TLG 0530 032 :: Pseudo–GALENUS :: De theriaca ad Pamphilianum Pseudo–GALENUS Med. De theriaca ad Pamphilianum Citation: Volume — page — (line) | ||
14.295(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΘΗΡΙΑΚΗΣ ΠΡΟΣ | |
t2 | ΠΑΜΦΙΛΙΑΝΟΝ. | |
---|---|---|
1 | Πολλάκις ἐπιζητοῦντί σοι, κράτιστε Παμφιλιανὲ, τὴν μέθοδον τῆς θηριακῆς ἀντιδότου καὶ τὴν χρῆσιν παρ’ ἡμῶν ἀκοῦσαι τὰ μὲν ἐκ τοῦ παραστάντος ἡμῖν ῥηθέντα οὔτε σε νομίζω διαμνημονεύειν οὔτε ἐμαυτὸν ἀποχρώντως εἰρη‐ | |
5 | κέναι. νυνὶ δὲ ἐπὶ σχολῆς γενόμενος καὶ διὰ τῆς μνήμης ἀνακαλεσάμενος ὅσα κατὰ τὴν περιοδίαν εἶδον ἐν Ῥώμῃ, | |
παρά τε τοῖς ὑφηγησαμένοις ἡμῖν κατορθούμενα διὰ τοῦ | 295 | |
14.296 | φαρμάκου τούτου καὶ ὅσα χρησάμενος αὐτὸς ἐπιτυχὼν κα‐ τώρθωσα, ταῦτ’ ᾠήθην δεῖν σοι προσφωνῆσαι συναγαγὼν, μετὰ τοῦ καὶ τοὺς τρόπους τῆς χρήσεως ὑπογράφειν, καὶ τὰς διαφορὰς τῶν παθῶν, καὶ τοὺς καιροὺς ἐφ’ ὧν τινων, | |
5 | καὶ πότε χρώμενος αὐτῇ τις οὐκ ἂν διαμαρτάνοι. κομιδῇ γὰρ ἀκούσου τινὸς εἶναι δοκεῖ μοι τὸ ἀποκρύπτε‐ σθαί τι τῶν εἰς σωτηρίαν διαφερόντων, ὑπὲρ ἧς ἅπαντες οἱ κατὰ τὴν μητρόπολιν εὔχονται δικαίως, ἅτε δὴ κατ’ ἰδίαν εὐεργετούμενοι καὶ κοινῇ κοσμούμενοι, διὰ τῶν ὑπὲρ τῆς | |
10 | προνοίας τῇ πόλει πάσῃ κατασκευαζομένων κοινωφελῶν ἔργων. οἶδα δὲ καὶ τὰς ἄλλας πόλεις ἁπάσας ὅσαι Κρητικαὶ τῆς σῆς γνώμης τὸ περὶ πάντας δεξιὸν καὶ ἐπιεικὲς οὐ τιμώσας μόνον, ἀλλὰ καὶ ἀγαπώσας. εἰσὶ δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου καὶ ἐπὶ τῆς βασιλίδος πόλεως τοσοῦτοι τὸ πλῆθος φίλοι | |
15 | σοὶ μόνῳ Κρητῶν, ὅσοι τοῖς ἄλλοις ἅπασιν οὐκ εἰσὶν, ὥστ’ εὐλόγως ἄν τινα θαυμάσαι καὶ τὴν τύχην οἰκείως σοι θε‐ μένην πρὸς τὴν φύσιν τοῦ τρόπου καὶ τοῦ ὀνόματος τὸ | |
ἐπίσημον, ὡς ἂν προγινώσκουσαν ὅτι μέλλεις ὑπὸ πάντων | 296 | |
14.297 | φιλεῖσθαι. ἡ μὲν οὖν κτῆσίς σοι τῆς ἀντιδότου δαψιλὴς καὶ παρὰ πολλῶν, ἡ δ’ ἔντεχνος χρῆσις παρ’ ἡμῶν καὶ τῆς ἡμετέρας περὶ σὲ σπουδῆς καὶ εὐνοίας ὑπόμνημα. ὅνπερ γὰρ τρόπον αὐλοῦ καὶ λύρας καὶ τῶν ἄλλων μουσικῶν | |
