TLG 0530 036 :: Pseudo–GALENUS :: De venae sectione

Pseudo–GALENUS Med.
(p. A.D. 2)

De venae sectione

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 19. Leipzig: Knobloch, 1830 (repr. Hildesheim: Olms, 1965): 519–528.

Citation: Volume — page — (line)

19

.

519

(t)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΛΕΒΟΤΟΜΙΑΣ.
1 Ἐν πάσῃ ἡμέρᾳ καὶ νυκτὸς ὥρᾳ χρείας κατ‐ επειγούσης φλεβοτομήσεις σκοπὸν ἔχων ἐπὶ μὲν τῶν πυ‐ ρεττόντων τὴν παρακμὴν τοῦ παροξυσμοῦ, ἐπὶ δὲ τῶν εἴτε δι’ ὀφθαλμίαν ἢ δι’ ἄλλο τι τοιοῦτον χωρὶς πυρετοῦ δεο‐
5μένων φλεβοτομίας, τὸ μέγεθος σκόπει τῆς ὀδύνης ἢ τῆς φλεγμονῆς. ἐν ᾗ γὰρ ἂν ὥρᾳ θεάσῃ τὴν ὀδύνην πραϋνομέ‐ νην φλεβοτομήσεις. μηδενὸς τοιούτου κατεπείγοντος, ἄμει‐ νόν ἐστιν ἕωθεν φλεβοτομεῖν· οὐκ εὐθέως ἅμα τῷ τὸν ὕπνον ἐξαναστῆναι, ἀλλὰ προεγρηγορήσαντες χρόνῳ ὥρας μιᾶς.
10καὶ προλούειν δέ τινας ἄμεινον καὶ προπεριπατήσαντας
ἐνίους. ἐφ’ ὧν δὲ προφυλακῆς χάριν φλεβοτομοῦμεν, ἐγχω‐519

19

.

520

ρεῖ καὶ μετὰ τὸ πρᾶξαί τινα τῶν συνήθων ἔργων φλεβοτο‐ μεῖν. μέγεθος δὲ νοσήματος καὶ ῥώμη δυνάμεως οἱ πρῶτοι σκοποὶ τῆς φλεβοτομίας. ἐπισκέπτεσθαι οὖν χρὴ ἐφεξῆς ὁποία τις ἡ φυσικὴ κρᾶσίς ἐστι τοῦ ἀνθρώπου. καὶ τοὺς
5μὲν μελαίνας ἔχοντας φλέβας καὶ ἰσχνοὺς μετρίως καὶ μηδὲ λευκοὺς μηδὲ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις· τοὺς δ’ ἐναντίως φειδομένως· αἷμα μὲν ὀλίγον ἔχουσιν, εὐδιαφόρη‐ τόν τε τὴν σάρκα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτομήσεις, ἄχρι τεσσαρεσκαιδεκαετοῦς ἡλικίας ἐν
10δὲ ταῖς μεγίσταις φλεγμοναῖς καὶ ταῖς ἰσχυροτάταις ὀδύ‐ ναις, οὐδὲν οἶδα μεῖζον βοήθημα τοῦ ἄχρι λειποθυμίας ἐκκενῶσαι προσέχειν μέντοι καλῶς ἐν τῇ καθάρσει τοῦ σφυ‐ γμοῦ ἐφαπτόμενον αὐτὸν ἔτι ῥέοντος τοῦ αἵματος. ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν φλεβοτομουμένων· εἶθ’ ἃ πράττειν
15ὅπως μήποτε λάθῃς ἀντὶ λειποθυμίας θάνατον ἐργασάμενος, ἐὰν δὲ ὥρα ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον φύσει καὶ ἡ
τοῦ παιδὸς φύσις εὔαρμος, ἀφαιρήσεις αἷμα· καὶ μᾶλλον520

19

.

