TLG 0530 035 :: Pseudo–GALENUS :: De urinis ex Hippocrate, Galeno et aliis quibusdam

Pseudo–GALENUS Med.
(p. A.D. 2)

De urinis ex Hippocrate, Galeno et aliis quibusdam

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 19. Leipzig: Knobloch, 1830 (repr. Hildesheim: Olms, 1965): 609–628.

Citation: Volume — page — (line)

19

.

609

(t1)

ΠΕΡΙ ΟΥΡΩΝ ΕΚ ΤΩΝ ΙΠΠΟΚΡΑ‐
t2ΤΟΥΣ ΚΑΙ ΓΑΛΗΝΟΥ ΚΑΙ
t3ΑΛΛΩΝ ΤΙΝΩΝ.
1 Οὖρον δὲ ἄριστόν ἐστιν, ὅταν λευ‐ κή τε ἡ ὑπόστασις εἴη καὶ λείη καὶ ὁμαλὴ περὶ πάντα τὸν χρόνον ἔστ’ ἂν κριθῇ ἡ νοῦσος. σημαίνει γὰρ τὴν ἀσφά‐ λειάν τε καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. ἢν δὲ καὶ
5διαλείπει καὶ ποτὲ μὲν καθαρὸν οὐρεῖ, ποτὲ δ’ ὑφίσταται τὸ λευκόν τε καὶ λεῖον, καὶ χρονιωτέρα γίνεται ἡ νοῦσος
καὶ ἧττον ἀσφαλής. εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ609

19

.

610

ἡ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου, σώτερον δὲ κάρτα. κριμνώδεις δὲ ἐν τοῖς οὔροις αἱ ὑποστάσεις πονηραί. τούτων δὲ ἔτι κακίους καὶ πεταλώδεις· λεπταὶ δὲ καὶ λευκαὶ κάρτα φαῦλαι· τού‐
5των δ’ ἔτι κακίους αἱ πιτυρώδεις. νεφέλαι δὲ ἐναιωρούμε‐ ναι καὶ ἐμφερόμεναι τοῖς οὔροις λευκαὶ μὲν ἀγαθαὶ, μέλαι‐ ναι δὲ φαῦλαι. ἢν δὲ λεπτὸν οὖρον εἴη καὶ πυῤῥὸν ἄπεπ‐ τον εἶναι δηλοῖ τὸ νόσημα καὶ πολυχρόνιον. τὸ δὲ οὖρον τοιοῦτον ὂν ἀκινδύνως μὲν οὐ δυνήσεται ὁ ἄνθρωπος διαρ‐
10κέσαι ἔστ’ ἂν πεπανθῇ τὸ οὖρον, θανατωδέστερα δὲ τῶν οὔρων τά τε δυσώδη καὶ ὑδατώδη καὶ μέλανα καὶ παχέα. τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα· τοῖσι δ’ αὖ παιδίοισι τὰ ὑδατώδεα. ὁκόσοισι δὲ τὰ οὖρα λεπτά τε καὶ ὠμὰ πολυχρόνια ἂν καὶ τὰ ἄλλα ση‐
15μεῖα ὡς περιεσόμενα εἴη, τουτέους ἂν ὑπόστασιν δεῖ προσ‐ δέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία καὶ τὰς λιπαρότη‐ τας δὲ τὰς ἄνω ὑφισταμένας ἀραχνοειδεῖς μέμφεσθαι χρὴ, συντήξεως γὰρ σημεῖόν ἐστι. σκοπεῖν δὲ δεῖ τῶν οὔρων ἐν
οἷς εἰσιν αἱ νεφέλαι ἄν τε κάτω ὦσιν ἄν τε ἄνω, καὶ τὰ610

19

.

611

χρώματα ὁκοῖα ἔχωσι καὶ τὰς μὲν κάτω φερομένας σὺν τοῖς χρώμασιν οἷς εἰρήκαμεν ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαι‐ νέειν· τὰς δὲ ἄνω ξὺν τοῖσι χρώμασιν οἷσιν εἴρη‐ ται· κακὰς εἶναι καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω δέ σε
5αὐτὴ ἡ κύστις νόσημα ἔχουσα τῶν οὔρων τι ἀποδιδῶ τού‐ των· οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ’ αὐτῆς καθ’ ἑαυτήν. ὁκόσοισιν οὖρα παχέα, θρομβώδη, ὀλίγα, οὐκ ἀπυρετοῖσι πλῆθος ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, μάλι‐ στα δὲ τοσαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπό‐
10στασιν ἴσχει. οἷσι δὲ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται. οἷσιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπὶ νεφέλῃ ἴσχει τὸ οὖρον τῇ τετάρτῃ ἐρυθρὸν ὂν καὶ τὰ ἄλλα κατὰ λόγον. ὁκόσοισιν οὖρα διαφανέα, λευκὰ, πονηρὰ, μάλιστα δὲ ἐν τοῖσι φρενι‐
15τικοῖς ἐπιφαίνεται. οἷσιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι ῥύε‐ ται τῆς ἀποστάσεως οὖρον παχὺ καὶ πολὺ καὶ λευκὸν γιγνό‐ μενον οἷον ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρ‐
χεται ἐνίοισι γίγνεσθαι. ἢν δὲ καὶ ἐκ ῥινῶν αἱμοῤῥαγήσῃ,611

19

.