5 | ὀργάνων οὐδὲν πλέον τοῖς κεκτημένοις μὲν, μὴ χρωμένοις δὲ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀντιδότων ἔχει, οἷον καὶ ἐπὶ τῶν ἄλλων ἰατρικῶν φαρμάκων οὐδὲν ὀνίνησιν ἡ κτῆ‐ σις αὐτῶν, τῆς χρήσεως ὑστεριζούσης. εἰ μὲν γὰρ, ὡς ἡ παρὰ τοῖς πολλοῖς ἐπικρατοῦσα φήμη, πρὸς μόνα τὰ δή‐ | |
10 | γματα τῶν ἰοβόλων καὶ πρὸς τὰς τῶν δηλητηρίων φαρμά‐ κων ἐποίει πόσεις, ἔδει καθάπερ τι κειμήλιον οἴκοι κατα‐ κείμενον περιορᾷν τὸ φάρμακον, ὑπὸ τοῦ χρόνου δαπανώμε‐ νον, τῆς χρείας οὐ καλούσης. ἐπεὶ δὲ πρὸς τούτοις καὶ εὐγηρίαν ὑπισχνεῖται καὶ μακροβιότητα καὶ ἀκρίβειαν αἰ‐ | |
15 | σθήσεως, καὶ διαμονὴν ὑγείας, καὶ οὐ μόνον τῶν παρόντων νοσημάτων λύσιν, ἀλλὰ καὶ τῶν ἔσεσθαι μελλόντων κώλυσιν, εὔλογον οἴομαι καὶ ἐν ὑγείᾳ οὐκ ἀποστρέφεσθαι τὴν χρῆσιν | |
αὐτῆς, τῆς ἀπαλλαγῆς τῶν ἐνοχλούντων παθῶν τὸ τὴν | 297 | |
14.298 | ἀρχὴν μὴ παθεῖν προτιμῶντα. πολλοὶ γοῦν τῶν ἐν Ῥώμῃ μεγάλα δυναμένων κατὰ νεομηνίαν τοῦ φαρμάκου προσφέ‐ ρονται. οἱ δὲ ἀπολεξάμενοι τὴν τετάρτην τῆς σελήνης ἐπὶ τρεῖς κατὰ τὰς ἑξῆς ἡμέρας προευπεπτηκότες καὶ τῆς κοι‐ | |
5 | λίας ἠρέμα προεπιμεληθέντες, περὶ τὴν τρίτην ὥραν προσ‐ φέρονται τοῦ Ἑλληνικοῦ κυάμου μέγεθος, σὺν μέλιτος κο‐ χλιαρίῳ ἑνὶ καὶ ὕδατος θερμοῦ κυάθοις δυσὶν, οὐχ ἵνα τι διοχλοῦν νόσημα ἀποστρέψωνται, ἀλλ’ ἵνα παντὸς νοσήμα‐ τος ἀπερίπτωτοι μένωσι καὶ τῆς προθέσεως οὐκ ἀποτυγ‐ | |
10 | χάνωσι. χρηστὸν γὰρ αὐτοῖς ἀποφαίνει τὸ αἷμα, οὐ τὴν φερομένην ἐν αὐτῷ φαυλότητα ἀποκρίνουσα, ἀλλ’ ἐξοικειοῦσα τὴν ἀτοπίαν καὶ κρατοῦσα τῆς παρὰ φύσιν ποιότητος. κατὰ δὲ τὰς ἀποδημίας, ὅταν ὑπονοήσωσι χώρας τινὰς νοσώδεις, ἢ μοχθηρίας ὑδάτων, τὸν αὐτὸν τρόπον προσφερόμενοι | |
15 | ἐξασφαλίζονται τὴν ἕξιν τοῦ σώματος, ὥσπερ ὅπλῳ τινὶ σω‐ τηρίῳ τῷ φαρμάκῳ χρώμενοι, καὶ διαμένουσιν ἀπήμονες. | |
τῶν δ’ ἐμῶν διδασκάλων ὁ πρεσβύτατος ἀνὴρ, εἰ καί τις | 298 | |
