TLG 0530 029 :: Pseudo–GALENUS :: De remediis parabilibus libri iii Pseudo–GALENUS Med. De remediis parabilibus libri iii Citation: Volume — page — (line) | ||
14.311(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ | |
t2 | ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ. | |
---|---|---|
1 | Προοίμιον. [Τοῖς ἔξω πόλεων παραμένουσι καὶ τοῖς κατ’ ἀγροὺς καὶ τοὺς ἐρήμους τόπους διατρίβουσι τῶν εὐπορίστων χρῆσιν προσήκουσαν εἶναι.] Τὴν ἰατρικὴν τέ‐ χνην, οὐ πόλεσιν οὐδὲ δημοσίοις τόποις, ἢ ἀνδράσι πλου‐ | |
5 | σίοις καὶ εὐγενέσιν ἄρχουσί τε καὶ μεγάλως δυναμένοις ὁρι‐ ζομένην, διὰ δὲ τὸ φιλάνθρωπον καὶ πολύχρηστον αὐτῆς ποικίλως ἐπὶ πάντας ἀνθρώπους διήκουσαν καὶ ἄχρις ἀγροι‐ κίας καὶ ἐρήμων τόπων φθάνουσαν μὲν ὁρῶν τῇ δυνάμει, | |
ἐλλείπουσαν δὲ τῇ ἐνεργείᾳ διὰ τὸν ἀμελέτητον τῆς περὶ | 311 | |
14.312 | αὐτὴν φιλοτιμίας, δίκαιον ᾠήθην κατ’ ἐμὴν δύναμιν εἰσε‐ νέγκασθαι ἐπικουρίαν τοῖς ἐν ὁδοῖς, μάλιστα καὶ κατ’ ἀγροὺς καὶ κατά τινας ἐρήμους τόπους διατρίβουσιν, ἐφ’ ὧν τὰ μὲν πάθη ῥᾳδίαν καὶ ἀπροσδόκητον ἔχει τὴν κατὰ τῶν σωμάτων | |
5 | φορὰν καὶ δύναμιν, οὐκ ἔτι δὲ καὶ τὴν ἐκ τῶν ἰαμάτων ἐπι‐ κουρίαν εὔπορον. οὔτε γὰρ φαρμάκων πολυτελῶν ἐν παντὶ τόπῳ ῥᾴδιον εὐπορεῖν οὔτε τοὺς χρησομένους αὐτοῖς ἰατροὺς ἀφθόνως ἔχειν ἐπιτηδείους, οὔτε μὴν τὰς περιστάσεις παρεῖ‐ ναι τῆς ὑποπροσθέσεως καὶ ἀναβολῆς καιροὺς διδούσας, οἷον | |
10 | ἐπὶ συνάγχης καὶ δηλητηρίων φαρμάκων καὶ τῶν ἰοβόλων, αἱμοῤῥαγίας τε καὶ χολέρας καὶ τῶν τούτοις παραπλη‐ σίων. διὰ ταῦτ’ οὖν οὐκ ἀκριβῶς καὶ ἐπιστημονικῶς θεραπείαν καὶ πάντη τοῖς οἰκείοις θεωρήμασι συνεκπληρουμένην ἐνθά‐ δε λέγειν προυθέμην, ἀλλ’ ὅπως ἄν τις καὶ ἰδιώτης ἐκ | |
15 | τοῦ παραχρῆμα βοηθεῖν ἕλῃ τοῖς κινδυνεύουσιν ἢ ἄλλως πάσχουσι κατὰ τὸ ἐνδεχόμενον ἐκ τῶν ὡς οἷόν τε ἐπ’ | |
ἀπόροις εὐπορουμένων βοηθημάτων, ὑποθέσθαι δίκαιον ᾠή‐ | 312 | |
14.313 | θην τὸ μὲν ἀκριβὲς ἄγαν τῆς κατὰ τὴν τέχνην ὕλης καὶ τῆς ἐπιστημονικῆς χρήσεως τῶν βοηθημάτων, ἐν οἷς φαρ‐ μάκων καὶ ἰατρῶν εὐπορία καὶ τὰ πάθη συγχωρεῖ, ἀναγ‐ καῖον εἶναι κρίνει, ὅπου δὲ ὀξὺς ὁ καιρὸς καὶ οὐκ εὔπορος | |
5 | ἡ τῶν βοηθημάτων εὐπορία καὶ ἀφθονία, τὴν ἐκ τῶν εὐ‐ πορίστων φαρμάκων δύναμιν ἀναγκαιοτάτην εἶναι λογιζόμενος τοῖς ὁτιοῦν μέρος τοῦ σώματος πάσχουσιν. ἀναγράψω τοιγαρ‐ οῦν εὐπορίστων βοηθημάτων ὕλης σπανίως που πολυτελεστέ‐ ρων μὲν, συνήθων δὲ τοῖς πολλοῖς, καὶ διὰ τοῦτο εὐπορου‐ | |
10 | μένων φαρμάκων μνημονεύσομεν, ἀπὸ κεφαλῆς ἀρξάμενοι. αὕτη γὰρ καθάπερ τις ἀκρόπολίς ἐστι τοῦ σώματος καὶ τῶν τιμιωτάτων καὶ ἀναγκαιοτάτων ἀνθρώποις αἰσθήσεων οἰκητήριον, διὸ καὶ τὴν ἀρχὴν τῶν βοηθημάτων ἀπ’ αὐτῆς ποιησόμεθα τοῦ δυνατοῦ μάλιστα καὶ σαφῶς στοχαζόμενοι. | |
15 | πάσχει δὲ αὕτη ποικίλως, ἐγκαιομένη τε καὶ ψυχομένη, καὶ ὑπὸ ἀναθυμιάσεων τῶν ἐκ τῆς κοιλίας πληρουμένη, καὶ ἀπὸ | |
τῶν ἔξωθεν, τῶν καρωδῶν καὶ δυσωδῶν, καὶ διὰ πολλὰ ἕτερα. | 313 | |
14.314 | ἐξ ἐπιμέτρου καὶ ταῖς κατὰ τὸ δέρμα καὶ τὰς τρίχας ἀπρε‐ πείαις ἀλισκομένη, ἀλωπεκίαις, ὀφιάσεσι, διαφόροις ἑλκώ‐ σεσιν. ἐγκαύσεως μὲν οὖν καὶ ψύξεως καὶ τῆς ἀπὸ τῶν ἔξωθεν ἀναθυμιάσεως ἱκανὰ σημεῖα ταῦτα προκατάρχοντα | |
5 | αἴτια. ἤδη δὲ τοῖς ἐξ ἐγκαύσεων ἄλγημα παρακολουθεῖ σφυγματῶδες ὅλης σφακελιζούσης δοκεῖν τῆς κεφαλῆς μετὰ πυρώδους αἰσθήσεως καὶ διάτασις τῶν περὶ τὸ μέτωπον ἀγγείων καὶ ὀφθαλμῶν ἔρευθος, τὰ πολλὰ καὶ ἀγρύπνια· τοῖς δὲ ἀπὸ ψύξεως ναρκῶδες βάρος καὶ πῆξις καὶ τῶν | |
10 | μετὰ τὸ μέτωπον ἀγγείων σύμπτωσις· εἰ δὲ μεθ’ ὑγρότη‐ τος καταψύχοιντο, καὶ καταφορώδης ὕπνος· τοῖς δ’ ἐξ ἀνα‐ θυμιάσεων ἄλγημα νυγματῶδες καὶ σφυγμὸς τῶν περὶ τὸ μέτωπον ἀρτηριῶν, ἴλιγγοί τε καὶ παροράσεις καὶ ὤτων ἦχοι. ὁμοίως καὶ τοῖς ἀπὸ τῶν ἐντὸς ἀναθυμιάσεων πληρου‐ | |
