TLG 0530 033 :: Pseudo–GALENUS :: De urinis

Pseudo–GALENUS Med.
(p. A.D. 2)

De urinis

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 19. Leipzig: Knobloch, 1830 (repr. Hildesheim: Olms, 1965): 574–601.

Citation: Volume — page — (line)

19

.

574

(t1)

ΓΑΛΗΝΩΙ ΠΡΟΣΓΡΑΦΟΜΕΝΟΝ
t2ΒΙΒΛΙΟΝ ΠΕΡΙ ΟΥΡΩΝ.
1 Τῶν οὔρων αἱ διαφοραὶ πολλαὶ μὲν κατὰ μέρος, αἱ δὲ πρῶται δύο, χῦμά τε καὶ παρυφι‐ στάμενον. καλῶ δὲ χῦμα αὐτὸ τὸ οὖρον παρὰ τὸ κεχῦσθαι, παρυφιστάμενον δὲ τὸ ἐν αὐτῷ ἑτεροίως ἐμφαινόμενον. ἀλλὰ
5τοῦ χύματος πάλιν ἰσάριθμοι τυγχάνουσιν αἱ διαφοραί. δύο γάρ ἐστι τούτου, τὸ μὲν σύστασις, τὸ δὲ χροιά. ἑκάτε‐ ρον δὲ τούτων εἰς ἕτερα διαιρεῖται. εἰ μὲν οὖν σύστασις εἰς λεπτότητα, παχύτητα καὶ τὸ ἐξ ἀμφοτέρων σύμμετρον.
ἀλλὰ τὸ μὲν σύμμετρον ἐπειδὴ κατὰ φύσιν ἐστὶν ἀδιαίρετον574

19

.

575

ὑπάρχει. τὸ δὲ λεπτὸν καὶ παχὺ τέμνεται διχῆ. τὸ μὲν λεπτὸν ἢ οὐρεῖται λεπτὸν καὶ μένει λεπτὸν ἢ οὐρεῖται λε‐ πτὸν καὶ ἀναθολοῦται καὶ παχὺ γίνεται. Τούτων τὸ μὲν πρότερον ἐσχάτην ἀπεψίαν
5δηλοῖ. οὐ γὰρ ἐνεχείρησεν ὅλως ἡ φύσις ἐπὶ τούτου πρὸς τὴν πέψιν· τὸ δὲ δεύτερον ὅ ἐστιν λεπτὸν, ἀναθολούμενον δὲ, δηλοῖ τὴν φύσιν ἄρχεσθαι πέττειν. τὸ μὲν λεπτὸν οὕ‐ τως διαιρεῖται καὶ ταῦτα σημαίνει. Τὸ δὲ παχὺ καὶ αὐτὸ παραπλησίως τῷ λε‐
10πτῷ ἢ οὐρεῖται παχὺ καὶ μένει παχύ· καθίσταται δὲ καὶ γίνεται λεπτόν. καὶ δηλοῖ τὸ μὲν πρότερον ἀκμά‐ ζειν, τὸ δὲ δεύτερον τὴν τῶν παχέων χυμῶν ζύμωσιν, ἄρ‐ χεσθαι δὲ τὴν διάκρισιν. καὶ αὗται μὲν αἱ τοῦ χύματος ἐν συστάσει διαφοραί· ἀλλ’ ἐπειδὴ τούτου ποιούμενοι τὴν
15διαίρεσιν, ἐλέγομεν οὖν καὶ ἐν χρώματι διαφορᾶς αὐτῶν, φέρε δὴ καὶ ταύτας ἐφεξῆς ἐκθώμεθα. ἔστιν οὖν πρῶτον
τὸ λευκόν. εἶτα τὸ ὠχρόν. ἐφεξῆς δὲ τούτων τὸ πυῤῥόν.575

19

.

576

τέταρτον δὲ τὸ ξανθόν. μετὰ δὲ τούτων ἐστὶ τὸ ἐρυθρόν. ὕστατον δὲ τὸ μέλαν. καὶ ἔστιν ἄκρα μὲν δύο τὸ λευκὸν καὶ τὸ μέλαν, τὰ δὲ λοιπὰ τούτων μεταξὺ τέτακται. ἔστιν μὲν οὖν τὸ ὠχρὸν ἐγγὺς τοῦ λευκοῦ, τὸ δὲ πυῤῥὸν τοῦ
5μὲν λευκοῦ πόῤῥωθεν, τοῦ δὲ ὠχροῦ συνέγγυς. πάλιν δὲ τὸ ἐρυθρὸν συνέγγυς μὲν τοῦ μέλανος, τοῦ δὲ πυῤῥοῦ καὶ ὠχροῦ ποῤῥωτάτω. τὸ δὲ ξανθὸν ἴδιον ἔχει ἐξαίρετον τὸ μίγμα, ὡς εἶναι δύο χρωμάτων τοῦ τε πυῤῥοῦ καὶ τοῦ ἐρυ‐ θροῦ, ὅθεν καὶ στίλβον αὐτὸ κέκληκεν ὁ Γαληνὸς ἐν τῷ
10περὶ κρίσεων. εἰκότως γὰρ καὶ στίλβει. κατάλαμπρον γὰρ ὑπὸ τοῦ πυῤῥοῦ. φαιδρύνεται δὲ ὑπὸ τοῦ ἐρυθροῦ. ἐφεξῆς οὖν ἐστιν ἀλλήλων ἐν χρώματι οὖρα ταῦτα, λευκὸν, ὠχρὸν, πυῤῥὸν, ξανθὸν, ἐρυθρὸν, μέλαν. γίνεται μὲν τὸ ὠχρὸν ὅταν ὀλίγη χολὴ τὸ ὑδατῶδες ἐπιχρώσῃ, τὸ δὲ πυῤῥὸν ὅταν
15πλείων, τὸ δὲ ἐρυθρὸν ἀπὸ αἵματος, τὸ δὲ μέλαν ἀπὸ ὑπεροπτήσεως καὶ ἑτέρων τινῶν, καθὰ μετ’ ὀλίγον εἰρήσε‐ ται. τὸ δὲ λευκὸν ἔσχατον ἀπεψίαν δηλοῖ. αὗται μὲν οὖν
εἰσιν αἱ ἁπλαῖ τοῦ ὑποχύματος διαφοραὶ ἔν τε συστάσει576

19

.