612

καὶ πάνυ ταχέως λύεται. ὁκόσοισιν ἢ αἷμα ἢ πῦον οὐρῇ τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει. ὁκόσοισιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα ὀσφύος ἀλγήματος ἐπιγενομένου, τουτέοισι κοιλίαι καθυγραίνονται ἢ μὴ φῦσαι
5καταῤῥαγῶσιν ἢ οὔρου πλῆθος ὑπέλθῃ· ἐπὶ πυρετοῖς δὲ ταῦτα. οἷσιν ἐν τῷ οὔρῳ παχὺ ἐόντι σαρκία σμικρὰ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνε‐ ται. ὁκόσοισι δὲ ἐν τῷ οὔρῳ παχὺ ἐόντι πιτυρώδεα συν‐ εξουρεῖται, τούτων ἡ κύστις ψωριᾷ. ὁκόσοισι ἀπὸ ταὐτο‐
10μάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν σημαίνει φλεβίου ῥῆξιν. οἷσιν ἐν τοῖς οὔροις ψαμμώδεα ὑφίσταται, τούτοις ἡ κύστις λιθιᾷ. ἢν δὲ ψαμμῶδες αἷμα οὐρέει καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ πρὸς τὸ ἐπιγάστριον καὶ τὸν κτένα καὶ τὸ περιναῖον τὰ περὶ
15τὴν κύστιν πονέει. ἢν δὲ αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπί‐ δας καὶ ὀδμὴ βαρείη τῆς κύστεως ἕλκωσιν σημαίνει. οὔ‐ ρησις νύκτωρ πολλὴ γιγνομένη σμικρὴν τὴν διαχώρησιν
σημαίνει. ὁκόσοισι πυρέσσουσιν ἐν τοῖς οὔροισι κριμνώ‐612

19

.

613

δεες ὑποστάσεις γίνονται μακρὴν τὴν ἀῤῥωστίην σημαίνου‐ σιν. ὁκόσοισι δὲ χολώδεις αἱ ὑποστάσιες, ἄνωθεν δὲ λε‐ πταὶ, ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν. ὁκόσοισι διεστη‐ κότα τὰ οὖρα γίγνονται, τουτέοισι ταραχὴ ἐν τῷ σώματι
5ἰσχυρή ἐστιν. ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες νεφριτικὴν σημαίνει καὶ μακρὰν τὴν ἀῤῥωστίην ἔσεσθαι. ὁκόσοισι δὲ λιπαρὴ ἡ ὑπόστασις καὶ ἀθρόη, τού‐ τοισι νεφριτικὰ ὀξέα σημαίνει. ὁκόσοισι δὲ τῶν πυρετῶν δεῖνοί τε ἀπ’ ἀρχῆς εἰσι καὶ σφυγμοὶ κεφαλῆς καὶ οὖρον
10λεπτὸν, τουτέοισι δεῖ προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαι μηδ’ ἂν οὐ δεῖ παραφρονήσειν ὅταν ἡ κεφαλὴ περιφέρεσθαι φαντάζη‐ ται. ὁκόσοισι δὲ νεφριτικοῖς ἐοῦσι προειρημένα συμβαίνει σημεῖα πόνοι τε περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται·
15εἰ μὲν οὖν περὶ τοὺς ἔξω τόπους γίγνονται καὶ τὰ ἀποστή‐ ματα προσδέχου ἔξω ἐσόμενα· ἢν δὲ μᾶλλον οἱ πόνοι περὶ τοὺς ἔσω τόπους γίγνονται καὶ τὰ ἀποστήματα προσδέχου
εἴσω. ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ613

19

.

614

καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ περιναῖον καὶ τὸ ὑπογάστριον καὶ τὸν κτένα τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει. οἷσιν ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα ἢ καὶ παχέα, τοὺς τοιούτους δεῖ ὑποκαθαίρειν ἢ καὶ τἄλλα ξυμφέρει. ὁκόσοις δὲ ἐν ἀρ‐
5χῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους· ἀλλ’ ἢν δοκεῖ κλύσε τούτους, ξυμφέρει οὕτω θεραπεύεσθαι. τεκμαί‐ ρεσθαι δεῖ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι ἐν τοῖσι πυρε‐ τοῖσι. ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα, ἦν βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα. σωτηρίην μὲν
10γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. ταῦτα δὲ τοῦ Ἱπ‐ ποκράτους οὕτως ἐξηγεῖται ὁ Γαληνός. σαφῶς δὲ νῦν τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν· οὐ τοῖς κατὰ φύσιν, τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα. πρὸς γὰρ τῶν λεπτῶν μόνων γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα·
15τὸ γὰρ ἀκριβῶς λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν. ἢν δὲ μεταβολὰς ἔχει, χρόνον τε σημαίνει καὶ ἀνάγκη τῷ νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελ‐
τίω τὴν ἀνωμαλίαν· ἐπὶ τῶν πυρεκτικῶν μάλιστα νοσημά‐614

19

.