15 | μένοις τὰ αὐτὰ ταῦτα συμπίπτειν εἴωθεν. Κεφ. αʹ. [Πρὸς τὰ ἐντὸς τῆς κεφαλῆς πάθη, καὶ πρῶ‐ τον περὶ τῆς ἐξ ἐγκαύσεως κεφαλαλγίας.] Ἁρμόσει δὲ | |
τοῖς μὲν ἐξ ἐγκαύσεως ἐμβροχὴ ἐλαίου ὀμφακίνου ψυχροῦ· | 314 | |
14.315 | εἰ δ’ ἐπιτείνοιτο, δι’ ὀξυῤῥοδίνου, μὴ παρόντος δὲ τοῦ ῥοδί‐ νου ἐλαίου, χρηστέον ὀμφακίνῳ, τέτρασι μέρεσι τοῦ ἐλαίου συμπλέκοντας ὄξους μέρος ἓν, εἰ συμμέτρως ψύχειν βούλοιντο, εἰ δὲ μὴ, πλεῖον ἔτι ὄξους. διακαιομένης δὲ σφοδρῶς τῆς | |
5 | κεφαλῆς, συμπλέκειν χρὴ τῷ ὄξει πολυγόνου χυλὸν, ἢ ἀρνο‐ γλώσσου, ἢ ἀνδράχνης, ἢ θριδακίνης, ἢ ὄμφακος σταφυλῆς, ἢ τῶν τοιούτων τινός. δῆλον δὲ ὡς τὸ μᾶλλόν τε καὶ ἧττον τῆς εὔξεως αὐτῶν δηλώσει τὸ μέγεθος τῆς ἐγκαύσεως καὶ ἡ τοῦ σώματος κατασκευή, ἀνακλίνειν δὲ αὐτοὺς ἄμεινον | |
10 | καὶ ἐν ψυχροτέροις οἴκοις εἰσφέροντας ἀμπέλου φύλλα καὶ βάτου, μήλων τε καὶ τῶν τούτοις παραπλησίων, ὅσα χωρὶς τοῦ κάρου ψύχειν δυνήσεται. παραπλήσιαι δὲ ταύτῃ διαθέσεις καὶ αἱ ἀπὸ τῶν δυσκρασιῶν συμβαινόμεναι. ἀλλ’ αἱ μὲν ἀπὸ θερμοτέρας καὶ ξηροτέρας, ἔτι τε ψυχροτέρας | |
15 | καὶ ξηροτέρας δυσκρασίας, ὀδύναι μεγάλαι γίγνονται, ἥκιστα δ’ ἐν τῇ ὑγρᾷ δυσκρασίᾳ πόνοι συμβαίνουσι, θεραπεύονται | |
κατὰ ἐναντίωσιν τῶν διαθέσεων. | 315 | |
14.316 | [Περὶ τῆς ἀπὸ ψύξεως κεφαλαλγίας.] Τοῖς δὲ ἀπὸ ψύξεως ἁρμόζουσιν αἱ θερμότεραι τῶν ἐμβροχῶν, ὅτε μὲν συμμέτρως εἴη ἡ ψύξις, ἀρκουμένοις ἀνηθίνῳ καὶ πηγανίνῳ ἐλαίῳ θερμῷ· εἰ δὲ ἐπιτείνοιτο μεγάλης τῆς ψύξεως ὑπαρ‐ | |
5 | χούσης, σικύου ἀγρίου ῥίζαν ἐμβαλεῖν δεῖ, ποτὲ δὲ καὶ εὐ‐ φορβίου βραχύ. χρῆσθαι δὲ καὶ ἰρίνῳ ἐλαίῳ, ἤ τινι τῶν τοι‐ ούτων λεπτῶν εἰρημένων τινὰ τούτοις ἐμβαλόντα· ἐλάττω δὲ ἢ πλείω κατὰ τὴν ἐπικρατοῦσαν ψύξιν σκοποῦντα καὶ συμ‐ μετρούμενον. | |
10 | [Περὶ τῆς ἐξ ἀναθυμιάσεως κεφαλαλγίας.] Ὅσοις δὲ ἀπὸ ἀναθυμιάσεων αἱ κεφαλαλγίαι γίγνονται, ὑπάγειν τε τὴν γαστέρα καὶ ἄγειν αὐτοὺς εἰς εὐπνουστέρους οἴκους καὶ λεπτὸν ἀέρα ἔχοντας, ἐπιτηδεύειν τε καὶ πταρμοὺς, μάλιστα εἰ ἀπύρετοι εἶεν, ἐμβαλόντας τοῖς πόροις ἢ στρούθιον λεῖον, | |
15 | ἢ πέπερι, καὶ ἀνέλκειν κελεύοντας. κενουμένων γὰρ τῶν ἀτμῶν ῥᾷον διαφορηθήσεται ἡ κεφαλή. ἐμβρέχειν δ’ αὐτοὺς καὶ ἐλαίῳ, βραχὺ ὄξους παραχέοντας. ἥ τε γὰρ ἄμετρος ἐπὶ | |
τὴν κεφαλὴν τῶν ἀτμῶν φορὰ ἀποκρουσθήσεται καὶ τὸ | 316 | |
14.317 | ἐνιζάνον ταῖς κοιλίαις τοῦ ἐγκεφάλου διαφορηθήσεται, μὴ ἐᾶν καθεύδειν, καὶ μάλιστα μεθ’ ἡμέρας. [Περὶ τῆς ἐξ ἀπέπτων βρωμάτων κεφαλαλγίας.] Εἰ δ’ ἀπέπτων ἐγκειμένων τῇ γαστρὶ συμπάσχοι τι ἡ κεφαλὴ, | |
5 | διδόντας πιεῖν ὕδατος χλιαροῦ συχνῶς ἐμεῖν κελεύειν. γί‐ γνονται δὲ πολλοῖς τῶν στομαχικῶν ἐξ ἀναστάσεως κεφα‐ λαλγίαι, ἐφ’ ὧν αἱ παραθέσεις τῆς τροφῆς αὐτίκα κουφί‐ ζειν εἰώθασιν. εἰ δ’ ἀπὸ μεγάλης ποτὲ ἀλγηδόνος τῆς κε‐ φαλῆς ἄφωνοι γίνονται ἄφνω, μηδὲ τῆς αἰτίας καταλαμβα‐ | |
10 | νομένης, καταντλεῖν προσήκει τὴν κεφαλὴν ὕδατι θερμῷ δα‐ ψιλεῖ, ἐγχέοντας τοῖς ὠσὶν ἔλαιον καὶ ἔριον ἐμβάλλοντας. [Περὶ τῆς ἐξ οἴνου κεφαλαλγίας.] Ὅτι μὲν οἱ θερ‐ μότεροι τῶν οἴνων τὰς κεφαλαλγίας γεννῶσιν, ἀτμῶν πλη‐ ροῦντες ῥᾳδίως τὴν κεφαλὴν, ἔσθ’ ὅτε δὲ καὶ χυμῶν, καὶ | |
15 | ὅτε χωρὶς οἴνου πόσεως πρὸς τὴν κεφαλὴν ἑτοίμως οὗτοι ἀναφέρονται, καὶ μάλιστα οἷς φύσει θερμότεραι τὴν κρᾶσιν | |
αἱ κεφαλαὶ τυγχάνουσιν, ἅπασιν οἶμαι φανερὸν εἶναι. σκοπὸς | 317 | |
14.318 | τοίνυν τῆς ἰάσεως ἡ κένωσις αὐτῶν. ἐπειδὴ δὲ θερμότε‐ ροι τυγχάνουσιν ὄντες οἱ πεπληρωκότες τὴν κεφαλὴν ἀτμοὶ, καὶ τῆς ἐντυχούσης αὐτοῖς βοηθείας δέονται. ἔλαιον οὖν ῥόδινον καὶ πάνυ ψυχρὸν προσφερόμενον, ὕπνος τε καὶ | |