14.299 | ἄλλος ἐμπειρίᾳ τέχνης καὶ ἐπιεικείᾳ γνώμης διαφέρων, Αἰ‐ λιανὸς Μέκκιος, ἔφη ποτὲ τὴν Ἰταλιῶτιν χώραν ὑπὸ λοιμοῦ πιεσθεῖσαν, ὀξεῖς θανάτους καὶ φθορὰν ἀνθρώπων πολλὴν παθεῖν, ἐν δέει δὲ πάντων ὁμοίως, καὶ τῶν ἰατρῶν καὶ | |
5 | ἡγουμένων ἀνδρῶν ὑπαρχόντων, εἰσηγήσασθαι μόνῃ χρῆσθαι τῇ θηριακῇ, τῶν ἄλλων ἁπάντων ἀπρακτούντων βοηθημά‐ των, καὶ τῶν μὲν ἤδη νοσούντων λαβόντων τινὰς ἀνασφῆλαι, τινὰς δὲ καὶ διαφθαρῆναι. τοὺς δὲ πρὸ τοῦ νοσῆσαι προσ‐ ενεγκαμένους πάντας οὐ μόνον τὸν κίνδυνον, ἀλλὰ καὶ | |
10 | τὴν πεῖραν τοῦ πάθους διαφυγεῖν, καὶ θαυμαστὸν οὐδέν· εἰ γὰρ καὶ θανασίμων φαρμάκων πινομένη δύναται κρα‐ τεῖν, νικήσει καὶ φθορὰν ἀέρος ἀδικοῦσαν τὸν ἄνθρωπον, ὅπερ δὴ καὶ τοὺς πολλοὺς τῶν ἰατρῶν καὶ τοὺς ἰδιώτας ἅπαντας κοινῇ διαλανθάνειν μὴ θαυμάσαις. ὀποὶ γάρ εἰσι | |
15 | καὶ χυλοὶ καὶ φλοιοὶ καὶ ῥίζαι καὶ ἄνθη καὶ σπέρματα καὶ σαρκία ἐξ ὧν συνέστηκεν. ὥσπερ οὖν καθ’ ἓν τούτων | |
ἕκαστον ἱκανὸς ὁ χρόνος ἐξίτηλον ἀποφῆναι, οὕτω καὶ τὴν | 299 | |
14.300 | ὅλην τοῦ φαρμάκου σύνθεσιν, τοῦτό τε ὑφορώμενοι τῶν ὑλικῶν ἰατρῶν οἱ χαριέστατοι πωλοῦσιν ἢ δωροῦνταί τισι τὴν ἄγαν παλαιουμένην. αὐτοὶ δὲ τῆς χρείας καλούσης ἐνεργεστάτῳ καὶ ὡραιοτάτῳ χρῶνται τῷ φαρμάκῳ, οὐ γὰρ | |
5 | ἔξεστιν ἑαυτοῖς βοηθοῦσιν ἀποτυγχάνειν. ὁριῶ δέ σοι καὶ τὰς ἄλλας προδεσμίας τῶν χρόνων καὶ τὰς διαφορὰς τῶν νοση‐ μάτων, πρὸς ἅστινας καὶ ὁπότε χρώμενος αὐτῇ τις οὐκ ἀπο‐ τεύξεται. ἐπὶ μὲν γὰρ τῶν ἐχεοδήκτων καὶ ὀφιοδήκτων καὶ ἀσπιδοδήκτων καὶ λυσσοδήκτων καὶ καθόλου τῶν ὑπό τινος τῶν | |
10 | ἰοβόλων δηχθέντων, ἢ νυγέντων, ἢ ψυγέντων, ἱκανῶς ἄγαν ἡ πρόσφατος δύναται βοηθεῖν· ἔστι δὲ πρόσφα‐ τος μέχρις ἐτῶν λστʹ· καὶ πρὸς τὰ θανάσιμα πάντα. μετὰ δὲ τὸν χρόνον τοῦτον κατάλληλος ἅπασι τοῖς ἄλλοις πάθεσι, περὶ ὧν ὑπόμνημα γράψομεν, πολλῶν πλειόνων ὄντων ἄλλων | |
15 | εἰς ἀριθμὸν τῶν προειρημένων. δοκίμιον οὖν τοῦτο ἐνεργοῦς καὶ ἀπράκτου φαρμάκου· φάρμακον ὑπήλατον, ἢ ἐμετήριον, | |
ἢ ἑλλέβορον, ἢ σκαμμωνίαν, ἢ ἄλλο ὅ τι βούληταί τις ἀν‐ | 300 | |