521

ὅπου οἱ κίνδυνοι ἐφεδρεύοιεν περιπνευμονίης ἢ συνάγχης ἢ πλευρίτιδος, ἤ τινος ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήματος φλεβοτομεῖν, ὡς εἴρηται, σφυγμοῦ παρόντος. πᾶν γὰρ τὸ πληγὲν μέρος οὐ προσέξεις τῷ ἀριθμῷ μόνῳ τῶν ἐτῶν,
5ἀλλὰ τῇ τοῦ σώματος ἕξει. χρὴ δὲ ἐπὶ τῶν ψυχρῶν ὡρῶν εὐλαβεῖσθαι κένωσιν δαψιλῆ, διὰ τὴν ἑπομένην κατάψυξιν. οὐχ οἷόν τε διὰ γραφῆς ἑκάστῳ τῶν ἀνθρώπων ἀφορίσαι κενώσεως μέτρον, οἶδα γὰρ ἐπ’ ἐνίων αὐτάρκως ἀφελὼν ἓξ λίτρας αἵματος, τὸν πυρετὸν αὐτίκα σβεσθῆναί τε καὶ μη‐
10δεμίαν ἀκολουθῆσαι τῆς δυνάμεως κένωσιν· ἐπ’ ἐνίων δὲ ἡμίσειαν ἄνευ τοῦ παραβλάψαι, ἐφ’ ὧν εἰ δύο τις ἐκένω‐ σεν, ἐσχάτως ἂν ἔβλαψε. καὶ τοῦτο οὖν οἶδα καὶ μίαν ἀφῄ‐ ρηκεν, ἐνίοτέ ἐστιν ὠφελῆσαι καὶ αὐτῆς ἔλαττον, ἀντισπά‐ σεως ἕνεκα. τὰς γὰρ κατ’ εὐθεῖαν τῶν πασχόντων φλέβας
15τέμνων, ἐν τάχει θεάσῃ σαφῆ τὴν ὠφέλειαν. εἰ δέ τις κατὰ τὸν παράμεσον δάκτυλον φλέβα διαιρῶν, ἔνιοι δὲ τὴν μεταξὺ τοῦ τε μέσου καὶ παραμέσου δακτύλου φλέβα καὶ
συγχωρήσαντες ῥεῖν τῷ αἵματι μέχρι περ ἂν αὐτομάτως521

19

.

522

στῇ, τὸν σπλῆνα ὠφελεῖσθαι, ὡς καὶ τὴν ἐν ἀγκῶνι φλέβα τέμνειν τὴν ἔνδον. ὠφελεῖ γὰρ ἱκανῶς σπλῆνα κακοπρα‐ γοῦντα κένωσις αἵματος, ἐξ ἀριστερᾶς χειρός· καὶ μέντοι κἀπὶ τῶν πλευριτικῶν ἡ κατ’ εὐθὺ τοῦ πάσχοντος φλεβο‐
5τομία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλά‐ κις· ἡ δὲ ἐκ τῆς ἀντικειμένης χειρὸς ἢ πάντως ἀμυδρὰν ἢ μεταχρόνιον. ὀδύνας δὲ ἰσχυροτάτας ὀφθαλμῶν, εἴτε ὠμιαία καλουμένη φλὲψ ἢ ἡ ἀπ’ αὐτῆς ἀποσχιζομένη κατ’ ἀγκῶνα τμηθεῖσα. ἐπὶ δὲ πλευρᾶς πεπονθυίας ἢ πνεύμονος ἢ δια‐
10φράγματος ἢ σπληνὸς ἢ ἥπατός τε καὶ γαστρὸς τὴν διὰ μασχάλης ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένην. τέμνειν μὲν δεῖ μάλιστα ἀποσχιζομένην εἰς τὴν καμπὴν τῆς διαρθρώσεως, ἣν ἴστε δήπου τῆς ὠμιαίας φλεβὸς ἀποσχι‐ ζομένης συναπιοῦσαν. τρεῖς γὰρ οὗτοι τρόποι τῆς κατ’
15ἀγκῶνα φλεβοτομίας εἰσὶν, ἥ τε ἔξω καὶ ἡ ἔσω καὶ ἡ μέση· ἡ μὲν οὖν ἔνδον ἐπὶ τῶν κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος, ἡ δ’ ἐκτὸς ἢ κατὰ τὸ πρόσωπον ἢ κατὰ τὴν κε‐
φαλήν· ὁ δὲ μέσος τόπος ἐνίοτε μὲν ἀμφοτέρας ἔχει τὰς522

19

.

523

ἀποσχιζομένας φλέβας κατὰ τὸ πρόσω τῆς χειρὸς ἐκτεινο‐ μένας, εἶτα ἐνταῦθα συναπτομένας. ἐνίοτε δὲ διὰ τάχεος εἰς αὐτὰς ἀλλήλαις οὔσας ἐπὶ τὴν καμπὴν τῆς διαρθρώ‐ σεως. ὅταν οὖν ἀφανεστέρας οὔσης τῆς οἰκείας τῷ πά‐
5σχοντι μορίῳ φλεβὸς, ἐπί τινα τῶν μέσων ἥκειν νίκην πυ‐ ρῶν τὴν ἀποσχιζομένην τῆς οἰκείας τέμνειν μᾶλλον. ἔστι δ’ ὅτε καὶ τῆς κατωτέρω τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, αἱ κατὰ τὸν πῆχύν εἰσιν, ἃς διαιρεῖν οὐδὲν κωλύει μὴ φαι‐ νομένων τῶν κατ’ ἀγκῶνα. ὥσπερ δὲ τὰ εἰρημένα πάντα
10μόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτομίαις ὠφελεῖται, οὕτω καὶ κατωτέρω τούτων ἐστὶν ὅσαι ταῖς ἐπιγύναις τε καὶ σφυρά. ἔστι δὲ τῶν εἰρημένων τά τε κατ’ ἰσχίον καὶ κύστιν καὶ μήτραν καὶ νεφροὺς ἐπαμφοτερίζεται. διὸ καὶ ταῖς ἀπ’ ἀγκῶνος ἐνίοτε φλεβοτομίαις ὑπακούουσιν, ὅταν ἡ φλεγμονὴ
15πρόσφατος ᾖ καὶ πλῆθος αἵματος. ἢν δὲ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦμεν νεφρῖτιν, τὴν κατ’ ἰγνὺν χρὴ τέμνειν καὶ τὰς κατὰ τὰ σφυρὰ φλέβας. αἱ δὲ ἐν ταῖς μήτραις
φλεγμοναὶ τῶν ἐν ταῖς σκέλεσι φλεβῶν τεμνομένων, ὄφελος523