5 | ἡσυχία, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν λουτρὸν καὶ τροφαὶ εὔχυμοι, οὐ μέντοι θερμαίνουσαι. τοιαῦται δ’ εἰσὶν ὁ πτι‐ σάνης χυλὸς, καὶ τὰ ὑγρὰ τῶν ὠῶν ἄνευ γάρου καὶ ἐξ ὕδατος ἄρτος, θριδακίνη τε ὡς ἐμψύχουσα καὶ κράμβη ὡς ἀτμῶν ξηραντική. ποτῷ δὲ ὕδατι χρηστέον. ἀλλ’ ἐπί τι‐ | |
10 | νων ὁ στόμαχος ἐπὶ ταῖς ὑδροποσίαις ἀνατρέπεται, ῥοιὰν οὖν αὐτοῖς ἐπιδοτέον, ἢ μῆλον, ἢ ἄπιον ἡψημένα. χρὴ δὲ ἕψειν οὕτως αὐτά· πρῶτον ἐν χύτρα ὕδωρ ἐγχέοντας θερμὸν, εἶτα κρεμάσαντας ἐν ἀγγείῳ τὰς ὀπώρας ὑποκαίειν τὴν χύτραν, ὅπως ὁ ἀναφερόμενος ἐκ τοῦ ὑδατὸς ἀτμὸς | |
15 | ἕψειν οἷός τε εἴη. καὶ σταφίδες δὲ ῥωννύουσι τὸν στόμαχον. φοινίκων δὲ παντελῶς ἀπέχεσθαι. ἔχουσι γάρ τινα ἰδιότητα κεφαλαλγίας ποιητικήν. εἰ δ’ ἐπὶ τούτοις ὑπνῶσαι καλῶς | |
δυνηθεῖεν, ἐπὶ λουτρὸν μὲν ἄγειν αὐτοὺς κατὰ τὴν ὑστε‐ | 318 | |
14.319 | ραίαν, καὶ καταχεῖν ἐν τῷ βαλανείῳ θερμὸν ὕδωρ πολλάκις, εἶτα μικρὸν ἠρημήσαντας αὖθις παραπλησίως λούειν, εἶθ’ οὕτως τρέφειν ὡς πρόσθεν εἴρηται. εἰ δέ ποτέ τι τῶν ἀνελθόντων ἐπὶ τὴν κεφαλὴν ἀτμῶν τε καὶ χυμῶν ὑπολεί‐ | |
5 | ποιτο τι λείψανον ἐσφηνωμένον πόροις λεπτοῖς, καὶ διὰ τοῦτο παραμένει τι τῆς κεφαλαλγίας, ἀφίστασθαι μὲν τοῦ ῥοδίνου, ἐμβρέχειν δὲ τῷ χαμαιμηλίνῳ συμμέτρως θερμῷ, καὶ μετὰ ταῦτα ἰρίνῳ μεγάλως ὠφελοῦντι τὰς τοιαύτας διαθέσεις· μη‐ δενὸς δὲ τούτων ὄντος, οἴνῳ χρῆσθαι. | |
10 | [Περὶ τῆς ἐκ πληγῶν καὶ συμπτωμάτων κεφαλαλγίας.] Ἐπεὶ δὲ καὶ διά τινα συμπτώματα καὶ πληγὰς γίνονται κε‐ φαλαλγίαι, χρήσιμον βραχέα καὶ πρὸς ταῦτα ὑποσχέσθαι. ἁρμόζει τοίνυν ἡ διὰ σπόγγων πυρία καὶ μαλακῶν ἐρίων ἐλαίῳ θερμῷ δεδευμένων. πρὸς δὲ τούτοις ἡσυχία, ὑποστολὴ | |
15 | τροφῆς, κένωσις τοῦ κάτω γαστρός. φυλακτέον δὲ ἥλιον, λουτρὸν, οἰνοποσίαν, κραυγὴν καὶ διάτασιν, καὶ τῶν ἐν τροφῇ | |
προσφερομένων τὰ δριμέα καὶ ὀξέα καὶ ἁλικά· δῆλον δ’ ὡς | 319 | |
14.320 | σκοποὶ πλείονες ἔσονται τῆς τῶν ἰαμάτων εὑρέσεως κατὰ τὰς ποιούσας τὰ πάθη αἰτίας. [Περὶ τῆς ἐκ θλασμάτων κεφαλαλγίας.] Καὶ γὰρ κε‐ φαλὴν καὶ θλᾶσθαι συμβαίνει, καὶ ποτὲ μὲν μετὰ τραύματος, | |
5 | ποτὲ δὲ καὶ χωρὶς τραύματος γίνεσθαι τὴν θλάσιν, ὡς κᾀκ τούτων ἐπιπλέκεσθαι σκοποὺς θεραπείας. θλάσει μὲν οὖν οἰκεῖα τὰ παρηγορικὰ τῶν βοηθημάτων οἷον θερμοῦ κατά‐ χυσις ὕδατος καὶ ἐπίβλημα ἐλαιοβρεχές. τὴν δὲ διαίρεσιν περίστασις παροῦσα εἰ μὴ κωλύει κολληθήσεσθαι, σιδηρίτην | |
10 | βοτάνην λειώσας καὶ ἀποσπογγίσας οἴνῳ ἐπιδέσμει. Ἄλλο. ῥητίνην φρυκτὴν καταπλάσας τὸ ἔλκος ἐπιδέσμει. Ἄλλο. ἀλόην λειώσας καὶ μέλι προσμίξας ἐπιτίθει. Ἄλλο. γῆς ἔντερα κόψας ἐπιτίθει. Ἄλλο. πτελέας φύλλα χλωρὰ κόψας ἐπιτίθει, πρότερον τρίψας. καὶ ὁ φλοιὸς δὲ τοῦ αὐτοῦ δέν‐ | |
15 | δρου περιειληθεὶς ὡς ἐπίδεσμος τὸ αὐτὸ ποιεῖ. [Πρὸς καταφοράν.] Πιτύαν ἐρίφων βάλε εἰς ἄκρατον οἶνον Αἰγύπτιον καὶ δὸς ἴσον καὶ δίδου πίνειν νηστικῷ ἐπὶ | |
ἡμέρας γʹ. | 320 | |
14.321 | [Πρὸς τὰς ἐκ μέθης καὶ ἐγκαύσεως κεφαλαλγίας.] Ἐπεὶ δὲ τὰ περίαπτα ἔγραψεν ὁ Ἀρχιγένης τοῖς κεφαλαλγοῦσιν, οὐκ ἄτοπον ᾠήθην καὶ ταῦτα ἀναγράψαι πρὸς τὰς ἐκ μέθης καὶ ἐγκαύσεως κεφαλαλγίας, πολυγόνου δύο κλωνία πλέξας | |
5 | στεφάνωσον. ἄλλο. πολύγονον τρίψας μετὰ κορυφῆς γάλακτος καὶ ἀλείψας τὴν κεφαλὴν τῷ βάθει τῆς ἑσπέρας καὶ ἐπάνω λαγωοῦ δέρμα βαλὼν, ἕως πρωῒ, ἆρον τὸ δέρμα καὶ ἰαθήση. ἄλλο. κιχώριον τὸ Ῥωμαϊστὶ λεγόμενον ἰντυβολάχανον, ἐπι‐ τίθει τοῦ πάσχοντος τὴν κεφαλήν. ἄλλο. ῥόδινον στέφανον | |
10 | ἐπιτίθει τῇ κεφαλῇ, νέα ἄνθη ῥόδου ἐκ νεαρῶν ῥόδων. ἄλλο. καλλιτρίχῳ στέφε τὴν κεφαλὴν, ὃ τινὲς καλοῦσιν ἀδί‐ αντον, ἔνιοι δὲ τριχομανές. ἄλλο. ἄκρως δὲ ἀπαλλάσσειν τῆς κεφαλαλγίας φησὶν Ἀρχιγένης περιστερεῶνα, ἥν τινες ἱερὰν βοτάνην καλοῦσι, καὶ στεφομένην καὶ καταχριομένην | |
