TLG 0530 037 :: Pseudo–GALENUS :: De victus ratione in morbis acutis ex Hippocratis sententia liber

Pseudo–GALENUS Med.
(p. A.D. 2)

De victus ratione in morbis acutis ex Hippocratis sententia liber

Source: Westenberger, J. (ed.), Galeni de diaeta Hippocratis in morbis acutis [Corpus medicorum Graecorum, vol. 5.9.1] Leipzig: Teubner, 1914: 369–392.

Citation: Kühn volume — page — (line)

19

.

182

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΔΙΑΙΤΗΣ ΕΠΙ ΤΩΝ ΟΞΕΩΝ
t2ΝΟΣΗΜΑΤΩΝ
1 *** ἠρεμίαν δὲ καὶ παρηγορίαν ἐνδείκνυται καὶ τὸ πείθειν μᾶλλον ἢ βιάζεcθαι πάντων ἀπεχόμενον τῶν κινητικῶν βοηθημάτων. “ὅταν δὲ καταιγίζωcιν αἱ νοῦcοι, ἡcυχάζειν καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρόν, ὡc μή τι ἐξεργάcωνται.” τοῦτ’ αὐτὸ καὶ περὶ τῶν μερικωτέρων

19

.

183

ἐθέcπιcε παροξυcμῶν εἰπών· “τοῖcιν ἐν τῇcι περιό|δοιcι παροξυνο‐ μένοιcι μὴ δοῦναι μηδὲν μηδ’ ἀναγκάζειν,” ὅπερ ἔcτι μηδ’ ἀναγκαcτικῷ μηδενὶ χρῆcθαι (οὔτε γὰρ προcθετικὸν οὔτε βίαιον οὐδὲν ἐν τοῖc παρο‐ ξυcμοῖc ἀξιοῖ παραλαμβάνεcθαι)· τάχα δὲ καὶ ὅταν φῇ· “τὰ κρινόμενα
5καὶ τὰ κεκριμένα ἀρτίωc μὴ κινέειν μηδὲ νεωτεροποιεῖν, μήτε φαρμα‐ κίῃcι μήτ’ ἄλλοιcιν ἐρεθιcμοῖcιν, ἀλλ’ ἐᾶν.” ἱκανὸν ἔcτω 〈τὸ〉 τοῦ παρο‐ ξυcμοῦ κακόν, μὴ cυνελθέτω δὲ τούτῳ καὶ τὸ ἀπὸ τῆc 〈ἀπειρίαc τοῦ〉 τεχνίτου. ἀλλὰ περὶ μὲν τῶν ἐνδείξεων καὶ ὕcτερον διαcκεψόμεθα. Ἴδωμεν δὲ ἔπειτα τὰc διαφορὰc καὶ τὰc τοιαύταc τῶν και‐
10ρῶν. φαμέν, ὡc ἄρα τῶν νοcημάτων τὰ μὲν ὀξεῖc ἔχει φύcει τοὺc τέccαραc καιρούc, τὰ δὲ [οὐδὲ] πάνταc τοὺc τέccαραc ἀναβεβλημένουc, ἔνια δ’ αὐτῶν ἀμείβει τὴν βραδυτῆτα πρὸc τὸ τάχοc, τὰ μὲν ἐν ἀρχῇ, τὰ δ’ ἐπὶ τέλοc, τὰ δ’ ὡc ἔτυχεν. προθεὶc 〈γὰρ〉 ἐν Ἐπιδημίᾳ 〈α369

19

.

184

τὰc κατὰ cχήματα πυρετῶν διαφοράc, cυνεχῶν, ἡμιτριταίων | ἢ ἀμφη‐ μερινῶν, τεταρταίων, τῶν λοιπῶν, 〈αὐταῖc〉 λέξεcιν ἐπιφέρει ταῦτα· “εἰcὶ δὲ [ταῦτα] τρόποι καὶ καταcτάcιεc καὶ παροξυcμοὶ τούτων ἑκάcτου τῶν πυρετῶν ὁμοίωc ξυνεχέων καὶ διαλειπόντων. αὐτίκα
5γὰρ ξυνεχὴc ἔcτιν οἷcιν ἀρχόμενοc ἀνθεῖ καὶ ἀκμάζει μάλιcτα καὶ ἀν‐ άγει ἐπὶ τὸ χαλεπώτερον, περὶ δὲ κρίcιν καὶ ἅμα κρίcει ἀπολεπτύνεται, ἔcτι δ’ οἷcιν ἄρχεται μαλακῶc καὶ ὑποβρύχια, ἐπαναδιδοῖ 〈δὲ καὶ παρο‐ ξύνεται καθ’ ἡμέρην ἑκάcτην, περὶ δὲ κρίcιν ἅλιc ἐξέλαμψεν, ἔcτι δ’ οἷcιν ἀρχόμενοc πρηέωc ἐπιδιδοῖ〉 καὶ παροξύνεται καὶ μέχρι τινὸc ἀκμά‐
10cαc πάλιν ὑφίηcιν μέχρι κρίcεωc καὶ περὶ κρίcιν. ξυμπίπτει δὲ ταῦτα γίνεcθαι ἐπὶ παντὸc πυρετοῦ καὶ παντὸc νουcήματοc.” ἔcτηcα μέν, φηcίν, τὸν λόγον ἐπὶ τῶν cυνεχῶν πυρετῶν διὰ τὸ εὔcημον, τὰ δ’ εἰρημένα τῶν καιρῶν κινήματα οὐ μόνον ἐπὶ παντὸc cυμπίπτει πυρετοῦ, ἀλλὰ καὶ ἐπὶ παντὸc νοcήματοc. ὥcτε μὴ παρ’ Ἐραcιcτράτου μηδὲ παρά τινοc
15τῶν νεωτέρων μανθάνειν 〈ἀναγκαῖον〉 ἡμῖν, ὡc καὶ ὀφθαλμία καὶ |

19

.

185

ὠταλγία περιοδίζουcιν, ἀλλὰ παρὰ τοῦ εὑρόντοc ἅμα καὶ τελειώ‐ cαντοc τὴν ἰατρικήν. “ξυμπίπτει” γὰρ “ταῦτα,” φηcί, “γίγνεcθαι ἐπὶ παντὸc πυρετοῦ καὶ ἐπὶ παντὸc νουcήματοc”, cυνεμφαινομένου καὶ τοῦ πᾶν νόcημα τοὺc τέccαραc ἔχειν καιρούc. ἀνήγαγε 〈δὲ〉 τὸν λόγον ἐπὶ τὴν
5χρείαν εἰπών· “δεῖ τὰ βοηθήματα cκοπεύμενον ἐκ τούτων προcφέρειν.” ἐπεὶ δ’ οὐ μόνον ἐκ τούτων τὰ διαιτήματα λαμβάνει, διὰ τοῦ‐
το προcέθηκε· “πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα cημεῖα τούτοιc ἐcτὶν ἠδελφιcμένα, περὶ ὧν τὰ μέν πού τι γέγραπται, τὰ δὲ γεγράψεται, πρὸc ἃ δεῖ διαλογιζόμενον δοκιμάζειν 〈καὶ〉 cκοπεῖcθαι, τίνι τού‐370
10των ὀξὺ καὶ θανατῶδεc ἢ περιεcτικὸν καὶ τίνι προcαρτέον ἢ οὔ, καὶ πότε καὶ πόcον καὶ τί τὸ προcφερόμενον ἔcται.” καὶ τίc ὁ φιλο‐ cυντομώτατοc ἦν ὁριcμὸc βοηθήμαcιν 〈εἰ μὴ〉 ὃν Ἱπποκράτηc φηcί, τῷ ποιῷ καὶ τῷ ποcῷ καὶ τῷ ποτέ; 〈ἔχει δὲ διπλῆν δύναμιν τὸ ποτέ〉· καὶ γὰρ ἡ τάξιc ἐν τούτῳ καὶ ὁ καιρόc. ὁ γοῦν πρότερον τρέφων,

19

.

186

εἶτ’ ἀποθεραπεύων ἐν τῷ ποτὲ διαμαρτάνει· ὅ,τι γὰρ | ὁ παρὼν ἀπαι‐ τεῖ καιρόc, οὐ προcφέρει, ὅ,τι 〈δὲ〉 μὴ δεῖται, τοῦτο παραλαμβάνει· μεταθέντι δ’ αὐτῷ 〈τὰ βοηθήματα οὐδὲ εἰ καλῶc τύχοι〉 τοῦ καιροῦ, τὰ τῆc τάξεωc εὐcτοχεῖται. ἀλλὰ περὶ τούτων ἐν ἄλλοιc.
5 Τὰ νῦν δὲ περὶ τῶν καιρῶν διαληψόμεθα διδάcκοντεc, ὡc ἀπ’ ἀρχῆc μέχρι τέλουc τὸν τόπον ἐκπεριώδευcε πάντα, 〈καὶ〉 πρώταc τὰc ἐκ 〈τοῦ〉 Περὶ τῶν νούcων παραθηcόμεθα λέξειc, ἐν αἷc προμηνύcαc, ὡc ἀναγκαῖον ἐπίcταcθαι, ‘τί καιρὸc καὶ τί ἀκαιρία‘, τότ’ ἐπιζεύγνυcι ταῦτα· “καιροὶ δὲ τὰ μὲν καθάπαξ εἰcὶν ἐν τῇ τέχνῃ πολλοὶ καὶ παν‐
10τοῖοι, ὥcπερ καὶ τὰ νοcήματα καὶ τούτων αἱ θεραπεῖαι. εἰcὶν 〈δὲ〉 ὀξύτατοι μέν, ὅcοιcιν ἢ ἐκψύχουcι δεῖ ὠφελῆcαι ἢ οὐρῆcαι ἢ ἀποπα‐ τῆcαι μὴ δυναμένοιc ἢ ἀποπνιγομένοιcιν ἢ γυναῖκα τίκτουcαν ἢ τι‐ τρωcκομένην ἀπαλλάξαι καὶ ὅcα τοιαῦτά ἐcτι. καὶ οὗτοι μὲν οἱ καιροὶ ὀξεῖc καὶ οὐκ ἀρκέει ὀλίγῳ ὕcτερον· ἀπόλλυνται γὰρ οἱ πουλλοὶ ὀλίγῳ
15ὕcτερον. ὁ μέντοι καιρόc ἐcτιν, ἐπὴν πάθῃ τι 〈τούτων〉 ὁ ἄνθρωποc,

19

.