19

.

524

οὐ μικρόν. ταῖς γὰρ ἀπ’ ἀγκώνων κενώσεσι καὶ ἄλλο τι πρόσεστι μοχθηρὸν καὶ φυλακτέον ψῦχος καὶ τροφὴν σύμ‐ μετρον διδόναι ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας. λοιμοῦ δέ ποτε κατασχόντος ἰσχυροῦ τὴν Ἀσίαν, ὑφ’ οὗ πολλοὶ διε‐
5φθάρησαν, ὅθεν κᾀγὼ τῇ νόσῳ κατὰ τὴν δευτέραν ἡμέραν, ἀνέσεως μὴ γενομένης κατακνήσας τὸ σκέλος διὰ δυοῖν λι‐ τρῶν κένωσιν ἔασα γενέσθαι καὶ διὰ τοῦτο τὸν κίνδυνον ἀπέφυγον. πολλοὶ δ’ ἄλλοι χρησάμενοι τῷ βοηθήματι διε‐ σώθησαν καὶ μάλιστα οἳ δαψιλῶς τὸ αἷμα ἐκκένουν. ἔτι
10δὲ κεφαλαλγίας συμμέτρους ἀναιρεῖ καὶ παρισθμίων φλε‐ γμονάς. τὰ δὲ χρονιώτερα τῶν τοιούτων συμπτωμάτων ταῖς τομαῖς καὶ ἐγχαράξεσι διαλυόμενα. καὶ δὴ καὶ τοὺς ἐκ νόσων δυσχερῶς εἰς τὴν κατὰ φύσιν ἕξιν ἑαυτοὺς ἀφικνου‐ μένους, οὐδὲν οὕτως ἐπὶ τὴν προσήκουσαν εὐστροφίαν ἄγει,
15ὡς ἡ δι’ ἐγχαράξεις ἀποκένωσις τοῦ αἵματος. ἐν τῷ με‐ ταξὺ δὲ τοῦ λιχάνου καὶ μεγάλου δακτύλου τμηθεῖσα φλὲψ καὶ ῥεύσας μέχρις ἂν αὐτομάτως παύσηται, χρόνιον ἄλγη‐
μα καὶ μᾶλλον εἰ κατ’ ἐκεῖνο τὸ μέρος ἔρειδον ἰάσαιτο.524

19

.

525

τῶν δὲ καθαιρομένων καὶ πλείω τοῦ μέτρου κενούντων καὶ ψυχόντων καὶ ἐκλυομένων καὶ σπωμένων καταπαύειν τὴν κάθαρσιν χρὴ καὶ ὕδωρ χλιαρὸν διδόντες, ἐμεῖν προτρέπο‐ μεν· ἄμεινον δὲ χρῖσαι θερμῷ ἐλαίῳ χεῖρας καὶ πόδας·
5ἵστησι δὲ οὐδενὸς ἧττον καὶ ὕπνου καὶ λουτροῦ. τῶν δὲ μὴ ἱκανῶς καθαρθέντων αἱ ἀλουσίαι συμφερώτεραι, ἐπικα‐ θαίρονται γὰρ νύκτωρ· ἐνδεέστερον δὲ τούτους χρὴ διαιτᾶν· τῶν δὲ ἀσφαλῶς καθαρθέντων, ὠά τε καὶ χόνδρον καὶ ῥο‐ φήματα καὶ οἶνον γλυκὺν, ὡς παρακινεῖν τὸ ἔντερον ἐν τῇ
10καθάρσει διὰ ξεσμόν· ἁρμόξει δὲ καὶ τῇ ὑστεραίᾳ γάλα πί‐ νειν μετὰ νάματος θυγατέρων ταύρων ἢ γλυκέος, οὕτω γὰρ τὰς ἐπιῤῥεούσας συντήξεις κατακλύζων ἀποδείξῃ παντελῶς τὴν κάθαρσιν.
ΠΑΥΛΟΥ.
15 Περὶ τῆς ἐν τῇ φλεβοτομίᾳ ἐπισκέψεως. Ἐπισκέπτεσθαι δὲ χρὴ τὸν μέλλοντα φλεβοτομεῖν, μὴ
κόπρου πολύ τις ἐπίσχεσις ἐν τοῖς ἐντέροις ἐστί. κενοῦ‐525

19

.