15 | μετ’ ὄξους καὶ ῥοδίνου. ἄλλο. χελώνης λιμναίας ἥν τινες ἀμύδα καλοῦσιν, αἷμα ἐπίσταζε ἐπὶ τὸ βρέγμα. | |
Κεφ. βʹ. [Περὶ εὐπορίστων πρὸς τὰ ἐκτὸς τῆς κε‐ | 321 | |
14.322 | φαλῆς πάθη, καὶ πρῶτον πρὸς ῥεούσας τρίχας.] Λάδανον ἀποβρέχων οἴνῳ εὐώδει καὶ στύφῳ λαίου, παραχέων καὶ μύρσινον, καὶ γλοιῶδες ποιήσας κατάχριε. ἄλλο. κάρυα χλωρὰ, ἀκμάζειν ἀρξάμενα, θλάσας ρʹ. μίξας τε ἐλαίου ξέ‐ | |
5 | στας βʹ. στυπτηρίας ὑγρᾶς λίτρας γʹ. καὶ βαλὼν εἰς σκεῦος καινὸν ὀστρακινὸν προβραχὲν, ὡς μὴ ἀναποθῆναι τὸ ἐμβλη‐ θὲν ὑγρὸν, ἐπιμελέστατα περίχρισον, καὶ καταθέμενος ἐν εὐαέρῳ οἴκῳ ἐπὶ ἡμέρας μʹ. καὶ μετὰ τοῦτο ἀνελόμενος, χρῶ τῷ ἐλαίῳ. ἄλλο. λάδανον καὶ ἀψίνθιον καὶ ἀρκευθίδας λει‐ | |
10 | ώσας, εἰς ὀθόνην ἔνδησον, καὶ ἔμβαλε εἰς ἔλαιον καὶ μετὰ ἡμέρας εʹ. χρῶ. ἢ μυρσίνης μελαίνης, ἢ κηκίδος μέρη βʹ. μετ’ ἐλαίου. τὸ αὐτὸ δὲ πιτυρίασιν ἰᾶται. ἄλλο. λάδανον λειώσας μετὰ γλυκέος οἴνου γλοιῶδες ποιήσας χρῖε. ἄλλο. ἀνεμώνης τὸ ἄνθος λειώσας μετ’ ἐλαίου κατάχριε, τὸ αὐτὸ | |
15 | καὶ μελαίνει. ἄλλο. περιστερεῶνα τὸ ὀρθὸν σὺν ταῖς ῥίζαις ξηράνας καὶ εὖ μάλα λειώσας μῖξον ἐλαίου, ὡς πάχος ἔχειν | |
γλοιοῦ καὶ ἐάσας σαπῆναι κατάχριε. | 322 | |
14.323 | [Περὶ πιτυριάσεως.] Προσμήξας τὴν κεφαλὴν σεύτλου χυλῷ καὶ τηλίνοις ἀλεύροις, καὶ νίτρῳ λείοις ἴσοις σμῆχε. ἄλλο. Κιμωλία γῆ ὄξει καὶ βοείᾳ χολῇ φυραθεῖσα, χρῖε. ἄλλο. ἀμυγδάλοις πικροῖς μετ’ ὀξυκράτου ἀπόσμηχε. ἄλλο. | |
5 | ἀφρόνιτρον καὶ χάλκανθον ἴσα λειώσας μετ’ οἴνου χρῶ. ἄλλο. βολβοῖς ὀπτοῖς καὶ νίτρῳ λείοις ἴσοις σμῆχε. [Περὶ φθειριάσεως.] Σταφίδος ἀγρίας μέρη βʹ. σαν‐ δαράχης μέρος αʹ. νίτρου μέρος αʹ. σὺν ὄξει καὶ ἐλαίῳ ἄλειφε τὴν κεφαλήν. ἄλλο. στυπτηρίῳ σχιστῇ μετ’ ἐλαίου χρῶ. | |
10 | [Περὶ ἀχώρων καὶ κηρίων.] Ἀχῶρες συνίστανται περὶ τὸ τῆς κεφαλῆς δέρμα. ὠνόμασται δὲ ἀπὸ τοῦ συμπτώματος, λεπτὰς γὰρ ἔχει κατατρήσεις, δι’ ὧν ἀποῤῥέει ἰχὼρ γλίσχρος. ὅμοιον δ’ αὐτῷ πάθος ἐστὶ καὶ τὸ καλούμενον κηρίον, τὰς κατατρήσεις μείζονας ἔχον, ὑγρὸν ἐχούσας μελιτῶδες· ἐστὶ | |
15 | δ’ ἑκατέροις ἡ γένεσις ἐξ ὑγρότητος περιττωματικῆς. συμβαί‐ νει δ’ αὐτοῖς τὸ πρῶτον κνησμὸς, μετὰ ταῦτα δὲ καὶ εἰς | |
ὄγκον ἐπανάστασις. θεραπεία δὲ, μεγάλης οὔσης τῆς διαθέ‐ | 323 | |
14.324 | σεως προηγουμένη μὲν κάθαρσις τῶν καταποτίων διὰ σκαμ‐ μωνίας καὶ ἀλόης, καὶ κολοκυνθίδος, ἑκάστου δ’ αὐτῶν ἴσον, λειωθέντα δὲ ἀναλαμβάνεται χυλῷ κράμβης, καὶ ἀναπλάσσε‐ ται καταπότια ὀρόβου μέγεθος ἔχοντα. δέδοται δὲ τοῖς ἰσχυ‐ | |
5 | ροτέροις ἑπτακαίδεκα τῆς τελείας δόσεως, τοῖς ἄλλοις πρὸς ἀναλογίαν τοῦ σώματος. ἐπὶ δὲ τῶν μικρῶν διαθέσεων ἀρκεῖ καὶ τὰ τοπικὰ τῶν βοηθημάτων. ἔστι δὲ ταῦτα κι‐ μωλία μετὰ ὄξους δριμυτάτου καταχριομένη. ἄλλο. κρήταν μετὰ ὄξους δριμυτάτου κατάχριε. ὁμοίως δὲ καὶ Σαμία γῆ καὶ | |
10 | πομφύλυξ. ἄλλο. λιθαργύρου καὶ χάρτης κεκαυμένης λύχνῳ, χρῶ μετ’ ὄξους. ἐφ’ ὧν μέντοι ἕλκωσίς ἐστιν ὀδυ‐ νώδης, ὕδατι ἀπαντλεῖν αὐτοὺς θερμῷ προσήκει ἑκάστης ἡμέρας, ἀφηψημένης ἐν αὐτῷ μυρσίνης, βάτου, συκαμίνου, ἢ ἀσπαράγου ῥίζης, καὶ κατάχριε. ἄλλο. ἰτέας φύλλοις μεθ’ | |
15 | ὕδατος, ἢ φακῷ μετὰ μέλιτος, ἢ ἀσπαράγου ῥίζῃ ἑφθῇ ἀπό‐ σμηχε, ἢ σεῦτλον χυλῷ ἔχοντι τήλινον ἄλευρον. φάρμακα δ’ ἐπιτήδεια πίτυος φλοιὸς μετὰ κηρωτῆς, ἢ καδμεία μετ’ | |
ἐλαίου, ἢ λιθάργυρος, ἢ ψιμύθιον. σμήχειν δὲ ἐν βαλα‐ | 324 | |
14.325 | νείῳ τεῦτλον χυλῷ μετὰ κιμωλίας. δῆλον δὲ ὡς ἐπὶ τῶν ἁπαλοσάρκων γυναικῶν φυλάττεσθαι μὲν δεῖ τὸ ὄξος, οἴνῳ δὲ καταχρίειν τὰ φάρμακα. [Περὶ ἀλωπεκίας καὶ ὀφιάσεως.] Συμβαίνει διττὸν | |
