TLG 0530 031 :: Pseudo–GALENUS :: De succedaneis liber

Pseudo–GALENUS Med.
(p. A.D. 2)

De succedaneis liber

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 19. Leipzig: Knobloch, 1830 (repr. Hildesheim: Olms, 1965): 721–747.

Citation: Volume — page — (line)

19

.

721

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΤΕΜΒΑΛΛΟΜΕ‐
t2ΝΩΝ ΒΙΒΛΙΟΝ.
1 Ἐπειδὴ περὶ τῶν ἀντεμβαλλομένων λόγον ἐνεστήσαντο μὲν καὶ οἱ περὶ τὸν Διοσκουρίδην, οὐχ ἥκιστα δὲ καὶ οἱ περὶ τὸν Φιλιστίωνά τε καὶ Εὐρυφῶντα, φέρε δὴ καὶ ἡμεῖς ὀλίγα περὶ τούτων εἴπωμεν. ἀντεμβαλλόμενα καλοῦμεν τὰ
5ἀντὶ τῶν ἄλλων ἐμβαλλόμενα φάρμακα. χρήσιμος γὰρ ἔσται ὁ περὶ τούτων λόγος τοῖς μάλιστα τῶν ἔργων φροντίσασι καὶ τοῖς βεβαίους καὶ οὐκ εὐκαταφρονήτους ποιουμένοις τὰς
θεραπείας τῶν παθῶν. πολλοὶ γὰρ τῶν ἰατρῶν ἀποροῦντες721

19

.

722

πολλάκις τῶν ἐπιτηδείων τοῖς θεραπευομένοις ἀλλόκοτά τινα καὶ μὴ τὸν αὐτὸν λόγον σώζοντα τῆς δυνάμεως τῶν ἐπιτη‐ δείων ἐμβάλλουσι φάρμακα. καὶ τό γε δέον αὐτοῖς, ἵνα μὴ τοιούτοις περιπίπτωσιν ἀτόποις, τὴν περὶ τῆς τῶν ἁπλῶν
5φαρμάκων δυνάμεως ἐπισκέπτεσθαι πραγματείαν. εἰ δὲ μὴ ταύτην ἐκμανθάνουσι μηδὲ τοῖς προκειμένοις προσέχουσι τὸν νοῦν, δικαίως σφάλλονται περὶ τὰς θεραπείας. σοὶ δ’, ὦ Διογενιανὲ, τῷ τῆς ἀληθείας ἐρῶντι καὶ τὰς δυνάμεις τῶν φαρμάκων ἐκμανθάνειν βουλομένῳ ὀλίγα διαλεξάμενος ἄρ‐
10ξομαι τῶν προτεθέντων. ἔσται δέ μοι ὁ λόγος πρὸς σὲ ἀληθὴς, ἀναμνησθέντι τοῦ ποτέ μοι συμβάντος ἐν Ἀλεξαν‐ δρείᾳ. εὐθέως παραγενομένου ἐκεῖσε γύναιόν μοι προσῆλθε μέλλον ἀποθνήσκειν, ἔχον διάθεσιν ἰσχυρὰν, ἧς τὴν διήγη‐ σιν οὐ πρόκειται νῦν εἰπεῖν. καὶ ζητοῦντός μου λυχνίδα,
15ἵνα τὸ δέον αὐτῇ προσάξω φάρμακον, εἰ μὴ εὐθέως εὗρον ἀκανθίου σπέρμα, ἔμελλεν ἀπόλλυσθαι παραχρῆμα τὸ γύ‐ ναιον. ὡς δ’ εὑρέθη τὸ ἀνάλογον τῇ λυχνίδι, εὐθέως ἐχρη‐
σάμην αὐτῷ καὶ συνῆλθεν εἰς ταὐτό. τῇ δὲ ἑξῆς ἡμέρᾳ722

19

.

723

παραγενόμενοί τινες τῶν θεωμένων αὐτὴν προτέρων ἰατρῶν ἠξίουν ἀκοῦσαι τὸ δέον φάρμακον. εὐθέως οὖν ἀκούσαντες παρεκάλεσαν γραφῆναι αὐτοῖς τὸν περὶ τῶν ἀντεμβαλλομέ‐ νων λόγον. ἀρξώμεθα οὖν τῶν προκειμένων ἐκ τοῦ προει‐
5ρημένου εἴδους τὴν ἀρχὴν τοῦ λόγου ποιησάμενοι. εἰ δὲ καὶ κατὰ στοιχεῖον, ὥς τινες ἐθέλουσι, τοῦτο ποιήσωμεν.
6
Α. Ἀντὶ ἀκανθίου σπέρματος, λυχνίδος σπέρμα. ἀντὶ ἀβροτόνου, ὀρίγανον.
10ἀντὶ ἀγαλλόχου, κενταύριον. ἀντὶ ἀγαρικοῦ, ἐπίθυμον ἢ εὐφόρβιον. ἀντὶ ἀγρίας σταφίδος, φοίνικες Συριακοί. ἀντὶ ἀγχούσης, ὑάκινθος. ἀντὶ ἀειζώου, φύλλα ἢ χυλὸς θρίδακος.
15ἀντὶ αἰγείρου ἀκρεμόνων, σάμψυχον. ἀντὶ ἀκακίας, σχίνου χύλισμα.
ἀντὶ ἀκάνθης, ἀκάνθου κεράτια.723

19

.