577

καὶ χροιᾷ. λοιπὸν δ’ ἂν εἴη καὶ τὰς τούτων συμπλοκὰς εἰπεῖν καὶ θεάσασθαι, ποῖαι μὲν δύνανται συναφθῆναι, τί‐ νες δὲ οὔ. καὶ συμπλεκόμεναι τί σημαίνουσιν. Ἔστω οὖν πρότερον ἐν τῇ συστάσει ἄπε‐
5πτον καὶ γινέσθω λεπτὸν καὶ τούτου μένοντος λεπτοῦ ἀμει‐ φθείτω τὸ χρῶμα καὶ ἔστω τελέως λευκὸν, ὡς εἶναι αὐτὸ λεπτὸν καὶ λευκόν. τὸ τοιοῦτον οὖρον πολλὰ σημαίνει. ἢ γὰρ ἀσθένειαν δυνάμεως, καθάπερ καὶ ἐπὶ τῶν γερόντων ἐπιφαινόμενον δηλοῖ, καὶ ἐπὶ τῶν χρονίων δὲ νοσημάτων
10ὡς ἐπὶ τὸ πλεῖστον φαίνεται λεπτὸν καὶ λευκὸν διὰ τὴν ἀσθένειαν, ὁμοίως καὶ ἐπὶ τούτων τῆς φύσεως. σημαίνει δὲ καὶ ἔμφραξιν, ὡς ἐπὶ τοῖς φρενιτικοῖς ἐπιφαινόμενον ἐνδεί‐ κνυται. καὶ ἐπὶ τῶν τεταρταίων πάλιν ἐν ταῖς ἀρχαῖς τοιοῦ‐ τον οὐρούμενον ἔμφραξιν σημαίνει. τὸ γὰρ τῶν μελαγχο‐
15λικῶν τῇ παχύτητι τὰς ὁδοὺς σφῆνον, ὥσπερ διηθι‐ σμένον τὸ οὖρον, φαίνεται λεπτὸν καὶ λευκόν. ἕτερον
δὲ μέγιστον σημαίνει κακὸν καὶ τὸ τοιοῦτον οὖρον. κἂν γὰρ577

19

.

578

ἐπὶ διακαεῖ καὶ καυσώδει πυρετῷ ἐπιφανῇ λευκὸν καὶ λε‐ πτὸν, σημαίνει φρενῖτιν. εἰ γὰρ ὁ πυρετὸς πλῆθος δηλοῖ χολῆς, οὐκ ἐπιχρώννυται δὲ τὸ οὖρον, εὔδηλον ὡς ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις χολὴ, ἀλλ’ ὅτι οἰκείᾳ κουφότητι περὶ
5τὸν ἐγκέφαλον ἀνέδρασεν. εἰ μὲν οὖν μὴ πάρεστιν ἡ φρε‐ νῖτις τοῦ οὔρου τυγχάνοντος λεπτοῦ καὶ λευκοῦ, ἀλλ’ εἴη πυρετὸς καυσώδης, μαντευόμεθα φρενῖτιν. εἰ δὲ τοιοῦτον μὲν εἴη τὸ οὖρον, πάρεστι δὲ ἡ φρενῖτις, προσαγγέλλει θά‐ νατον ὡς ἐπὶ τὸ πολύ. οὐ γὰρ ὑπομένει ἡ δύναμις ἡ ἐγκε‐
10φάλου σώζεσθαι κατὰ τῆς χολῆς ἀνιώσης καὶ δακνούσης τῇ δριμύτητι. τοσαῦτα μὲν δηλοῖ τὸ λεπτὸν καὶ λευκὸν οὖρον. Ἔστω πάλιν τῇ συστάσει ἄπεπτον, τουτέστι τὸ λεπτὸν, ἐν δὲ τῷ χρώματι μετρίως πεπεμμένον, ὡς εἶναι αὐτὸ ὠχρόν· τὸ τοιοῦτον ἀσθένειαν δηλοῖ. τῷ μὲν γὰρ
15χρώματι τῶν οὔρων ἔπεψεν ὡς ἂν ῥᾴδιον ὑπάρχον, οὐκέτι δὲ καὶ τῇ συστάσει διὰ τὸ δυσκολώτερον.
Πάλιν δὲ λεπτὸν ἔστω, ἀλλ’ ἀμειβέσθω τῷ578

19

.

579

χρώματι καὶ ὑπαρχέτω πυῤῥὸν, βέλτιον μὲν τοῦ προτέρου τὸ τοιοῦτον τυγχάνει, ἔστι δὲ ἄπεπτον διὰ τὴν σύστασιν. Ἀλλ’ ἔστω λεπτὸν ὡς ὑπόκειται, ἀλλὰ ξαν‐ θόν· τοῦτο σημαίνει οὐ μόνον ἀπεψίαν, ἀλλὰ καὶ ὕλης ἔν‐
5δειαν δηλοῖ, ὡς νεώτερος ἀσιτήσας. ἐκδιδάσκει δὲ καὶ θερ‐ μότητα πολλὴν ἐν τῷ βάθει τίκτειν χολὴν, ὡς ὁ τριταῖος. δηλοῖ καὶ ἀγρυπνίαν καὶ φροντίδα. ἅπαντα ταῦτα ξανθὰ τὰ οὖρα ποιεῖ. Ἔστω δὲ πάλιν ἄπεπτον τῇ συστάσει λε‐
10πτὸν, ἀλλ’ ἐρυθρόν. τὸ τοιοῦτον οὐ συνίσταται. εἰ γὰρ τὸ ἐρυθρὸν ἀφ’ αἵματος γίνεται, τὸ δ’ αἷμα πάλιν ἀπὸ πέψεως γίνεται, ἡ δὲ πέψις παχύνει τὴν σύστασιν· εὔδηλον ὅτι τὸ ἐρυθρὸν οὐ συνίσταται μετὰ τοῦ λεπτοῦ. εἰ γὰρ καί ποτε μιγῇ μετὰ τοῦ ἐρυθροῦ χρώματος τὸ λεπτὸν, ἀλλ’ οὐκ ἀπ’
15ἀκριβῶς ἐρυθροῦ, ἀλλὰ καὶ ἰχωροειδοῦς. Ἡ δὲ τελευταία ἐστὶ συμπλοκὴ ἡ τοῦ λεπτοῦ
καὶ μέλανος, οὐδ’ αὐτὴ δυναμένη συστῆναι. ἔστι γὰρ τὸ579

19

.

580

μέλαν χρῶμα ἢ διὰ τὸ ἐκκαθαίρεσθαι τὸν μελαγχολικὸν χυ‐ μὸν ἢ διὰ ψύξιν ἢ δι’ ὑπερόπτησιν τοῦ αἵματος. ἔστι δὲ καὶ τὰ τρία παχέα. Ὅτι δὲ τοῦ μέλανος αἱ τρεῖς εἰρημέναι δια‐
5φοραὶ παχυτάτης κέκτηνται συστάσεως ἐντεῦθεν κατάδηλον. ἐπὶ τῇ παρακμῇ γὰρ τοῦ τεταρταίου καὶ τῇ λύσει τῆς με‐ λαγχολίας οὖρα φαίνεται μέλανα γινόμενα. γίνονται δὲ μέ‐ λανα διὰ τὸ ἐκκαθαίρεσθαι τὸν μελαγχολικὸν χυμόν. οὗτος δὲ γεώδης τῇ οὐσίᾳ καὶ παχὺς κατὰ σύστασιν. οὐκοῦν καὶ
10τὰ οὖρα ποιεῖ παχέα. ὁμοίως δὲ καὶ τὰ ἐξ ὑπεροπτήσεως αἵματος μέλανα γινόμενα οὖρα παχέα τυγχάνει. εἰ γὰρ ὄπτησις ἀνικμᾶται τὴν ὑγρότητα τοῦ αἵματος, εὔδη‐ λον ὡς παχύνει τὴν σύστασιν. καὶ φανερὸν ὅτι καὶ τὰ οὖ‐ ρα παχέα γίνεται. ἢ γὰρ τοῦ χρώματος μεταλαμβάνει καὶ
15γίνεται μέλανα καὶ τῇ συστάσει ὡς ἀποκαύσει τοῦ αἵματος· καὶ ἡ ψύξις δὲ φανερῶς τῇ πήξει παχύνει τὴν ὕλην καὶ
τὴν σύστασιν τοῦ οὔρου, ὁμοίαν ἀπεργάζεται τῇ τοῦ χύμα‐580

19

.

