TLG 0530 034 :: Pseudo–GALENUS :: De urinis compendium Pseudo–GALENUS Med. De urinis compendium Citation: Volume — page — (line) | ||
19.602(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΟΥΡΩΝ ΕΝ | |
t2 | ΣΥΝΤΟΜΩΙ. | |
---|---|---|
1 | Τῶν οὔρων, ὡς προείρηται, πολλαὶ μὲν κατὰ γένος αἱ διαφοραὶ, πολλαὶ δὲ καὶ εἰδικαί. καὶ πρῶτα μὲν καὶ γενικώτατα δύο χῦμά τε καὶ παρυφιστάμενον. καὶ χῦ‐ μα μὲν καλεῖται ἅπαν τὸ οὖρον παρὰ τὸ ἐκκεχύσθαι. παρυ‐ | |
5 | φιστάμενον δὲ τὸ ἐν αὐτῷ ἕτερόν τι ἐμφαῖνον. ἐν τούτῳ δὲ τῷ χύματι δύο θεωροῦνται ἐν συγκρίσει διαφοραὶ, σύ‐ στασις καὶ χροιά· ἑκάτερον δὲ τούτων εἰς ἕτερα διαιρεῖται | |
καὶ ὑποδιάφορα. ἡ μὲν γὰρ σύστασις εἰς λεπτότητα καὶ | 602 | |
19.603 | παχύτητα καὶ τὸ ἐξ ἀμφοτέρων σύμμετρον ὅπερ κατὰ φύ‐ σιν ὑπάρχει. τὸ δὲ λεπτὸν καὶ παχὺ τέμνονται διχῆ, ἢ γὰρ ἐξουρεῖται λεπτὸν καὶ μένει λεπτὸν, ἢ ἀναθολοῦται καὶ γίνεται παχύ· καὶ τὸ ἀνάπαλιν καὶ οὐρεῖται παχὺ καὶ μέ‐ | |
5 | νει παχὺ καὶ ὕστερον ἀποκαθίσταται· καὶ τὸ μὲν οὐρούμε‐ νον λεπτὸν καὶ μένον λεπτὸν δηλοῖ ἐσχάτην ἀπεψίαν τοῦ φλεβώδους γένους. οὐ γὰρ ἐνεχείρησεν ὅλως ἡ φύσις ἐπανα‐ στῆναι πρὸς ἄμεινον τοῦ προσορεσθέντος καὶ πλεονεκτοῦν‐ τος ἐν φλεψὶ χυμοῦ. τὸ δὲ οὐρούμενον λεπτὸν καὶ ὕστερον | |
10 | ἀναθολούμενον δηλοῖ τὴν φύσιν ἐπαναστᾶσαν, ἄρχεσθαι δὲ κινεῖν καὶ ἀναμοχλεύειν τὴν ὑποκειμένην καὶ πλεονάζουσαν ἐν φλεψὶν ὕλην· πάλιν δὲ τὸ οὐρούμενον παχὺ καὶ μένον παχὺ δηλοῖ ἀκμάζειν τὴν τῶν παχέων πνευμάτων τε καὶ χυμῶν ζύμωσιν. τὸ δὲ οὐρούμενον παχὺ καὶ ὕστερον ἀπο‐ | |
15 | καθιστάμενον δηλοῖ παρεῖναι μὲν τὴν τῶν παχέων χυμῶν ζύμωσιν, ἄρχεσθαι γὰρ τὴν διάκρισιν γίνεσθαι. καὶ ταῦτα μὲν ἐν συστάσει τοῦ χύματος θεωροῦνται αἱ διαφοραὶ τῆς | |
πέψεως καὶ τῆς ἀπεψίας τῶν χυμῶν. αἱ δὲ ἐν | 603 | |
19.604 | χρώματι διαφοραὶ πολλαὶ μὲν, ἐν συντόμῳ δὲ εἰπεῖν οἷον λευκὸν, ὠχρὸν, ξανθὸν, πυῤῥὸν, ἐρυθρὸν, μέλαν. καὶ τὸ μὲν λευκὸν πολλὰ σημαίνει· ἢ γὰρ ἀσθένειαν τῆς δυνάμεως κα‐ θάπερ ἐπὶ τῶν γερόντων καὶ τῶν χρονίων νοσημάτων ἢ δι’ | |
5 | ἔμφραξιν τῶν ἀγγείων ἢ διὰ πολυποσίαν. εἰ δὲ πάχος ἔχει τὸ λευκὸν, σῆψιν ὠμῶν χυμῶν ἐν φλεψὶ κειμένην δηλοῖ. πά‐ λιν δὲ τὸ ὠχρὸν ἀσθένειαν μὲν τῆς φύσεως δηλοῖ, μὴ δυ‐ ναμένης δὲ οὕτως ἀλλοιῶσαι καὶ πέψαι τὸ χῦμα τὸ ἐν φλεψί. τὸ δὲ ξανθὸν οὖρον ἔνδειαν ὕλης σημαίνει νεωτέρῳ μὲν | |