724

ἀντὶ ἀκάνθου κερατίων, ἀκάνθη. ἀντὶ ἀκονίτου, ἴριδος ἀγρίας ἡ ῥίζα. ἀντὶ ἀκόρου, ἀσάρου ῥίζα. ἀντὶ ἀκτέας, γλαύκιον ἢ κόπρος ὄϊος.
5ἀντὶ ἀκτῆς βοτάνης, ἄκανθα ἢ ἀκάνθου κεράτια. ἀντὶ ἁλικακάβου, δορυκνίου ἢ στύχνου σπέρμα. ἀντὶ ἁλὸς ἀμμωνιακοῦ, ἅλας Καππαδοκικόν. ἀντὶ ἁλὸς Καππαδοκικοῦ, ἅλας ἀμμωνιακόν. ἀντὶ ἁλὸς ἄνθους, σανδαράχη.
10ἀντὶ ἀλόης, κόπρος ἴβεως. ἀντὶ ἀλόης Ἰνδικῆς, ἀλόης χλωρᾶς φύλλα, γλαύκιον, λύκιον ἢ κενταύριον. ἀντὶ ἀλώπεκος στέατος, στέαρ ἄρκειον. ἀντὶ ἄμεως, ἄνισον.
15ἀντὶ ἀμιάντου, ἀφροσέλινον. ἀντὶ ἀμύλου, γύρις ξηρά. ἀντὶ ἀμυγδάλων πικρῶν, ἀψίνθιον.
ἀντὶ ἀμμωνιακοῦ θυμιάματος, πρόπολις.724

19

.

725

ἀντὶ ἀμώμου, ἄκορος. ἀντὶ ἀνίσου, δαῦκος. ἀντὶ ἀράκου, σήσαμον. ἀντὶ ἀργεμώνης, σερίφιον.
5ἀντὶ ἀριστολοχίας, κληματὶς ξηρά. ἀντὶ ἀριστολοχίας στρογγύλης, ἀριστολοχία μακρά. ἀντὶ ἀρκευθίδων, κύπερος. ἀντὶ ἅρμαλα, καρδάμωμον Βαβυλώνιον. ἀντὶ Ἀρμενίου, μέλαν Ἰνδικόν.
10ἀντὶ ἀρσενικοῦ, σανδαράχη. ἀντὶ ἀρωματικῆς, κάλαμος ἀρωματικός. ἀντὶ ἀσάρου, ζιγγίβερ. ἀντὶ ἀσβέστου, ἡ εἰς τὰ βάφια ἄκανθα. ἀντὶ ἀσβέστου ὃ λέγεται τίτανος, ἀδάρκης.
15ἀντὶ Ἀσίου λίθου, λίθος γαγάτης ἢ ἅλες ἀμμωνιακοὶ ἢ σανδαράχη.
ἀντὶ ἀσπαλάθου, ἐρίκης καρπὸς ἢ ἄγνου σπέρμα.725

19

.

726

ἀντὶ ἀσφάλτου, πίσσα ὑγρὰ βρυττία ἢ γῆ ἀμπελῖτις. ἀντὶ ἀσφοδέλου ῥίζης, σεύτλου χυλός. ἀντὶ ἀψινθίου, ἀβρότονον.
3
Β.
5Ἀντὶ βαλαυστίου, ὑποκιστὶς ἢ σκυτίνη ῥόα. ἀντὶ βαλσάμου, λευκοῦ ἰοῦ ῥίζα. ἀντὶ βαλσάμου ὀποῦ, στακτὴ σμύρνης. ἀντὶ βδελλίου, σφάγνος ἀρωματικός. ἀντὶ βήσασα, σπέρμα πηγάνου ἀγρίου ἢ ἡμέρου.
10ἀντὶ βουπρήστεως, σίλφαι βδέουσαι ἢ βδέλλα. ἀντὶ βουτύρου, γάλακτος βοείου ἐπίπαγος. ἀντὶ βρυωνίας, ἀσάρου ῥίζα. ἀντὶ βρυττίας πίσσης, ἡ κοινὴ ἑψέσθω μετ’ ὄξους.
13
Γ.
15Ἀντὶ γεντιανῆς, ἑλένιον ἢ πετροσελίνου ῥίζα.726

19

.