581

τος συστάσει, καὶ πάλιν τὰ οὖρα γίνονται παχέα, ὥσπερ ἐδίδαξα. Καὶ περὶ μὲν τὸ πλοκὸν τοῦ λεπτοῦ πρὸς τὰ χρώματα τοῦ οὔρου τὰ προειρημένα ἀρκείτω, νῦν δὲ λοι‐
5πὸν τὴν σύστασιν ἀμείψωμεν καὶ ἔστω τὸ οὖρον παχὺ καὶ τούτου μένοντος παχέος ἀναλλαττέσθω τὸ χρῶμα καὶ ἔστω λευκόν. τὸ τοιοῦτον δηλοῖ τὸν ὠμὸν χυμὸν πολὺν συνάγε‐ σθαι κατὰ τὸ σῶμα. Ἀλλὰ δὴ ἔστω παχὺ καὶ ὠχρὸν, αὐτὸ οὐ
10δύναται συνελθεῖν εἰς συμπλοκὴν, οὔτε γὰρ παχὺ καὶ πυῤ‐ ῥὸν οὔτε παχὺ καὶ ξανθὸν συνελθεῖν δύνανται. τὰ τοιαῦτα γὰρ χρώματα δι’ ἔνδειαν ὕλης γίνεται καὶ δυνάμεως ἀσθέ‐ νειαν. τὸ δὲ παχὺ διὰ τὰ ἐναντία· φανερὸν ὅτι καὶ πυῤ‐ ῥὸν ἢ ὠχρὸν ἢ ξανθὸν οὐ δύνανται ἅμα συστῆναι.
15 Ἀλλὰ δὴ ἔστω παχὺ καὶ ἐρυθρὸν, τὸ τοιοῦ‐ τον οὖρον συνίσταται καὶ σημαίνει πλῆθος αἵματος, ὡς ἐν
συνόχοις πυρετοῖς.581

19

.

582

Ἔστω δὴ παχὺ καὶ μέλαν λοιπόν. καὶ αὐτὴ δὲ συνίσταται καὶ σημαίνει τὸν μελαγχολικὸν χυμὸν ἐκκενοῦσθαι πολὺν, ὡς ἐπὶ τῇ παρακμῆ τοῦ τεταρταίου καὶ ἐπὶ τῇ λύσει τῆς μελαγχολίας. περὶ δὲ τῶν διὰ ψύξιν καὶ
5ὄπτησιν γινομένων μελάνων ὕστερον ἐροῦμεν· καὶ αὗται μὲν τοῦ παχέος μετὰ τῶν ἐνδεχομένων χρωμάτων αἱ συμπλοκαί. ἀρξόμεθα δὴ περὶ τῶν παρυφισταμένων. Ἔστω δὴ πρότερον λευκὸν καὶ τὴν ἄνω χώραν ἔχον καὶ λεῖον, μηκέτι δὲ ὁμαλὸν, ἀλλὰ σήμερον μὲν
10πεπεμμένον, αὔριον δὲ οὔ· τὸ τοιοῦτον ἀσθένειαν δηλοῖ καὶ μὴ δύνασθαι διὰ παντὸς ὁμοτίμως πέττειν τὴν ὕλην. Ἀλλὰ δὴ ἔστω λευκὸν μὲν καὶ τὸν κάτω κεκτημένον τόπον, μηκέτι δὲ λεῖον, ἀλλὰ διεσπασμένον. τοῦτο χεῖρον τοῦ προτέρου ὑπάρχον. ἐκεῖνο μὲν γὰρ ἐδείκνυε
15τὴν φύσιν διὰ πολλῶν τὴν ἀνωμαλίαν ὑπομένειν, τοῦτο δὲ ἐν μιᾷ πέψει ὅπερ ἐστὶ μοχθηρότατον, ὥσπερ καὶ τὸ φθι‐
νόπωρον κακὸν, ὅτι ἀνώμαλον. ἀλλ’ ἐὰν μὲν διὰ τεττάρων582

19

.

583

ἢ πέντε ἡμερῶν γίνοιτο, ἔλαττον τὸ κακόν· ἐὰν δὲ ἐν μιᾷ ἡμέρᾳ, χεῖρον ὑπάρχει. τὸν αὐτὸν τρόπον καὶ τὰ διεσπα‐ σμένα τῶν πρώτων χείρονα, εἴ γ’ ἐν μιᾷ πέψει διακοπὴν φύσεως δηλοῖ. διακόπτει δὲ τὴν φύσιν πνεῦμα παρεμπε‐
5σὸν καὶ διασπᾷ τὴν συνέχειαν τοῦ πεμπομένου χυ‐ μοῦ. ἐπεὶ οὖν ὑπεθέμεθα κατὰ φύσιν τὸ παρυφιστάμενον ἔν τε χροιᾷ καὶ ἐν τόπῳ, παρὰ φύσιν δὲ ἐν τῇ συστάσει, δῆλον ὅτι τοῦ ταῦτ’ ἔχοντος οὕτως ἐν τῇ συστάσει ἡ ὁμα‐ λότης ἐστὶν ἢ ἀνωμαλία.
10 Τὸ οὖν πρότερον ὁμαλὸν διεσπασμένον κα‐ κόν. πλῆθος γὰρ ἐνδείκνυται πνεύματος παχέος ἐν τῷ βά‐ θει μὴ δυναμένου λεπτυνθῆναι ὑπὸ φύσεως. Ἀλλὰ δὴ ἔστω διεσπασμένον ἀνώμαλον. τουτέστι ποτὲ μὲν φαινόμενον τοιοῦτον, ποτὲ δὲ οὒ, τοιοῦ‐
15τον τοῦ προτέρου τυγχάνει ἄμεινον. ὀλίγον γὰρ δηλοῖ πνεῦ‐ μα καὶ τοῦτο λεπτὸν ἔσεσθαι ταχέως. καὶ θαυμαστὸν ὑπὸ
τῆς φύσεως ἀκολουθεῖ τὸ τὴν μὲν ὁμαλότητα εἶναι κακὸν,583

19

.