10 | ἀσιτίαν ἢ ἀγρυπνίαν ἢ θερμότητα ἐν τῷ βάθει ἔχοντι ἐν‐ αποκειμένην ὡς ἐπὶ τῶν τριταίων. τὸ δὲ πυῤῥὸν ἄπεπτον μὲν ὑπάρχει κατὰ τὴν σύστασιν, ξηρότητα δὲ πολλὴν ση‐ μαίνει· εἰ δὲ καὶ πάχος ἔχει, πυρετόν. τὰ δὲ πολλὰ τῶν οὔρων εὐχερῶς χρώννυνται ἀπὸ χολῆς. πάλιν τὸ ἐρυθρὸν | |
15 | οὖρον γίνεται ἀπὸ πλείστου αἵματος καταβαπτομένου τοῦ οὔρου, τοῦτο δὲ γίγνεται καὶ περὶ τῶν φλεγμονῶν. τὸ δὲ | |
μέλαν οὖρον γίγνεται ἢ διὰ τὸ καθαίρεσθαι καὶ ἐκριπτεῖ‐ | 604 | |
19.605 | σθαι τὸν μελαγχολικὸν χυμὸν ἢ δι’ ὑπερόπτησιν τοῦ αἵμα‐ τος. ταῦτα δὲ πάντα τὴν διάθεσιν τῶν ἐν φλεψὶ κειμένων χυμῶν σημαίνουσι. τὸ οὖν κατὰ φύσιν οὖρον ἐν συμμετρίᾳ τῶν προειρημένων ποιοτήτων θεωρεῖται· κατὰ μὲν τὴν σύ‐ | |
5 | στασιν μήτε λεπτὸν πολὺ μήτε παχύ· κατὰ δὲ τὸ χρῶμα ξανθόν τε καὶ πυῤῥὸν, ξανθὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόστασιν καὶ ἐν τῷ πυθμένι τοῦ ἀγγείου ὑποκαθισταμέ‐ νην· καὶ τοῦτο κυρίως λέγεται κατὰ φύσιν. εἰρηκότες τοί‐ νυν τὰς ἐν συστάσει καὶ κατὰ χροιὰν διαφορὰς ζητήσομεν | |
10 | ὁμοίως καὶ τὰς τοῦ παρυφισταμένου· ἀλλὰ πρότερον μά‐ θωμεν τί ἐστι τὸ παρυφιστάμενον. Παρυφιστάμενον λέγεται τὸ ἐν αὐτῷ οὔρῳ ἕτερόν τι ἐμφαῖνον καὶ οἱονεὶ μηδὲν ὁριζόμενον καὶ ὑφιστάμενον· περὶ τούτου δὲ τοῦ παρυφισταμένου τέσσαρά τινα θεωρεῖται πρὸς | |
15 | ἀκριβῆ διάγνωσιν, σύστασις, χροιὰ, τόπος καὶ χρόνος. καὶ σύστασις μὲν ἢ ὁμαλὴ ἢ ἀνώμαλος, καλεῖται δὲ καὶ τρα‐ χεῖα· χροιὰ δὲ ἢ κατὰ φύσιν ἐστὶ λευκὴ μὴ καταβαφεῖσα | |
ὑπὸ χυμοῦ τινος ἢ ἄλλως πως πλεονεκτήσαντος καὶ ἐπι‐ | 605 | |
19.606 | χρώσαντος αὐτήν. καὶ ταῦτα μὲν ἐπὶ τοῦ κατὰ σύστασιν καὶ χροιάν. τοῦ δὲ τόπου τρεῖς εἰσι λεγόμεναι διαφοραὶ, ἀνωτίρα, μέση καὶ κατωτέρα· καὶ εἰ μὲν ἐν τῷ οὔρῳ ἄνω κρέμαται τὸ παρυφιστάμενον καλεῖται νεφέλη· εἰ δ’ ἐν τῷ | |
5 | μέσῳ μετεωρίζηται, καλεῖται ἐναιώρημα· εἰ δ’ ἐν τῷ πυθμένι τοῦ ἀγγείου πάλιν παρυφίσταται, καλεῖται ὑπόστασις. καὶ πάλιν τὸ μὲν διεσπασμένον καὶ μετέωρον ἐν τῷ οὔρῳ λέγε‐ ται νεφέλη, σημαίνει πλῆθος παχέων πνευμάτων ἀποκλη‐ σθέντων ἐν τῷ βάθει καὶ δυναμένων ἐν τῷ τέως ὑπὸ τῆς | |