727

ἀντὶ γεντιανῆς ῥίζης, σελίνου ἀρωματικοῦ ῥίζα, ὑπάρχει δὲ τὸ πετροσέλινον ἢ ῥαίδον, ἔστι δὲ τὸ ἑλένιον. ἀντὶ γῆς ἁπαλῆς ἢ ἀμπελίτιδος, μολυβδαίνα. ἀντὶ γῆς ἀστέρος, γῆ κιμωλία.
5ἀντὶ γῆς Ἐρετριάδος, τίτανος Θηβαϊκός. ἀντὶ γῆς Κρητικῆς, γῆ ἐρετριάς. ἀντὶ γῆς Μεγάρας, ἀλόης ἄχνη. ἀντὶ γῆς Σαμίας, λευκογράφις Αἰγυπτία. ἀντὶ γλήχωνος, ὕσσωπον.
10ἀντὶ γλυκυῤῥίζης χυλοῦ, συκαμίνου χυλὸς ἢ γλυκοκαλάμου χυλός. ἀντὶ γογγυλίδος, ἡλιοτροπίου βοτάνης καρπός. ἀντὶ γυπὸς κόπρου, περιστερᾶς κόπρος.
13
Δ.
15Ἀντὶ δαμασσωνίου, καρπήσιον ἢ καλαμίνθη ἢ ἠρύγγιον. ἀντὶ δαύκου σπέρματος, σίου σπέρμα.
ἀντὶ δαφνίδων, ἕρπυλλον ξηρόν.727

19

.

728

ἀντὶ δικτάμνου, γλήχων ἢ ἐλελίσφακος. ἀντὶ διφρυγοῦς, μίσυ ὀπτὸν ἢ λίθος φρύγιος ἢ χαλκὸς κε‐ καυμένος ἢ λίθος πυρίτης. ἀντὶ δορυκνίου, ὑοσκυάμου ἢ ἐλελισφάκου σπέρμα.
5ἀντὶ δρακοντίου, ἄρον.
5
Ε. Ἀντὶ ἐβένου, λώτινον ξύλον. ἀντὶ ἐβίσκου ῥίζης, ῥίζα παπύρου ἢ φύλλα μορέας. ἀντὶ ἐλαίας δακρύου, ὑποκιστίδος χυλός.
10ἀντὶ ἐλαίας Αἰθιοπικῆς δακρύου, ἀκακίας μέρη βʹ. ἀντὶ ἐλαίου κικίνου, δάφνινον ἢ ἔλαιον παλαιόν. ἀντὶ ἐλαίου παλαιοῦ, σικυώνιον, ἐλαίου τὸ διπλοῦν, στέαρ παλαιὸν χοίρειον, τὸ διπλοῦν ἔλαιον ἕψε μετὰ στέατος ὑὸς παλαιοῦ.
15ἀντὶ ἐλαίου ῥοδίνου, ἔλαιον μήλινον. ἀντὶ ἐλαίου σπανοῦ, θάλλους ἐλαίῳ ἁπαλοὺς θλάσας ἐπί‐ βαλλε.
ἀντὶ ἐλαίου χαμαιμηλίνου, ἔλαιον ῥόδινον.728

19

.

729

ἀντὶ ἐλαίου ῥαφανίνου, ἔλαιον κίκινον. ἀντὶ ἐλατηρίου χυλοῦ, πράσου χυλὸς ἢ χυλὸς συκέας. ἀντὶ ἐλαφείου στέατος, ὕειον. ἀντὶ ἐλελισφάκου, καλαμίνθη.
5ἀντὶ ἐλλεβόρου μέλανος, στρουθίου ἢ παπύρου ῥίζα. ἀντὶ ἑλενίου, κόστος. ἀντὶ ἐννεαφύλλου, κολοκυνθίδος σπέρμα ἢ ποταμογείτων. ἀντὶ ἐπιθύμου, κολοκυνθίδος σπέρμα. ἀντὶ ἐρέγμου, στρούθιον.
10ἀντὶ ἐρίκης, κικὶς ὀμφακίτις. ἀντὶ ἐρίκης καρποῦ, κισσὸς ὄμφαξ. ἀντὶ ἐρίνου φύλλων, φύλλα μορέας ἢ κόπρος ἴβεως. ἀντὶ ἑρπύλλου, ποταμογείτων ἢ πύρεθρον. ἀντὶ ἐρυσίμου, ἔρεγμον ἢ στρούθιον.
15ἀντὶ εὐζώμου σπέρματος, ἐρυσίμου σπέρμα. ἀντὶ εὐπατορίου, χαμαιπίτυς.
ἀντὶ εὐφορβίου, κόπρος περιστερᾶς ἀγρίας ἢ ἀγαρικόν.729

19

.