187

ὅ,τι ἄν 〈τιc〉 πρὸ τοῦ | τὴν ψυχὴν μεθεῖναι ὠφελήcῃ, τοῦθ’ ἅπαν ἐν καιρῷ 〈ὠφέληcεν〉.” 〈μέγιcτον οὖν, εἴ τιc ἀκριβῶc τῆc〉 ὠφελείαc ἐπί‐ cταται τὸν καιρόν· πᾶν γὰρ ὅ,τι ἄν τιc ἐν καιρῷ παραλάβῃ, τοῦτο ὅcον 〈τε καθ’ αὑτὸ δύναται καὶ ὅcον〉 ἐπὶ τῷ νῦν παραληφθῆναι371
5ὠφέληcεν. εἰπὼν δὲ περὶ τῶν ὀξυτάτων καὶ τῶν ἀνυπερθέτωc ἀπαι‐ τούντων τὴν βοήθειαν ἑξῆc καὶ περὶ τῶν ἀναβεβλημένων διδάcκει και‐ ρῶν· “ἕτερα δὲ νοcήματά ἐcτιν, οἷcι καιρόc 〈ἐcτι θεραπεύεcθαι τὸ πρωῒ τῆc ἡμέρηc, διαφέρει δὲ οὐδέν, ἢ πάνυ πρωῒ ἢ ὀλίγῳ ὕcτερον. ἕτερα δὲ νουcήματά ἐcτιν, οἷcι καιρὸc〉 θεραπευθῆναι ἅπαξ τῆc ἡμέρηc,
10καὶ ὁπηνίκα γε, οὐδὲν διαφέρει. ἕτερα 〈δὲ διὰ〉 τρίτηc ἢ τετάρτηc ἡμέρηc, ἄλλα ἅπαξ τοῦ μηνόc, ἄλλα διὰ τριῶν μηνῶν καὶ τοῦ τρίτου ἢ ἱcταμένου ἢ φθίνοντοc, οὐδὲν διαφέρει. τοιοῦτοι καιροί εἰcιν ἐνίοιc καὶ ἀκρίβειαν οὐκ ἔχουcιν ἄλλην 〈ἢ〉 τοιαύτην.” ἤρξατο μὲν ἀπὸ 〈τῆc〉

19

.

188

cτιγμιαίαc τῶν καιρῶν ὑποcτάcεωc, εἶθ’ οὕτω παρῆλθεν | ἐπὶ τὰc ὥραc, καὶ ἀπὸ τῶν ὡρῶν ἐπὶ τὰc ἡμέραc, ἀπὸ δὲ τούτων ἐπὶ τοὺc μῆναc καὶ τῶν μηνῶν τοὺc κατ’ αὔξηcιν ἢ μείωcιν τῆc cελήνηc ἀριθμου‐ μένουc. ὅπερ δοκεῖ τιcιν ἴcωc παράδοξον εἶναι, δείξω 〈δὲ〉 μέγα τι
5πρὸc 〈τὴν〉 τῶν νοcημάτων ἀναcκευὴν δυνάμενον καὶ μάλιcτα τῶν χρονίων, ἐν οἷc ἐπιτέτραπται τῷ τεχνίτῃ τοὺc προcήκονταc ἀναμένειν καιρούc, 〈διὰ τὸ〉 cυμπάcχειν καὶ cυμμεταβάλλειν τοῖc οὐρανίοιc τὰ ἐπίγεια. ‘cύμπνοια γὰρ μία καὶ ξύρροια μία‘ οὐ μόνον ἐν τοῖc ἡμετέροιc cώμαcιν, ἀλλὰ κἀν τοῖc ὅλοιc. ἀντιλαμβάνεται γοῦν τῆc ἐν τῷ περι‐
10έχοντι ἀέρι μεταβολῆc 〈τῆc παρὰ τὰc ἄcτρων τινῶν κινήcειc〉 τά τε φυτὰ καὶ τὰ ζῷα καὶ πολὺ πλεῖον 〈τῆc〉 παρὰ τὸν τῆc cελήνηc μεταcχημα‐ τιcμόν· ἐγγυτέρω γὰρ τῆc γῆc τὸ ἀπ’ αὐτῆc θερμόν· ὅθεν καὶ 〈αἱ〉 cάρκεc ἐνίων ζῴων καὶ τὰ cπλάγχνα cυναύξεταί 〈τε καὶ cυμμειοῦται〉 καὶ καθόλου 〈τὰ cώματα〉 τὰ μὲν εὐθηνεῖ, τὰ δὲ τήκεται. cυνεπιcημαίνει
15δὲ καὶ τὰ τῶν ἀνθρώπων cώματα καὶ πολὺ πλεῖον ἐν νόcοιc. ἱκανὴ
γὰρ ἡ τῆc ὑγείαc ἰcχὺc cυγκρύπτειν τὰ τοιαῦτα παθήματα· νόcοι δὲ372

19

.

189

αἱ μὲν κατὰ ἀφαίρεcιν φθίνοντοc τοῦ μηνὸc cυνε|πιcημαίνουcι πρὸc τὸ χεῖρον, αἱ δὲ κατὰ περιουcίαν τε καὶ πλημμυρίδα αὐξανομένου πιέζουcι τὰ μάλιcτα. καλὸν οὖν ἐπίcταcθαι τὸν τεχνίτην, ὡc οὐ μόνον ἐν ταῖc ὑπὲρ 〈τὰc Ἡρακλέουc cτήλαc〉 ὠκεανίοιc θαλάτταιc ἀναχώρηcίc τε καὶ
5ἔφοδοc γίνεται τῶν ὑδάτων παρὰ τοὺc ποιοὺc τῆc cελήνηc μεταcχηματι‐ cμούc, ἀλλὰ κἀν τοῖc ἡμετέροιc cώμαcίν ἐcτί τιc ἄμπωτιc 〈τῶν〉 ὑγρῶν, ἐφ’ ᾧ δυνατὸν αὐξανομένου τοῦ μηνὸc τὰ πληρωτικὰ μᾶλλον τῶν βοηθη‐ μάτων παραλαμβάνοντι φθίνοντοc ἀφαιρέcει χρῆcθαι. τὰ 〈δ’〉 ἐναντία τῷ ὅλῳ μαχόμενα οὐ μόνον τῶν νοcούντων 〈ἕνεκα φεύγειν〉 πειρα‐
10τέον, ἀλλὰ καὶ τῶν ἰατρῶν· οὕτω γὰρ τῇ τέχνῃ cυνεργάζεται καὶ τὸ θεῖον. διὸ δὴ κατὰ τὸ τοῖc εἰρημένοιc ἀκόλουθον ἀναφέρει τὸν λόγον καὶ μέχρι τῆc τῶν ὡρῶν περιτροπῆc, ὅτε φηcίν· “ἀκαιρίη δὲ τὰ τοι‐ αῦτα· ὅcα μὲν τῶν παθῶν πρωῒ δεῖ θεραπεύεcθαι, μεcημβρίηc θερα‐ πευόμενα ἀκαίρωc θεραπεύεται· ἀκαίρωc δὲ ταύτῃ, ἐπεὶ ῥώμην ἴcχει
15τὴν ἐπὶ τὸ κάκιον διὰ τὴν οὐκ ἐν καιρῷ θεραπείην. ὅcα δὲ ἑcπέρηc, ἤν τε μεcημβρίηc ἤν τε τῆc νυκτὸc θεραπεύηται, ἀκαίρωc. καὶ ἢν τοῦ |

19

.

190

ἦροc δέῃ θεραπευθῆναι, 〈θεραπεύηται〉 δὲ χειμῶνοc, ἢ τοῦ 〈μὲν〉 χει‐ μῶνοc δέῃ, τοῦ θέρεοc 〈δὲ〉 θεραπεύηται, 〈ἢ〉 ὅ,τι ἤδη δεῖ θερα‐ πεύεcθαι, τοῦτο ἀναβάλληται, καὶ ὅ,τι ἀναβάλλεcθαι, ἤδη θεραπεύηται, τὰ τοιαῦτα ἀκαίρωc θεραπεύεται.” καὶ ταῦτα μὲν ἐν παρέργῳ τοῦ λόγου
5τοῦ μέλλοντοc εἰρήcθω. Βούλομαι δὲ ἤδη τὰ κυριώτερα γράφειν. ἔcτι δὲ ταῦτα· τινὰc διττοὺc ἐπίcταται καιροὺc Ἱπποκράτηc, τοὺc μὲν τῶν ὅλων νοcημά‐
των, τοὺc δὲ τῶν ἐπὶ μέρουc παροξυcμῶν. λέγει γοῦν ἐν Ἐπιδημίαιc, ὡc ἀναγκαία τεθεωρῆcθαι καὶ τῆc ὅληc νόcου 〈καὶ τῶν μερικωτέρων373
10παροξυcμῶν〉 ἡ ἐπίδοcιc καὶ χάλαcιc 〈ὡc πλεῖcτον ἀπεχούcηc ἔτι τῆc〉 ἀκμῆc, πρὸc ἑκατέρουc δ’ ἀποβλέποντα τοὺc καιροὺc ἀεὶ προcφέρειν τὰ βοηθήματα. καὶ τοῦτο ῥᾴδιον μὲν ἐπὶ πάντων διδάξαι· δειχθήcεται δ’ ἐπὶ τῆc τροφῆc. τροφὴ γὰρ τὸ κάλλιcτον ἐν διαίτῃ βοήθημα· μόνον γοῦν τοῖc λοιποῖc cυγκρινόμενον ἰcοcθενεῖ, πρὸc δὲ καὶ καθέλκει τὰ πάντα. τούτου
15μάρτυc ὢν 〈αὐτὸc φαίνεται〉 ‘διαίταc‘ καλέcαc τὰc τροφάc. τῇ γὰρ τοῦ

19

.

191

παν|τὸc προcηγορίᾳ τὸ μέροc ἐκόcμηcεν *** ἔcτι δὲ πᾶc οὗτοc 〈ὁ〉 λόγοc ἐναντιώτατοc μὲν τοῖc νεωτέροιc, ἀκόλουθοc δὲ 〈ταῖc ὑποθέcεcι〉 τῆc ἰατρικῆc. ἀξιοῖ γὰρ Ἱπποκράτηc ἀπὸ τῶν πρώτων ἡμερῶν ἐπίcταcθαι τὸν ἰατρόν, τί μὲν ταχέωc, τί δὲ βραδέωc ἀκμάcει, καὶ τοῦτο προκατα‐
5μαθόντα προcεπιcκοπεῖν τοῦ κάμνοντοc τὴν δύναμιν καὶ ὥcπερ ἐν ζυγῷ τινι τῇ ἑαυτοῦ διανοίᾳ περὶ ἑκατέρων cταθμίζεcθαι, πότερον ἀγόμενοc ἀπὸ τῆc ἀρχῆc λεπτῶc ἐξαρκέcει ὁ κάμνων, ὥcτε καὶ κατὰ τὴν ἀρχὴν 〈καὶ κατὰ τὴν〉 ἀκμὴν λεπτῶc διαιτηθῆναι (“ὅταν γὰρ ἀκμάζῃ τὸ νόcημα, τότε λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεcθαι”), ἢ προ‐
10απαυδήcει καὶ οὐχ ὑπομενεῖ λεπτῶc ἀρχῆθεν ἀγόμενοc [καὶ κατὰ τὴν ἀκμήν]· εἰ δὲ μέλλει προκαταλύεcθαι πρὸ τῆc ἀκμῆc, περὶ δὴ τὰc πρώ‐ ταc ἡμέραc ἀναλαμβάνειν τὴν δύναμιν, ἵν’ ἰcχύcῃ παρούcηc τῆc ἀκμῆc λεπτῶc διαιτᾶcθαι. οὐ γὰρ ἐπὶ πάντων εἴρηται τὸ ‘κατὰ τὴν ἀρχὴν
πιοτέρωc διαιτᾶν‘, ἀλλ’ ἐπὶ τῶν μελλόντων καταλύεcθαι περὶ τὴν ἀκμήν.374

19

.