584

τὴν ἀνωμαλίαν δὲ ἀγαθόν. καὶ μάλιστα δὲ εἰκότως τὸ τοιοῦτον συμβαίνει. τὰ γὰρ κατὰ τὴν αὐτὴν ἔχοντα δύνα‐ μιν μοχθηρὰ τυγχάνει. οὕτως οὖν καὶ ὁ διαλείπων σφυ‐ γμὸς ἀεὶ μὲν ὁ αὐτὸς φαινόμενος μοχθηρότατός ἐστι, ποτὲ
5δὲ φαινόμενος τοιοῦτος ἄλλοτε δὲ οὒ, ἔλαττον κακὸν τοῦ προτέρου δηλοῖ. οὕτως οὖν καὶ τὸ διεσπασμένον ἀνώμαλον τοῦ διεσπασμένου μὲν, ὁμαλῶς δὲ φαινομένου μετριώτερόν ἐστι κακόν. καὶ περὶ μὲν ταύτης τῆς συμπλοκῆς ἱκανὰ τὰ προειρημένα.
10 Ἔστω δὲ ἑτέρα ἥδε. τὸ παρυφιστάμενον πεπεμμένον ἔστω τῷ χρώματι καὶ ὑπαρχέτω λευκὸν, μηκέτι δὲ τὴν κάτω χώραν ἐχέτω, ἀλλὰ τὴν μέσην. καὶ τὸ ἔχον τὴν μέσην χώραν ἔστω πρότερον καὶ λεῖον ἐν συστάσει καὶ ὁμαλὸν ἐν χρόνῳ· τὸ τοιοῦτον πέψιν σημαίνει, ἀλλ’ οὐ
15τελείαν, οὐ γὰρ ὑπόστασίς ἐστιν, ἀλλὰ μέση πέψις ἤτοι σα‐ φῆ δηλοῦσα, τὸ γὰρ ἐν μέσῳ ἐποχούμενον ὑπόστασίς ἐστι τῇ φύσει, τῷ τόπῳ δὲ διαφέρουσα. τὸν δὲ τόπον ἀμείβουσα
διὰ πνεύματος περιουσίαν. ἐὰν γὰρ μήτε τελείως ἐν τῇ584

19

.

585

πέψει λεπτυνθῇ τὸ πνεῦμα, ἀλλὰ τοῦ παρισταμένου ὄντος ἀποκλυσθῇ διὰ παχύτητα, ὠθεῖ τοῦτο καὶ φέρει μετέωρον πρὸς ἄκραν ἐπιφάνειαν καὶ καλεῖται νεφέλη. ἢ πρὸς μέσην χώραν καὶ καλεῖται ἐναιώρημα. ἢ οὐδ’ ὅλως ἐστὶ
5πνεῦμα καὶ τῷ βάθει φαίνεται κάτω καὶ ὀνομάζεται ὑπό‐ στασις. περὶ μὲν ἐναιωρήματος εἴρηται τοσαῦτα. Τὰ γὰρ τοιαῦτα εἰρημένα τῇ θέσει μὲν διαλλάττουσι, τὴν δὲ χροιὰν ἀμείβει ἡ τοῦ πνεύματος παρ‐ έμπτωσις. ἀλλὰ τὸ πνεῦμα ἀπὸ τῆς πέψεως γίνεται καὶ εἰ
10μὲν τελεία πέψις εἴη, καὶ ἡ φύσις τὸ πνεῦμα λεπτύνει. διὸ καὶ ὑπόστασις τελεία δηλοῖ τὴν πέψιν. εἰ δὲ μὴ δυνηθείη τὸ πνεῦμα λεπτυνθῆναι ἀλλὰ τῇ παχύτητι, καὶ μὴ διαφο‐ ρούμενον ἐκ τοῦ χυμοῦ, διὸ καὶ ἀκατέργαστον ἔχει τὸν χυ‐ μὸν, ὅθεν καὶ οὐ τελείαν πέψιν δηλοῖ, ἀλλ’ ἀσαφῆ καὶ μέ‐
15σην, διὸ καὶ τὴν μέσην καταλαμβάνει χώραν, οὐ γάρ ἐστι πολὺ, εἰ γὰρ τὴν ἄνω πέψιν κατεῖχε καὶ ἐγίνετο νεφέλη
πέψιν μὲν σημαίνει ὅτι ἐγεννήθη. ἀμυδρὰν δὲ ὅτι πολὺ585

19

.

586

καὶ παχύ ἐστι τὸ τοιοῦτον. καὶ δῆλον ὅτι ἐκ τοῦ τόπου οὐδὲν πλέον μανθάνωμεν ἢ μέτρα τῶν δηλουμένων. εἰ μὲν γὰρ μέλαν εἴη τὸ παρυφιστάμενον, κακόν. ἀλλ’ ἐὰν μέντοι εἴη νεφέλη, ἀμυδρὸν τὸ κακόν. ἐὰν δὲ ἐναιώρημα, ἔλαττον
5κακὸν, ἐὰν δὲ ὑπόστασις εἴη, τέλειον. περὶ μὲν τῆς θέσεως ἱκανὰ τὰ εἰρημένα. δεδήλωται γὰρ οὔτε ἀγαθὸν οὔτε κα‐ κὸν, ἀλλὰ μέτρια ἀγαθοῦ τε καὶ κακοῦ. ἀλλ’ ἐπειδὴ τέσ‐ σαρα ζητοῦμεν ἐν τῷ παρυφισταμένῳ, χρῶμά τε καὶ τόπον σύστασίν τε καὶ χρόνον, εἴρηται δὲ περὶ τοῦ χρόνου καὶ
10τῆς συστάσεως καὶ τοῦ τόπου, τὸ λοιπὸν προσθήσωμεν ὅ ἐστι περὶ τοῦ χρώματος, ἀλλ’ ἐπειδὴ λευκὸν ἦν τὸ κατὰ φύσιν, τοῦτο δὴ ἔστω λευκὸν, τὸ δὲ παρὰ φύσιν περὶ ὧν ἔρωμεν μέλαν ἢ πελιδνὸν ἢ ὠχρὸν ἢ ἐρυθρόν. Τὸ μὲν οὖν ἐρυθρὸν ἀπὸ ἰχωροειδοῦς αἵ‐
15ματος γίνεται καὶ ἀπεψίαν σημαίνει, ἀλλ’ οὐ θάνατον, ὅτι
μὲν οὖν κίνδυνον οὐκ ἐπάγει τὸ χρηστὸν καὶ οἰκεῖον τῆς586

19

.