5 | πάθος περὶ τὰς ἐν κεφαλῇ τρίχας, ὁτὲ μὲν ἔκλειψις αὐτῶν, ὁτὲ δὲ εἰς ἑτέραν χροιὰν μεταβολή. ἔκλειψις μὲν ἐν ταῖς φαλακρώσεσιν, ἑτεροχροία δὲ ἐν ταῖς ἀλωπεκίαις τε καὶ ὀφι‐ άσεσιν, ἀπρεπεστάτη βλάβη τῶν τριχῶν. ἔστι δ’ αὐτοῖς ἡ βλάβη παραπλησία τοῖς φυτοῖς. καθάπερ γὰρ ἐκεῖνα παρα‐ | |
10 | πλησίαν τῷ τρέφοντι ὑγρῷ τὴν γένεσιν ἔχει· ὁμοίως δὲ ταῖς τριξὶν ἡ παθητικὴ κατασκευή. ὁτὲ μὲν ἐνδείᾳ τοῦ τρέ‐ φοντος ὑγροῦ ἀφαιρούμενα φθείρεται, ἢ ἀλλοτριώσει τὴν κατὰ φύσιν ὑπαλλάττει διάθεσιν. ἔστι δὲ ἀλωπεκία καὶ ὀφίασις ἑκάτεραι μὲν διαθέσεις παρὰ φύσιν τὴν αὐτὴν αἰ‐ | |
15 | τίαν ἔχουσαι τῆς γενέσεως, κοινὴν δὲ καὶ τὴν ἴασιν, ὀνό‐ μασι δὲ διαφόροις ὠνομασμέναι κατὰ τὸ σχῆμα. ἐπί τε γὰρ τῆς ὀφιάσεως παραπλήσιον ὄφει τὸ σχῆμα ἐπὶ τῆς κεφα‐ λῆς φαίνεται, ἡ δ’ ἀλωπεκία, ὥς φασιν, ὠνόμασται διὰ | |
τὸ συνεχὲς ταῖς ἀλώπεξι συμβαίνειν τὴν διάθεσιν, ψίλωσιν | 325 | |
14.326 | οὖσαν τριχῶν, μετὰ τοῦ ἀναιμόχρουν φαίνεσθαι τὸν πεπον‐ θότα τόπον. ἡμεῖς δὲ διὰ τί οὕτως ὠνόμασται οὐ πολυ‐ πραγμονοῦμεν. μοχθηρὸν δὲ πλῆθος ὑγρῶν αἴτιον τῆς γε‐ νέσεως εὑρόντες τῷ φυσικῷ λόγῳ ἑξῆς ἐπὶ τὰς θεραπείας | |
5 | χωρήσομεν. εἰσὶ δ’ αὐτῷ διαφοραὶ πλείους κατὰ τὴν χρόαν. αἱ μὲν γὰρ λευκότεραι, αἱ δὲ ὠχρότεραι, ἕτεραι δὲ μελάν‐ τεραι. δῆλον δὲ ὡς κακοχυμίας ἐστὶν ἅπαντα ἔγγονα τοι‐ αῦτα. αἱ μὲν οὖν λευκότεραι ὑπὸ τῆς τοῦ φλέγματος κακο‐ χυμίας γίγνονται, καὶ ἰῶνται τοῖς φλεγμαγωγοῖς τῶν καθαρτη‐ | |
10 | ρίων καὶ τοῖς ἀποφλεγματισμοῖς, αἱ δὲ ὠχρότεραι τοῖς τὴν τοιαύτην καθαίρουσι χολὴν, αἱ δὲ μελάντεραι τοῖς τὸν με‐ λαγχολικὸν καθαίρουσι χυμόν. χρὴ γὰρ πρὸ τῆς τοῦ πεπον‐ θότος μορίου θεραπείας ἅπαν προκαθαίρειν τὸ σῶμα, ὡς μηκέτι ἐπιῤῥεῖν ἐξ αὐτοῦ τὴν κακοχυμίαν τῷ πεπονθότι | |
15 | μέρει, καὶ εἶθ’ οὕτως ἑξῆς ἐπὶ τὸ πεπονθὸς μόριον παρα‐ γίγνεσθαι. ἔστι δὲ ἀποφλεγματικὰ μὲν πύρεθρον καὶ στα‐ | |
φὶς ἀγρία· θάτερον δ’ αὐτῶν ἢ καὶ ἄμφω μετὰ μαστίχης | 326 | |
14.327 | μαλασσόμενα καὶ ἅλας βωλικὸν μετὰ γλήχωνος, ἢ νᾶπυ λε‐ λειωμένον μετ’ ὀξυμέλιτος καὶ διακρατούμενον ἐπὶ πλέον καὶ ἀναγαργαριζόμενον. ἰδίως μὲν οὖν ἕκαστον τῶν καθαρ‐ τηρίων φαρμάκων ἕλκει καὶ καθαίρει τὸν οἰκεῖον ἑαυτῷ χυ‐ | |
5 | μόν· τὰ μὲν φλέγμα, τὰ δὲ ξανθὴν, τὰ δὲ μέλαιναν χολήν. καὶ μακρὸν ἂν εἴη ἕκαστον κατ’ εἶδος διεξιέναι, ἑτέρας ὄντα πραγματείας. κοινῶς δὲ ἐπί τε τῶν ἄλλων ἀλωπεκιῶν καὶ ὀφιάσεων ὠφελεῖν εἴωθε πρῶτα μὲν τὰ διὰ τῆς ἀλόης καταπότια· ἔχει δὲ ταῦτα κολοκυνθίδος ἐντεριώνης μέρος αʹ. | |
10 | ἀλόης τε καὶ σκαμμωνίας μέρη δύο, χυλοῦ ἀψινθίου μέρος αʹ. ἀναλάμβανε χυλῷ μήλων, δίδου πρὸς τὴν δύναμιν. μι‐ κρὸν δ’ ἐπ’ αὐτοῖς διαλείποντα ἡμερῶν που ζʹ. χρῆσθαι τῇ ἱερᾷ τῇ διὰ κολοκυνθίδων· ἔστι δ’ αὐτῆς ἡ σύνθεσις ὧδε. ♃ κολοκυνθίδος ἐντεριώνου τοῦ ἐντὸς ἁπαλοῦ γο. ιστʹ. χαμαι‐ | |
15 | πίτυος γο. στʹ. σχοίνου ἄνθος γο. στʹ. κασσίας, κινναμώμου ἀνὰ γο. στʹ. ναρδοστάχυος, σμύρνης ἀνὰ γο. δʹ. κρόκου ἑξάγια ζʹ. ὀποπάνακος γο. γʹ. πεπέρεως μακροῦ καὶ μέλανος | |
ἀνὰ γο. γʹ. πρασίου, στοιχάδος, ἀνὰ γο. ζʹ. γεντιανῆς, ἀγα‐ | 327 | |
14.328 | ρικοῦ, ἀνὰ γο. εʹ. σαγαπηνοῦ γο. ιʹ. κοπτὰ, λεῖα μέλιτι Ἀττικῷ ἀναλάμβανε, καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, εἰς ὕδωρ εἰ πυρέττοιεν, εἰ δὲ μὴ, μετὰ οἰνομέλιτος. ὁ μὲν οὖν κατ’ ἀρχὰς τῆς θεραπείας τρόπος τοιόσδε, ἀρκῶν πολ‐ | |
5 | λάκις μόνος πρὸς θεραπείαν. ἐπὶ γὰρ τῶν χρονίων δυσία‐ τον ἤδη γίγνεται τὸ πάθος καὶ τοπικῶν δεόμενον φαρμά‐ κων· ὅταν οὖν, ὡς ἑνὶ μάλιστα καθάπερ προείρηται, ἀπέ‐ ριττον ἐκ τῆς καθάρσεως ἅπαν γένηται τὸ σῶμα, τότε ἤδη θαῤῥοῦντα καὶ τῇ τοῦ βεβλαμμένου μέρους ἐγχειρεῖν θερα‐ | |