14.301 | δρικώτατον, ὡς μέλλον καθαίρειν, ἐπιδώσει, προσεπιδοὺς τῆς ἀντιδότου, κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, καὶ οὐ κα‐ θαρθήσεται, οὐδ’ ἔν τινι συναισθήσει καθάρσεως ὁ λαβὼν ἔσται. γενόμενος δὲ ἐξελέγχει τῆς ἀντιδότου τὴν διὰ χρό‐ | |
5 | νου ἀπραξίαν· δίδοται δὲ πρὸς τὰς τῶν θανασίμων φαρ‐ μάκων πόσεις καὶ πρὸς τὰς τῶν ἰοβόλων πληγὰς μετ’ οἴνου κυάθους γʹ. τοῦ φαρμάκου καρύου Ποντικοῦ τὸ μέγε‐ θος, καὶ ἐπιδιδομένη καὶ προσλαμβανομένη, εἰ δι’ ὑφορά‐ σεώς τις ἔχει φαρμακείας· ὁμοίως καὶ πρὸς τοὺς ὑπό τινος | |
10 | αἰτίας ἀδήλου κινδυνεύοντας, τῆς ἐν τῷ σώματι διαφθορᾶς μιμησαμένης θανασίμου φαρμάκου ποιότητα. βοηθεῖ καὶ ταῖς προσφάτοις καὶ χρονίαις βηξὶ, καὶ ἐφ’ ὧν ἄλγημά τι τοῦ θώρακος, ἢ πλευρᾶς, ἀπυρέτοις μετ’ οἰνομέλιτος, πυ‐ ρέσσουσι δὲ μεθ’ ὑδρομέλιτος εἰς νύκτα, κυάμου τὸ μέγε‐ | |
15 | θος Αἰγυπτίου. ὁμοίως καὶ πρὸς τοὺς ἐμπνευματουμένους στομάχους ἢ στροφουμένους, ἔντερον ἢ κῶλον ὀδυνωμένους, | |
ἐπὶ τούτων ἡ πόσις γενέσθω δι’ ὕδατος, τὸ δ’ αὐτὸ φάρ‐ | 301 | |
14.302 | μακον διδόσθω κυάμου τὸ μέγεθος ἕωθεν. δύναται καὶ ὄρεξιν ἐπιτεταμένην ἀναστεῖλαι, καὶ ὑπτιωμένην ἀναγεῖραι, τὸ οἰκεῖον ἑκάστῳ τῶν τῆς φύσεως ἔργων μέτρον ἀποκαθι‐ στᾶσα. ἡ δὲ πόσις καὶ ἐπὶ τούτων ἰσομεγέθης τῇ προει‐ | |
5 | ρημένῃ δι’ ὕδατος, ἢ κράματος, μήτε πλείων κυάθων γʹ. μήτε ἐλάσσων δύο· ἀγαθὴ καὶ παντὸς τύπου ῥῖγος ἀπαλ‐ λάξαι, καὶ περίψυξιν, καὶ χολημεσίαν τὴν ἐν ταῖς ἐπιβολαῖς ἔσθ’ ὅτε συνεδρεύουσαν τῶν παροξυσμῶν, κατὰ ταὐτὰ τοῖς προειρημένοις διδομένη εἰ δέ τις αὐτῇ πρὸ τῶν ἐπισημα‐ | |
10 | σιῶν τρὶς ἢ τὸ πλέον τετράκις χρήσεται, περιγράφει τέ‐ λεον τοὺς πυρετοὺς, μετὰ τοῦ καὶ τὴν δίαιταν τῇ ὠφελείᾳ τῇ ἀπὸ τοῦ φαρμάκου μὴ ἀντιπράσσειν. οὐδὲν γὰρ οὕτως ἐστιν ἰσχυρὸν ἐν ἰατρικῇ βοήθημα, ὃ τὴν ἐξ αὐτοῦ γινο‐ μένην ὄνησιν δύναται ἐπαγαγεῖν, ἢ ἀντιπρασσόμενον ὑπὸ τῶν | |
15 | κατὰ δίαιταν, ἢ μὴ συνεργούμενον. πεπίστευται δὲ καὶ ταῖς γυναιξὶ τὰς ἐπιμηνίους καθάρσεις κινεῖν, καὶ τὰ νεκρὰ τῶν ἐμβρύων ἐκβάλλειν, ἃ δι’ ἀσθένειαν οὐ δύναται ἡ | |
φύσις ἀποτρίψασθαι πολλάκις θέλουσα. δίδοται δὲ ἐπὶ τού‐ | 302 | |