587

ὕλης ἐνδείκνυται. εἰ δὲ ἀπεψίαν σημαίνει, καὶ διὰ τοῦτο καὶ χρόνιον. ἐκ τοῦδε φανερὸν τῶν χυμῶν οἱ μὲν ἐκ τοῦ φλέγματος γίνονται ὡς τὸ φλέγμα καὶ ἰχὼρ, οἱ δὲ μετὰ τοῦ αἵματος ὡς ἡ ξανθὴ χολὴ καὶ ὁ μέλας χυμός. ὅταν
5οὖν τὸ οὖρον ἐρυθρὸν φανῇ, σημαίνει ἀπὸ ἰχῶρος ἔχειν τὸ χρῶμα, ὁ δὲ ἰχώρ ἐστι πρὸ τοῦ αἵματος, οὐ γὰρ ἡ φύσις τελείαν ἐπέθηκε τῷ αἵματι τὴν βαφὴν, εὔδηλον ὡς οὐδέπω ἐπέφθη. εἰς δὲ τοῦτο τοῦ χρόνου χρῄζει ἡ φύσις πρὸς τὴν πέψιν τοῦ αἵματος. τί μὲν οὖν σημαίνει τὸ ἐρυθρὸν
10οὖρον εἰρήκαμεν. Τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδείκνυται ψύξιν, ποτὲ δὲ θερμότητα. διωρίσθη δ’ ἂν οὕτως. εἰ μὲν οὖν προηγήσατο πελιδνὸν, εἶθ’ οὕτως ἐγένετο μέλαν, ψύξιν ἔχει τὴν πρόφασιν. εἰ δὲ τὸ χλωρὸν προεγένετο, ἠκολούθησε δὲ
15τὸ μέλαν, φανερὸν ὅτι ἀπὸ θερμότητος ἐγένετο. καὶ τέτ‐
ταρα μὲν ἐπὶ τοῦ παρυφισταμένου ἐζητοῦμεν, χρῶμά τε καὶ587

19

.

588

τόπον καὶ σύστασιν καὶ χρόνον. ἁπάντων δὲ τούτων πε‐ ποιήμεθα τὴν σύγκρισιν. Τὸ δὲ πελιδνὸν ψύξιν καὶ νέκρω‐ σιν ἐμφαίνει τῆς δυνάμεως.
5 Τῶν ἐλαιωδῶν οὔρων τὰ μέν ἐστιν ἐλαιό‐ χροα, τὰ δὲ ἐλαιοφανῆ, τὰ δὲ ἐλαιώδη. ταῦτα δὲ σημαίνει ἀρχὴν τῆς συντήξεως πιμελῆς ὅλου τοῦ σώματος, ἔστι δὲ καὶ ἐλαιόχρουν αὐτό. τὰ δὲ ἐλαιοφανῆ ἀκριβεστέραν μὲν ἔχει τὴν μίξιν τοῦ ἐλαίου πρὸ τοῦ οὔρου, σημαίνει δὲ τοῦ
10πάθους ἐπίδοσιν. τὰ δὲ ἐλαιώδη ὅλα δι’ ὅλων τὰ οὖρα καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον ἔλαιόν ἐστι καὶ ση‐ μαίνει ταῦτα ἀκμὴν τῆς ἐπιδόσεως. ἀλλ’ ἤδη καὶ τὰ τῶν νεφρῶν πιμελῆς ἀναλυομένης γίνεται, τὰ δὲ ἐλαιώδη διορί‐ σωμεν διά τινων γνωρισμάτων. μέμνηται δὲ καὶ Ἱπποκρά‐
15της ἐν ἀφορισμῷ περὶ τῆς τῶν νεφρῶν πιμελῆς ἀναλυο‐ μένης ἐν τῷ φάναι. ὁκόσοισι λιπαρὴ ἡ ὑπόστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ σημαίνει. αὐτὸς δὲ καὶ τοὺς
διορισμοὺς ἐχαρίσατο προσθεὶς τὸ ἀθρόη. ἐπὶ μὲν γὰρ588

19

.

589

τῶν νεφρῶν ταχέως ἐκκρίνεται. ἐπὶ δὲ τῆς ἐν ὅλῳ τῷ σώ‐ ματι πιμελῆς οὐκ ἔτι ταχέως, ἀλλὰ καὶ βραδέως. τὸ γὰρ διαδίδοσθαι αὐτὴν ἀπὸ τῶνδε τῶν φλεβῶν ὑπὸ τὰ συνέγγυς κἀκεῖθεν ὑπὸ τὰ πλησίον καὶ μετὰ χρόνον ὑπὸ τοὺς νε‐
5φροὺς καὶ τὴν κύστιν εὔδηλον ὅτι μετὰ πολὺν ἐκκρίνεται χρόνον. ἐπὶ δὲ τῶν νεφρῶν διὰ τὸ συνέγγυς ταῖς διεξόδοις ταχέως ἐκκρίνεται, τὸ γὰρ ἀθρόη παρὰ τῷ Ἱπ‐ ποκράτει νῦν ἐπὶ τοῦ ταχέως εἴρηται. καὶ περὶ μὲν ἐλαιω‐ δῶν οὔρων ἱκανῶς διώρισται.
10 Ὅταν δ’ ἡ σὰρξ τήκηται, ὀροβοειδεῖς ὑπο‐ στάσεις γίνονται, ὁρίζονται δὲ ταῦτα πέψει τε καὶ ἀπεψίᾳ καὶ τὸ παρεῖναι ὀξὺν πυρετὸν, εἰ μὲν γάρ ἐστι πυρετὸς, ὅλου τοῦ σώματός ἐστι τὸ πάθος· εἰ δὲ μὴ, τῶν νεφρῶν. καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων τοῦ ὅλου σώμα‐
15τος κακόν. εἰ δὲ πέψις μὲν ᾖ, ὀροβοειδεῖς δὲ ὑποστάσεις, τῶν νεφρῶν δηλοῖ πάθος. εἰκότως δὲ ἀπεψία κρατεῖ, ὅταν
ὄλου τοῦ σώματος πάθος ἐστί. τὰ γὰρ ποιοῦντα τὴν πέ‐589

19

.

590

ψιν ἀγγεῖα νενόσηκεν. ἐπὶ δὲ τῶν νεφρῶν οὐκ ἔστιν ἀπε‐ ψία. οὐ γὰρ ὁ νεφρὸς πέττει τὸ οὖρον. καὶ περὶ μὲν τῆς πιμελῆς καὶ τῆς σαρκὸς ἱκανὰ τὰ εἰρημένα. Ὅταν δ’ ἂν πάθωσι τὰ στερεὰ, πρῶτον
5μὲν ἐπὶ πολὺ διαζέονται καὶ γίνονται πεταλώδη τὰ οὖρα. ἀλλὰ καὶ τῆς κύστεως τοιαῦτα δηλωτικά. τοῖς δὲ προειρη‐ μένοις ἐπὶ τῶν νεφρῶν διορίζεται. εἰ μὲν εἴη πυρετὸς, ὅλον κεκάκωται· εἰ δὲ μὴ ᾖ πυρετὸς, τῆς κύστεως τὸ πάθος. καὶ εἰ μὲν ἀπεψία, τοῦ ὅλου, εἰ δὲ πέψις, τῆς κύστεως.
10 Ὅταν δὲ ὁ πυρετὸς ἐν τῷ βάθει τῶν ἀγγείων καταδῇ, γίνονται πιτυρώδεις αἱ ὑποστάσεις, στενώτεραι μὲν τῶν πεταλωδῶν, ἀλλὰ παχύτεραι. καὶ τὰ τοιαῦτα δὲ πάλιν τῆς κύστεως σημαντικά. ἀλλὰ καὶ τοῖς εἰρημένοις τὸ πάθος διακρίνεται. εἰ μὲν γὰρ παρῇ πυρε‐
15τὸς, τοῦ ὅλου τὸ πάθος, εἰ δὲ μὴ, τῆς κύστεως. Ἐπειδὰν δὲ ὁ πυρετὸς μετὰ τοῦ καταλη‐
φθῆναι τὸ πάθος μεῖζον ἐπιλάβῃ μῆκος καὶ πλάτος, ἁδρο‐590

19

.