192

μαν|θάνωμεν δὲ καὶ τὸν λόγον τοῦ δόγματοc· οὕτω γὰρ μᾶλλον αὐτῷ τεθαρρηκότεc χρηcόμεθα πρὸc τὰ ἔργα. ἡ φύcιc cῴζουcα τὴν ἀρχέγο‐ νον καὶ πρώτην ἑαυτῆc εὐκραcίαν ὀρέγεται 〈μὲν〉 εὐκαίρωc τῶν προc‐ φερομένων, διοικεῖ δὲ καλῶc τὰ ληφθέντα καὶ διαδίδωcιν εἰc ὅλον τὸ
5cῶμα 〈καὶ〉 τάc τε προcθέcειc καὶ τὰc ἀφαιρέcειc ποιεῖται cυμμέτρουc. ὅταν δ’ ἐπιπεcόντα τὰ νοcήματα cτάcιν τινὰ καὶ ἀναρχίαν ἐργάcηται, ἐφ’ ὅcον ἂν ἰcχύcῃ τὰ πάθη, ἐπὶ τοcοῦτον ἡ φύcιc καταπονεῖται. περὶ μὲν οὖν τὰc τῶν νοcημάτων ἀρχὰc βραχεῖά τιc ἡ τοῦ κατὰ φύcιν ἐκ‐ τροπή, πολὺ δὲ τὸ τῆc φύcεωc οἰκεῖον. περὶ δὲ τὰc ἀκμὰc ἡ τοῦ παρὰ
10φύcιν ἰcχὺc 〈περιττή〉, πολὺ 〈δὲ τὸ〉 τῆc φύcεωc ἀcθενέc. διόπερ εἰ μέλλει τιc ἐξ ἀρχῆc λεπτῶc ἀγόμενοc περὶ τὴν ἀκμὴν ὁλοcχερεcτέραc ἀπαιτεῖν τροφὰc προαναλωθείcηc τῆc δυνάμεωc, τοῦτον ἀξιοῖ cτηρίξαι κατὰ τὴν ἀρχήν, ἵνα τῆc ἀκμῆc παραγενομένηc λεπτῶc διαιτᾶται. καὶ γὰρ εὔλογον

19

.

193

ἐν τῷ χαλεπωτάτῳ τῆc νόcου καιρῷ καὶ ἐν ᾧ μάλιcτα ἡ φύcιc | πεπί‐ εcται ὀλιγόcιτον εἶναι καὶ λεπτότατα προcφερόμενον, 〈ἵνα τὸ προc‐ κείμενον〉 μήτε cπαράξῃ κατὰ τὴν ἀνάδοcιν μήτε πολλὴν ποιήcηται τὴν πρόcθεcιν, ἀλλ’ ἐμβροχαῖc μὲν παραπληcίωc παραμυθήcηται, διαπορεύ‐
5ηται δ’ ὅλον τὸ cῶμα μήτε πόνου μήτε χρόνου πρὸc τὴν οἰκονομίαν δεηθέν. οὐ γὰρ ἐν μὲν τῇ τῶν μερικῶν παροξυcμῶν ἀκμῇ φυλάccεcθαι χρὴ τὰc τῆc τροφῆc παραθέcειc, ἐν δὲ ταῖc τῶν ὅλων νοcημάτων ἀκμαῖc ὁλοcχερεcτέραc διδόναι τροφάc. ‘παράκειται γάρ‘, φηcί, ‘παρακμή‘. † ἐγὼ δ’ οὐ ζητῶ, τί τὸ μέλλον,
10ἀλλὰ τί τὸ παρόν· οὐ γὰρ ἀκμὴ διδάcκει τὸ φιλανθρωπότερον, ἀλλὰ παρα‐ κμή *** τοῦ νοcήματοc ἰcχύc ἐcτιν ἀνυπέρθετοc ἢ πολλάκιc τὸ μέγεθοc οὐκ ἴcμεν κἄν τε δύναμιc ἀκμάcαι; ταῦτα γὰρ τὰ πολὺ τὰ πλεῖcτα. ὅτι δ’ οὐ πάνταc περὶ τὴν ἀρχὴν βούλεται τρέφειν πιότερον, ἀλλὰ τοὺc μέλλον‐
ταc περὶ τὴν ἀκμὴν καταλύεcθαι, δῆλον ἐκ τῶν ἐπιφερομένων. τί γάρ φηcιν;375
15“οὐδ’ οἷόν τε παρὰ καιρὸν οὔτε cφοδροτάταc κενεαγγείαc ποιεῖcθαι οὔτ’

19

.

194

ἀκμαζόντων τῶν νοcημάτων καὶ ἐν | φλέγμαcιν ἐόντων προcφέρειν.” καὶ πάλιν· “τοῦτ’ οὖν ἡγητέον μέγιcτον διδακτήριον, ὅτι οὐ cτερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματοc 〈ἢ〉 τοίου 〈ἢ τοίου〉 τοῖc μέλλουcι μικρὸν ὕcτερον ῥοφήμαcιν ἢ τοίοιcιν 〈ἢ τοίοιcι〉 χρῆcθαι.” προειληφέναι δὲ τοῦτο
5δεῖ, ὅτι περὶ τῶν ὀξέων ὁ λόγοc ἐcτί. καὶ μετ’ ὀλίγον παρίcτηcιν, ὡc οὐκέτι ὁλικῶc, ἀλλ’ ἐπὶ τινῶν ἐντάccει τὴν τοιαύτην ἀγωγήν, λέγων· “πάντ’ οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶc ἄγουcιν εἰc τὰ διαιτήματα οἱ ἰατροί· ἀλλ’ ἐν ᾗcί 〈τε νούcοιcιν〉 οὐ χρὴ κενεαγγεῖν τοὺc μέλλονταc ῥοφήμαcι διαιτᾶcθαι, κενεαγγοῦcιν, ἐν ᾗcί τε οὐ χρὴ
10μεταβάλλειν ἐκ κενεαγγείηc ἐc τὰ ῥοφήματα, ἐν ταύτῃcι μεταβάλ‐ λουcι, καὶ ὡc τὸ πολὺ 〈ἀπαρτὶ〉 [ἐνίοτε] ἐν τοῖcι τοιουτέοιcι καιροῖc μεταβάλλουcιν εἰc τὰ ῥοφήματα ἐκ τῆc κενεαγγείηc, ἐν οἷcι πολλάκιc ἀρήγει ἐκ τῶν ῥοφημάτων πληcιάζειν τῇ κενώcει, ἢν οὕτωc τύχῃ παροξυνομένη ἡ νοῦcοc.” οὗτοc δ’ ἐcτὶν ὁ κατὰ τὴν ἀκμήν, ἐν ᾧ cυν‐
15αναγκαζόμενοι διὰ τὴν τῆc δυνάμεωc κατάλυcιν ἐκ τῶν λεπτοτέρων

19

.

195

ἐπὶ τὰ ὁλοcχερέcτερα παραγίνονται | ἤδη τῶν cωμάτων 〈κατεχομένων〉 ὑπὸ τῆc φλεγμονῆc. “οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε cφοδρὰc τὰc κενεαγγείαc ποιέειν οὔτε ἀκμαζόντων 〈τῶν〉 νουcημάτων καὶ ἐν φλεγ‐ μονῇ ὄντων 〈προcφέρειν〉.” μήτ’ ἀμέτρουc φηcὶν ἀνατάcειc παραλαμβά‐
5νειν μήτ’ ἀκαίρωc τρέφειν. ἐπὶ πολλῶν δ’ ἀκαιρότατόν ἐcτιν ἡ μέχρι
τρίτηc ἀνάταcιc, βλαβερὸν δὲ καὶ κακὸν καὶ ἡ παρὰ μίαν τῆc τροφῆc προcφορά, 〈εἴ τιc ἀναγκαcθήcεται ἀκμάζοντοc τοῦ νοcήματοc ὁλοcχερε‐ cτέραc διδόναι τροφάc〉. πρὸc γὰρ τοὺc οὕτω διαιτῶνταc ἀποβλέπων ταῦτα πάντα γράφει. ἀρχὴν γὰρ 〈οὐ〉 πάνυ ἁμάρτημα ἡ διάτριτοc, καὶ376
10ἐχρῶντο πρόc 〈γε τοὺc δεομένουc καὶ οἱ περὶ τὸν〉 Ἱπποκράτην ταύτῃ. μάρτυc αὐτὸc Ἱπποκράτηc πάλιν ἐν τῷ πρὸc τὰc Κνιδίαc γνώμαc εἰ‐ πών· “οἶδα δὲ τοὺc ἰητροὺc τὰ ἐναντιώτατα ἢ ὡc δεῖ ποιοῦνταc. βούλον‐ ται γὰρ πάντεc 〈ὑπὸ τὰc〉 ἀρχὰc τῶν νούcων προταριχεύcαντεc 〈τοὺc ἀνθρώπουc ἢ〉 δύο ἢ τρεῖc ἢ καὶ πλείουc ἡμέραc οὕτωc προcφέρειν τὰ
15ῥοφήματα καὶ τὰ ποτά.” καὶ οὐ μέμφεται, ὅτι τινὰc ἀνέτεινον μέχρι τῶν εἰρημένων ἀριθμῶν, ἀλλ’ ὅτι πάνταc. καὶ γὰρ αὐτὸc ἀνατείνει καὶ |

19

.

