Ἑρμαφρόδιτός ἐστι συμπλοκὴ τοῦ τε ἀρσενικοῦ καὶ τοῦ θηλυκοῦ χαρακτῆρος μετὰ τοῦ καὶ ἐν ἀμφοτέροις γεγενῆσθαι αἰδοῖον ἔχειν.
15 υμθʹ. Τέρατα γίνεται, ὡς μέν τινες λέγουσι, κατὰ παρέγκλισιν τῆς μήτρας· τὸ γὰρ σπέρμα παρεγχεόμενον ἀνωμάλως ποιεῖ τὰ τέρατα, ὃν τρόπον καὶ τὸν μόλιβδον
θερμὸν ὄντα, ἐπειδὰν καταχυθῇ ἀνωμάλως, ἀνώμαλον ποιεῖ453

19

.

454

τὸ δημιούργημα. ἢ τὰ τέρατα ἤτοι κατ’ ἔλλειψιν ἢ κατὰ πλεονασμὸν γίνεται· καὶ τὰ μὲν κατὰ μέγεθος ὡς τὰ με‐ γαλοκέφαλα, τὰ δὲ κατὰ σμικρότητα ὡς τὰ στρουθοκέφαλα, τὰ δὲ κατὰ πλεονασμὸν ὥσπερ τὰ ἑξαδάκτυλα, ἔσθ’ ὅτε δὲ
5καὶ πλεοναδάκτυλα. υνʹ. Διὰ ποίαν αἰτίαν τῶν ἑπταμήνων γονίμων ὄντων τὰ ὀκτάμηνα ἄγονά ἐστιν; λέγεται οὕτως· ὅτι ὁ ὀκτὼ ἀριθ‐ μὸς ἄρτιός ἐστι καὶ συνεζευγμένος μὴ κρίσιμος ὤν· ὁ δὲ ἑπτὰ ἀριθμὸς περιττὸς καὶ οὐδὲ συνεζευγμένος καὶ διὰ τοῦτο
10κρίσιμος. υναʹ. Αἰτία συλλήψεως ἡ τῆς μήτρας σύμμετρος θερ‐ μασία καὶ ἡ πρόσφατος τῶν ἐμμηνίων κάθαρσις καὶ ὄρεξις· ταῦτα γὰρ ὁμοῦ συνελθόντα κατέσχε τὸ σπέρμα. υνβʹ. Πρῶτον συνίσταται τοῦ ἐμβρύου τὸ χόριον εἶτα
15τὰ λοιπά· τὸ χόριον μὲν συνέστηκεν ἐκ δύο φλεβῶν καὶ δύο ἀρτηριῶν καὶ πέμπτου τοῦ καλουμένου οὐραχοῦ, ἤτοι ἐπειδὴ χώρημά ἐστι τοῦ ἐμβρύου οἱονεὶ χωρίον ἢ ἐπειδὴ χορηγεῖ‐
ται τὴν τροφὴν αὐτῷ.454

19

.

455

υνγʹ. Ὠδῖνές εἰσι πνεύματος ἀθρόου καταφορὰ πρὸς τὴν ἐκδρομὴν τοῦ ἐμβρύου. υνδʹ. Τὰ καταμήνια παρέχεται τῇ γυναικὶ πρὸς ὑγίειαν ἐκκενούμενα, ἐπισχεθέντα δὲ διὰ τὴν σύλληψιν τῷ ἐμβρύῳ
5τὴν τροφὴν παρέχει· γέγονε γὰρ καὶ πρὸς σύλληψιν καὶ πρὸς τὴν τοῦ γάλακτος γένεσιν. υνεʹ. Ταῖς κυούσαις ἡ κίττησις γίνεται μετὰ δύο που ἢ τρεῖς τῆς συλλήψεως μῆνας στομάχου παθόντος· τὸ γὰρ ἔμβρυον οὐδέπω δύναται καταναλίσκειν τὴν τροφήν· τῆς
10κίττης αἰτία γίνεται τὸ πλεονάζειν τὴν ὕλην καὶ ταραχὴν ἐγγίνεσθαι τῷ στομάχῳ· ἀμέλει αὔξησιν λάβῃ τὸ ἔμβρυον κάτω φερομένου τοῦ αἵματος ἐπ’ αὐτὸν ὁ στόμαχος ἀπο‐ καθίσταται. υνστʹ. Σχήματα ἐμβρύων τέσσαρα ἓν μὲν τὸ κατὰ
15φύσιν ὅ ἐστιν ἐπὶ κεφαλὴν, τὰ δὲ λοιπὰ τρία ἅτινα παρὰ φύσιν ἐστὶ τὸ ἐπὶ πόδας, τὸ πλάγιον καὶ τὸ διπλοῦν. υνζʹ. Αἱ δυστοκίαι κατὰ τρεῖς γίνονται τρό‐
πους, κατὰ τὴν κύουσαν, κατὰ τὸ κυούμενον, κατὰ τὰ ἔξω‐455

19

.