591

μερέστερα δὲ γίνονται τὰ τοιαῦτα τῶν πιτύρων καὶ καλεῖται κριμνώδη. ἀλλὰ καὶ τὰ κριμνώδη δύο σημαίνει, εἰ μὲν ὄπτησιν αἵματος ἢ σύντηξιν ἰσχυρὰν τῶν στερεῶν, εἰ δὲ λευκὰ μὲν εἴη τὰ παρυφιστάμενα, τῶν στερεῶν ἐστι πάθος,
5εἰ δ’ ἐρυθρὰ τοῦ αἵματος. Ἧπαρ ἡλκωμένον καὶ αὐτὴν τὴν οὐσίαν ἀναλύεσθαι καὶ τὸ μὲν λεπτομερὲς αὐτῶν τὴν ἰχωρώδη χροιὰν, τὸ δὲ παχυμερὲς τὴν σανδαραχίζουσαν καὶ ὡς ἐπὶ τὸ πολὺ θάνατον μηνύουσαν, εἰ δὲ περισώζοιντο, ὕδρωπα.
10 Τὸ δυσῶδες οὖρον τὴν σῆψιν δηλοῖ καὶ τῆς φύσεως νέκρωσιν. Λείπει δὲ τῷ λόγῳ λοιπὸν θεωρῆσαι τὰς τοῦ χύματος καὶ τοῦ παρυφισταμένου συμπλοκὰς καὶ τί συμαίνουσιν. αἱ γὰρ ἔμπροσθεν συζυγίαι αἱ μὲν πρότερον
15τοῦ χύματός ἐστι μόνου, αἱ δὲ ἕτεραι παρυφισταμένου.
νυνὶ δὲ τὰς τοῦ χύματος καὶ τὰς τοῦ παρυφισταμένου συμ‐591

19

.

592

πλέξωμεν. καὶ τί σημαίνει τούτων ἑκάστη διαφορὰ παρα‐ θώμεθα. Ἔστω οὖν πρῶτον ἐν τῇ συστάσει τοῦ χύ‐ ματος ἄπεπτον, τουτέστι λεπτὸν καὶ ἐν τῇ χροιᾷ λευκόν.
5ἐπὶ τῷ τοιούτῳ οὔρῳ οὐ δύναται ἐνστῆναι παρυφιστάμενον. ἡ γὰρ λεπτότης ἔνδειαν ὕλης σημαίνει, πῶς ὑπὸ τούτων ἔχομεν ὑποθέσθαι γινομένην ὑπόστασιν; ἀλλ’ οὐδ’ ἂν ὠχρὸν γένηται ἢ πυῤῥὸν ἢ ξανθὸν, μένον δὲ λεπτὸν ὑφίσταταί τε. ἐπὶ τούτων γὰρ ἡ φύσις ἀποροῦσα ὕλης εἰς χρῶμα
10μεταβάλλει τὸ οὖρον, ὥστε θέλοντας ἐργάσασθαι συμπλο‐ κὰς ὁμοῦ τε τοῦ χύματος καὶ τοῦ παρυφισταμένου, τὸ λε‐ πτὸν ἐκβάλλωμεν καὶ ὑποθώμεθα τὸ παχύ. Ἔστω δὲ τῇ χροιᾷ λευκὸν, τῇ συστάσει παχύ· ἐπὶ τούτου ὑφίσταται, καὶ τὸ ὑφιστάμενον ἔστω λευ‐
15κὸν, ἀλλ’ οὐ λεῖον. ὁ γὰρ ὠμὸς χυμὸς ἐπὶ τῶν τοιούτων ἀθροίζεται πολὺς, ὡς τῇ μὲν χροιᾷ πέττεται, τῇ δὲ συ‐
στάσει ἄπεπτον ὑπάρχει.592

19

.

593

Ἀλλ’ ἔστω πάλιν παχὺ καὶ συναπτέσθω τῷ ἐρυθρῷ. τῷ γὰρ ὠχρῷ καὶ πυῤῥῷ καὶ ξανθῷ τὸ παχὺ οὐ μίγνυται διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας. ἐὰν τοί‐ νυν τῷ ἐρυθρῷ μιγῇ τὸ παχὺ, καθάπερ ἐπὶ τῶν συνόχων,
5ἔσται σημεῖον ἀπεψίας καὶ ἐν τῷ χύματι καὶ ἐν τῷ παρυ‐ φισταμένῳ καὶ κατὰ τὴν σύστασιν καὶ τὴν χροιὰν ἀμφοτέ‐ ρων, τοῦ τε χύματος καὶ τοῦ παρυφισταμένου. Ἀλλὰ δὴ ἔστω παχὺ μὲν, ἀλλὰ μέλαν. ἐνταῦθα δὲ καὶ αὐτὸ πέπονθεν ἀπεψίαν καὶ ἐν τῷ χρώματι
10καὶ ἐν τῇ συστάσει τοῦ τε χύματος καὶ τοῦ παρυφισταμέ‐ νου. καὶ αὗται μὲν αἱ συμπλοκαὶ τοῦ οὔρου μένοντος παχέος. Ἔστω δὲ σύμμετρον ἐν συστάσει, ἀμει‐ βέσθω δὲ τοῖς χρώμασιν. ἀλλὰ λευκὸν τὸ τοιοῦτον οὐ δύ‐
15ναται εἶναι. εἰ γὰρ λευκόν ἐστιν, ἄπεπτον ὑπάρχει. εἰ δὲ τοῦτο φαίνεται καὶ τὸ χρῶμα πέψαι φύσις οὐ δεδύνηται, πῶς τὴν σύστασιν ἐπάχυνε μείζονος καμάτου δεομένου;
οὐκοῦν τὸ σύμμετρον μετὰ λευκοῦ συστῆναι οὐ δύναται,593

19

.

594

σπανίως δὲ μετὰ ὠχροῦ, εἰ μὴ πλείων ᾖ δεδωκὼς καὶ τῇ περιουσίᾳ τῆς ὑγρότητος. ἡ χολὴ τὸ μὲν χρῶμα μὴ λάβοι πυῤῥὸν ἢ ξανθὸν, τὴν δὲ σύστασιν σχοίη σύμμετρον. ἀλλ’ ὅμως κἂν συστοιχῇ, οὐδὲ ἐπὶ τούτων ὑφίσταται, ὥστε καὶ
5ταύτην ἐκβάλλομεν τὴν συμπλοκὴν μιγνυμένην μετὰ ὑπο‐ στάσεως. Χλωρὰ ἢ πελιδνὰ, μέλανα, αἱματώδη καὶ λίαν παχέα, τὰ πυῤῥὰ, λίαν ἄκραια, τὰ πυῤῥὰ καὶ λεπτὰ καὶ μηδεμίαν ὑπόστασιν ἔχοντα. μοχθηρὰ δὲ τὰ δυσώδη.
10κακὰ δὲ τὰ λιπαρὰ καὶ ἐλαιώδη καὶ ὑπερβάλλοντα τὸ πλῆ‐ θος τοῦ πινομένου. Πελιδναὶ καὶ μέλαιναι καὶ ζοφώ‐ δεις, ποικίλαι, διεσπασμέναι, κριμνώδεις, δίαιμοι, πυρε‐ τώδεις καὶ χολεραὶ, φλεγματώδεις καὶ δυσώδεις. τὰ δὲ ἀνυ‐
15πόστατα οὖρα πονηρὰ πάντως. καὶ ταῦτα μὲν τὰ εἴδη τῶν οὔρων σημαίνουσι πλῆθος αἰτιῶν διαφόρων νοσημάτων καὶ αὔξησιν τούτων καὶ μείωσιν, διάκρισίν τε καὶ σύγκρι‐
σιν, πέψιν τε καὶ ἀπεψίαν καὶ τρόπους κινδύνων γενησομέ‐594

19

.