730

Ζ. Ἀντὶ ζιγγιβέρεως, πύρεθρον.
2
Η. Ἀντὶ ἡδυόσμου, καλαμίνθη.
5ἀντὶ ἡλιοτροπίου σπέρματος, γογγυλίδος σπέρμα.
5
Θ. Ἀντὶ θαψίας, καρδάμου ἢ εὐζώμου σπέρμα. ἀντὶ θαψίας χυλοῦ, χαμαιλέοντος μέλανος χυλὸς ἢ ἐλύδριον. ἀντὶ θερμουντιάδος, γλυκόφυλλον.
10ἀντὶ θείου ἀπύρου, σανδαράχη. ἀντὶ θρίδακος, ἴντυβον.
11
Ι. Ἀντὶ ἰξοῦ δρυΐνου, χαμαιλέων μέλας. ἀντὶ ἰοῦ σιδήρου, λιθάργυρος ἢ σκωρία σιδήρου.
15ἀντὶ ἰοῦ χαλκῆς, χολὴ γυπὸς ἢ πέρδικος.730

19

.

731

ἀντὶ ἱππούρεως, χαμαιπίτυς. ἀντὶ ἴριδος Ἰλλυρικῆς, ἑλένιον ἀρωματικόν.
2
Κ. Ἀντὶ καδμίας, λευκογραφὶς Αἰγυπτία.
5ἀντὶ καλάμου ἀρωματικοῦ, σφάγνος. ἀντὶ καλαμίνθης, ἄγριον ἡδύοσμον. ἀντὶ καλλικέρω, τῆλις. ἀντὶ κανθαρίδων, φαλάγγια. ἀντὶ καππάρεως ῥίζης, ἐρίκης ῥίζα ἢ μυρίκης.
10ἀντὶ καρδαμώμου, ξυλοκάρπασον ἢ κύπερις ἀμμωνιακή. ἀντὶ κασσίας, μάννα κιννάμωμον διπλοῦν ἢ βράθυ. ἀντὶ καστορίου, ἀγάλλοχον ἢ σίλφιον ἢ σιλφῶν βδεουσῶν ἔντερα. ἀντὶ κάγχρυος, δαφνῆς κόκκοι ἢ πύρεθρον.
15ἀντὶ κεδρέας, κεδρίδες. ἀντὶ κεδρίδων, λάδανον.
ἀντὶ κεραυνίου, λευκογραφίς.731

19

.

732

ἀντὶ κέρατος ἐλάφου, κέρας αἰγός. ἀντὶ κηροῦ, ἔρεγμος μετὰ προπόλεως ἕψεται καὶ τρίβεται. ἀντὶ κηρύκων, ὄστρεα. ἀντὶ κίκεως, γλοιὸς ἀπὸ παλαίστρας.
5ἀντὶ κικίδος, μυρίκης καρπός. ἀντὶ κινναβάρεως, ῥοδοειδές. ἀντὶ κινναμώμου, πήγανον ἄγριον διπλοῦν ἢ τριπλοῦν καὶ ποιεῖ κρεῖττον τοῦ κινναμώμου ἢ λιβάνου φλοιοῦ τὸ πρὸς ἶσον ἢ κυπέρεως Ἀττικῆς τὸ ἶσον ἢ κασσίας σύ‐
10 ριγγος διπλάσιον ἢ βράθυος διπλοῦν. ἀντὶ κισσήρεως, γῆ Κρητική. ἀντὶ κισσοῦ ὀποῦ, ὀπὸς Περσικός. ἀντὶ κλινοποδίου, ἡλιοτρόπιον. ἀντὶ κνιδοσπέρμου, κονίου σπέρμα.
15ἀντὶ κνίκου σπέρματος, ἄγνου σπέρμα. ἀντὶ κολοκυνθίδος, σπέρμα κίκεως, ὃ ἔστι κρότωνος. ἀντὶ κολοφωνίας, ἀπόχυμα.
ἀντὶ κομαρέας, ἀμμωνιακὸν θυμίαμα.732

19

.

733

ἀντὶ κόπρου αἰλούρου, κόπρος ἰχνεύμονος. ἀντὶ κόπρου γυπὸς, περιστερᾶς κόπρος. ἀντὶ κόπρου λύκου, κυνὸς κόπρος. ἀντὶ κόπρου τρυγόνος, κόπρος περιστερᾶς.
5ἀντὶ κοραλλίου, σύμφυτον ἢ μῶλυ. ἀντὶ κόστου, ἀμμωνιακὸν, κεδρίδες, ἑλένιον. ἀντὶ κοτυληδόνος, ὀνοκάρδιον ἢ ἀναγαλλίς. ἀντὶ κρινανθέμου, ἀφροδισιάς. ἀντὶ κρόκου, κροκόμαγμα.
10ἀντὶ κροκομάγματος, ἀλόη Ἰνδικὴ ἢ ἀγάλλοχον Ἰνδικόν. ἀντὶ κροκοδείλου στέατος, κυνὸς θαλαττίου στέαρ. ἀντὶ κυμίνου, κράμβης σπέρμα. ἀντὶ κυμίνου Αἰθιοπικοῦ, μελάνθιον. ἀντὶ κυνοσβάτου, ἁλικακάβου σπέρμα.
15ἀντὶ κυπέρεως, ἀρκευθὶς ἡ μεγάλη, ἀρκευθίδων μῆλα ἢ καρδάμωμον. ἀντὶ κύφεως, ἰσχὰς κεκαυμένη.
ἀντὶ κωνείου, κοριάνδρου ἢ ψυλλίου σπέρμα.733

19

.