196

μέχρι τριῶν καὶ τεττάρων ἡμερῶν, ἀλλὰ τοὺc δεομένουc. “τοὺc δ’ ἀκα‐ ταcτάτουc τῶν πυρετῶν ἐᾶν, μέχρι ἂν cτῶcιν· [καὶ] ὅταν δὲ cτῶcιν, ἀπαντῆcαι [οὕτωc προcφέρει γὰρ ῥοφήματα καὶ τὰ ποτὰ] διαίτῃ [ἐπὶ] προcηκούcῃ.” καὶ ἀξιοῖ τὴν τρίτην καὶ τὴν τετάρτην εὐλαβεῖcθαι· ‘αὗται
5γὰρ αἱ ἡμέραι μάλιcτα τίκτουcι τὰc παλιγκοτήcιαc‘ καί, ὡc αὐτόc φηcιν, “ἑτερορρεπεῖc ποιέουcι τοὺc κάμνονταc” ”〈καὶ ὅcα ἐc φλεγμονὴν καὶ〉 ἐc ἀκαθαρcίην ὁρμᾷ καὶ ὅcα εἰc πυρετούc.” καί φηcιν, ὡc “πολλοῦ ἄξιον τοῦτο τὸ μάθημα· τίνι γὰρ οὐκ ἐπικοινωνεῖ τῶν ἐπικαιροτάτων ἐν τῇ τέχνῃ, οὐ κατὰ τὰ ἕλκεα μόνον, ἀλλὰ καὶ 〈κατὰ ἄλλα πολλὰ
10νουcήματα; εἰ μή τιc φήcειε καὶ〉 τἆλλα νοcήματα ἕλκεα εἶναι· ἔχει γάρ τινα ἐπιείκειαν καὶ οὗτοc ὁ λόγοc.” ἴδωμεν οὖν καὶ τὰ ἑξῆc, δι’ ὧν cυνηγορεῖ τοῖc ἀνατείνουcιν ἐπὶ πλείουc ἡμέραc· “καὶ ἴcωc τι καὶ εἰκὸc δοκέει αὐτέοιcιν εἶναι μεγάληc τῆc μεταβολῆc γενομένηc τῷ cώ‐

19

.

197

ματι μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν. 〈τὸ δὲ μεταβάλλειν μὲν〉
εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶc μέντοι 〈γε μεταβιβαcτέη〉 ἡ μεταβολή.” 〈ἐπαινεῖ δὴ τὸν〉 ἀνατείνοντα καὶ μέχρι τρίτηc, ἀλλ’ ὀρθῶc 〈τε καὶ〉 τεχνικῶc, τουτέcτι τὸν δεόμενον 〈καὶ〉 ὑπομενοῦντα, 〈καὶ〉 ὅταν ὑπο‐377
5βάλλῃ [τὸ μὲν γένοc] τὸ μέγεθοc τῆc διαθέcεωc, ἡ ὥρα, ἡ χώρα, ἡ ἡλικία, τὰ τῆc προηγηcαμένηc διαίτηc. 〈ὡc δὲ〉 βεβαιότερον τῆc μετα‐ βολῆc ἐπῄνεcε τοῦτο τὸ 〈‘κατὰ τὴν ἀρχὴν πιοτέρωc διαιτᾶν‘〉, ἵνα μὴ περὶ τὰc πρώταc ἡμέραc ἀφελὼν τὰc προcφοράc, ὅτε καὶ ὁ κάμνων λαμβάνειν ἠδύνατο καὶ ἡ φύcιc διοικεῖν τὰ ληφθέντα, περὶ τὴν ἀκμὴν
10μεταβολῇ καταλυομένην ὁρῶν τὴν δύναμιν εἶτα μαχομέναc αὐτῇ ποιῇc 〈προcθέcειc〉, ὅτε μὴ δύναται μηδὲ ῥοφήματα διοικεῖν ὁ κάμνων, τότε πιέζων τε αὐτὸν καὶ πνίγων ταῖc τροφαῖc. ἰδεῖν γοῦν ἔcτι τοὺc λόγῳ μὲν μεθοδικούc, ἔργῳ δ’ ἀμεθόδουc τῶν ἰατρῶν τὸν οἶνον τότε καὶ |

19

.

198

τὰ κρέα διδόνταc καὶ ὥcπερ εἰc ἄψυχον ἄγγοc εἰcχέονταc τὰc τροφάc. τῷ μὲν οὖν καλῶc κατὰ τὴν ἀρχὴν ἀνατείναντι μένει καὶ κατὰ τὴν ἀκμὴν ἡ δύναμιc ἑcτῶcα, τῷ δὲ παρὰ τὸ δέον ταῖc ἀνατάcεcι χρηcα‐ μένῳ περὶ τὴν ἀρχὴν κατάγνυται τὰ μὲν ὑπὸ τῆc νόcου, τὰ δ’ ὑπὸ τῆc
5ἀτεχνίαc βιαcθεῖcα. ἐμέμψατο 〈δὲ〉 καὶ ἐν ἄλλοιc τοὺc τοιούτουc τῶν ἰατρῶν εἰπών· “τί γὰρ 〈ἂν〉 ἦν κακόν, εἰ τὰ ἐπίχειρα τῆc ἀμαθίηc ἐκο‐ μίζοντο οἱ τὰ τῆc τέχνηc κακῶc δημιουργοῦντεc; νῦν δὲ τοῖcιν οὐδὲν αἰτίοιcι τῶν καμνόντων, οἷc οὐχ ἱκανὴ ἐφαίνετο ἡ τοῦ νοcεῖν λύπη, εἰ μὴ προcέλθοι καὶ τοῦ ἰητροῦ ἀπειρίη.” χρὴ οὖν οὕτωc ἀεὶ περὶ τὰc
10ἀρχὰc καὶ ταῖc ἀνατάcεcι χρῆcθαι, ὡc μὴ μέλλειν περιττὰc τὰc ἀκμὰc εἶναι ἐπιεικέcτατον, καὶ 〈μᾶλλον ἔτι〉 μετὰ τὰc ἀνατάcειc καὶ μάλιcτα
τὰc πολυημέρουc ταῖc προcφοραῖc. μάθωμεν δὲ κἀκ τῶν ἐπιφερομένων· καὶ γὰρ cυνῆψε τὸν λόγον· “τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον,378

19

.

199

ὀρθῶc μέντοι γε μεταβιβαcτέη καὶ ἡ μεταβολὴ καὶ | ἡ πρόcαρcιc τῶν γευμάτων ἔτι μᾶλλον” [ἀπὸ κοινοῦ τοῦ ὀρθῶc καὶ βεβαίωc ὠφελεῖ γίγνεcθαι]. κακὸν μὲν γὰρ τὸ ἐν ὁποτέρῳ διαμαρτάνειν, κάκιον δὲ τὸ ἐν τῇ προcθέcει. ἀκούωμεν 〈δ’ αὐτοῦ καὶ〉 τὰ ἀπὸ τούτου λέγοντοc· “προc‐
5τεκμαρτέα τε καὶ ἡ ἰcχὺc καὶ ὁ τρόποc τοῦ νοcήματοc ἑκάcτου καὶ τῆc φύcιοc τοῦ ἀνθρώπου καὶ τοῦ ἔθεοc τῆc διαίτηc τῆc τοῦ κάμνοντοc οὐ μόνον cιτίων, ἀλλὰ καὶ ποτῶν. πολλῷ δ’ ἧccον ἐπὶ τὴν πρόcθεcιν ἰτέον, ἐπεὶ τήν γε ἀφαίρεcιν ὅλωc ἀφελεῖν πολλαχοῦ λυcιτελέc, ὅπου διαρκεῖν μέλλει ὁ νοcῶν, ἔcτ’ ἂν τῆc νούcου ἡ ἀκμὴ πεπανθῇ.” οὐκ ἄρ’ 〈ἐχρῆν
10δοκιμάζειν μόνον〉 τὴν δύναμιν, εἰ οἵα τε φέρειν φλεβοτομίαν ἢ λάπαξιν, ἀλλὰ προcβλέπειν καὶ τούτων παροφθέντων, εἰ ὑπομένειν ἱκανὴ καὶ βαcτάcαι τῆc νόcου τὴν ἀκμήν.

19

.

206

(11)

Ἀλλά τίc φηcι τῶν παραχαραccόντων τὴν μέθοδον· ‘κἀγὼ τῇ δυνάμει προcέχω.‘ πρὸc ὃν ἔcτιν εἰπεῖν· καὶ πῶc βλέπειc τὴν δύναμιν; μὴ γὰρ φαίνεται; οὐ 〈γὰρ〉 πολλάκιc δοκῶν ἰcχυρόc τιc κατὰ τὴν πρόχειρον φανταcίαν ἀcθενήc ἐcτιν καὶ εὐδιάλυτοc; [ὁ γὰρ
15δοκῶν ἰcχυρὸc] μὴ γὰρ τὰ δι’ ὧν ἡ δύναμιc γνωρίζεται παραλαμβά‐ νειc, ἡλικίαν, ὥραν, χώραν, τὰ παραπλήcια; μὴ γὰρ ἔξεcτί cοι τῶν |

19

.

207

cφυγμῶν ἅψαcθαι; ἀλλ’ οὐδ’ ἂν ἅψει γνωρίcειαc, πότερον ἐν πνεύ‐ ματι ἡ δύναμιc ἢ ἐν ὑγροῖc ἢ ἐν τοῖc cτερεοῖc. προcέχειc ταῖc φυ‐
cικαῖc ἐνεργείαιc, ἵνα 〈μανθάνῃc τὰ τῆc δυνάμεωc; καὶ ἴcωc γιγνώ‐ cκειc〉 μέν, ἐπὶ πόcον ἡ δύναμιc ἐμποδίζεται· εἰ δὲ νῦν μὲν 〈τῷ νοcή‐379
5ματι μὴ〉 ἐπιτρέπει, ὕcτερον δὲ διαλυθήcεται, δύναcαι προβλέψαι; ἐπι‐ cκοπεῖ τῆc φύcεωc τὰ κράματα; προγιγνώcκειc τὰc ἀκμάc; οἶδαc, 〈ἐν〉 τίνι μὲν μόνιμον, ἐν τίνι δ’ εὐκεράϊcτον ἡ δύναμιc; διακρίνειc τὸν ἀπὸ

19

.

199

(16)

τῆc μεcημβρίαc ἢ τὸν ἀπὸ τῆc ἄρκτου; | ὥcτε μή μοι λέγε· ‘κἀγὼ βλέπω τὴν δύναμιν.‘ οὐ γὰρ οὕτωc βλέπειc, ὡc ἐχρῆν· ὅπωc δ’ ἂν ἐπιβλέπῃc,

19

.