10 | πείᾳ, τοῖς τοπικοῖς χρώμενον βοηθήμασι. ἔστι δ’ ἅπαντα τῷ γένει θερμὰ καὶ διαφορητικά. ταύτῃ γὰρ τῇ δυνάμει καὶ τὴν κακοχυμίαν κενοῦντα διαφορεῖν πέφυκεν. ἔστι δὲ τάδε, θαψίας χυλὸς μετὰ κηρωτῆς καταχριόμενος. ἄλλο. εὐφόρ‐ βιον λεῖον μετὰ ἐλαίου καταχριόμενον. ἄλλο. θεῖον ἄπυρον | |
15 | καὶ νίτρον Ἀλεξανδρινὸν σκευάσας ὄξει κατάχριε. ἄλλο. δάφνινον ἀλειφόμενον, καρδάμον σπέρμα μετ’ ἐλαίου. ἄλλο. εὐζώμου σπέρμα λειώσας μετὰ στέατος ἀρνείου κατάχριε. | |
ἄλλο. ἀλκυόνιον τραχὺ καύσας καὶ λειώσας ὄξει, ἢ κεδρίᾳ, | 328 | |
14.329 | κατάχριε. ἄλλο. καλάμου ῥίζαν, ἢ φλοιὸν καύσας μετὰ κέδρου χρῶ, ἢ μετὰ ὑγροπίσσης. ἄλλο. μυῶν κόπρον λειώ‐ σας ὄξει κατάχριε. ἄλλο. ἀμύγδαλα ὁλόκληρα καύσας, κα‐ τάβρεχε ὄξει δριμεῖ. ἄλλο. ἐχίνου χερσαίου τὸ δέρμα μετὰ | |
5 | τῆς κεφαλῆς κατάκαυσον, καὶ λειώσας μέλιτι κατάχριε. ἄλλο. κρομμύῳ παλαιῷ συνεχῶς ἀπότριβε τὸν τόπον, ὀθόνῃ προ‐ ανατρίψας, ἕως οὗ ἐρυθρὸν γένηται. ἄλλο. ῥαφάνου φλοιὸν λειώσας μετὰ μέλιτος κατάχριε. ἄλλο. σιδήρη στομώματος λεπίδα ὀξελαίῳ τρίψας ἄλειφε, ἕως οὗ ἐρυθρὸν γένηται. | |
10 | ἄλλο. κριθῶν κεκαυμένων καὶ μυοχόδων ἴσον μετὰ ὄξους κα‐ τάχριε. ἁπάντων δὲ τῶν εἰρημένων φαρμάκων, τῶν μὲν θερμοτάτων ὄντων, τῶν δ’ ἀσθενεστέραν ἐχόντων τὴν θερ‐ μασίαν, δῆλον ὡς τοῖς μὲν ἰσχυροῖς φαρμάκοις ἐπὶ σκληρῶν σωμάτων καὶ τῶν κεχρονισμένων διαθέσεων χρηστέον, τοῖς | |
15 | δ’ ἀσθενεστέροις ἐπί τε προσφάτων διαθέσεων καὶ παίδων καὶ γυναικῶν καὶ μαλακωτέρων. κοινὸς ἔστω ὁ τοιόσδε λόγος | |
ἐπὶ πάντων βοηθημάτων. προανατρίβειν χρὴ τὸ πεπονθὸς | 329 | |
14.330 | μέρος ὀθόνῃ μήτ’ ἄγαν σκληρῶς, ὡς ἀναδέρεσθαι τὰ σώ‐ ματα, μήτ’ ἄγαν μαλακῶς, ὑπὲρ τοῦ ἐρυθραίνεσθαι συμμέτρως πρὸ τῆς χρήσεως τῶν φαρμάκων. χρὴ δὲ καὶ αὐτὸ τὸ δέρμα ξυρᾷν συνεχῶς· εἰ δέ ποτε ἑλκωθείη τὸ | |
5 | μέρος ὑπὸ τῶν φαρμάκων, ἰᾶσθαι χοιρείῳ στέατι ἢ χηνείῳ ὑπαλείφοντα, ἢ ῥοδίνῳ. Κεφ. γʹ. [Πρὸς τὰ τῶν ὤτων πάθη, καὶ πρῶτον πρὸς τὰς ὠταλγίας.] Ὤτων πόνοι γίνονται κατὰ ψύχωσιν ὑπὸ ἀνέμων ψυχρῶν, ἢ λουτροῦ ψυχροῦ, καὶ ὑδάτων φαρ‐ | |
10 | μακωδῶν εἰσρυέντων, ἢ διὰ φλεγμονὴν, ποτὲ μὲν αὐτοῦ μόνου κατὰ τὸν πόρον τοῦ δέρματος, ποτὲ δὲ καὶ διὰ βάθους τοῦ ἀκουστικοῦ πόρου ἢ μέρους φλεγμήναντος καὶ διατείναντος τὰ μόρια, ἔσθ’ ὅτε δὲ καὶ διὰ πνεύματος φυ‐ σώδους οὐκ ἔχοντας διέξοδον ὀδυνηρὸν γίνεται. ὀδυνῶσι δὲ | |
15 | καὶ οἱ ἐν αὐτοῖς τοῖς ὠσὶ διά τινα πρόφασιν γεννηθέντες ἰχῶρες. τὰς μὲν οὖν ἀπὸ ψύξεως μόνης γινομένας ὀδύνας τὰ θερμαίνοντα θεραπεύει τάχιστα· ἔστι δὲ ταῦτα κρόμ‐ | |
μυον ἐλαίῳ ζέσας ἔγχει τοῖς ὠσίν. ἄλλο. πέπερι εὖ μάλα | 330 | |
14.331 | λελειωμένον μετ’ ἐλαίου. ἄλλο. νάρδος ἐγχεομένη θερμή. ἄλλο. πήγανον ἐνεψημένον ἐλαίῳ. [Πρὸς τὰς ἐκ τῶν ὑδάτων βλάβας τῶν ὤτων.] Ἔλαιον ἐγχέων συνεχῶς θερμὸν δι’ ἐρίου μαλακοῦ σπόγγιζε, εἶτ’ αὖ‐ | |
5 | θις ἔγχει. ἄλλο. ὠοῦ τὸ λευκὸν, ᾧ καὶ πρὸς τὰς ὀφθαλ‐ μίας χρώμεθα, ἢ γάλα γυναικεῖον χλιάνας χρῶ. ἄλλο. στέαρ χήνειον, ἢ ἀλωπέκειον, ἢ ὀρνίθειον. [Πρὸς τὰς ἐν ὠσὶ φλεγμονάς.] Νάρδος μετὰ βασιλι‐ κοῦ φαρμάκου ἐγχεομένη· εἰ δ’ ἀνύποιστος εἴη ὀδύνη, καστό‐ | |
10 | ριον γάλακτι γυναικείῳ, ἢ ὠοῦ τὸ λευκὸν χλιάνας χρῶ. ἄλλο. ὄπιον ἐλάχιστον μετὰ ἑψήματος. οὐ χρὴ δὲ ἐνοχλεῖν τῷ πόρῳ κατὰ τὸν καιρὸν τῆς ὀδύνης, ἀλλὰ καὶ διὰ μηλωτί‐ δος περικείμενον ἐχούσης ἔριον μαλακὸν ἐκμάσσειν· καὶ πυ‐ ριᾷν δὲ σπόγγοις τρυφεροῖς ἐν ὕδατι ἡψημένην ἔχοντι | |
15 | ἀλθαίαν, ἣν καὶ δενδρομαλάχην καλοῦσιν, ἢ πιτύροις ἐλαφροῖς. | |
εἰ δὲ φυσῶδες εἴη τὸ ἀπολειφθὲν, καὶ ἔμφραξις μᾶλλον ἢ | 331 | |
14.332 | πόνος, ἀφρονίτρῳ μετ’ ὄξους χρῶ, ἢ δρακοντίου βοτάνης χυλῷ, ἢ κενταυρίου, ἢ πολίου. [Περὶ πυρώσεως τῶν ὤτων.] Ἐν δὲ ταῖς ἀρχαῖς πυ‐ ρώδους αἰσθήσεως περὶ τὸν ἀκουστικὸν πόρον γινομένης, | |