595

νων. σκοπεῖν δὲ δεῖ τὸν ἰατρὸν ἐπὶ τούτων ἁπάντων τὸ πλῆθος καὶ τὴν δύναμιν τῶν αἰτίων καὶ τὴν ὑπεροχὴν ὑπὲρ τὸ ἀδιαμάρτητον φυλαχθῆναι. Ἐπὶ τῶν πυρεκτικῶν μάλιστα νοσημάτων
5ἡ ἐκ τῶν οὔρων σημείωσις χρησιμωτάτη καθέστηκεν. ἐπειδὴ δὲ πᾶν τὸ παρὰ φύσιν ἀπὸ τοῦ κατὰ φύσιν εὑρίσκεται, ἀπὸ τῶν κατὰ φύσιν ἀρξώμεθα. οὖρον οὖν ἄριστόν ἐστιν ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ τελούντων ἀνθρώπων, ὑπόπυῤ‐ ῥόν τε καὶ ξανθὸν ἢ ὑπόξανθον καὶ τῷ πάχει σύμμετρον
10καὶ μένον τοιοῦτον τῇ χροιᾷ οἷον ἀπουρηθῇ. λείαν δὲ καὶ ὁμαλὴν καὶ λευκὴν ἔχον ὑπόστασιν παρὰ πάντα τὸν χρόνον. πλῆθος δὲ πρὸς λόγον τοῦ πινομένου. ἐπὶ δὲ τῶν γυναι‐ κῶν τὸ κατὰ φύσιν οὖρον τῇ χροιᾷ λευκότερον τοῦ ἀν‐ δρείου εἶναι χρὴ καὶ ὑπόστασιν ἔχειν πλείονα. ἐπὶ δὲ τῆς
15παιδικῆς ἡλικίας ἱκανῶς παχεῖαν ἔχειν αὐτὰ ὑπόστασιν χρὴ διὰ τὰς τῶν παίδων ἀδηφαγίας καὶ ἀτάκτους καὶ ἀκαί‐
ρους κινήσεις. λείαν δὲ ὑπόστασιν Ἱπποκράτης καλεῖ τὸ595

19

.

596

συνεχὲς καὶ ἀδιάσπαστον δηλῶσαι βουλόμενος, ὁμαλὸν δέ φησιν εἶναι ὃ δι’ ὄλου ἀεὶ ὅμοιον οὐρεῖται καὶ μὴ σήμερον πεπεμμένον, τῇ δ’ ἑξῆς ἄπεπτον. καὶ ὃ μὴ τὴν ὑπόστασιν ἢ τὸ χῦμα ἔχει ὅλον ἀνώμαλον. ζητοῦμεν οὖν ἐπὶ τοῦ κατὰ
5φύσιν οὔρου χρῶμα καὶ σύστασιν τοῦ σώματος καὶ τὰ παρεμφαινόμενα τῷ χύματι, οἷον νεφέλην, ἐναιώρημα καὶ τὴν ἐν τῷ πυθμένι ὑπόστασιν. εὔδηλον οὖν ὅτι κατά τι τούτων τρεπόμενον τὸ οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶν ἐνδείκνυται.
10 Ἄριστον μὲν οὖν οὖρόν ἐστιν ἐπὶ τῶν νο‐ σούντων τὸ τοῖς ὑγιαίνουσιν ὁμοιότατον ὕπωχρον ἢ ὑπό‐ ξανθον, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόστασιν. ὑπο‐ δεέστερον δὲ τὸ ἔχον ἐναιώρημα λευκὸν καὶ λεῖον καὶ ὁμα‐ λόν. ἕτερον δὲ τούτου ἀπεπτότερον τὸ νεφέλην τοιαύτην
15ἔχον. ἐφ’ ὧν γὰρ τὸ πνεῦμά ἐστιν ἐν τῷ βάθει παχὺ καὶ ἄπεπτον, εἰ μὲν ὀλίγον εἴη, συγχωρεῖ μὲν τὴν ὕλην ἐπὶ τὸν πυθμένα τοῦ ἀγγείου καταφέρεσθαι. εἰ δέ τι πλεονάσαν τὸ
ἄπεπτον ἐν τῷ βάθει πνεῦμα πρὸς τὴν ἄνω ἐπιφάνειαν τοῦ596

19

.

597

χύματος φέρει τὴν ὑπόστασιν καὶ ποιεῖ τὴν καλουμένην νε‐ φέλην. ἐφ’ ὅσον οὖν ἰσχύει τὸ πνεῦμα καὶ μερίζει καὶ μετεωρίζει τὴν ὑπόστασιν, ἐπὶ τοσοῦτον ἀπεπτότερον γίνεται τὸ οὖρον. ἐπὶ δὲ τῶν ἀκριβῶν τριταίων καὶ τῶν ἐφημέρων
5πυρετῶν ἡ νεφέλη μόνη ἢ ἐναιώρημα πολλάκις ἤρκεσε πρὸς λύσιν τοῦ νοσήματος. ἐνίοτε καὶ τὸ εὔχρουν γίνεσθαι τὸ οὖρον μόνον. Πολλάκις δὲ καὶ τὸ λευκὸν χρῶμα τοῦ παρεμφαινομένου ἐν τῷ χύματι ἀπατᾷ τοὺς ἰδιώτας, ὡς
10ὑπόστασιν χρηστὴν νομίζεσθαι οὐκ οὖσαν χρηστήν. συμ‐ βαίνει γὰρ ὠμὸν καὶ λευκὸν χυμὸν συνεκκρινόμενον τὸ οὖ‐ ρον ὑφίστασθαι καὶ φαντασίαν ὑποστάσεως χρηστὴν παρέ‐ χειν. ἐνίοτε δὲ καὶ ἥπατος ἢ νεφρῶν πεπονθότων πύον ἐκκρίνεται σὺν τῷ οὔρῳ ὑφιστάμενον καὶ ἀπατᾷ τὸν τεχνή‐
15την, ἀλλὰ τοῦτο μὲν πρῶτον διορίζεται προπεπονημένον τὸν ἄνθρωπον τοὺς νεφροὺς ἢ τὸ ἧπαρ ἤ τι ἕτερον μόριον τῶν εἰωθότων ἐκκαθαίρεσθαι διὰ τῶν οὔρων. ἔπειτα δὲ καὶ
δυσῶδες εὑρίσκεται τὸ μετέχον πύου. ὁ δὲ ὠμὸς χυμὸς597

19

.