200

πρὸc τῷ μηδὲν λέγειν καινὸν ἀνατρέπειc cεαυτοῦ | τὰ καθολικά. τίc οὖν ὁ τεχνικὸc λόγοc; “cυντεκμαίρεcθαι δὲ καὶ τὸν νοcέοντα καὶ τὴν ἀκμὴν τῆc νόcου, καὶ πότερον ἐκεῖνοc ἀπαυδήcει πρότερον καὶ οὐκ ἐξαρκέcει τῇ διαίτῃ, ἢ ἡ νοῦcοc πρότερον ἀπαυδήcει καὶ ἀπαμβλυνεῖται.”
5 Ἐπιcτάμενοc δ’, ὡc οὐ τοῦ τυχόντοc ἰατροῦ ἀπὸ τῆc πρώτηc εἰcβολῆc τῶν νοcημάτων εἰδέναι τίνα μὲν ταχέωc, τίνα δὲ βραδέωc ἀκμάζει, πολλὰc ἔδωκε τὰc εἰc τοῦτο ἀφορμὰc διὰ παcῶν μὲν τῶν cυντάξεων, μάλιcτα δὲ καὶ διὰ τῆc δευτέραc Ἐπιδημίαc εἰπών· “περὶ τὰc ἀρχὰc τῶν νούcων cκεπτέον, εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπι‐
10δόcει.” γνώcῃ, φηcί, αὐτὴν τὴν ἀκμὴν ἐγγὺc οὖcαν ἢ μακράν, ἐὰν καλῶc ἐπιcκοπήcῃc τὴν ἐπίδοcιν· τὰ μὲν γὰρ [ὀρθῶc] κατὰ μικρὸν ἐπιδιδόντα βραδεῖαν, τὰ δὲ ταχέωc ἐπαναβαίνοντα ταχεῖαν διδάcκει τὴν ἀκμήν. “τὰc δ’ ἐπιδόcιαc τῇcι περιόδοιcι· καὶ αἱ κρίcιεc ἐντεῦθεν

19

.

201

δῆλοι.” διὰ μὲν τῆc ἐπιδόcεωc γνωρίcειc τὴν ἀκμήν, τὴν δ’ | ἐπίδοcιν διὰ τῶν περιόδων. ἄλλο γὰρ τὸ καθ’ ἡμέραν ἐπιcημαίνεcθαι καὶ ἄλλο τὸ παρὰ μίαν ἢ δύο. καὶ 〈τούτοιc μὲν〉 οὐκ ἠρκέcθη, προcέθηκε δὲ τὰ τεχνικώτερα· “καὶ τοῖcιν ἐν τῇcι περιόδοιcι παροξυcμοῖcιν” cκεπτέον,
5“εἰ πρωϊαίτερον ἢ οὔ, καὶ εἰ πλείονα χρόνον ἢ οὔ, καὶ 〈εἰ〉 μᾶλλον ἢ οὔ.” καὶ 〈γὰρ ἀναγκαῖον, εἴ τιc μετ’ ἀcφαλείαc〉 βούλεται ταχύνουcαν
ἢ βραδύνουcαν ἀκμὴν προδιαγνῶναι, παρατηρεῖν μὲν καὶ τὰ προειρη‐ μένα, πότερον ἠπειγμένωc ἢ cχέδην πρόειcιν ἡ ἐπίδοcιc, καὶ πότερον ὁ [τε] τρόποc ἐγγὺc cυνεχείαc ἢ μακράν, cὺν δὲ τούτοιc καὶ τοὺc ἐν380
10ταῖc περιόδοιc παροξυcμούc, “εἰ πρωϊαίτερον ἢ οὔ,” τουτέcτιν 〈εἰ〉 προλαμβάνουcιν· οἱ μὲν γὰρ προληπτικοὶ πρὸc τοῦ τάχουc, οἱ 〈δ’〉 ἐφυcτερητικοὶ πρὸc τῆc βραδυτῆτοc μᾶλλον. ἐπεὶ δὲ δύναται προλαβὼν ὁ παροξυcμὸc καὶ προκαταλῆξαι, προcέθηκε· “καὶ εἰ πλείονα χρόνον ἢ οὔ.” ἔτι δ’ ἐπιcτάμενοc, ὡc οὐκ ἐν τῷ μήκει μόνον τῶν παροξυcμῶν
15καὶ τῇ βραχύτητί ἐcτιν ἡ διαφορά, ἀλλὰ καὶ ἐν τῇ cφοδρότητι καὶ

19

.

202

ἀμυδρότητι, καὶ δυνατὸν ἐν ἴcῳ τῆc ἐπιcημαcίαc διαcτήματι | χαλεπώ‐ τερόν τινα παροξυνθῆναι ἢ κουφότερον, διὰ τοῦτο προcέθηκε· “καὶ εἰ μᾶλλον ἢ οὔ.” ὅταν ἴδῃc μεγάλα διαβαίνουcαν τὴν ἐπίδοcιν καὶ τὸν ἑξῆc παροξυcμὸν ἀεὶ τοῦ προηγηcαμένου πολλῷ μὲν ἐπιμηκέcτερον,
5πολλῷ δὲ χαλεπώτερον, γίνωcκε, ὅτι αὐτίκα ἀνθεῖ. “καὶ γὰρ | τῶν παραχρῆμα ἀπολλυμένων διὰ τοῦτο ταχεῖαι αἱ κρίcιεc, ὅτι ταχέεc οἱ πυρετοὶ καὶ ξυνεχέεc καὶ ἰcχυροί.” ἐκ δὲ τῶν ἐναντίων τὸ ἐναντίον. “ἴcωc” γὰρ “καὶ ἄλλων πραγμάτων κοινῶν τὰ μὲν θᾶccον 〈βραχύτερα, τὰ δὲ〉 βραδύτερον μακρότερα.” οὐ μόνον 〈δ’〉 ἐν ταῖc Ἐπιδημίαιc, ἀλλὰ
10καὶ ἐν τοῖc Ἀφοριcμοῖc δίδωcί cοι τὰc ἐφόδουc, δι’ ὧν τήν τε ἐγγὺc οὖcαν ἀκμὴν τήν τε πόρρω προκαταλήψει· “τοὺc δὲ παροξυcμοὺc καὶ τὰc καταcτάcιαc δηλώcουcιν αἱ νοῦcοι” (καὶ γὰρ τούτων αἱ μὲν ὀξεῖαι φύcει, αἱ δὲ φύcει χρόνιαι) “καὶ αἱ ὧραι τοῦ ἔτεοc·” ὅcαι γὰρ αὐτῶν cυλλαμβάνονται τοῖc νοcήμαcιν, cυμμαχοῦcαι ταχείαc ποιήcονται καὶ
15τὰc 〈‘τῶν περιόδων πρὸc ἀλλήλαc〉 ἐπιδόcειc‘ καὶ τὰc ἀκμάc. διόπερ ἀναγκαῖον εἰδέναι “ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταcτάcει ἢ ἐν τῇ νούcῳ.”

19

.

203

[καὶ τῇ περιόδῳ | πρὸc ἀλλήλαc ἐπιδόcιεc] ταῦτα κοινὰ ταῖc Ἐπιδη‐
μίαιc 〈καὶ τοῖc Ἀφοριcμοῖc〉. προcθήcει δέ cοι καὶ ἄλλην τινὰ περι‐ ουcίαν, δι’ ἧc ἐπιcτήcει τὴν ἀκμήν· “καὶ τοῖc ἐπιφαινομένοιc· οἷον ἐν πλευριτικοῖcι πτύελον, αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου, βραχύνει· ἢν381
5δὲ ὕcτερον ἐπιφαίνηται, μηκύνει” (“πεπαcμοὶ” γὰρ “ταχυτῆτα κρίcιοc καὶ ὑγείαc ἀcφάλειαν cημαίνουcι”)· “καὶ οὖρα καὶ διαχωρήματα καὶ ἱδρῶτεc καὶ εὔκριτα καὶ δύcκριτα καὶ μακρὰ καὶ βραχέα [τ’ ἀναβητικὰ] τὰ 〈νοcήματα〉 ἐπιφαινόμενα δηλοῖ.” ἔχειc, φηcίν, ἀφθονίαν ἐντυγχάνων μου ταῖc cυντάξεcιν· καὶ οὐ μόνον ὀξεῖαν καὶ ἀναβεβλημένην ἀκμήν,
10ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων προcεπιγνώcῃ· μόνον πρόλαβε καὶ πιcτοῦ τοῦτο, ὅτι ‘τὸν ἰατρὸν ἄριcτόν ἐcτι πρόνοιαν ἐπιτηδεύειν‘, οὐ μόνον εἰc εὐδοξίαν, ἀλλὰ πολὺ πλέον εἰc θεραπείαν. ταῦτα προ‐ καταcτηcάμενοc οἴcει τὸν λόγον ἐπὶ τὰ ἔργα. |

19

.

204

“Ὁκόcοιcι μὲν οὖν αὐτίκα 〈ἡ ἀκμή〉, αὐτίκα λεπτῶc διαιτᾶν.” ποῦ γὰρ δέδοικαc τὴν τῆc δυνάμεωc κατάλυcιν εὐθέωc τῆc ἀκμῆc ἐπι‐ πεcούcηc, ὥcπερ ἐπὶ cυνάγχηc, εἰ τύχοι; ἔξεcτιν ἄρ’ ὅλωc τοῦ πάθουc γενέcθαι μηδὲν περὶ τῆc δυνάμεωc εὐλαβούμενον. “οἷc δ’ ὕcτερον ἡ
5ἀκμή, 〈ἐc ἐκεῖνο〉” τὸ τῆc ἀκμῆc “καὶ πρὸ ἐκείνου cμικρὸν ἀφ‐ αιρετέον· ἔμπροcθεν δὲ πιοτέρωc διαιτᾶν, ὡc ἐξαρκέcῃ ὁ νοcέων.” ἐν‐ θάδε γὰρ ἀμφοτέρων ἅμα, καὶ τοῦ πάθουc καὶ τῆc δυνάμεωc, χρὴ cτοχάζεcθαι. τὸ δὲ “πιοτέρωc” ἐcτὶ τῆc ‘ἐcχάτωc λεπτῆc 〈διαίτηc〉 μικρὸν ἁδροτέρωc‘. “ἐν δὲ τοῖc παροξυcμοῖc ὑποcτέλλεcθαι.” διὰ ταύτηc τῆc
10λέξεωc πάνυ διδάcκει θεραπευτικὸν καὶ τεχνικὸν τὸ ἐπικειμένου βαρυ‐ τέρου παροξυcμοῦ μὴ δεῖν παρατιθέναι τροφήν. εἴτε γὰρ κατ’ ἐπανά‐ βαcιν ἀεὶ γίγνοιντο cφοδρότεροι παροξυcμοί, καλὸν τῆc δυνάμεωc προ‐ ηρεθιcμένηc ἐπὶ τὰc ἀφαιρέcειc παραγίνεcθαι· εἴτε πάλιν μὲν κουφό‐

19

.