14.303 | των διὰ γλυκέος, ἢ μελικράτου προεφηψημένου, δι‐ κτάμνου, ἢ πηγάνου, κυάμου Αἰγυπτίου τὸ μέγεθος, ὅ τινες ἐπιχωρίως κίθη καὶ κιβώριον καλοῦσι. χρήσιμος δὲ καὶ ὑδρωπικοῖς καὶ ἰκτερικοῖς μετὰ ἀσάρου ἀφεψήματος. ἐπὶ | |
5 | μὲν τῶν ὑδρωπικῶν οἱ μὲν αὐτὸ καταπίνειν διδόασι τὸ φάρμακον πρὸ τῶν σιτίων, οἱ δὲ καὶ ἀνιέντες ὀξυκράτου κυάθῳ ἑνὶ, τότε γὰρ δίψους ἄκος μέγα γίνεται, καὶ τὴν ὅλην ἕξιν εὐτονωτέραν ἀποδείκνυσι, καὶ τὴν πλεονεξίαν τῶν ὑγρῶν μετὰ τοῦ μειοῦν καὶ ξηροτέραν ἀποφαίνει τῇ φύσει. | |
10 | ποιεῖ καὶ πρὸς τὰς τῆς φωνῆς ἀποκοπὰς, καὶ κατ’ ἰδίαν πινομένη καὶ ἐν τῷ στόματι κατεχομένη, μιγνυμένης τρα‐ γακάνθου διπλῆς τῷ ποτῷ, μετ’ οἰνομέλιτος, ἢ γλυκέος. τοὺς δὲ ὑπὸ τῆς γλώττης κατέχοντας, ἀποτήκειν δεῖ τὸ φάρμακον κατ’ ὀλίγον, ὅνπερ εἰώθαμεν χρῆσθαι τρόπον | |
15 | κᾀν ταῖς καλουμέναις ἀρτηριακαῖς. ἁρμόζει καὶ τοῖς αἱμο‐ πτοϊκοῖς, ἐάν τε ἀπὸ θώρακος ἐάν τε ἀπὸ πνεύμονος ἡ ἀναγωγὴ γίγνεται, προσφάτου μὲν οὔσης τῆς ἀναφορᾶς, μετ’ | |
ὀξυκράτου διδομένη, κεχρονισμένης δὲ, μεθ’ ὕδατος κυά‐ | 303 | |
14.304 | θων γʹ. πολλῷ δ’ ἄμεινον, εἰ προαφεψήσεις τι τῷ ὕδατι, τοῦ καλουμένου συμφύτου τῆς πόας. ἡ δὲ πόσις εἰς νύκτα καὶ πρωῒ κυάμου Αἰγυπτίου τὸ μέγεθος. ἐπὶ δὲ τῆς Ῥώμης οἶδα τοὺς καθηγησαμένους ἡμῶν ἐπὶ τῶν τοιούτων | |
5 | χρωμένους καὶ τῇ διὰ φελλῶν δυνάμει, ἧς τὴν πλοκὴν ἂν οὕτω δέῃ εὐκαιροτέραν σοι παραθήσομαι, καὶ ἐν κύκλῳ δὲ καὶ ἔμπροσθεν, καὶ ὄπισθεν περιθάλποντας δαψιλεῖ τῷ φαρμάκῳ τὸν θώρακα, καὶ τὰ πολλὰ ἐκράτουν τὸ πάθος διὰ τῆς τοιαύτης ἀγωγῆς. ἁρμόζει δὲ καὶ τοῖς νεφριτικοῖς | |
10 | καὶ δυσεντερικοῖς καὶ τοῖς λιθιῶσι καὶ δυσπνοϊκοῖς καὶ τοῖς περὶ τὸ ἧπαρ καὶ σπλῆνα καὶ σκιῤῥώδη τινὰ πεῖσιν, ἢ ἄλλως κεχρονισμένην ἔχουσι, δι’ ὀξυμέλιτος διδομένη ἐπὶ τῶν σκιῤῥωδῶν· ὀξύμελι δὲ ἀπὸ τῶν μελικηρίδων ληπτέον, τοῦτο γὰρ εὔθετον, καὶ Ἱπποκράτης ἐν τῷ περὶ διαίτης | |
15 | λέγει· ὀποῦ δὲ δι’ ὄξους σκιλλητικοῦ κυάθου ἑνὸς ἥμισυ, ἐπὶ τῶν δυσπνοϊκῶν· ἐπὶ δὲ τῶν λιθιώντων μετὰ ἀφεψή‐ ματος σελίνου, ἢ πετροσελίνου· ἐπὶ δὲ τῶν νεφριτικῶν | |