5 | χωρὶς σφυγματώδους ὀδύνης, ὄξος μετὰ ῥοδίνου ὠφελεῖν εἴωθεν. [Περὶ τῶν ἐν τοῖς ὠσὶ ἑλκῶν.] Γλαύκιον μετ’ ὄξους ἀποτρίψας ἔγχει. εἰ δὲ ὑγρὰ πάμπολλα φέροιτο χωρὶς πόνων, σκωρίαν σιδήρου ὄξει λειώσας ἐπιμελῶς ἐν ἡλίῳ χρῶ. | |
10 | [Πρὸς δυσηκοίας καὶ ἤχους.] Ἐπὶ τῶν ἐξαίφνης ἤχων ὄξος μετὰ ναρδίνου ἔγχει. ἄλλο. κύμινον καὶ ἔλαιον ὡς μέ‐ λιτος πάχος ποιήσας ἔγχει. ἐπὶ δὲ τῶν ἐκ νόσου ἤχων ἀψινθίου ἀφεψήματι πυρίασας τὸ ὄξος καὶ τὸ ῥόδινον ἔγχει, ἢ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου, ἢ ἑλλέβορον μέλαν μετ’ ὄξους, | |
15 | ἢ ὄξος δριμὺ καθ’ ἑαυτὸ χλιαίνων ἔνσταζε, ἢ μέλι καθ’ ἑαυτὸ, ἢ ὀξύμελι, ἢ ὀξέλαιον. ἄλλο. πράσου χυλὸν μετὰ γά‐ | |
λακτος γυναικείου ἢ ῥοδίνου ἐγχυμάτιζε. ἄλλο. ἀμυγδάλων | 332 | |
14.333 | πικρῶν ἔλαιον μίξας ἐλαίῳ ἔμβαλε εἰς φλοιὸν κρομμύου, καὶ χλιάνας ἔνσταζε. ἄλλο. κρόμμυον καὶ σκόροσον καὶ στέαρ χήνειον ἴσα τρίψας καὶ διηθήσας ἔγχει. ἄλλο. φακοῦ ἀφέ‐ ψημα μετὰ μέλιτος ἔγχει. ἄλλο. μυρσίνην ἀφηψημένην ἐν | |
5 | οἴνῳ γλυκεῖ ἔνσταζε, ἢ ἐλαίας φύλλα χυλώσας καὶ μέλιτι μί‐ ξας συνέψησον καὶ τούτῳ χρῶ. ἄλλο. κρομμύων χυλίσματι μετὰ μέλιτος χρῶ. ἄλλο. κάρδαμον τρίψας ῥοδίνῳ διεὶς χρῶ. ἢ ἔντερα γῆς ἑψήσας τῷ ἰχῶρι ἐγχυμάτιζε. [Πρὸς δυσηκοΐας.] Χρῶ μὲν περὶ τὰς ἀρχὰς ἀπο‐ | |
10 | φλεγματισμῷ διὰ πυρέθρου καὶ μαστίχης, καὶ τὴν γαστέρα ὕπαγε διὰ τῆς κολυκινθίδος καταποτίοις. εἰς αὐτὸ δὲ τὸ οὖς χρῶ πυρίᾳ διὰ καλάμου, ἀψίνθιον μετὰ ὕδατος ἑψήσας χρῶ. κλύζε δὲ μετὰ τὴν πυρίαν τὸ οὖς ὄξει λευκῷ καὶ ὕδατι ἴσοις, ἐμβληθέντος νίτρου συμβρασθέντος. ἄλλο. δά‐ | |
15 | φνης φύλλα, ἢ δαφνίδας ὁμοίως ἑψήσας χρῶ. [Ἐγχύματα εἰς τὰ ὦτα.] Πράσου χυλὸν καὶ ἴρινον | |
μύρον μίξας ἐγχυμάτιζε. ἄλλο. χολὴν βοείαν, ἢ αἰγείαν | 333 | |
14.334 | μετὰ ῥοδίνου μίξας ἔνσταζε. ἄλλο. φλοιοῦ τοῦ ῥαφάνου τὸν χυλὸν σὺν τῷ ῥοδίνῳ λεάνας ἔνσταζε. [Πρὸς τοὺς ἐν ὠσὶ σκώληκας.] Ἐφ’ ὧν δὲ σκώληκές εἰσι, βοείου κρέατος παρωπτημένου τὸν ἰχῶρα λαβὼν ἔν‐ | |
5 | σταζε, ἢ ἀριστολοχίαν λειώσας ἔμπλαττε· ἢ καλαμίνθην ἔνσταζε, ἢ βάτου χυλόν. ὁμοίως δὲ καὶ ἀψινθίου χυλὸν ἔνσταζε. [Περὶ παρωτίδων.] Αἱ ἐκ νόσων συμβαίνουσαι παρω‐ τίδες διαφέρουσι τῶν ἄλλως γινομένων φλεγμονῶν· διάφορον | |
10 | δὲ καὶ τὴν θεραπείαν ἀπαιτοῦσιν. ἐπὶ μὲν γὰρ τῶν διὰ ῥεύματος ἐπιφορὰν γιγνομένων, εἰ μήτε πολὺ εἴη τὸ ἐπιῤ‐ ῥέον, μήτε κακόηθες, μήτε πληθωρικοῦ τοῦ ὅλου σώματος ὑπάρχοντος, σπόγγος μόνος ἐπιτεθεὶς ὀξυκράτῳ καταστέλλει τὰς ἀρχομένας φλεγμονάς. ἐπὶ δὲ τῶν παρωτίδων τῶν ἄλλου | |
15 | νοσήματος ἐκγόνων πᾶν τοὐναντίον ἐργαζόμεθα, φαρμάκοις ἑλκτικοῖς χρώμενοι καὶ σικύαν προσφέροντες. βουλόμεθα γὰρ ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τὸν λυποῦντα χυμὸν ἐπισπά‐ | |
σασθαι. ὅταν μέντοι σφοδρὰν ὁρμὴν ἐξ ἑαυτοῦ ἔχῃ τὸ ἐπιῤ‐ | 334 | |
14.335 | ῥέον, οὐδὲν ἡμεῖς τηνικαῦτα προσπεριεργαζόμεθα τῇ φύσει. ἐν τούτῳ γὰρ, ἐὰν ἤτοι σικύαν ἢ φάρμακον ἕλκον ἐκ τοῦ βάθους ἐπὶ τὸ δέρμα τοὺς χυμοὺς ἐπενέγκωμεν, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ὡς δι’ αὐτὴν ἀγρυπνίας τε | |
5 | γίνεσθαι καὶ πυρετοὺς ἐπιγίνεσθαι καὶ τὴν δύναμιν κατα‐ λύεσθαι. παρηγορεῖν οὖν τηνικαῦτα μᾶλλον, οὐ συμπράττειν τῇ ῥοπῇ τῶν χυμῶν προσήκει, καταπλάσμασι χρωμένους παρηγορητικωτάτοις· ἔστι δὲ τάδε. [Πρὸς ἐπωδύνους παρωτίδας.] Ἄρτον μετ’ ἐλαίου κα‐ | |
10 | τάπλασσε. ἄλλο. πύρινον ἄλευρον μετ’ ἐλαίου κατάπλασσε. ἄλλο. κρίθινον ἄλευρον μετὰ ἀξουγγίου κατάπλασσε. ἄλλο, ὑοσκύαμον βοτάνην μετὰ βουτύρου κατάπλασσε. ἐὰν δὲ ἐκ‐ πυήσωσι, διὰ τομῆς ἐκκρῖναι χρὴ τὸ πῦον, καὶ ἰᾶσθαι τὸ ἕλκος κοινῶς, ἢ πειρᾶσθαι διαφορεῖν αὐτὸ φαρμάκοις ἑλ‐ | |