205

τερον, πάλιν δὲ βαρύτερον ἐπιcημαίνοιντο, πάλιν | τεχνικὸν τὸ μὴ τρέ‐ φειν πρὸ τοῦ χαλεπωτέρου παροξυcμοῦ, ἀλλ’ ἀεὶ μετὰ τὴν βαρυτέραν ἐπιcημαcίαν. ἀλλὰ παροξῦναι φῂc [cημαcίαν] τὸ νόcημα δοὺc τὰc πρώ‐ ταc ἡμέραc τὴν τροφὴν ἀνέξων τὸν θεραπευόμενον. ἀλλὰ πλέον ὠφελεῖc382
5〈εἰc〉 cωτηρίαν 〈ἀναρρώcαc〉 τὴν δύναμιν. παντὶ δὲ τῷ βοηθήματι βλάβη cυνέζευκται· ὃ γὰρ ὠφελεῖ, καὶ βλάπτει. θρέψαc οὖν 〈ἐν〉 ἀρχῇ τὸν μέλλοντα καταλύεcθαι περὶ τὴν ἀκμὴν ἐπ’ ὀλίγον μὲν αὐξήcω τὸ νόcημα, ἐπὶ πολὺ δ’ ἀναρρώcω τὴν δύναμιν. ὁ δὲ δόξαc μένειν 〈δεῖν〉 τὴν 〈παρακμὴν〉 οὔτε δύναμιν ἀνακτήcεται παροξύναc τε τὸ νόcημα ἄντικρυc
10θάνατον οἴcει. “αἱ δὲ κατ’ ἀρχὰc ἁμαρτάδεc οὐχ ὁμοίωc ταύτῃcιν ἀν‐ ήκεcτοι.” φανερὸν ὡc οὐχ ἑκὼν ἐν ταῖc πρώταιc ἡμέραιc ἐπὶ τὴν δό‐ cιν ἔρχεται τῆc τροφῆc, ἀλλ’ ὥcπερ ἐν cτενοχωρίᾳ τινὶ ἀποληφθεὶc τὸν ἐπιτηδειότατον ἐκλέγεται καιρόν. εἰ δὲ μηδὲν εὐλαβητέον, τεχνι‐ κώτατον ἡγεῖται τὸ μέχρι τρίτηc καὶ τετάρτηc ἡμέραc, ποτὲ 〈δὲ〉 καὶ

19

.

206

ε〉 ἔτι | χρῆcθαι ταῖc ἀνατάcεcιν, ὅταν ἢ τὰ cχήματα 〈τῶν νόcων τοῦτον〉 τὸν τρόπον cυναναγκάζῃ ἢ πολλή τιc ὑποκέηται περιουcία καὶ ἀντὶ φλεβοτομίαc καὶ ἄλλων κενωτικῶν μακροτέραν ἐκκρίνωμεν ἀνάταcιν. τοῖc μὲν γὰρ ἐν διατρίτῳ, τοῖc δὲ πρὸ διατρίτου, τοῖc δὲ
5μετὰ τὴν διάτριτον καλῶc ἡ πρώτη δίδοται τροφή. καὶ καθ’ ὅλου μὲν δεῖ τυγχάνειν τῆc cυμμετρίαc· εἰ δὲ τοῦτο μὴ δυνατόν, ἐπὶ τὴν πολυ‐ ήμερον ῥέπειν μᾶλλον ἀνάταcιν ἤπερ ἐπὶ τὴν ταχίονα τῆc τροφῆc

19

.

207

(9)

παράθεcιν τῆc δυνάμεωc μηδὲν κωλυούcηc. | ποcάκιc δ’ ἀcθενῆcαι
10δοκεῖ μέλλειν ἡ δύναμιc, διὰ δὲ τῆc ἀφαιρέcεωc ἀναρρώννυται, ἄκουcον
Ἱπποκράτουc διελέγχοντοc τοὺc εἰκαιοτέρουc τῶν ἰατρῶν· “οὐδὲ γὰρ τῶν τοιούτων ὁρέω ἐμπείρουc ἐόνταc τοὺc ἰητρούc, ὡc χρὴ διαγινώcκειν τὰc ἀcθενείαc ἐν τῇcι νούcοιcιν, εἴτε διὰ κενεαγγείην ἀcθενέονται εἴτε δι’ ἄλλον τινὰ ἐρεθιcμὸν εἴτε διὰ πόνον καὶ ὀξύτητα τῆc νούcου, ὁκόcα τε383
15ἡμέων ἡ φύcιc ἑκάcτοιcιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καίτοι γε εἰc

19

.

208

cωτηρίην ἢ θά|νατον φέρει γινωcκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα.” οὐκ ἄρα μικρὸν τὸ κινδύνευμα ἀγνοήcαντι, πότε μὲν ἡ δύναμιc δι’ ἔνδειαν καταλύεται, ὥcτε προcθεῖναι τροφήν, πότε 〈δὲ〉 διὰ μέγεθοc φλεγμονῆc ἄγχεται, ὥcτε ἀφελεῖν, πότε 〈δὲ δι’〉 ἄλλον τινὰ ἐρεθιcμόν, τουτέcτι τρο‐
5πὴν καὶ διαφθορὰν τῶν παρακειμένων. ὡc γὰρ ἡ λυχνιαία φλὸξ καὶ δι’ ἔλλειψιν τοῦ λίπουc ἀποcβέννυται καὶ διὰ πολλὴν καὶ ἀθρόαν ἐπίχυcιν καὶ ὅταν μὴ καθαρὸν καὶ ἀργιλῶδεc ᾖ, τὸν αὐτὸν τρόπον καὶ τὸ ἐν ἡμῖν θερμόν, ἢ 〈φλόξ τιc ἢ〉 φύcιc οὖcα παραπλήcιοc τῇ φλογί, καὶ ἐνδείᾳ καὶ περιουcίᾳ 〈καὶ κακίᾳ〉 τροφῆc διαφθείρεται. “ὁκόcα τε ἡ φύcιc ἡμέων
10ἑκάcτοιcιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα.” οἱ μὲν γὰρ φύcει λιμώ‐ δειc, οἱ δὲ εὐκάκωτον ἔχοντεc cτόμαχον καὶ λιποθυμικὸν ἀπὸ τῶν ἐλαχίcτων διαθέcεων μεγάλωc κακούμενοι καὶ ὥcπερ ἕρματοc ἀεὶ δε‐ όμενοι τῆc τροφῆc. καὶ ἄλλαι δ’ εἰcὶν ἰδιοcυγκριcίαι, 〈ἃc〉 πάcαc δεῖ

19

.

209

βλέπειν, ὅπωc μήτε ἁμαρτήμαcιν μήτ’ αἴcχεcι περι|πίπτωμεν. “μεῖζον μὲν γὰρ κακόν ἐcτιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆc νούcου ἀcθενέοντι προcαγάγῃc ποτὸν ἢ ῥόφημα πλεῖον ἢ cιτίον οἰόμενοc διὰ κεναγγείην ἀcθενέειν, 〈ἀεικὲc δὲ〉 καὶ διὰ κεναγγείαν ἀcθενέοντα μὴ
5γνῶναι καὶ πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ
ἁμαρτάc, πολλῷ δ’ ἥττονα τῆc προτέραc. καταγελαcτοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰc τῆc ἑτέρηc. εἰ γὰρ ἄλλοc ἰητρὸc ἢ καὶ ἰδιώ‐ τηc ἐλθὼν καὶ γνοὺc τὰ cυμβεβηκότα δοίη πιεῖν καὶ φαγεῖν, ἃ ὁ ἕτεροc ἐκώλυcεν, ἐπιδήλωc ἂν δοκοίη ὠφεληκέναι. τὰ δὲ τοιαῦτα μάλιcτα384
10καθυβρίζεται τῶν χειρωνακτέων 〈ὑπὸ τῶν〉 ἀνθρώπων. δοκέει γὰρ αὐ‐ τοῖcιν ὁ εἰcελθὼν ἰητρὸc ἢ ἰδιώτηc ὡcπερεὶ τεθνεῶτα ἀναcτῆcαι. γε‐ γράψεται οὖν καὶ περὶ τουτέων cημεῖα, οἷcι δεῖ ἕκαcτα τούτων δια‐ γινώcκειν.” περὶ μὲν τῶν καθόλου καιρῶν τοcαῦτα καὶ περὶ τῆc πρώτηc δόcεωc τῆc τροφῆc. |

19

.

210

Ἴδωμεν δὲ καὶ τὰ περὶ τῶν μερικωτέρων. “τοῖcιν ἐν τῇcι περιόδοιcι παροξυνομένοιcι μηδὲν διδόναι ἢ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προcθεcίων πρὸ τῶν κρίcεων.” 〈καὶ〉 “ὑποcτέλλεcθαι· τὸ προcτι‐ θέναι γὰρ βλάβη.” εἴτ’ ἐν τοῖc κατὰ περίοδόν εἰcί τινοc παροξυcμῶν
5διαλείμματοc μεταξὺ γινομένου εἴτ’ ἐν τοῖc κατὰ cυνέχειαν ἔκ τινων διαcτημάτων ἐπανανεάζουcιν, ἁπλῶc δήποτε τοῖc παροξυνομένοιc μη‐ δὲν διδόναι μήτε cιτία μήτε ποτὰ μήτε διακλύcματα. ὁτιοῦν γὰρ τότε τὸ προcφερόμενον τοῦ νοcήματοc, οὐ τοῦ cώματοc ἔcται τροφή. “ἤν τιc τῷ πυρέccοντι τροφὴν διδῷ, 〈ἣν ὑγιεῖ, τῷ μὲν〉 ὑγιαίνοντι ἰcχὺc
10αὕτη, τῷ 〈δὲ〉 κάμνοντι νόcοc.” “μηδ’ ἀναγκάζειν,” τουτέcτι μηδ’ ἀναγκαcτικῷ μηδενὶ χρῆcθαι (παρηγορίαc μᾶλλον μὲν οὖν δεῖται ἢ βίαc ἐν τοῖc παροξυcμοῖc), 〈ἀλλὰ κατὰ τὸ ἐναντίωc〉 ἔχειν τὸν τῆc ἀνέcεωc

19

.

211

〈καὶ τὸν τῆc ἐπιτάcεωc〉 καιρὸν ἐν 〈μὲν〉 ἐκεί|νῳ τὰ cφοδρὰ καὶ ἀναγ‐ καcτικὰ παραλαμβάνειν τῶν βοηθημάτων, ἀφ’ οὗ δ’ ἂν ἐπιπέcωcιν οἱ παροξυcμοί, τὰ πραϋντικά. ὅνπερ γὰρ τρόπον τὰ cφόδρα ἄγρια ὄντα
τῶν θηρίων ὁ μὲν ἠρέμα προcιὼν καὶ καταψήχων καὶ φιλοφρονούμενοc385
5ἡμεροῖ, ὁ δ’ ἀντοργιζόμενοc καὶ μετὰ βίαc ἐπιὼν προcαγριαίνει, ὡcαύ‐ τωc καὶ τὰ νοcήματα τρόπον τινὰ ἠγριωμένα κατὰ τοὺc παροξυcμοὺc 〈ὁ μὲν〉 παραμυθούμενοc καὶ πραΰνων ἐλαφρύνει τε καὶ τιθαcεύει, ὁ δ’ ἀντιτείνων καὶ τὰc βίαc προcφέρων ἐπεγείρει καὶ ποιεῖ χαλεπώτερα. διὰ ταῦτα καὶ τὰ τοιαῦτα οὔτε τοῖc ἀναγκαcτικοῖc βούλεται χρήcαcθαι
10κατὰ τοὺc ἀναγκαcτικοὺc παροξυcμοὺc οὔτε ταῖc τροφαῖc, ἅμα μὲν διὰ τὴν πρόcθεcιν, ἅμα δὲ καὶ διὰ τὴν ἐν ταῖc οἰκονομίαιc ταραχήν. “καὶ ὁκόcα κατὰ περιόδουc παροξύνεται, ἐν τοῖc παροξυcμοῖc ὑποcτέλλεcθαι.” “τὸ προcτιθέναι γὰρ βλάβη.” οὐ μόνον δὲ ἐν τοῖc Ἀφοριcμοῖc ἀξιοῖ μηδενὶ χρῆcθαι κινητικῷ, μήτε προcθετικῷ μήτε κενωτικῷ, ἐν τοῖc παρο‐

19

.