μετὰ οἰνομέλιτος· ἐπὶ δὲ τῶν δυσεντερικῶν μετὰ Συριακοῦ | 304 | |
14.305 | ῥοὸς ἀφεψήματος. ἐπὶ δὲ τῶν ἐπιληπτικῶν, ὀλιγαιμίας μὲν περὶ τὴν ἕξιν οὔσης, μελικράτῳ, πολυαιμίας δὲ καὶ πάχους, ἐν ὀξυμέλιτι· τινὲς δὲ τῶν δοκίμων ἰατρῶν ἐπὶ τούτων νᾶπυ διδόασι προαναγαργαρίζεσθαι, ἔπειθ’ οὕτως τοῦ φαρμάκου | |
5 | προσφέρουσιν εἰς νύκτα μεθ’ ὕδατος, ὅσον Ἑλληνικοῦ κυά‐ μου τὸ μέγεθος. καθόλου δι’ εἰπεῖν, ὅπου τὰ ἄλλα πάντα βοηθήματα μηδὲν ἰσχύσει, ἀλλ’ ἡττᾶται πρὸς τῶν νοσημά‐ των, ἐπὶ τούτων ἡ ἀντίδοτος πινομένη παραδόξως κατορ‐ θοῖ. ἤδη γοῦν καὶ ἐπὶ τῶν χολερικῶν ἀπαυδώντων καὶ ἐπὶ | |
10 | καρδιακῶν ἐν ἐσχάτοις ὄντων ἐπιδοθεῖσα παλιγγενεσίαν ὥσπερ τοῖς λαβοῦσιν ἐπεδωρήσατο. ἀλλ’ οὔτε δυνατὸν οὔτε ἁρμόζον περὶ πάντων γράφειν. ἀπὸ γὰρ τῶν γεγραμμένων τὶς ὁρμώμενος, δυνήσεται τοὺς λογισμοὺς μετατιθεὶς καὶ ἐπὶ τῶν λοιπῶν ἐπιτυχῶς αὐτῇ χρῆσθαι. τοὺς δὲ ἐπὶ πλέον | |
15 | ἤδη σπουδάζοντας ἐπαινεῖν τὸ φάρμακον παραμεμπτέον, οὐχ ὡς ἰατρικὴν, ὀχλαγωγικὴν δὲ μᾶλλον ὑπόσχεσιν αὐτῷ προσάπτοντας, οἳ καὶ πρὸς ὠταλγίαν αὐτό φασι ποιεῖν καὶ | |
δυσηκοΐας καὶ ἀμβλυωπίας καὶ κιονίδας καὶ τὰς καλουμένας | 305 | |
14.306 | ἄφθας. ὁ γὰρ τοιοῦτος ἔπαινος διαβολὴν ἔοικε φέρειν μᾶλλον τῷ φαρμάκῳ ἢ σύστασιν. εἰ γάρ ἐστι δι’ εὐτελοῦς ὕλης ἄμεινον ἰᾶσθαι τὰ τοιαῦτα τῶν παθῶν, ἄπρακτον τὸ μετὰ πολυτελείας ἔλαττον περιγιγνόμενον τοῦ τέλους. ὑπὲρ | |
5 | δὲ τῆς σκευασίας εἰπεῖν τι ἀναγκαῖον, ἐπεὶ καὶ αὐτὴ δεῖ‐ ταί τινος ἐντρεχείας. ὁ μὲν γὰρ Μενεκράτης οὐδὲν ὑπὲρ αὐτῆς διέσταλκε. ἐπεὶ δὲ λαμβάνειν ἡδυχρόου τὸ φάρμα‐ κον, καὶ ἑτέρων ἀρτίσκων, σκιλλητικῶν καὶ θηριακῶν, πρό‐ τερον περὶ τῆς σκευασίας τούτων λεκτέον. Ἡδυχρόου σκευ‐ | |
10 | ασία. ♃ Ἀσπαλάθου ῥίζης φλοιοῦ, καλάμου ἀρωματικοῦ, κόστου, ἀσάρου, ξυλοβαλσάμου, φοῦ, ἀμαράκου, μαστίχης, ἀνὰ 𐅻 στʹ. σχοίνου ἄνθους 𐅻 ιβʹ. οἱ δὲ 𐅻 κδʹ. κιννα‐ μώμου 𐅻 ιβʹ. ἀμώμου, κασσίας, ῥᾶ Ποντικοῦ, ἀνὰ 𐅻 ιεʹ. νάρδου Ἰνδικῆς, μαλαβάθρου φύλλων, ἀνὰ 𐅻 * ιστʹ, σμύρ‐ | |