734

Λ. Ἀντὶ λαγωοῦ θαλαττίου, κόγχος ποτάμιος ἢ λαγωὸς ποτά‐ μιος. ἀντὶ λαδάνου, σάμψυχον.
5ἀντὶ λαθυρίδων, κόκκος κνίδιος. ἀντὶ λαπάθου ῥίζης, ῥίζα πυρέθρου ἢ κυνάρας. ἀντὶ λεπιδίου ῥίζης, φύλλα καππάρεως. ἀντὶ λεπιδίου, ἐρυθρόδανον. ἀντὶ λευκίνου ἄνθους, στρούθιον.
10ἀντὶ λημνίας σφραγίδος, σανδαράχη. ἀντὶ λιβάνου, γῆ ἀμπελίτις. ἀντὶ λιβάνου φλοιοῦ, μάννα λιβάνου. ἀντὶ λιβάθρου, τράκτυλος. ἀντὶ λίθου Ἀσίου, λίθος γαγάτης, κόπρος αἰγὸς ἢ
15 ἅλες ἀμμωνιακοὶ κεκαυμένοι ἢ σανδαράχη. ἀντὶ λίθου μαγνήτου, λίθος Φρύγιος. ἀντὶ λίθου ὀνυχίτου, λίθος ἀχάτης.
ἀντὶ λίθου πυρίτου, λίθος πυρόβολος.734

19

.

735

ἀντὶ λίθου Φρυγίου, λίθος ἀργυρίτης ἢ πυρίτης. ἀντὶ λίθου ἀχάτου, λίθος σαρδόνυξ. ἀντὶ Χαλκηδονίου, λίθος κυάνεος. ἀντὶ λίθου ὑακίνθου, λίθος βηρύλλιος.
5ἀντὶ λίθου σμαράγδου, λίθος ἴασπις. ἀντὶ λίθου σπόγγου, λίθος ὁ ἐξουρούμενος. ἀντὶ λινοσπέρμου, κυάμου χυλός. ἀντὶ λιβυστικοῦ σπέρματος, ῥίζα λυβιστικοῦ ἢ σπέρμα στα‐ φυλίνου ἢ σίου.
10ἀντὶ λυχνίδος, ἀκανθίου σπέρμα. ἀντὶ λωτοῦ σπέρματος, σεύτλου σπέρμα.
11
Μ. Ἀντὶ μαγνησίας ὑελίνου, πτύελον Ἰταλικόν. ἀντὶ μαγνήτου, λίθος Φρύγιος ἢ αἱματίτης.
15ἀντὶ μαλαβάθρου, κασσία σφαιρίτης ἢ ναρδοστάχυς ἢ τρά‐ κτυλος ἢ νάρδος Ἰνδική.
ἀντὶ μαλάχης, τῆλις.735

19

.

736

ἀντὶ μανδραγόρου, ἐλαίας δάκρυον. ἀντὶ μανδραγόρου χυλοῦ, δορύκνιον. ἀντὶ μάννης, λιβάνου φλοιός. ἀντὶ μαστίχης, σχοίνου καρδία ἢ τερεβινθίνη.
5ἀντὶ μελιλώτου, λωτὸς ἄγριος. ἀντὶ μέλιτος, ἕψημα. ἀντὶ μενδησίου οἴνου, οἶνος Ἰταλικός. ἀντὶ μήκωνος, μανδραγόρου χυλός. ἀντὶ μηλοκυδωνίων, μελίλωτον.
10ἀντὶ μήου, μυροβάλανος. ἀντὶ μίσυος ὀπτοῦ, διφρυγές. ἀντὶ μίσυος Κυπρίου, ὤχρα Κύπρια. ἀντὶ μισυδίου, ὤχρα. ἀντὶ μολυβδαίνης, λιθάργυρον.
15ἀντὶ μολύβδου κεκαυμένου, ψιμμίθιον. ἀντὶ μόρων χυλοῦ, βάτων φύλλα. ἀντὶ μυελοῦ ἐλαφείου, στέαρ ἐλάφειον ἢ μυελὸς μόσχειος.
ἀντὶ μυελοῦ μόσχου, οἴσυπος ἢ μυελὸς ἐλάφειος.736

19

.