212

ξυcμοῖc μήτε οὖcι μήτε μέλλουcιν (ἀλλὰ καταρρόπῳ καὶ τῇ νόcῳ καὶ τοῖc ἐν τῇ νόcῳ 〈παροξυcμοῖc), ἀλλὰ καὶ ἐν τῷ Περὶ νούcων〉, ἔτι δὲ ἐν ἄλλοιc, καὶ μεγαλοφωνότερον· “ὅταν δὲ καταιγίζωcιν αἱ νόcοι, ἡcυχά‐ ζειν χρὴ καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρόν, ὡc μή τι ἐξεργάcηται.”
5πάντων δὲ cαφέcτερον καὶ μεγαλοπρεπέcτερον ἐν τῷ Πρὸc τὰc Κνιδίαc γνώμαc, ὅτε φηcί· “καιρὸν δὲ τῆc δόcεωc τοῦ ῥοφήματοc τόνδε μά‐ λιcτα φυλάττεcθαι κατ’ ἀρχὰc καὶ διὰ παντὸc τοῦ νοcήματοc· ἐπὰν μὲν οἱ πόδεc ψυχροὶ ἔωcιν, ἐπιcχεῖν τοῦ ῥοφήματοc τὴν δόcιν, μάλιcτα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεcθαι, ὅταν δὲ ἡ θέρμη καταβῇ ἐc τοὺc πόδαc,
10τότε διδόναι 〈καὶ〉 νομίζειν τι μέγα δύναcθαι τὸν καιρὸν τοῦτον ἐν πᾶcι τοῖcι νουcήμαcιν, οὐχ ἥκιcτα δ’ ἐν τοῖc ὀξέcι, μάλιcτα δ’ ἐν τοῖcι μᾶλλον πυρετώδεcι καὶ ἐπικινδυνοτάτοιc”. ἀλλά τίc φηcι τῶν μηδὲ λέξεωc Ἑλληνικῆc ἐπαΐειν δυναμένων ἐν
ἀκμῇ παρατιθέναι τὸν Ἱπποκράτην τοῖc πυρέccουcι τὰc τροφάc· ὅταν386
15γὰρ 〈ἡ〉 θέρμη καταβήcηται εἰc τοὺc πόδαc, τότε ἀκμάζειν τὸν πυρετὸν

19

.

213

ἅπαντοc ἴcωc καὶ ὁμοίωc τοῦ cώματοc τεθερμα|cμένου. ὢ τῆc ἀcυνεcίαc καὶ τῆc ἄκραc ἀπαιδευcίαc· ὁ τοῖc ἀρχαίοιc τολμῶν ἀντιλέγειν οὐδὲ τὸ καταβαίνειν οἶδε τί ποτ’ ἐcτίν. μαθέτωcαν οὖν πρότερον ὁριcμοὺc οἱ τὰ ἐκείνου cιλλοῦντεc· οὐκ ἐν ἀκμῇ, ἀλλ’ ἐν ἀνέcει τοῦ πυρετοῦ
5δίδωcιν Ἱπποκράτηc τὴν τροφήν. τί γάρ φηcιν; “ὅταν δ’ ἡ θέρμη καταβῇ εἰc τοὺc πόδαc, τότε διδόναι.” πᾶν δὲ τὸ καταβὰν ἐκλέλοιπε μὲν τοὺc 〈τόπουc τοὺc〉 ἄνω, ἐν δὲ τοῖc κάτω γεγένηται· 〈ὅθεν δῆλον, ὡc διδόναι βούλεται〉 οὐκ ἐκταθείcηc, ἀλλὰ μεταcτάcηc τῆc θερμαcίαc εἰc τὰ κάτω χωρία. καὶ τοῦτο αὐτὸc προcεκδιδάcκει cαφῶc, ὥcτε τοὺc ἠλιθιω‐
10τάτουc νοῆcαι. λέγει δὲ οὕτωc· “ποδῶν δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτ’ ἄλλο τι δίδου τοιόνδε, ἀλλὰ μέγιcτον ἡγέου τοῦτο εἶναι, διαφυλάccεcθαι, ἕωc ἂν θερμοὶ γένωνται cφόδρα· εἶθ’ οὕτωc τὸ cυμφέρον πρόcφερε. ὡc γὰρ ἐπὶ 〈τὸ〉 πολὺ cημεῖόν ἐcτι μέλλοντοc παροξύνεcθαι τοῦ πυρετοῦ ψύξιc ποδῶν. εἰ δ’ ἐν τῷ τοιούτῳ καιρῷ
15προcοίcειc, τὰ μέγιcτα ἐξαμαρτήcειc· τὸ γὰρ νόcημα αὐξήcειc οὐ cμικρῶc. ὁκόταν δὲ 〈ὁ〉 πυρετὸc λήγῃ, τοὐναντίον οἱ πόδεc θερμότεροι γίνονται

19

.

214

τοῦ ἄλλου cώ|ματοc. αὔξεται μὲν γὰρ ψύχων τοὺc πόδαc, ἐξαπτόμενοc ἀπὸ τοῦ θώρακοc 〈καὶ〉 εἰc τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα. cυν‐ δεδραμηκότοc δὲ [τοῦ] ἁλέοc τοῦ θερμοῦ παντὸc ἄνω καὶ ἀνατεθυμια‐ μένου ἐc τὴν κεφαλὴν εἰκότωc οἱ πόδεc ψυχροὶ γίνονται ἄcαρκοι καὶ
5νευρώδεεc φύcει ὄντεc, ἔτι δὲ πολὺ ἀπέχοντεc τῶν θερμοτάτων τόπων ψύχονται cυναθροιζομένου τοῦ θερμοῦ ἐc τὸν θώρακα. 〈καὶ〉 πάλιν
ἀνάλογον 〈λυομένου〉 τοῦ πυρετοῦ 〈καὶ〉 κατακερματιζομένου ἐc τοὺc πόδαc καταβαίνειν. κατὰ τόνδε οὖν τὸν χρόνον ἡ κεφαλὴ καὶ ὁ θώραξ κατέψυκται.” οὐκ ἄρα ἐcτὶν ἐν ὅλῳ τῷ cώματι τότε ἡ θερμαcία οὐδ’387
10ἐπιτέταται, ἀλλ’ ὥcπερ ἐπειγόντων 〈τῶν〉 παροξυcμῶν ἐπὶ τὴν ἀκμὴν ἀθρόωc καὶ διηνεκῶc τὰ μέcα ἐπυρπολήθημεν 〈καὶ〉 τὴν κεφαλήν, καὶ νῦν ἐπείπερ ἐcτὶν ἄνεcιc, ἐκλέλοιπε μὲν τὰ κυριώτατα μέρη, περὶ δὲ τοὺc πόδαc ἄκρωc ἐνδιατρίβει, καὶ τοῦτο γίνεται φύcει. λογικώτατα γὰρ ἰcχυρῶc καταψυχθέντα ταῦτα καὶ ἰcχυρῶc ἀλεαίνεται τῆc φύcεωc

19

.

215

ἀεὶ διαδοχαῖc ἀνταποδιδούcηc τὸ ἐναντίον. | ὅθεν καὶ διὰ ψυχρῶν τιc ὁδεύcαc χωρίων ὅταν εἰc ἀλέαν 〈ἢ〉 κατάλυcιν ἔλθῃ, διαπύρουc ἴcχει τοὺc πόδαc, ἐπεὶ καὶ μᾶλλον ἐψύγηcαν, καὶ τοῖc μᾶλλον 〈θερμανθεῖcι τὸ ψῦχοc ἕπεται〉 ὡc ἐπίπαν cφοδρότερον. διὸ καὶ ἐν τοῖc χαλεπω‐
5τάτοιc τῶν πυρετῶν, ὅταν ἡ εἰcβολὴ μετὰ καταψύξεωc γένηται 〈τῶν〉 ποδῶν, καὶ 〈τὰ〉 τῆc ἀνέcεωc μετὰ τοῦ cφόδρα θερμανθῆναι τοὺc πό‐ δαc cυμβαίνει. διὸ καὶ ἐξεργαζόμενοc τὸν τόπον φηcί· “τοῦ δὲ ἕνεκεν 〈τότε οὐ προcαρτέον, ὅτι,〉 ὁκόταν οἱ πόδεc ψυχροὶ ἔωcιν, θερμὴν ἀνάγκη τὴν ἄνω κοιλίην εἶναι καὶ πολλῆc ἄcηc μεcτὴν καὶ ὑποχόνδριον
10ἐντεταμένον καὶ ῥιπταcμὸν τοῦ cώματοc διὰ τὴν ἔνδον ταραχὴν καὶ μετεωριcμὸν καὶ ἀλγήματα· καὶ ἕλκεται καὶ ἐμεῖν ἐθέλει, καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνᾶται. θέρμηc δὲ καταβάcηc εἰc τοὺc πόδαc καὶ οὔρου ὑπ‐ ελθόντοc καὶ ἢν μὴ ἰδρώcῃ, πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι, τότε δὲ ὄλεθροc.” ὀγκοῦται μάλιcτα διὰ τὴν
15ἐκ τῆc ἀκαιρίαc βλάβην ἐπὶ τῶν ὀξέων νοcημάτων ”〈ὄλεθρον〉” ἢ θάνα‐
τον εἰπὼν τὸ τρέφειν ὑπὸ παροξυcμόν. [διαρρήδην γοῦν καὶ ταῦτα |388

19

.