615

των εἶπέν που ὁ Ἱπποκράτης, ἡ ἐκ τῶν οὔρων σημείωσις χρησιμωτάτη καθέστηκε. Ἐπειδὴ δὲ πᾶν τὸ παρὰ φύσιν ἀπὸ τοῦ κατὰ φύσιν εὑρίσκεται ἀπὸ τῶν κατὰ φύσιν ἀρξώμεθα.
5οὖρον μὲν οὖν ἄριστον ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ διακει‐ μένων ἀνθρώπων ὑπόπυῤῥόν τε ἢ ὑπόξανθον καὶ τῷ πάχει σύμμετρον κείμενον, τοιοῦτον τῇ χροιᾷ οἷον ἀπουρηθῇ, λείαν δὲ καὶ λευκὴν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον παρὰ πάντα τὸν χρόνον, πλὴν δὲ κατὰ λόγον τοῦ πινομένου. ἐπὶ δὲ τῶν
10γυναικῶν τὸ κατὰ φύσιν οὖρον τῇ χροιᾷ λευκότερον τοῦ ἀνδρὸς εἶναι χρὴ καὶ ὑπόστασιν ἔχον πλείονα. τῶν δὲ παιδίων ἱκανῶς ἔχειν παχεῖαν αὐτοῦ ὑπόστασιν χρὴ διὰ τὴν τῶν παίδων ἀδηφαγίαν καὶ ἄτακτόν τε καὶ ἄκαιρον κίνησιν. λείαν δὲ ὑπόστασιν Ἱπποκράτης καλεῖ καὶ τὸ
15συνεχὲς καὶ ἀδιάσπαστον δηλῶσαι βουλόμενος. τὸ γὰρ λεῖον ἀντίκειται τῷ τραχύνοντι. ὁμαλὴν δὲ, ἵνα δι’ ὅλου ἀεὶ ὅμοιον οὐρῆται καὶ μεταπεπεμμένον καὶ μὴ τὸ ἑξῆς ἄπε‐
πτον μήτε τὴν ὑπόστασιν ἢ τὸ χῦμα ὅλον ἔχει ἀνώμαλον.615

19

.

616

ζητῶμεν οὖν ἐπὶ τοῦ κατὰ φύσιν οὔρου χρῶμα καὶ σύστα‐ σιν τοῦ χύματος καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύματι οἷον νεφέλην· ὑπὸ νεφέλης ἐναιώρημα καὶ τὴν ἐν τῷ πυθμένι ὑπόστασιν. εὔδηλον γὰρ ὅτι κατὰ τούτων τρεπόμενον τὸ
5οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶν ἐνδείκνυται. Ἄριστον μὲν οὖν ἐστιν οὖρον ἐπὶ τῶν νο‐ σούντων τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον ὕπωχρον ἢ ὑπό‐ ξανθον καὶ λευκὸν καὶ λείαν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον· ὑποδεέστερον δὲ τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ
10ὁμαλόν. ἔστι δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην ἔχον ἢ ὑπονέφελον. ἐφ’ ὧν γὰρ πνεῦμά ἐστιν ἐν τῷ βάθει παχὺ καὶ ἄπεπτον, ἢν μὲν ὀλίγον εἴη, συνεχώρησε τὴν ὕλην λοιπὸν ἐπὶ τὸν πυθμένα φέρεσθαι τοῦ ἀγγείου· διαμερίζον δὲ αὐτὴν οὐ συγχωρεῖ ἑνοῦσθαι. εἰ δέ τι πλεονάσῃ τὸ
15ἄπεπτον ἐν τῷ βάθει πνεῦμα ἐωρίζει τὴν ὑπόστασιν κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ καλούμενον ἐναιώρημα. εἰ δὲ ἔτι καὶ μᾶλλον εἴη πλεῖον τὸ ἄπεπτον πνεῦμα, πρὸς
τὴν ἄνω ἐπιφάνειαν τοῦ χύματος φέρει τὴν ὑπόστασιν τὴν616

19

.