456

θεν· κατὰ τὴν κύουσαν διχῶς, ψυχικῶς μὲν ζηλοτυπίαις ἐσχημένην ἢ λύπαις ἢ ἄλλῳ τινὶ πάθει· σωματικῶς δὲ ἢ στενόπορον οὖσαν ἢ καταπίμελον ἢ πρώτως κύουσαν ἢ ἄτρο‐ φον ἔχουσαν τὴν μήτραν. παρὰ δὲ τὸ κυούμενον ἤτοι ὅταν
5ἐναποθάνῃ ἢ δίδυμον ἢ τερατῶδες, παρὰ δὲ τὸ ἔξωθεν χειμῶνος ἐπιτεταμένου ἢ καύματος σφοδροῦ. υνηʹ. Αἰτίαι τῶν ἐν μήτρᾳ ἑλκῶν ὅτε μὲν ἀπόστημα, ὅτε δὲ πεσσὸς φθόριος, ὅτε δὲ ἐν μήτρᾳ σκίῤῥος· ἔστι δὲ χρόνιος οὗτος μετ’ ἄλλων.
10 υνθʹ. Ἡ ἐν μήτρᾳ σάρκωσίς ἐστι σαρκὸς ἠθροισμένης ἔκφυσις· ἣν χρὴ διὰ μέρος ἀποσφάξαντα, εἰ μεγάλη εἴη, προκατακνίζειν, ἵνα τάχιον νεκρωθῇ, εἰ δὲ εἴη βραχεῖα, πα‐ ραχρῆμα βαστάζειν. υξʹ. Αἱμοῤῥαγία ἐστὶν αἵματος λαβρὸς ἔκχυσις κατὰ
15περίῤῥυσιν μὲν μεγάλης οὔσης τρώσεως, κατ’ ἀκοντισμὸν δὲ εἰς στενότητα τυγχάνουσα ὡς ἐπὶ τῶν φλεβοτομιῶν. δια‐
φέρει αἱμοῤῥαγία αἱμοῤῥοΐδος, ὅτι ἡ μὲν αἱμοῤῥαγία ὡς456

19

.

457

ἔφην λαβρός ἐστιν αἵματος ἔκχυσις· ἡ δὲ αἱμοῤῥοῒς κατὰ διαπήδησιν καὶ κατ’ ὀλίγον αἵματος φορά. υξαʹ. Τρόποι αἱμοῤῥαγίας τρεῖς, ἢ κατὰ ἀναστόμωσιν ἢ κατὰ διαπήδησιν, ἢ κατὰ ῥῆξιν ἄλλως διακοπήν. ἔστι δὲ
5ἡ κατὰ διαπήδησιν καὶ ἡ κατὰ διάβρωσιν ἐν ἡμῖν ἀγγείων δυσβοήθητος. ἀρτηρίαι μᾶλλον ἢ φλέβες καὶ τὰ ἐν βάθει τῶν περὶ τὴν ἐπιφάνειαν καὶ τὰ γειτνιῶντα τοῖς τόποις· εὐαιμοῤῥάγητοι τόποι καὶ δυσεπίσχετοι οἱ κροταφῖται μύες, μήνιγγες, ὑπερώα, κιονὶς, τράχηλος, μασχάλαι, βουβῶνες
10καὶ τὰ τοιουτότροπα· τῶν δὲ ἀνθρώπων παρ’ ἡλικίαν μὲν οἱ νέοι, παρ’ ἔξιν δὲ οἱ κακόχυμοι, περὶ δὲ τὴν ὥραν ἐν τῷ θέρει, περὶ δὲ τὴν σύστασιν χειμῶνι. υξβʹ. Χυμὸς παρὰ μὲν Ἱπποκράτει διὰ παντὸς ἐπὶ τῶν κατὰ τὸ σῶμα τέτακται χυμῶν ἐξ ὧν ἐστιν ἡμῖν ἡ
15σύστασις αἵματος, φλέγματος, χολῶν δύο ξανθῆς τε καὶ με‐
λαίνης· παρὰ δὲ Πλάτωνι καὶ Ἀριστοιέλει ἡ γευστὴ ποιό‐457

19

.