598

διορίζεται τῆς χρηστῆς ὑποστάσεως τῇ ἀνωμάλῳ συστάσει τοῦ παρυφισταμένου. οὐ γὰρ συνεχὲς ἑαυτῷ μένει, ἀλλὰ διορίζεται εἰς μικρὰ οἷον ψαμμία καὶ οὐδ’ ὅλως λεῖόν ἐστι, καθὼς ἡ ἀληθὴς ὑπόστασις. ἐπὶ μὲν τῶν χρηστῶν οὔρων
5πρῶτα μὲν ἐπιφαίνεται νεφέλη. ἔπειτα ὑποκαταβαίνουσα ποιεῖ τὸ ἐναιώρημα. ἐπὶ τέλει δὲ ὑφιζάνουσα ἐν τῷ πυθμένι τοῦ ἀγγείου ποιεῖ τὴν ὑπόστασιν, δηλονότι ὅταν τελείως πε‐ φθῇ. ἐπὶ δὲ τῶν ὠμῶν χυμῶν εὐθὺς ἐξ ἀρχῆς εἰς τὸν πυθμένα τοῦ ἀγγείου ὑποχωρεῖ πλῆθος πολὺ μετὰ τοῦ εἶ‐
10ναι κάκωχρον καὶ τὸ χῦμα ὅλον. ἔπειτα κατὰ βραχὺ πετ‐ τόμενον καὶ λεπτυνόμενον αἰωρεῖται κατὰ τὸ μέσον τοῦ χύ‐ ματος καὶ ποιεῖ τὸ ἐναιώρημα. ὅταν δ’ ἐπὶ πλεῖστον λε‐ πτυνθῇ καὶ πεφθῇ, ἐφίσταται ἐπὶ πολὺ τοῦ χύματος καὶ ποιεῖ τὴν νεφέλην καὶ πλανᾷ τοὺς ἰδιώτας, ὡς ὑπολαμβά‐
15νειν ἐπὶ τὸ χεῖρον προβαίνειν τὴν νόσον. Τὸ δὲ λεπτὸν καὶ ὠχρὸν οὖρον ἄπεπτον
μέν ἐστι τῇ συστάσει, πεπεμμένον δὲ μετρίως τῇ χροιᾷ.598

19

.

599

ἀσθένειαν δὲ καὶ τοῦτο δηλοῖ τῆς φύσεως, τῷ μὲν χρώματι γὰρ ἔπεψεν ὡς ἂν ῥᾴδιον ὑπάρχον, οὐκέτι δὲ καὶ τῇ συ‐ στάσει διὰ τὸ δυσκολώτερον. Τὸ δὲ λεπτὸν τῇ συστάσει καὶ πυῤῥὸν τῷ
5χρώματι βέλτιον τοῦ ὠχροῦ, ὅμως ἄπεπτον διὰ τὴν σύ‐ στασιν. Ἀπεψίαν σημαίνει, οὐ θάνατον, ἀλλὰ χρό‐ νου δεῖται εἰς πέψιν. ἔστι δὲ ἐξ αἵματος ἰχωροειδοῦς μή ποτε λείαν πέψιν λαβόντος μηδὲ τὴν ἰδίαν χροιὰν
10καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ νόσημα. ἐπὶ δὲ τῶν συνεχῶν πυρετῶν ἐπὶ πλήθει αἵματος συνιστάμενον ἐκ‐ κρίνεται οὖρον ἐρυθρὸν καὶ παχύ. δηλονότι τοιοῦτόν ἐστι καὶ τῷ χρώματι καὶ τῇ συστάσει τοῦ χρώματος καὶ τὸ παρυφιστάμενον ἅπτεται.
15 Τὸ δὲ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀναθολούμενον ἄπεπτόν ἐστι διὰ περιου‐ σίαν αἵματος παχέος. δηλοῖ δὲ τὴν φύσιν ἄρχεσθαι πέ‐ πτειν.
Τὸ δὲ παχὺ οὐρούμενον καὶ καθιστάμε‐599

19

.

600

νον οἷον ὑποζυγίου δηλοῖ τὴν τῶν παχέων πνευμάτων τε καὶ χυμῶν ζύμωσιν. ἐπὶ τούτων κεφαλαλγίαι πάρεισιν ἢ παρέσονται διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀνα‐ θυμιάσεις.
5 Παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμω‐ σιν καὶ δηλοῖ πως ἄρχεσθαι τὴν διάκρισιν. Ἐσχάτην ἀπεψίαν. οὐ γὰρ ἐνεχείρησεν ἐπὶ τούτων οὐχ ὡς πρὸς τὴν πέψιν. γίνεται δὲ τοῦτο ἢ δι’ ἀσθένειαν τῆς δυνάμεως ἢ δι’ ἔμφραξιν ἢ διὰ τὸ χρό‐
10νιον εἶναι τὸ νόσημα, ἐπὶ γὰρ τῶν τεταρταίων χρονιωτά‐ των ὄντων ἐν ἀρχαῖς διὰ τὸ πλῆθος καὶ δυσπαθὲς τῆς ὕλης διορθούμενον τὸ οὖρον γίνεται λεπτὸν καὶ δι’ ἔμφραξιν ἥ‐ πατος ἢ νεφρῶν, ἀλλὰ διαγινώσκεται ἐκ τῆς τοπικῆς ὀδύ‐ νης. οὐρεῖται δ’ ἐνίοτε λεπτὸν καὶ λευκὸν καὶ ἐπὶ τῶν δια‐
15καῶν πυρετῶν καὶ σημαίνει φρενῖτιν. καὶ γὰρ ὁ καυσώδης πυρετὸς πλῆθος δηλοῖ χολῆς. οὐ χρώννυται δὲ τὸ οὖρον, εὔδηλον ὅτι οὐ μένει ἐν τοῖς ἀγγείοις ἡ χολὴ, ἀλλὰ τῇ κου‐
φότητι εἰς τὸν ἐγκέφαλον ἀνέδρασεν, εἰ μὲν οὐ πάρεστι600

19

.

601

φρενῖτις ἐπὶ τούτων γίνωσκε αὐτὴν ἤδη ἔσεσθαι. εἰ δὲ καὶ παρούσης φρενίτιδος οὐρεῖται λεπτὸν καὶ λευκὸν ἐπὶ διακαεστάτου πυρετοῦ προσαγγέλλει θάνατον ὡς ἐπὶ πολύ. οὐ γὰρ ὑπομένει ἡ ἐγκεφάλου δύναμις ἤδη προκαταβεβλη‐
5μένη τῷ διακαεῖ πυρετῷ ἐνέγκαι δριμύτητα καὶ δῆξιν χο‐
λῆς ἤδη σεσηπυίας.601