617

καλουμένην νεφέλην ἢ ὑπονεφέλην. ἐφ’ ὅσον οὖν ἰσχείη τὸ πνεῦμα μερίζειν καὶ μετεωρίζειν τὴν ὑπόστασιν, ἐπὶ τοσοῦ‐ τον ἀπεπτότερον νόμιζε εἶναι τὸ οὖρον. ἢν δὲ μήθ’ ὑπό‐ στασιν μήτε ἐναιώρημα μήτε ὑπονεφέλην μήτε νεφέλην ἴσχει
5τὸ οὖρον εἰδέναι χρὴ ὅτι ὑπὸ τῶν νοσοποιῶν χυμῶν ἔπε‐ ψεν ἡ φύσις. εἰ δὲ ποτὲ μὲν ἔχει ὑπόστασιν ἢ ἐναιώρημα ἢ ὑπονεφέλην ἢ νεφέλην, ποτὲ δὲ οὒ, μάχην δηλοῖ τῆς φύ‐ σεως πρὸς τὸ νόσημα. ἐπὶ μὲν γὰρ τῶν ἀκριβῶν τριταίων καὶ ἐφημερίνων νεφέλη μόνον ἢ ἐναιώρημα πολλάκις
10ἤρκεσε πρὸς λύσιν τοῦ νοσήματος, ἐνίοτε δὲ καὶ τὸ εὔ‐ χρουν γενέσθαι τὸ οὖρον μόνον. πολλάκις δὲ τὸ λευκὸν χρῶμα τοῦ παραφερομένου ἐν τῷ χύματι ἀπατᾷ τοὺς ἰδιώ‐ τας, ὡς ὑπόστασιν χρηστὴν νομίζεσθαι μὴ οὖσαν χρηστήν· συμβαίνει γὰρ ὠμὸν χυμὸν καὶ λευκὸν συνεκκρινόμενον τῷ
15οὔρῳ ὑφίστασθαι καὶ φαντασίαν ὑποστάσεως χρηστῆς παρέχειν· ἐνίοτε δὲ ἥπατος ἢ νεφρῶν πεπονθότων πύον ἐκκρίνεται σὺν τῷ οὔρῳ καὶ ὑφιστάμενον ἀπατᾷ καὶ τὸν
τεχνίτην· ἀλλὰ πρότερον διορίζεσθαι χρὴ τῷ προπεπονηκέ‐617

19

.

618

ναι τὸν ἄνθρωπον ἢ νευρὸν ἢ ἧπαρ ἢ ἕτερόν τι μόριον τῶν εἰωθότων διὰ τῶν οὔρων καθαίρεσθαι. ἔπειτα δὲ καὶ δυσῶδες εὑρίσκεται τὸ μετέχον πύου· ὁ δὲ ὠμὸς χυμὸς διορίζεται διὰ τῶν χρηστῶν ὑποστάσεων τῇ ἀνωμάλῳ συ‐
5στάσει τοῦ παρυφισταμένου. οὐ γὰρ συνεχὲς ἑαυτῷ μένει ἀλλὰ διαμερίζεται εἰς μικρὰ οἷον ψαμμία καὶ οὐδ’ ὅλως λεῖόν ἐστι καθὼς ἡ ἀληθὴς ὑπόστασις. καὶ ἐπὶ μὲν οὖν τῶν χρηστῶν οὔρων πρῶτον μὲν ἐπιφαίνεται νεφέλη, ἔπει‐ τα ὑποκαταβαίνουσα ποιεῖ τὸ ἐναιώρημα. ἐπὶ τέλος δὲ
10ὑφιζάνουσα ἐν τῷ πυθμένι τοῦ ἀγγείου ποιεῖ τὴν ὑπόστα‐ σιν, δηλονότι ὅταν τελείως πεφθῇ· ἐπὶ δὲ τῶν ὠμῶν χυ‐ μῶν εὐθὺς ἐξ ἀρχῆς εἰς τὸν πυθμένα τοῦ ἀγγείου ὑποχωρεῖ πλῆθος πολὺ μετὰ τοῦ εἶναι κακόχρουν καὶ τὸ χῦμα ὅλον. ἔπειτα δὲ κατὰ βραχὺ πεττόμενον καὶ λεπτυνόμενον αἰω‐
15ρεῖται κατὰ τὸ μέσον τοῦ χύματος καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δὲ ἐπὶ πλέον λεπτυνθῇ καὶ πεφθῇ, ὑφίσταται ἐπὶ τὸ χῦμα καὶ ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ δηλονότι τοὺς ἰδιώ‐ τας, ὡς ὑπολαμβάνειν ἐπὶ τὸ χεῖρον προβαίνειν τὴν ἀῤ‐
ῥωστίην.618

19

.

619

Εἰ μὲν γὰρ τὸ οὖρόν ἐστι χολωδέστερον καὶ ἡ ὑπόστασις ὁμοία, ὀφείλεις κενῶσαι εἴτε δι’ οὔρων εἴτε καθάρσει. εἰ δὲ τὸ χρῶμα εἶεν χολῶδες, ἡ ὑπόστασις δὲ λευκὴ, χολὴ μετὰ φλέγματος εἶεν καὶ κένωσον καὶ τὰ ἀμ‐
5φότερα. ἢν δὲ τὸ χρῶμα χολῶδες καὶ ἡ ὑπόστασις ἐρυθρὰ εἴτε σαφῶς ἢ ἀμυδρῶς ἢ πλείονος γινομένης. εἰ μὲν ἔῤῥω‐ ται ἡ δύναμις φλεβοτόμει, εἰ δὲ ἀσθενεῖ, κάθαρον τὸν τοιοῦ‐ τον ἢ διαίτη ἀρκέσει μόνον. Ἕτερόν τι δηλονότι τὸ λεπτὸν καὶ ὠχρὸν
10οὖρον ἄπεπτον μὲν τῇ συστάσει, τῷ δὲ χρώματι πεπεμμέ‐ νον· ἀσθένειαν δὲ δηλοῖ τουτέῳ τῆς φύσεως· τῷ μὲν γὰρ χρώματι ὅ τι ἔπεψεν ὡς ῥᾴδιον ὄν· οὐκ ἔτι δὲ καὶ τῇ συστάσει διὰ τὸ δυσκολώτερον. εἰ δὲ καὶ πολὺν χρόνον φέ‐ ρεται τοῦτο ἀκίνδυνος μὲν οὐ δυνήσεται διαρκέσαι ὁ ἄν‐
15θρωπος ἕως ἂν πεφθῇ ἡ νόσος· τὸ γὰρ πάνυ λεπτὸν φαῦ‐ λον. δηλοῖ γὰρ ἀπεψίαν παρ’ ὅσον χρὴ τὸ θερμὸν ἐκβό‐ σκεσθαι τὸ λεπτομερέστερον.
Τί δηλοῖ τὸ λεπτὸν καὶ πυῤῥὸν οὖρον; τὸ λεπτὸν τῇ619