526

μεν αὐτὴν διὰ μαλακοῦ κλύσματος, ἵνα μὴ αἱ φλέβες ἀπὸ τῶν ἐντέρων ἕλξωσί τινα σηπεδονώδη τῶν περιττωμάτων οὐσίαν. τοὺς μὲν οὖν διὰ νούσου παρούσης χρῄζοντας τῆς αἵματος ἀφαιρέσεως ἐν ἅπαντι καιρῷ φλεβοτομήσομεν, τὴν
5ἀκμὴν καὶ μόνην ἐν πυρετοῖς, τὸν μερικὸν φυλαττόμενοι παροξυσμόν. εἰ δὲ συνεχὴς πυρετὸς εἴη, πάντως ἑωθινὸς καιρός ἐστιν ἐπιτηδειότερος, ὅσοι δὲ μὴ νόσου παρούσης, ἀλλὰ προφυλακῆς ἕνεκα τὴν τοῦ αἵματος ἐπιζητοῦσι κένω‐ σιν, τούτοις τὸ ἔαρ ἐπιτήδειον. ἐν δὲ ταῖς ἡλικίαις ἄχρι
10τεσσαρεσκαίδεκα ἐτῶν ἡ κένωσις παραιτητέα. ὥσπερ αὖ καὶ μετὰ τῶν ἑξήκοντα ἐνιαυτῶν, εἰ μή τις ἀπαραίτητος ἀνάγκη ἡμᾶς βιάζοιτο καὶ καθόλου τοὺς ἀσθενεστέρως ἔχον‐ τας, τὴν δύναμιν παραφυλακτέον καὶ τὰς ὑπὸ τῇ γλώσσῃ δὲ φλέβας, ὡς ἐπὶ συναγχικοῦ πάθους, ἐγκαρσίως ἐκτέ‐
15μνομεν φυλαττόμενοι τὴν σφίγξιν. τινὲς δὲ καὶ τὰς ἐν τοῖς μεγάλοις κανθοῖς διαφανεῖς φλέβας, ὡς ἐπὶ τῶν ἐν τῇ κε‐ φαλῇ ἢ τοῖς ὀφθαλμοῖς χρονίων νοσημάτων ὁμοιοτρόπως
διαιροῦσιν. ἐν δὲ τῷ ποδὶ καθάπερ ἐπὶ ἰσχιαδικῶν ἢ κατὰ526

19

.

527

τὴν ὑστέραν τῇ ἀνωτέρω τοῦ ἔνδοθεν ἀστραγάλου τέμνουσιν ἐς ὠφέλειαν.
ΕΞ ΙΠΠΟΚΡΑΤΟΥΣ. Τὰ δὲ ὀξέα πάθη φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται
5τὸ νόσημα καὶ οἱ ἄγοντες τὴν ἀκμάζουσαν ἡλικίαν καὶ ῥώ‐ μη παρῇ αὐτέοισιν. ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεκτῷ ἀνα‐ κάθαιρε εἴτ’ ἄλλο τι τῶν πλευριτικῶν. ἢν δὲ ἀσθενέστεροι φαίνωνται, ἢν καὶ πλέον τοῦ αἵματος ἀφέλοις κλυσμῷ κατὰ τὴν κοιλίαν χρέεσθαι διὰ τρίτης ἡμέρας, ἕως ἐν ἀσφαλείῃ
10γένηται ὁ νοσέων καὶ λιμοῦ χρῄζοι. φλεβοτομέειν οὖν τὸν βραχίονα χρὴ τὸν δεξιὸν τὴν ἔσω φλέβα· καὶ ἀφαιρέειν τοῦ αἵματος κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενος τὸ πλέον καὶ τὸ ἔλασσον. ξυμπίπτει δὲ τοῖσι πλείστοισιν αὐτῶν τοιάδε. ἐρυθήματα προσώπου καὶ ὀμμάτων στάσιες
15καὶ διαστάσιες χειρῶν, πρισμοὶ ὀδόντων, σφυγμοὶ, σιαγόνων
συναγωγὴ καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες527

19

.

528

ἀνὰ τὰς φλέβας. φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώ‐ ρων ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμά‐
των, εὐβοηθητότερον γάρ ἐστι.528