10 | φύσεως λεπτυνθῆναι· τὸ δὲ ὑποκατελθὸν καὶ κατὰ τὴν μέ‐ σην χώραν μεῖνον λέγεται ἐναιώρημα, πέψιν μὲν τῶν χυμῶν σημαίνει, ἀλλ’ οὐ τελείαν. ὑπόστασις μὲν γὰρ τῇ φύσει γρωρίζεται, τῷ τόπῳ καὶ τῇ θέσει διαλλαττομένη. τὸν δὲ τόπον ἀμείβει ἡ τοῦ πνεύματος περιουσία. τοῦτο δὲ τὸ | |
15 | πνεῦμα ἀπὸ τῆς κατὰ μέρος πέψεως λεπτύνεται καὶ δια‐ φορεῖται καὶ ἡ μὲν τελεία πέψις γίνεται καὶ ὑπὸ τῆς φύ‐ σεως τοῦτο τὸ πνεῦμα λεπτύνεται. καὶ τελείως διαπνευσθὲν | |
τὸ ἐναιώρημα φαίνεται κάτω καὶ ποιεῖ τὴν ὑπόστασιν καὶ | 606 | |
19.607 | τότε τελεία δηλοῦται ἡ πέψις ἐκ τούτων τῶν τριῶν, λέγω δὴ συστάσεως, χρώματός τε καὶ τόπου καὶ ὁ χρόνος τοῦ νοσήματος μερισθήσεται. εἰ μὲν γὰρ ἄνω ἐπιπολάζει ἡ λε‐ γομένη νεφέλη, ἀρχὴν δείκνυσι τῆς τοῦ νοσήματος | |
5 | διακρίσεως· εἰ δ’ ἐν τῷ μέσῳ θεωρεῖται μεταΐζουσαν τὴν πέψιν δηλοῖ· εἰ δὲ κάτω ἀποκαταστήσεται, τὴν τελείαν καὶ ἀσφαλῆ πέψιν δηλοῖ τοῦ νοσήματος. ὅσον οὖν λεπτύνεται τὸ πνεῦμα καὶ κατέρχεται τὸ παρυφιστάμενον, τοσοῦτον καὶ τὰ νοσήματα καὶ τὰ συμπτώματα χαυνότερα ἑαυτῶν γενή‐ | |
10 | σονται. ἐν τούτοις οὖν θεωρεῖται ὁ χρόνος τοῦ νοσήματος ἐκ τῶν μετεώρων τῆς πέψεώς τε καὶ τῆς ἀπεψίας· ἃ δὲ φαῦλα καὶ πονηρὰ οὖρά εἰσι ταῦτα· τὰ χλωρὰ καὶ τὰ πε‐ λιδνὰ, τὰ αἱματώδη, τὰ μέλανα καὶ λίαν παχέα· τὰ χλωρὰ, τὰ πελιδνὰ, τὰ πυῤῥὰ καὶ λίαν ἄκραια, τὰ ὠμὰ καὶ λεπτὰ | |
15 | καὶ μηδεμίαν ἔχοντα ὑπόστασιν μοχθηρὰ μὲν καὶ δυσώδη· ὁμοίως τά τε λιπαρὰ καὶ ἐλαιώδη, φαῦλα δὲ ἔτι τὰ λεπτὰ καὶ ὑδατώδη. νεφέλαι δὲ καὶ ὑποστάσεις πονηραὶ αἱ πε‐ λιδναὶ, αἱ μέλαιναι, αἱ ζωφώδεις, αἱ ποικίλαι, αἱ διεσπασμέ‐ | |
ναι, αἱ κριμνώδεις, αἱ δίαιμοι, αἱ πιτυρώδεις, αἱ χλωραὶ, | 607 | |
19.608 | αἱ φλεγματώδεις καὶ δυσώδεις. τὰ δὲ ἀνυπόστατα οὖρα πονηρὰ πάντα, καὶ ταῦτα μὲν σημαίνουσι πλῆθος αἰτιῶν, διαφοράς τε νοσημάτων καὶ αὔξησιν τούτων καὶ μείωσιν, διάκρισίν τε καὶ κρίσιν, πέψιν τε καὶ ἀπεψίαν καὶ τρόπους | |
5 | κινδύνων γενησομένων· σκοπεῖν δὲ τὸν ἰατρὸν ἐπὶ πάντων τούτων τὴν ἀκρίβειαν, τὴν δίαιταν καὶ τὸ πλῆθος τῶν αἰ‐ τιῶν καὶ τὴν ὑπεροχὴν εἰς τὸ ἀδιαμάρτητον φυλαχθῆναι. καὶ ταῦτα δὲ πάντα ἐξ οὔρων τε καὶ τῆς τούτων διαγνώ‐ | |
σεως καὶ προῤῥήσεως καὶ θεωρίας. | 608 |