19

.

620

συστάσει καὶ πυῤῥὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ· ὅμως ἄπεπτον διὰ τὴν σύστασιν. Τί δηλοῖ τὸ ἐρυθρὸν οὖρον; ἀπεψίαν, οὐ θάνατον, ἀλλὰ χρόνον δεῖσθαι εἰς πέψιν. ἔστι γὰρ ἐξ αἵματος
5ἰχωροειδοῦς μήπω τελείαν πέψιν λαβόντος μηδὲ τὴν ἰδίαν χρόαν καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ νόσημα. ἐπὶ δὲ τῶν συνόχων πυρετῶν ἐπὶ πλῆθος αἵματος συνισταμέ‐ νων ἐκκρίνεται οὖρον ἐρυθρὸν καὶ παχὺ μετὰ ὑποστάσεως ἐρυθρᾶς· καὶ δῆλον ὅτι τοῦτο καὶ τῷ χρώματι καὶ τῇ συ‐
10στάσει τοῦ χύματος καὶ τῷ παρυφισταμένῳ ἄπεπτον. τοῦ δὲ ἀπέπτου νοσήματος τὸ οὖρον πυῤῥὸν μὲν τῷ χρώματι, τὸ δὲ τῇ συστάσει λεπτόν. Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ ἔξω ἀναθολούμε‐ νον; ἄπεπτον μὲν διὰ περιουσίαν πνεύματος παχέος, δηλοῦν
15δὲ τὴν φύσιν ἄρχεσθαι πέττειν. Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μένον παχύ; τὸ τοιοῦτον οὐρούμενον καὶ αὖθις μένον οἷα τὰ τῶν ὑποζυγιῶν
ἀκμάζειν δηλοῖ τὴν τῶν παχέων χυμῶν καὶ πνευμάτων οἷον620

19

.

621

ζύμωσιν· ἐπὶ τούτων κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀναθυμιάσεις. Τί δηλοῖ τὸ παχὺ οὐρούμενον καὶ μετὰ ταῦτα καθι‐ στάμενον; παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμωσιν καὶ
5λεπτύνεσθαι μεμετρημένον δηλοῖ τὸ ποσὸν, ἐντεῦθεν καὶ ἄρχεσθαι τὴν διάκρισιν. Τί δηλοῖ τὸ λεπτὸν οὐρούμενον καὶ μένον τοιοῦτον; ἐσχάτην ἀπεψίαν τὸ τοιοῦτον σημαίνει. εἰ γὰρ ἐνεχείρησεν ἡ φύσις ἐπὶ τὴν πέψιν ἐγκύπτειν οὐκ ἂν τοιοῦτον ἀπέ‐
10κρινε. τοῦτο δὲ γίνεται ἢ δι’ ἀσθένειαν τῆς δυνάμεως ἢ δι’ ἔμφραξιν ἢ διὰ τὸ χρόνιον εἶναι τὸ νόσημα. ἐπὶ γὰρ τῶν τεταρταίων χρόνων ὄντων ἐν ἀρχῇ διὰ τὸ πλῆθος καὶ τῆς ὕλης τὸ δυσπειθὲς διηθούμενον τὸ οὖρον λεπτὸν οὐρεῖται οὐρεῖται λεπτὸν καὶ δι’ ἔμφραξιν ἥπατος ἢ νεφρῶν, ἀλλ’ ἐκ
15τῆς ὀδύνης διαγινώσκεται δηλονότι τῆς τοπικῆς. οὐρεῖται δὲ λεπτὸν καὶ λευκὸν καὶ ἐπὶ τῶν διακαῶν πυρετῶν καὶ
σημαίνει φρενίτιδα ἀπηλοῦν μεγάλην. καὶ γὰρ ὁ καῦσος621

19

.