737

ἀντὶ μυοχόδων, μυίας ἴσα. ἀντὶ μυροβαλάνου, πεύκινον ἢ γλαύκιον. ἀντὶ μυρσινίτου, ὀπὸς μορέας ἢ ῥοδακίνου. ἀντὶ μυρσίνου ἐλαίου, σχίνινον ἢ μήλινον.
4
5
Ν. Ἀντὶ νάπυος, καρδάμου ἢ γογγυλίδος σπέρμα. ἀντὶ νάπυος σπέρματος, γογγυλίδος σπέρμα. ἀντὶ νάρδου Συριακῆς, σχοῖνος ἀρωματικὸς ἢ σχοίνου ἄνθος. ἀντὶ νάρδου ἀγρίας, νάρδος Ἰνδική.
10ἀντὶ νάρδου Ἰνδικῆς, νάρδος Κελτική. ἀντὶ νίτρου ἐρυθροῦ, ναρδόσταχυς. ἀντὶ νίτρου, ἀφρόνιτρον ἢ ἅλας ὀπόν.
12
Ξ. Ἀντὶ ξυλοβαλσάμου, ῥίζα λευκοΐου.
15ἀντὶ ξιφίου γλευκίου ῥίζης, σατυρίου σπέρμα.737

19

.

738

ἀντὶ ξυλοκαρπάσου, κιννάμωμον. ἀντὶ ξυλοκασίας, κιννάμωμον.
2
Ο. Ἀντὶ οἰνάνθης χυλοῦ, χυλὸς ἀμπελίνου βλαστοῦ ἢ δένδρου
5 ἢ ξηρὸς ὄμφαξ. ἀντὶ οἰνάνθης χυλοῦ, ἀμπελόξυλον. ἀντὶ οἴνου Ἰταλικοῦ, οἶνος Μενδήσιος. ἀντὶ οἴνου Ῥοδίου, αὐστηρὸς οἶνος. ἀντὶ οἴνου Συριακοῦ, οἶνος Ῥόδιος.
10ἀντὶ ὀμφακίου, ῥοῦ χυλός. ἀντὶ ὄμφακος, σίδια ἢ κικὶς ὀμφακίτις. ἀντὶ ὀνοκαρδίου, ψύχα βοτάνη. ἀντὶ ὀποῦ βαλσάμου, δάδινον, σμύρνης στακτὴ, ὀπὸς καρ‐ πάσου, καρπὸς βαλσάμου.
15ἀντὶ ὀποῦ Θήβης, ὀπὸς μήκωνος. ἀντὶ ὀποῦ ἰτέας, ὀπὸς κισσοῦ μέλανος.
ἀντὶ ὀποῦ καρπάσου, ὀπὸς μυρσίνης.738

19

.

739

ἀντὶ ὀποῦ Κυρηναϊκοῦ, ὀπὸς Συριακὸς, λάσαρος ἢ μόσχου μυελὸς ἢ ὀπὸς σιλφίου. ἀντὶ ὀποῦ μήκωνος, μανδραγόρου χυλός. ἀντὶ ὀποῦ μορέας, κισσοῦ ὀπός.
5ἀντὶ ὀποπάνακος, καστόριον, γάλα συκαμίνου, ὑγρόπισσα. ἀντὶ ὀποῦ Περσικοῦ, κισσός. ἀντὶ ὀποῦ πευκεδάνου, γλυκυρίζης χυλός. ἀντὶ ὀποῦ πευκίνου, γλευκυρίζα. ἀντὶ ὀποῦ ῥοδοδάφνης, ἰξὸς δρύϊνος.
10ἀντὶ ὀποῦ συκῆς, ὀπὸς μορέας. ἀντὶ ὀποῦ Συριακοῦ, ὀπὸς μορέας. ἀντὶ ὀρμίνου, λινόσπερμον. ἀντὶ ὀρνιθογάλων, ἀνθυλλίς. ἀντὶ ὀρύζης, κρίθινον ἄλευρον ἢ κριθάλευρον.
15ἀντὶ ὀστρέων, κύρηκες.
15
Π. Ἀντὶ πάνακος ῥίζης γο. αʹ, ὀποπάνακος 𐅻 αʹ.
ἀντὶ παπύρου ῥίζης, ἐλλέβορος μέλας.739

19

.

740

ἀντὶ πεπέρεως, ζιγγίβερ. ἀντὶ πεπέρεως λευκοῦ, μέλαν πέπερι διπλάσιον. ἀντὶ πεπέρεως μακροῦ, πεπέρεως λευκοῦ βʹ. ἀντὶ περιστερᾶς κόπρου, κόπρος τρυγόνος ἢ γυπός.
5ἀντὶ περιστερεῶνος, χαμαιλέα ἢ χαμαιλευκή. ἀντὶ περσαίας φύλλων ξηρῶν, ῥόδα ξηρά. ἀντὶ πευκεδάνου, γλυκυῤῥίζης χυλός. ἀντὶ πισσελαίου, ὑγρόπισσον. ἀντὶ πίσσης βρυττίας ὑγρᾶς, ἄσφαλτος, πίσση ἐγχώριος
10 περίσση. ἀντὶ πιτυοκάμπης, σφῆκες εἰς κεδρίαν σαπέντες. ἀντὶ πολίου σπέρματος, εὐζώμου σπέρμα. ἀντὶ πολυγόνου χυλοῦ, χυλὸς ἀρνογλώσσου. ἀντὶ πολυποδίου, ῥίζα χαμελαίας ἢ χαμαιλέοντος.
15ἀντὶ πολυτρίχου, ἀψίνθιον. ἀντὶ πομφόλυγος, καδμία κεκαυμένη. ἀντὶ ποταμογείτονος, ἕρπυλλος.
ἀντὶ προπόλεως, λάδανον ἢ ἀμμωνιακόν.740