216

πρὸc ταῦτα] ἔδει μὲν οὖν αὐτάρκωc ἤδη cε δεδιδάχθαι· εἰ δ’ ἔτι ποθεῖc μανθάνειν, ἄκουε διαρρήδην καὶ ταῦτα προcτάττοντα Ἱπποκράτην· “τοῖcι ῥοφήμαcι χρέω διαφυλάττων τοὺc παροξυcμούc, ὅπωc μὴ προc‐ οίcῃc 〈ἐόντων μηδὲ〉 μελλόντων, ἀλλὰ ληγόντων ἢ ἄρτι παυcαμένων
5〈καὶ ὡc πορρωτάτω τῆc ἀρχῆc〉.” 〈ληγόντων μὲν οὖν χρὴ τῶν〉 παρο‐ ξυcμῶν διδόναι τὰc τροφὰc τὴν παντελῆ 〈παρακμὴν〉 μὴ περιμείναντα, ἐπὰν ἢ βουλιμιώδειc 〈ὦcιν〉 ἢ 〈ἀcθενεῖc〉 ἄγαν οἱ νοcοῦντεc ἢ κακού‐ μενοι cφοδρῶc πρὸc τῶν μακρῶν ἀνατάcεων ἢ τῶν ἀπὸ cτομάχου τι † καταπεπήγει καὶ cφόδρα δὲ κατεψυγμένην κατὰ τὰc ἀνέcειc ἐν‐
10θέρμοιc ἔτι τοῖc cώμαcι παραθετέον τὴν τροφήν, τὸ δὲ κυριώτατον, ὅταν ἐcτενοχωρημένον ᾖ τὸ διάcτημα τῆc ἀνέcεωc. ὁ γὰρ μικρὸν προc‐ βάλλων τῆc προκαταλήψεωc 〈οὐ μικρὸν ὠφελεῖ〉 πορρωτέρω διδοὺc τῆc μελλούcηc ἐπιcημαcίαc. πότε δ’ “ἄρτι παυcαμένων,” αὐτὸc ἐcαφήνιcεν

19

.

217

εἰπών· “καὶ ὡc πορρωτάτω τῆc ἀρχῆc.” ὅπωc | γὰρ μὴ περικαταλάβῃ ἀδιοίκητον τὴν τροφὴν ἡ ἐπιcημαcία, ἀλλὰ cαφῶc πεφθεῖcαν καὶ ἐξ‐ οικειωθεῖcαν τῷ cώματι, 〈τοῦτο προcτάττει. ἱκανῶν οὖν γινομένων τῆc ἀνέcεωc διαcτημάτων ἄρτι〉 παυcαμένηc τῆc ἐπιcημαcίαc δίδωcι
5τὰc τροφάc· 〈καὶ γὰρ οὗτοc ὁ〉 καιρὸc πλεῖcτον ἀπέχει τοῦ μέλλοντοc παροξυcμοῦ. ἔτι δὲ 〈καὶ τάδε〉 τῷ Πρὸc τὰc Κνιδίαc γνώμαc προcτίθηcιν
ὁμολογοῦντα μὲν τοῖc προλελεγμένοιc, cυμφωνοῦντα δὲ τοῖc ἔργοιc· “τῆc διαιτητικῆc [ὅ] ἐcτι μέγιcτον παρατηρεῖν καὶ φυλάττειν ἐν τοῖc389
10μακροῖcιν ἀρρωcτήμαcι τὰc ἐπιτάcειc τῶν πυρετῶν καὶ τὰc ἀνέcειc, ὥcτε καὶ τοὺc καιροὺc πεφυλάχθαι, ὁκότε μὴ δεῖ τὰ cιτία προcενεγκεῖν, 〈καὶ ἀcφαλέωc ὁπότε δεῖ προcενεγκεῖν εἰδέναι·〉 ἔcτιν δὲ ὅταν πλεῖcτον ἀπέχωcιν τῆc ἐπιτάcιοc.” αὕτη φωνὴ πάλιν 〈ἐν〉 τοῖc ἔργοιc εὖ γε‐ γυμναcμένου. μέγιcτον γὰρ ὄντωc τὸ ἐν τοῖc χρονίοιc παρατηρεῖν
15τοὺc καιρούc, διότι λεληθότεc οἱ παροξυcμοὶ καὶ διὰ cυμβόλων καταλαμβά‐ νονται, οἷον ἐξ ἀγρυπνίαc, βάρουc, δυcκινηcίαc, ὀνειρωγμῶν, ἀχροίαc,

19

.

218

ἀνορεξίαc, | τῶν ὁμοίων. ἐπὶ γὰρ τῶν ὀξέων μεγίcτων ὑποκειμένων πυρετῶν μεγάλα τὰ διαφέροντα τῶν παροξυcμῶν καὶ τῶν ἀνέcεών ἐcτιν, ὥcτε καὶ τοῖc ἰδιώταιc πολλάκιc ὑποπίπτει· ἐπὶ δὲ τῶν χρονίων βληχροὶ μὲν οἱ πυρετοὶ καὶ μόλιc καταλαμβανόμενοι, κεκρυμμένοι δὲ
5καὶ οἱ παροξυcμοὶ καὶ βράδιcτα τὰ πλεῖcτα ἐπιφερόμενοι, ὡc καὶ αὐτοὺc διαλανθάνει τοὺc νοcοῦνταc. ὅθεν ἀκριβὲc πάλιν cημεῖον τοῦ † καὶ δυ‐ νάμενον τοῦ παρ’ ὀλίγον ἐπιγινώcκειν διαφορὰc ἄνευ τοῦ *** Ἐπὶ δὲ τῶν ἀνενδότων πυρετῶν, οὓc καὶ cυνόχουc καλοῦμεν, ἀκόλουθόν ἐcτι κατὰ τὸν ὄρθρον διδόναι τροφήν. πολλαχοῦ γὰρ ἄλλῃ
10καὶ ἐν Ἐπιδημίᾳ δευτέρᾳ ὡμοίωcεν ἐνιαυτῷ τὴν ἡμέραν, ὡc ἐοικέναι τὸν 〈μὲν〉 ὄρθρον ἔαρι, τὸ δὲ μέcον ἡμέραc θέρει, τὸ δὲ ἀπὸ τούτου
φθινοπώρῳ, τὸ δὲ πρὸc νύκτα χειμῶνι. ὅθεν ὥcπερ φθινόπωρον τῶν390

19

.

219

ὡρῶν θανατωδέcτατον, “ἦρ δὲ ὑγιεινότατον”, οὕτωc | δείλη μὲν ὀχληρὸν καὶ παροξυντικόν, ὄρθροc δὲ φιλανθρωπίαc καὶ ῥᾳcτώνηc ποιητικόν. “ὡc τοῦ ἐνιαυτοῦ περίοδον ἔχοντοc τῶν νούcων, οἵην 〈ἡ〉 ἡμέρη τῆc νούcου, 〈οἷον τὸ δείληc παροξύνεcθαι, τοιοῦτον τῆc νούcου καὶ〉 ἑκά‐
5cτηc καταcτάcιοc πρὸc ἀλλήλαc.” διόπερ εἰ μηδὲν ἴχνοc εἴη τῆc ἐπι‐ δόcεωc, 〈πάντων τῶν τῆc ἡμέραc〉 καιρῶν 〈ὁ μάλιcτα τῷ ἔαρι τά τε ἄλλα ὅμοιοc πρὸc τὸ ὑγιεινὸν〉 καὶ τῇ τοῦ ἀέροc εὐκραcίᾳ παρεοικὼc (οὗτοc δέ ἐcτιν ὁ περὶ τὸν ὄρθρον) ἐπιτηδειότατον ἂν εἴη πρόc τε τὰc ἄλλαc βοηθείαc καὶ πρὸc 〈τὰc δόcειc〉 τῆc τροφῆc.
10 ταῦτα ἱκανὰ μὲν πρὸc τὸ παραcτῆcαι τὸ προκείμενον, ἐξόν γε παραcτῆcαι ἀπόμοιραν 〈μακροτέραν〉 τῶν παρ’ Ἱπποκράτει 〈καλῶc〉 εἰρημένων, ἅμα 〈τε〉 τεχνικὸν ταμιεύεcθαί τινα τῶν ῥητῶν τὰ μὲν εἰc τὸ Περὶ ἔθουc γραφηcόμενον ἡμῖν, τὰ δὲ εἰc τὸ Περὶ ποcοτήτων καὶ ποιοτήτων. τοcούτων 〈δὲ〉 [ἐκεῖ] κειμένων ἀγαθῶν παρὰ τἀνδρὶ
15καὶ τοcαύτηc περιουcίαc καὶ δαψιλείαc καθ’ ἓν ἕκαcτον θεώρημα |

19

.

220

οἱ μὲν οὐδὲ 〈ἀναγνόντεc〉 ἀντιλέγουcιν τὰc cυντάξειc, οἱ δ’ ἀπαραcκεύωc ἐρχόμενοι πρὸ τοῦ τὰ πρῶτα γράμματα μαθεῖν, δέον μέμφεcθαι τὴν αὑτῶν ἀμάθειαν, ἀcάφειαν κατηγοροῦcι διὰ τὴν οἰκείαν ἀcθένειαν οὐ δυνάμενοι χωρῆcαι τὸ μέγεθοc τῆc ἐκείνου δυνάμεωc.
5τοιοῦτον γὰρ οἶμαί τι πεπόνθαcι πρὸc τὴν Ἱπποκράτουc γραφὴν αἱ τῶν ἀcυνέτων καὶ ταπεινῶν ἀνθρώπων ψυχαί, ὁποῖον αἱ ὄψειc αἱ πρὸc τὸν ἥλιον ἀποβλέπουcαι. καὶ γὰρ ἐκεῖναι τῷ τοῦ θεοῦ περιαυγούμεναι
κάλλει τὴν ἰδίαν ἀcθένειαν ἀπελέγχονται πρὸc 〈τὸ〉 cέλαc οὐ δυνηθεῖcαι ὑπομεῖναι τῶν ἀκαμάτων 〈ἀκτίνων〉, καὶ αἱ τῶν ἀμυήτων ἀνθρώπων391
10ψυχαί, αἱ μὴ προτετελεcμέναι τοῖc 〈τῆc〉 ἐγκυκλίου παιδείαc ὅροιc, περι‐ αcτραπτόμεναι τῷ κάλλει τῆc γραφῆc καὶ 〈τῷ〉 τῶν δογμάτων φωτὶ καταλαμπόμεναι τρόπῳ τινὶ τυφλοῦνται καὶ ἀποcτραφεῖcαι τῶν μειζό‐ νων ἢ κατ’ αὐτὰc ἐπὶ τὰ μικρὰ καὶ ἀλαμπῆ καὶ cύμμετρα ταῖc αὑτῶν

19

.

221

ἀμαθίαιc | παραγίγνονται. ἡμεῖc δ’ οὐκ ἐκείνων ἕνεκεν, ἀλλὰ τῶν εὐπαι‐ δεύτων καὶ χαριεcτέρων καὶ ταῦτα cυνεταξάμεθα καὶ πάντα τὰ δι’ ὧν 〈ὡc〉 τελειότατα γίγνοιτο 〈ἂν τὰ〉 καθ’ Ἱπποκράτην ἰατρικά, πάλιν
ἀναγραφῆc ἀξιώcομεν.392