622

πυρετὸς πλῆθος δηλοῖ χολῆς, οὐ χρώννυται δὲ τὸ οὖρον· καὶ εὔδηλον ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις ἡ χολὴ, ἀλλὰ τῇ κουφότητι ἀνέδραμε εἰς τὸν ἐγκέφαλον· καὶ ἢν μὲν ἡ φρε‐ νῖτις οὐ πάρεστιν, γίνωσκε αὐτὴν ἤδη ἔσεσθαι. ἢν δὲ καὶ
5πάρεστι καὶ οὐρεῖται λεπτὸν καὶ λευκὸν μετὰ διακαεστάτου πυρετοῦ, δηλονότι θάνατον προαγγέλλει. οὐ γὰρ ὑποφέρει ἡ ἐν τῷ ἐγκεφάλῳ δύναμις ἤδη καταπροβεβλημένη τῷ δια‐ καεῖ πυρετῷ ἐνέγκαι δριμύτητα καὶ δῆξιν χολῆς ἤδη σεση‐ πυίας.
10 Πόθεν τὰ ἐλαιώδη γίνονται οὖρα; εἴωθεν ὁ πυρετὸς πρότερον μὲν τὴν πιμελὴν ἐκτήκειν, ἔπειτα δὲ τὴν σάρκα· ἔσχατον δὲ αὐτῶν τῶν στερεῶν σωμάτων κα‐ θάπτεται. τῆς μὲν οὖν πιμελῆς τηκομένης τὰ ἐλαιώδη οὖ‐ ρα ἐκκρίνεται, κατὰ βραχὺ δὲ ἡ πιμελὴ τήκεται· ὅθεν ἀρ‐
15χὴν ἔχει καὶ ἀνάβασιν καὶ ἀκμήν. ἐν ἀρχῇ μὲν οὖν τῆς συντήξεως ἐλαιόχροα τὰ οὖρα ποιεῖ, ὥστε εἶναι ἀμφίβολα εἴτε ὑδατώδη εἴτε ἐλαιώδη εἶναι· ἐν δὲ τῇ ἀναβάσει γίνον‐
ται ἐλαιοφανῆ, ὥστ’ ἐπισημειοτέραν τὴν μίξιν τοῦ ἐλαίου622

19

.

623

ἔχειν· ἐν δὲ τῇ ἀκμῇ καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον ἔλαιόν ἐστι. καὶ ἢ τῶν νεφρῶν ἐστι τοῦτο μόνον ἢ τοῦ παντὸς σώματος· καὶ εἰ μὲν τῶν νεφρῶν μόνον ᾖ, ἀθρόως ἐκκρίνεται πλῆθος τοιοῦτον μετὰ πλείονος θερμασίας αἰσ‐
5θήσεως περὶ τοὺς νεφρούς· εἰ δὲ τοῦ παντὸς σώματος, κατὰ βραχὺ τὴν προσθήκην ποιεῖται. Τί σημαίνουσιν αἱ ὀροβοειδεῖς ὑπο‐ στάσεις; ὅταν δαπανηθεῖσα ᾖ πιμελὴ, λοιπὸν ἡ σὰρξ τή‐ κεται καὶ ὀροβοειδεῖς ὑποστάσεις ἐν τοῖς οὔροις ἐκκρίνει,
10ἀλλὰ ἢ τῶν νεφρῶν ἐστιν ἢ τοῦ παντὸς σώματος. εἰ μὲν οὖν ἐν πυρετοῖς φανείη τοιοῦτον οὖρον, τοῦ παντὸς σώμα‐ τος δηλοῖ τὸ πάθος εἶναι· εἰ δὲ μὴ, τῶν νεφρῶν μόνων. καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων, ὅλου τοῦ σώ‐ ματός ἐστι τὸ κακόν. εἰ δὲ πέψις μὲν ᾖ καὶ ὀροβοειδεῖς
15ὑποστάσεις ἐκκρίνει τῶν νεφρῶν τὸ πάθος δηλοῖ. Τί δηλοῦσιν αἱ πιτυρώδεις ὑποστάσεις; ὅταν ὁ πυρετὸς δαπανήσῃ τὴν πιμελὴν καὶ τὸ πλέον τῆς σαρκὸς καὶ ἐν τῷ βάθει τῶν ἀγγείων ἐγκατασκήψῃ γίνονται πιτυρώδεις αἱ
ὑποστάσεις, στεγνότεραι μὲν τῶν πεταλωδῶν, παχύτεραι δ’623

19

.