15 | νης, κρόκου, ἀνὰ 𐅻 ιβʹ. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, ὀπο‐ βαλσάμῳ παραπτόμενος ἐν τῷ ἀναπλάττειν καὶ ἔα ξηραί‐ | |
νεσθαι ἐν σκιᾷ. Περὶ ἀρτίσκων σκιλλητικῶν. Τροχίσκους | 306 | |
14.307 | τοὺς σκιλλητικοὺς οὕτω σκευάζομεν. σκίλλαν περίπλασσε πηλῷ καὶ βάλλε εἰς κάμινον βαλανείου καιομένην, τῇ δ’ ἐπιούσῃ ἡμέρᾳ τοῦ ἐντὸς λαβὼν 𐅻 ρκʹ. καὶ ὀροβίνου ἀλεύρου 𐅻 ξʹ. λειώσας ὁμοῦ ποίει τροχίσκους. Ἀρτίσκοι θηριακοί. Ἀρ‐ | |
5 | τίσκοι δὲ θηριακοὶ οὕτω σκευάζονται, λαβὼν ἔχεις δʹ. ἢ πέντε πυῤῥὰς, ἄμεινον δὲ εἶναι νεοθηράτους, αἱ γὰρ πολλῷ χρόνῳ καθειργμέναι ἰωδέστεραι τὴν ἕξιν εἰσίν. ἔστι δὲ τοῦτο τεκμήρασθαι ἀπὸ τοῦ νηστεύσαντος ἀνθρώπου, ἔπειτα τοῦ πρὸς κεφαλὴν μέρους καὶ τοῦ πρὸς οὐρὰν ἀφαιρεῖν ἀνὰ | |
10 | τετραδάκτυλον καὶ τὴν φολίδα πᾶσαν ἀποδέρειν, καὶ πᾶν τὸ ἔντερον ἐκβάλλειν· τὰ δὲ λοιπὰ ἕψειν ἐν καινῇ χύτρᾳ μετ’ ἀνήθου· ἑψηθεισῶν δὲ τῶν σαρκῶν καθαίρειν τὰς ἀκάνθας, ἐπιμελῶς δὲ τὰς σάρκας ἱστᾷν δεῖ, ἵνα μὴ διαλάθῃ ἄκανθα, καὶ ῥῖψαι καὶ ἄρτου καθαροῦ ξηροῦ τὸ | |
15 | ἴσον προσβάλλειν, καὶ συλλειοῦν, ἔπειτα προσαπτόμενος ὀποβαλσάμῳ τροχίσκον ἀνάπλασσε καὶ ψῦχε ἐν σκιᾷ. αὐτὴ δὲ ἀντίδοτος κατὰ Ἀνδρόμαχον τὸν πεποιηκότα αὐτὴν συν‐ | |
τίθεται τρόπῳ τοιῷδε. ὠνομάσθη δὲ παρ’ Ἀνδρομάχου | 307 | |
14.308 | γαλήνη. οἱ μετ’ αὐτὸν δὲ παραλαβόντες, οἷον Κρίτων καὶ οἱ κατ’ αὐτὸν, διὰ τὸ ἔχειν αὐτὴν τῆς σαρκὸς τῶν ἐχιδνῶν, ὠνόμασαν αὐτὴν θηριακήν. ♃ Ἀρτίσκων σκιλλητικῶν 𐅻 μδʹ. ἀρτίσκων θηριακῶν 𐅻 κδʹ. ἀρτίσκων ἡδυχρόου 𐅻 κδʹ. | |
5 | κινναμώμου, πεπέρεως μέλανος, ὀποῦ μήκωνος, ἀνὰ 𐅻 κδʹ. ἴρεως Ἰλλυρικῆς, γλυκυῤῥίζης, ὀποβαλσάμου, ῥόδων ξηρῶν, σκορδίου Κρητικοῦ, βουνιάδος σπέρματος, γογγυλίδος ἀγρίας, ἀγαρικοῦ, ἀνὰ 𐅻 ιβʹ. κρόκου, σμύρνης, ζιγγιβέρεως, ῥᾶ Ποντικοῦ, πενταφύλλου ῥίζης, καλαμίνθης, πρασίου, πετρο‐ | |