19

.

741

ἀντὶ πτερίδος, κνεώρου σπέρμα ἢ κνίδης. ἀντὶ πυρέθρου, ζιγγίβερ. ἀντὶ πυρέθρου ῥίζης, ῥίζα λαπάθου.
3
Ρ.
5Ἀντὶ ῥέου, κενταύριον. ἀντὶ ῥαφανίου ἐλαίου, κίκινον ἔλαιον. ἀντὶ ῥητίνης, κολοφωνίας ἀπόχυμα. ἀντὶ ῥητίνης πευκίνης, ῥητίνη τερεβινθίνη. ἀντὶ ῥητίνης πιτυίνης ξηρᾶς, σαγαπηνόν.
10ἀντὶ ῥητίνης τερεβινθίνης, ῥητίνη πευκίνη. ἀντὶ ῥίζης καππάρεως, μυρίκης ῥίζα. ἀντὶ ῥίζης λαπάθου, ῥίζα κιννάρας. ἀντὶ ῥίζης κιννάρας, ἀσφοδέλου ῥίζα. ἀντὶ ῥόδων ξηρῶν, φύλλα περσαίας ξηρά.
15ἀντὶ ῥοδοειδοῦς, σινωπίς.
ἀντὶ ῥοὸς Συριακῆς, λαπάθου ῥίζα.741

19

.

742

ἀντὶ ῥοῦ μαγειρικοῦ ξηροῦ, σάμψυχος. ἀντὶ ῥοῦ βυρσοδεψικοῦ, κικίδες.
2
Σ. Ἀντὶ σαγαπηνοῦ, χαλβάνη ἢ πίτυος ῥητίνη ξηρά.
5ἀντὶ σαλαμάνδρας, σαῦρα χλωρά. ἀντὶ σαμψύχου, ῥοῦς μαγειρικὸς ξηρός. ἀντὶ σαντονικοῦ, ἀβρότονον. ἀντὶ σαραπιάδος, παιονίας ῥίζα. ἀντὶ σατυρίου, εὐζώμου σπέρμα ἢ ἐλελισφάκου.
10ἀντὶ σαφίνου, ἔλαιον κίκινον. ἀντὶ σηπίας ὀστράκου, κίσσηρις. ἀντὶ σησάμου, λινόσπερμον. ἀντὶ σησαμοειδοῦς, πίεσμα ἀμαραντινόν. ἀντὶ σινήπεως, κάρδαμον ἢ καρδάμωμον.
15ἀντὶ σίου, ἀσπαράγου ῥίζα ἢ λυβιστικοῦ.
ἀντὶ σισυμβρίου, ὤκιμον.742

19

.

743

ἀντὶ σκαμμωνίας, κολοκυνθὶς, κρότωνες κίκεως, ἐντεριῶνες ἢ λαθύρις. ἀντὶ σκίγκου, σατύριον. ἀντὶ σκίλλης, βολβός.
5ἀντὶ σκωρίας μολύβδου, ἕλκυσμα. ἀντὶ σκωρίας Κυπρίας, μελαντηρία Αἰγυπτική. ἀντὶ σμύρνης Τρωγλοδύτιδος, κάλαμος ἀρωματικός. ἀντὶ σουσίνου ἐλαίου, τήλινον. ἀντὶ σποδίου, πομφόλυξ.
10ἀντὶ σποδοῦ Κυπρίας, σποδὸς φύλλων ἐλαίας. ἀντὶ σταφίδος ἡμέρου, φοίνικος Συριακοῦ σάρξ. ἀντὶ στέατος ἀλώπεκος, στέαρ ἄρκτειον. ἀντὶ στέατος ἐλαφείου, στέαρ χήνειον. ἀντὶ στέατος μοσχείου, στέαρ χοίριον παλαιόν.
15ἀντὶ στέατος ὑαίνης, στέαρ χήνειον ἢ στέαρ ἀλώπεκος. ἀντὶ στίμμεως Κοπτικοῦ, λεπὶς χαλκοῦ. ἀντὶ στοιχάδος, χαμαίδρυς.
ἀντὶ στροβίλων, σικύου σπέρμα.743

19

.