624

ὅμως τούτων· ἐκκρίνεται δὲ ἐνίοτε κᾀκ τοῦ παντὸς σώμα‐ τος κᾀκ τῆς κύστεως, ἀλλ’ εἰ μὲν πυρετὸς παρείη ὅλου τοῦ σώματος τὸ κακόν. ἢν δὲ μὴ, τῆς κύστεως μόνης· καὶ εἰ μὲν ἄπεπτον εἴη τὸ οὖρον, τοῦ παντὸς σώματος τὸ πά‐
5θος ἐστίν. εἰ δὲ πεπεμμένον, τῆς κύστεως, ἀλλὰ καὶ τοπι‐ κὴ ὀδύνη ἐστί. Τί δηλοῦσιν αἱ πεταλώδεις; ὅταν αὐτὰ πάθωσι τὰ στερεὰ πρῶτον μὲν ἐπιπολῆς διεξέονται καὶ εἰ μὲν μετὰ πυρετοῦ, τὸ ὅλον κεκάκωται δηλονότι σῶμα. εἰ δ’ οὖν ἐκ
10μόνης τῆς κύστεως, ἔστι δὲ τὰ μὲν ἐκ τῆς κύστεως πεπεμ‐ μένα, τὰ δὲ τοῦ παντὸς σώματος ἄπεπτα. Τί δηλοῦσιν αἱ ἐν τοῖς οὔροις κριμνώδεις ὑποστάσεις; ἐπειδὰν ὁ πυρετὸς ἐς τὸ βάθος τῶν ἀγγείων καταληφθῇ καὶ μεῖζον πλάτος ἐπιλάβῃ καὶ μῆκος ἁδρότερον, γίγνονται
15τῶν πιτύρων αἱ ὑποστάσεις καὶ καλοῦνται κριμνώδεις· ἀλλὰ τὰ κριμνώδη δύο σημαίνουσιν· ἢ γὰρ ὑπερόπτησιν δηλοῦσι
τοῦ αἵματος ἢ σύντηξιν ἰσχυρὰν τῶν στερεῶν δηλονότι σω‐624

19

.

625

μάτων, καὶ εἰ μὲν λευκὴ ἡ ὑπόστασις εἴη, τῶν στερεῶν σω‐ μάτων ἐστὶ τὸ πάθος, εἰ δὲ ἐρυθρὰ, τοῦ αἵματος. Τί δηλοῖ τὸ δυσῶδες; σῆψιν καὶ νέκρωσιν τῆς φύσεως. Τί δηλοῦσι τὰ μέλανα δηλονότι οὖρα; πάντα
5ταῦτα εὐθὺς καὶ παχέα πάντως εἰσὶ καὶ ὀλέθρια. σπάνιον γὰρ ἢ οὐδ’ ὅλως εὑρεθήσεται μέλαν λεπτόν. τὸ γὰρ μέλαν χρῶμα ἢ δι’ ὑπερόπτησιν γίνεται αἵματος ἢ διὰ ψύξιν ὅλου τοῦ σώματος ἢ τοῦ μελαγχολικοῦ καθαιρομένου χυμοῦ. αἱ τρεῖς γοῦν αὐταὶ διαφοραὶ παχυτάτας κέκτηνται τὰς συστά‐
10σεις· καὶ ἐξ ἀνάγκης παχέα εὑρίσκονται τὰ μέλανα δηλονότι τῶν οὔρων. ἐπὶ μὲν τῶν ὀξέων νοσημάτων ὀλέθριον ἐς τοὐπίπαν τὸ μέλαν οὖρόν ἐστιν· ὅταν καὶ δυσῶδες ὑπάρχῃ καὶ ἡ ὑπόστασις μέλαινα. ἀδύνατον γὰρ τὸν ὀξέως νο‐ σοῦντα τοιοῦτον οὐρήσαντα μὴ ἀποθανεῖν· ἢν δὲ ἡ ὑπό‐
15στασις μέλαινα εἴη, ὀλεθριώτερον, ἢν δὲ ἐναιώρημα μὲν ἴσχῃ, ἧττον κακόν. ὁμοίως καὶ ἢ νεφέλην ἔχει ὁμοίαν ἢ ὑπονε‐
φελίζει, τὸ κακὸν ἠπιώτερον. τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδεί‐625

19

.

626

κνυται ψύξιν, ποτὲ δὲ θέρμην, εἴτουν ὑπερόπτησιν. καὶ εἰ μὲν οὖν πρότερον πελιδνὸν οὐρηθῇ, εἴθ’ οὕτω γένηται μέ‐ λαν, ψύξιν ἔχει. εἰ δὲ τὸ ξανθὸν προηγήσατο, ἔπειτα με‐ τετράπη μέλαν, ὑπὸ πλείονος θερμοῦ ἐξυπεροπτηθὲν
5μέλαν γέγονε. γνωστέον δὲ καὶ ἐπὶ τῇ παρακμῇ τοῦ τεταρ‐ ταίου καὶ τῆς μελαγχολικῆς παρανοίας λυομένης οὖρα μέ‐ λανα ἐκκρίνονται καὶ παχέα. τοῖς γὰρ σπληνώδεσι τὰ πολλὰ τοιοῦτον οὐρεῖται ἡνίκα ἄῤῥωστος ὁ σπλὴν διακείμενος φαί‐ νηται· οὐδεμίαν γὰρ διοίκησιν καὶ κατεργασίαν ποιεῖται τοῦ
10μελαγχολικοῦ περιττώματος· ἡμεῖς δὲ ὀλέθρια ἔφαμεν εἶναι ταῦτα ἐπὶ τῶν ὀξέων ἀῤῥωστημάτων. τοῖς μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δ’ αὖ παιδίοισι τὰ ὑδατώδεα, ἧττον δὲ ὀλέθρια γίνονται τὰ μέ‐ λανα τῶν ἐχόντων τὸν σπλῆνα ἄῤῥωστον καὶ οὐκ ἐκ δια‐
15καύσεως. τὸ δὲ ἐκ καταψύξεως μελαινόμενον πελιοῦταί πως τὸ αἷμα, καθάπερ ἐπ’ ἄλλων τινῶν. ἀλλ’ ἐξ ἀναχύσεως τοῦ μελαγχολικοῦ.
Ὥσπερ ἐπὶ τῶν διαχωρημάτων, οὕτω κἀπὶ626

19

.