10 | σελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, ἀνὰ 𐅻 στʹ. δικτάμνου Κρητικοῦ, σχοίνου ἄνθους, λιβάνου ἄῤῥενος, τερ‐ μινθίνης Χίας, κασσίας σύριγγος μελαίνης, νάρδου Ἰνδικῆς, ἀνὰ 𐅻 στʹ. πολίου ἄνθους Κρητικοῦ, στύρακος, σελί‐ νου σπέρματος, σεσέλεως, θλάσπεως, ἄμμεως, χαμαί‐ | |
15 | δρυος, χαμαιπίτυος, ὑποκιστίδος χυλοῦ, μαλαβάθρου, νάρδου Κελτικῆς, γεντιανῆς ῥίζης, ἀνίσου, μήου, μαρά‐ θρου σπέρματος, Λημνίας μίλτου σφραγῖδος, χαλκίτεως ὀ‐ πτῆς, ἀμώμου, ἀκόρου, καρποβαλσάμου, φοῦ Ποντικοῦ, ὑπε‐ | |
ρικοῦ, ἀκακίας, καρδαμώμου, κόμμεως, ἀνὰ 𐅻 δʹ. δαύκου | 308 | |
14.309 | σπέρματος, χαλβάνου, σαγαπηνοῦ, ἀσφάλτου, ὀποπάνακος, καστορίου, κενταυρίου λεπτοῦ, ἀριστολοχίας κληματίτιδος, ἀνὰ 𐅻 βʹ. μέλιτος Ἀττικοῦ λίτραν ιʹ. οἱ δὲ στʹ. οἱ δὲ δʹ. οἴνου Φαλερίνου ξε. βʹ. βαλὼν εἰς ὅλμον ὀπὸν ὑποκιστίδος, | |
5 | σμύρναν, σαγαπηνὸν, γλυκύῤῥιζον, στύρακα, ἀκακίαν, ὀπο‐ πάνακα, παραστάζων κατὰ μικρὸν μέλι καθ’ ἓν, κόπτε καὶ διάλυε καὶ πρόσβαλε τοῦ οἴνου, ὥστε ὑπερέχειν, καὶ ἔμβρεχε ἐπὶ ἡμέρας τρεῖς, εἶτα κιννάμωμον, κρόκον, κασσίαν, στά‐ χυν, θλάσπι, μαλάβαθρον, Λημνίαν σφραγῖδα, χαλκῖτιν κε‐ | |
10 | καυμένην, (αὕτη γὰρ καὶ τὸ μέλαν χρῶμα χαρί‐ ζεται τῷ φαρμάκῳ καυθεῖσα ἐντέχνως) ἄμωμον, ἄσφαλτον, καστόριον κεκομμένον, καὶ σεσησμένον βαλὼν εἰς θυείαν καὶ παραχέων οἶνον, λειοτρίβει, ὡς κολλύριον, ἔπειτ’ ἐκ τοῦ ὅλμου προσβαλὼν τοῖς ἐν τῇ θυείᾳ, λειοτριβήσας καὶ παρεγ‐ | |
15 | χέας οἶνον πρόσμισγε τὰ ξηρὰ πάντα καὶ ἀνάπλαττε. μετὰ δὲ ταῦτα τὸ μέλι καὶ τὴν ῥητίνην καὶ χαλβάνην καὶ ὀπο‐ βάλσαμον χλιάνας ἐν κακκάβῃ, κατάχει τῶν ἐν τῇ θυείᾳ, καὶ | |
ἑνώσας ἀπόθου εἰς ἀγγεῖον κασσιτερινὸν ἢ ἀργυροῦν καὶ | 309 | |
14.310 | χρῶ. Κρίτων δ’ ἔγραψε περὶ αὐτῆς οὕτως, ὅτι τὰ θηρία περὶ τὰ τελευταῖα τοῦ ἦρος, ἢ τῷ τρυγητῷ συλλέγειν δεῖ, καὶ λαμβάνειν ἐξ αὐτῶν τὰ μεγάλα καὶ εὔτροφα καὶ ἕψειν μετ’ ἀνήθου μόνου. τῷ δὲ τῆς σαρκὸς αὐτῶν ἐκ δέκα θη‐ | |
5 | ρίων ἀθροισθέντι μιγνύειν ἀξιοῖ σιλιγνίτου ἄρτου μίαν οὐγγίαν, καὶ οὕτως ἀναπλάττειν τοὺς καλουμένους ἄρτους· τὰς δὲ σκίλλας ἐν τῷ πυρῶν ἀμήτῳ, τηνικαῦτα γάρ εἰσι | |
μάλιστα ἀκμαίαι. | 310 |