458

της καὶ ἑκάστη τῶν ὄντων ἐν ἡμῖν χυμὸς ὀνομάζεται. εἰσὶ δὲ ποιότητες ὀξύτης, αὐστηρότης, στρυφνότης, δριμύτης, ἁλυκότης, γλυκύτης, πικρότης. οὕτω καὶ Μνησίθεος βού‐ λεται ἐν τῷ παθολογικῷ.
5 υξγʹ. Κενοῦμεν ἢ διὰ φλεβοτομίας ἢ σικυίας ἢ βδέλ‐ λης καὶ τῶν τοιούτων· ἀφαιροῦμεν δὲ αἷμα διὰ πλῆθος πολὺ καὶ μάλιστα ὅταν τὸ αἷμα αἴτιον τοῦ πάθους ὑπονοῶ‐ μεν. προκριτέον ἑκάστης ἀφαιρέσεως τὴν ἀμείνονα, τὴν δὲ δεινὴν ἐκκλίναντας δόσει φαρμάκου. τὴν σικυῖαν διὰ περί‐
10θλασιν τοπικήν, τὴν δὲ βδέλλαν ἐφ’ ὧν λεπτῶς ἀναστομῶ‐ σαι τὸν πεπονθότα δεόμεθα τόπον. υξδʹ. Ἐν τῷ παθολογικῷ τῆς ἰατρικῆς μέρει περιέχεται τί τε καὶ ὁποῖόν ἐστι καθόλου καὶ τί τὸ κατὰ μέρος πάθος καὶ νόσημα καὶ τί αἴτιον καὶ τί σημεῖον καὶ
15τίνες αἱ τούτου διαφοραὶ, πολυειδεῖς δὲ αὗται, οὐ τὸ πάθος τῶν νοσοποιῶν αἰτιῶν καὶ οἱ τόποι περὶ οὕς ἐστιν αὐτὰ
τὰ πάθη. ζητοῦμεν γὰρ τί τὸ πάθος φρενίτις, ἐπιληψία,458

19

.

459

λήθαργος, πλευρῖτις, περιπνευμονία, παράλυσις καὶ τὰ ἑξῆς. ἔστι δὲ τούτων τὰ αἴτια πρόδηλα καὶ οὐ πρόδηλα καὶ προ‐ καταρκτικὰ καὶ προηγούμενα καὶ συνεκτικὰ καὶ καθόλου τίς ἡ κατασκευὴ τοῦ πάθους καὶ περὶ τίνα τοῦ σώματος ταῦτα
5εἴρηται. υξεʹ. Κρίσις ἐστὶν ἡ ἀξία καὶ ὀξύῤῥοπος ἐν χρόνῳ τῆς νόσου λύσις. ἢ κρίσις ἐστὶν ἡ ὀξεῖα ἐν νοσήματι τα‐ ραχὴ καὶ αὐτὴ τὰ πολλὰ μὲν εἰς σωτηρίαν, ὅτε δὲ καὶ εἰς ὄλεθρον τοῦ κάμνοντος τελευτᾷ.
10 υξστʹ. Περίοδός ἐστι τεταγμένου χρόνου ἀνταπόδοσις. υξζʹ. Ὁ ἐγκέφαλος τὴν ψυχικὴν ἔχει δύναμιν καὶ ταύτης τὸ ἡγεμονικὸν ὅπερ ἐστὶ λογιστικὸν καὶ ὁ νοῦς, ἡ δὲ καρδία τὸ θυμικὸν, τὸ δὲ ἧπαρ τὸ ἐπιθυμητικόν. υξηʹ. Διοικεῖται τὸ μὲν σῶμα ὑπὸ τῆς καρδίας φυσι‐
15κῶς καὶ τοῦ ἥπατος ὁμοίως, δύναμις δὲ φυσικὴ ἥ τε αὐ‐ ξητική τε καὶ θρεπτική. λαμβάνει δὲ καρδία εἰς τὸ τρέ‐ φειν καὶ αὔξειν τὸ σῶμα αἷμα μὲν παρὰ τοῦ ἥπατος πνεῦμα
δὲ παρὰ τοῦ πνεύμονος· ἅστινας ὕλας δεξαμένη περὶ τῶν459

19

.