627

τῶν οὔρων κανόνι τῷ τῶν ὑγιαινόντων κεχρημένοι κατὰ τῶν νοσούντων σημειωσόμεθα· οὖρον τοίνυν ἄριστόν ἐστι τὸ τῶν ὑγιαινόντων ὁμοιότατον· τοιοῦτον δέ ἐστι τὸ ὑπό‐ πυῤῥόν τε ἅμα καὶ ὑπόξανθον, εὐθὺς δὲ λεπτοῦ καὶ πά‐
5χους συμμέτρως ἔχον. οὔσης δὲ τριττῆς τῆς τῶν θολερῶν οὔρων διαφορᾶς, ἢ γὰρ οὐρηθέντα τὰ τοιαῦτα καθίστανται μὴ ὀλίγον ἢ μένει παραπλήσια ἄχρι παντός. ἢ καθαρὰ μὲν ἐκκρίνεται, μετὰ ταῦτα δὲ ἀναθολοῦται, μοχθηρὸν μὲν τὸ τρίτον εἰρημένον, ἐπιεικὲς δὲ τὸ πρῶτον, ἐν μέσῳ δ’ ἀμφοῖν
10ἐστι τὸ δεύτερον. τὸ δὲ ἐς κύτος ἄπεπτον· ὅπερ ἐστὶ τὸ ὑδατῶδες ἀκριβῶς οἷον ἀπαγνωσμένης πέψεως σύμπτωμα τοῦ φλεβώδους γένους ὑπάρχον· ὅταν δὲ καὶ ταχέως διεξέρ‐ χηται, ὁ καλούμενος διαβήτης γίνεται· ἀλλὰ τοῦτο μὲν ἀπέ‐ πτων οὔρων τὸ χείριστόν ἐστιν, ἐφεξῆς δὲ αὐτῶν τὸ λεπτὸν
15καὶ λευκὸν οἷον τὸ ὕδωρ· τούτων ἐγγύς ἐστιν ἕτερον οὖρον ἐν πολλαῖς νόσοις φαινόμενον, ἐγγὺς ἱκανῶς τοῦ λεπτοῦ καὶ λευκοῦ· τὸ δὲ ὕπωχρον ἐφεξῆς ἐστι τούτου· τὸ δὲ ὠχρὸν
εἴη μὲν ἤδη τοῦτο καὶ ὑπόπυῤῥον, πέττεται δὲ ἤδη τῆς627

19

.

628

χροιᾶς γε ἕνεκα· χρὴ δὲ αὐτὸ καὶ τῷ πάχει τοσοῦτον ἀπο‐ κεχωρηκέναι τοῦ ὕδατος, εἰ μέλλει πεπέφθαι καλῶς ὅσον καὶ τῷ χρώματι. εἰ δὲ τὴν κατὰ φύσιν χροιὰν ἀκριβῶς φυλάττων ὑπόστασιν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ πολ‐
5λὴν ποιεῖ, πέψεως μὲν ἂν εἴη ἀκριβοῦς γνώρισμα. τὰ πλείονα δὲ τὸν ὠμὸν χυμὸν ἐκκαθαίρεσθαι δηλοῖ. κἂν παχύτερον δὲ ᾖ μετρίου καὶ ἔχῃ τινὰ ὑπόστασιν, οὐ πάντως ἤδη ἄπε‐ πτον· εἰ γὰρ ἤτοι κριμνώδεις ἢ πιτυρώδεις ἢ μελαίνας ἢ πελιδνὰς ἢ χλωρὰς ἢ δυσώδεις ὑποστάσεις ἔχει, πρὸς τὸ
10πᾶν τὸ τοιοῦτον ἄπεπτον εἶναι καὶ ἄλλο ὀλέθριον ὑπάρχει. τὰ δὲ εὔχροά τε ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις λευκὰς καὶ λείας καὶ ὁμαλὰς ἢ νεφέλας τινὰς ὁμοίας ἢ ἐναιωρήματα ποιούμενα πάντων ἐστὶν οὔρων χρηστότατα, καὶ μάλιστα μὲν ὧν ἡ ὑπόστασις εἴη τοιαύτη· δεύτερα δὲ ὧν ἂν ἐναιω‐
15ρήματα· τρίτα δὲ ὧν νεφέλη καὶ ἁπλῶς τὰ τοῖς οὔροις ἐμ‐ φερόμενα χρηστῶς· ὅσῳπερ ἂν ὑφιζάνῃ κάτω, τοσούτῳ
βελτίω γίνεται.628