744

ἀντὶ στρουθίου, εὐφόρβιον, ἐλλέβορος λευκός. ἀντὶ στρουθίου ῥίζης, ἐλλεβόρου μέλανος ῥίζα. ἀντὶ στυπτηρίας, ἅλας ὀρυκτόν. ἀντὶ στυπτηρίας σχιστῆς, σίδιον.
5ἀντὶ στύρακος, καστόριον. ἀντὶ συμφύτου, κενταύριον. ἀντὶ σίσωνος Συριακοῦ, πετροσέλινον Μακεδονικόν. ἀντὶ σηρικοῦ, λιθάργυρος. ἀντὶ σφάγνου, βράθυ.
10ἀντὶ σφάγνου ἀρωματικοῦ, σχοῖνος εἰργασμένος. ἀντὶ σφέκλης, σανδαράχη. ἀντὶ σφονδυλίου, κύπρου σποδὸς ἢ φύλλων ἐλαίας. ἀντὶ σχίνου, τερέβινθος. ἀντὶ σχοίνου, πολυγόνου ῥίζα.
15ἀντὶ σχοίνου ἀρωματικοῦ, καρδάμωμον ἢ κιννάμωμον.
ἀντὶ σώρεως, λιθάργυρος διφρυγὲς ἢ μελαντηρία.744

19

.

745

Τ. Ἀντὶ ταυροκόλλης, ἰχθυοκόλλα. ἀντὶ τευκρίου, χαμαίδρυς. ἀντὶ τερεβινθίνης, μαστίχη ἢ ῥητίνη στροβιλίνη.
5ἀντὶ τιτάνου, γῆ Ἐρετρία. ἀντὶ τραγακάνθας, κόμμι, τερεβινθίνη. ἀντὶ τριβόλου, σατύριον. ἀντὶ τρωξίμου, μαιούνιόν τε καὶ μαιούλιον.
8
Υ.
10Ἀντὶ ὑακίνθου, ἄνθος ἰσάτεως. ἀντὶ ὑγροπίσσης, ὀποπάναξ. ἀντὶ ὑοσκυάμου σπέρματος, κυνοσβάτου σπέρμα ἢ καρπός. ἀντὶ ὑποκυστίδος, ἀκακίας χυλός. ἀντὶ ὑποκυστίδος σπέρματος, τραγάκανθα.
15ἀντὶ ὑποκυστίδος χυλοῦ, ἀκακίας ἢ ἀκάνθης χυλός. ἀντὶ ὑπερικοῦ, ἀνήθου σπέρμα.
ἀντὶ ὑσσώπου κηρωτῆς, μύελος μόσχειος.745

19

.

746

ἀντὶ ὑσσώπου, θύμον. ἀντὶ ὑαίνης χολῆς, πέρδικος χολή.
2
Φ. Ἀντὶ φέκλης, σανδαράχη.
5ἀντὶ φοῦ, σφάγνος. ἀντὶ φύκου, ἄγχουσα. ἀντὶ φύλλου, ναρδοστάχυς ἢ ἴρις Ἰλλυρική.
7
Χ. Ἀντὶ χαλβάνης, σαγαπηνὸν ἢ τερεβινθίνη.
10ἀντὶ χαλκάνθης, λεπὶς χαλκοῦ. ἀντὶ χαμαίδρυος, λαπάθου ἀγρίου ῥίζα. ἀντὶ χαμαιλέοντος χυλοῦ, ἰτέας χυλός. ἀντὶ χαμαιμήλου, ἀνθέμις. ἀντὶ χολῆς γαλῆς, χολὴ καμήλου.
15ἀντὶ χολῆς ἔχεως, χολὴ ἰχνεύμονος.
ἀντὶ χολῆς καμήλου, χολὴ ἀσκαλαβώτου.746

19

.

747

ἀντὶ χολῆς μυγαλῆς, χολὴ πιθήκου. ἀντὶ χολῆς πιθήκου, χολὴ καμήλου. ἀντὶ χολῆς ὑαίνης, χολὴ πέρδικος. ἀντὶ χυλοῦ χαμελαίας ἰτέας χυλός.
4
5
Ψ. Ἀντὶ ψυλλίου, φακὸς ὁ ἐπὶ τῶν τελμάτων. ἀντὶ ψιμμυθίου, μόλυβδος κεκαυμένος ἢ σκωρία μολίβδου.
7
Ω. Ἀντὶ ὠκίμου, σισύμβριον.
10ἀντὶ ὠκιμοειδοῦς, ἡδύοσμον ἄγριον. ἀντὶ ὤχρας, μίσυ Κύπριον. ἀντὶ ὠῶν λεκίθων ὀπτῶν, μύελος ἐλάφου. ἀντὶ ὠοῦ τοῦ λευκοῦ, γάλα γυναικεῖον.
ἀντὶ ὠῶν πυῤῥῶν, μέλι ἢ ἕψημα.747