460

προειρημένων μορίων ἡ καρδία, οἰκονομήσασα δὲ καὶ ἐργα‐ σαμένη οὕτως εἰς ἅπαν διαπέμπει τὸ σῶμα. υξθʹ. Ὀργανικὴ ἔστι μέρος χειρουργίας περιποιοῦν διὰ καταρτισμοῦ καὶ τῆς ἀκολούθου θεραπείας παρὰ φύσιν δια‐
5τεθεῖσιν ἀνθρωπίνοις ὀστοῖς τὸ ὑγιαίνειν. υοʹ. Κατὰ δύο τρόπους σύγκειται ἐν ἡμῖν ὀστᾶ κατὰ ἄρθρον καὶ κατὰ ἁρμογήν. ἄρθρον ἐστὶν ὀστῶν κατὰ φύ‐ σιν κινουμένων συμβολή. ἁρμογή ἐστιν ὀστῶν ἀκινητούντων κατὰ φύσιν συμβολή.
10 υοαʹ. Ὀλίσθημά ἐστι τῶν κατ’ ἄρθρον ἢ κατὰ ἁρμο‐ γὴν κινουμένων ὀστῶν φορὰ εἰς τὸ παρὰ φύσιν. υοβʹ. Ἐξάρθρημά ἐστιν ὀστοῦ κινουμένου κατὰ φύ‐ σιν ἐκ κοιλότητος βαθείας ἔκβασις εἰς τὸν τόπον τὸν παρὰ φύσιν.
15υογʹ. Παράρθρημά ἐστι παραλλαγὴ ἢ φορὰ ὀστοῦ παρὰ
φύσιν ἐξ ἐπιπολαίου κοιλότητος εἰς τὸν παρὰ φύσιν τόπον.460

19

.

461

υοδʹ. Διακίνημά ἐστι τῶν κατὰ γόμφωσιν ἢ καθ’ ἁρμονίαν συγκειμένων ὀστῶν ἐν τῷ αὐτῷ τόπῳ εἰς τὸν παρὰ φύσιν τόπον ἔκστασις· ὥσπερ ἐκ τάρσου ὀσταρίων ῥαγέντων ἢ σπονδύλων εἴωθε γίγνεσθαι.
5 υοεʹ. Διάστασίς ἐστι τῶν κατὰ ῥαφὴν ἢ κατὰ σύμφυ‐ σιν συγκειμένων ὀστῶν χωρισμὸς ἢ διάστασις ἀπ’ ἀλλήλων. υοστʹ. Καταρτισμός ἐστι μεταγωγὴ ὀστοῦ ἢ ὀστῶν ἐκ τοῦ παρὰ φύσιν τόπου εἰς τὸν κατὰ φύσιν. υοζʹ. Μοχλία ἐστὶ μεταγωγὴ ὀστοῦ ἢ ὀστῶν ἐκ τοῦ
10παρὰ φύσιν τόπου εἰς τὸν κατὰ φύσιν. υοηʹ. Τάσις ἐστὶν ὁλκὴ σωμάτων. υοθʹ. Κατάτασίς ἐστιν ὁλκὴ σωμάτων εἰς τοὺς κάτω τόπους· ταύτης δὲ ἡ μέν τίς ἐστιν ὁλκὴ σωμάτων εἰς τοὺς κάτω τόπους τῶν ἀρχῶν κατ’ εὐθὺ ἀποδιδομένων τῶν τῆς
15τάσεως αἰτίων, ἡ δὲ κατ’ ἀντιμετάληψίν ἐστιν ὁλκὴ σωμά‐ των εἰς τοὺς κάτω τόπους μεταλαμβανομένων τῶν ἀρχῶν διὰ
τροχιλίων ἄνω προσδεδημένων τῶν τῆς τάσεως αἰτίων.461

19

.

462

υπʹ. Ἀνάτασις κατὰ μετάληψιν νοεῖσθαι δύναται ἀπὸ τῶν ἐπὶ τῆς καταστάσεως εἰρημένων. υπαʹ. Διάτασίς ἐστιν ὁλκὴ σωμάτων εἰς τοὺς ἄνω καὶ κάτω τόπους.
5 υπβʹ. Ἐξελκυσμός ἐστι μεταγωγὴ ὀστοῦ ἢ ὀστῶν ἐκ τῆς ἐπιφανείας εἰς τὸ βάθος. υπγʹ. Ῥῆγμά ἐστι μεταγωγὴ ὀστοῦ ἢ ὀστῶν ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν. υπδʹ. Μεταγωγή ἐστι διεσταμένου ὀστοῦ ἀντανάκλα‐
10σις εἰς τὸν τόπον τὸν κατὰ φύσιν. υπεʹ. Ἔκστασίς ἐστιν ὀλιγοχρόνιος μανία. υπστʹ. Ἔκπληξίς ἐστι διανοίας ἔκστασις διά τινα τα‐ ραχὴν αἰφνίδιον ἔξωθεν. υπζʹ. Ἐνθουσιασμός ἐστι καθάπερ ἐξίστανταί τινες
15ἐπὶ τῶν ὑποθυμιωμένων ἐν τοῖς ἱεροῖς ὁρῶντες ἢ τυμπά‐
νων ἢ αὐλῶν ἢ συμβόλων ἀκούσαντες.462