15 | κτικήν τε ἅμα καὶ λεπτομερῆ δύναμιν ἔχουσιν, ἀφαιροῦντας δὶς τῆς ἡμέρας αὐτὰ, καὶ πυριᾷν, μέχρις ἂν ἐνδῶσιν αἱ | |
ὀδύναι. ἔστι δὲ παυσαμένης τῆς ὀδύνης διαφορητικὰ τάδε. | 335 | |
14.336 | ἀρνογλώσσῳ λείῳ μεθ’ ἁλῶν κατάπλασσε, ἢ λαπάθου ῥίζης ἡψημένης ἐν οἴνῳ, ἢ θείῳ ἀπύρῳ καὶ κιμωλίᾳ μετ’ ὄξους, ἢ σύκων ἐν ἅλμῃ ἡψημένων καὶ ἐπιτιθεμένων λείων, ἢ πράσιον μεθ’ ἁλῶν· ἢ ἅλας λεῖον μετὰ βουτύρου οἰσυπηρῷ | |
5 | ἐρίῳ ἐπιθέντος, μάλιστα πρὸς τὰς ἀρχομένας παρωτίδας, καὶ μάλιστα ἐπὶ τῶν ἁπαλοσάρκων· ἐπὶ δὲ τῶν ἀνωδύνων καὶ ἐσκιῤῥωμένων κόπρος αἰγεία μετ’ ὄξους καταπλασσομένη. ἐφ’ ὧν μέντοι ἐκπυῆσαι ταχέως βουλόμεθα, ἀπαντλήσο‐ μεν ὕδατι θερμῷ συνεχῶς καὶ κριθίνοις ἀλεύροις κατα‐ | |
10 | πλάσομεν. Κεφ. δʹ. [Περὶ τῶν ἐν τῇ ῥινὶ παθῶν, καὶ πρῶτον ὀζαινῶν καὶ πολυπόδων.] Ῥινῶν θεραπεία κοινὴ ὀζαινῶν πολύπων. ξηρᾶναι πρῶτον καὶ ῥῶσαι τὴν κεφαλὴν, ἐπι‐ τιθέντας ἢ τὴν δι’ ἰτεῶν, ἢ ἀνεμωνίτην, ἢ τὴν διὰ κο‐ | |
15 | χλιῶν. ἡ δὲ σύνθεσίς ἐστιν ἥδε. ♃ σμύρνης γο. αʹ. λιβά‐ νου γο. αʹ. κοχλίας ὁλοκλήρους βʹ. ὠῶν τὰ λευκὰ βʹ. ὁλμοκο‐ | |
πήσας μίξας ἅπαντα κατάχριε, ἐντιθεὶς ὀθόνῃ ἐπὶ ἡμέρας θʹ. | 336 | |
14.337 | καὶ οὕτως τοῖς τοπικοῖς χρῶ. ἔστι δὲ τάδε. καλαμίνθης χυλῷ ἐγχυμάτιζε. ἢ αὐτὴν ξηράνας τὴν καλαμίνθην ἐμ‐ φύσα διὰ καλάμου. ἄλλο. βατραχείῳ χυλῷ μετὰ μέλιτος ἐγχυμάτιζε εἰς τὴν ῥῖνα ὕπτιον κατακλίνας καὶ κέλευε ἀνα‐ | |
5 | σπᾷν. ἄλλο. ῥοιᾶς χυλὸν ἐν χαλκῷ ἀγγείῳ ἑψήσας, ἔα πα‐ χυνθῆναι, εἶτα ἐγχυμάτιζε. ἄλλο. κηκῖδας καὶ σμύρναν ἴσα κόψας προσφύσα. [Περὶ πολύπων.] ♃ Χαλκάνθου κεκαυμένου λίτρας δʹ. μίλτου γο. αʹ. λεάνας ἐμφύσα διὰ καλάμου. ἄλλο. βρυωνίας | |
10 | ῥίζης κεκαυμένης ἐμφύσα. ἄλλο. χαλκάνθου καὶ σανδαράχης ἴσα, λεῖα ἐμφύσα. ἄλλο. κέρατος ἐλαφείου κεκαυμένου καὶ σανδαράχης ἐμφύσα. ἄλλο. μόλυβδον κατακαύσας, καὶ οἴνῳ ἀναλαβὼν κατάχριε. ἄλλο. ῥοιᾶς ὀξείας χυλὸν ἐν χαλκῷ ἀγγείῳ βαλὼν, ἑψήσας, ὡς μέλιτος πάχος ἔχῃ, καὶ διάχριε. | |
15 | ἄλλο. ἀρσενικὸν τρίψας μήλῃ προσάπτου. ἄλλο. ἀρσενικὸν καὶ ἄσβεστον ἴσα λειώσας πρόσαπτε. | |
[Περὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας.] Τοὺς θρόμβους | 337 | |
14.338 | πρότερον ἐκκαθάρας τοῦ στόματος μηλωτῇ ἔριον ἐχούσῃ βεβρεγμένον ὕδατι, οὕτως λύκιον ἀναλύσας, ὕδατι διάβρεχε, καὶ στρεπτὸν ποιήσας δι’ ὀθόνης καὶ βρέξας λυκίῳ δια‐ σφήνου. ἄλλο. στρεπτὸν καύσας ἐναπόσβεσον χυλῷ πολυγό‐ | |
5 | νου ἢ πράσου καὶ θὲς εἰς τὸν μυκτῆρα. ἄλλο. ὄξος δρι‐ μύτατον ζέσας καὶ ἀποβρέξας σπόγγον, διασφήνου τοὺς μυκτῆ‐ ρας, ἵνα δὲ εὐχερῶς ἔχῃς ἐξέλκειν τὸν σπόγγον, ὅτε βούλει, λίνῳ ἀπόδησον, ὡς ἀπηρτῆσθαι τοῦ μυκτῆρος. ψῦχε δὲ τὸ μέ‐ τωπον σπόγγοις καὶ μετέωρον ἔχειν τὴν κεφαλὴν κέλευε. | |
10 | διαδέσμει δὲ χεῖρας καὶ πόδας καὶ ὦτα ἔμφραττε. ἄλλο. γύψῳ ἢ πηλῷ κεραμικῷ τὸ μέτωπον κατάχριε. ἄλλο. σικύαν σφοδρὰν ἐὰν μὲν ἀπὸ δεξιοῦ μυκτῆρος φέρηται, τῷ ἥπατι πρόσβαλε, ἐὰν δ’ ἀπὸ ἀριστεροῦ τῷ σπληνὶ, ἐὰν δ’ ἀπὸ ἀμ‐ φοτέρων, εἰς ἑκάτερα πρόσβαλε. | |
15 | [Πρὸς τὰς ἀπὸ μυκτήρων αἱμοῤῥαγίας.] Πύρινα ἄλευρα χυλῷ πράσου ἀναλαβὼν καὶ στρεπτὸν ποιήσας καὶ χρίσας ἐντίθει τῷ αἱμοῤῥαγοῦντι μυκτῆρι. ἄλλο. στρεπτὸν δι’ ὀθό‐ | |
νην ποιήσας συναπόβρεχε ὄξει δριμεῖ καὶ λύχνῳ καύσας ἔμ‐ | 338 | |
14.339 | βαλε τῷ μυκτῆρι. ἄλλο. ὀνίδος θερμῆς χυλὸν ἴσῳ ὄξει μίξας καὶ ἐπιβαλὼν πύρινα ἄλευρα, ποίει γλοιῶδες καὶ χρίσας στρεπτὸν ἐπιτίθει. χρῶ δὲ καὶ διαδέσμοις κατά τε τῶν ποδῶν καὶ τῶν χειρῶν καὶ ψῦχε τὴν κεφαλήν. καὶ σικύαις | |
5 | χρῶ κατὰ τῶν ὑποχονδρίων· δεξιοῦ μὲν μυκτῆρος αἱμοῤῥαγοῦν‐ τος, ἐπὶ τοῦ ἥπατος σφοδρὰν τίθει τὴν σικύαν· ἐπὶ δὲ ἀριστεροῦ κατὰ τοῦ σπληνός. περὶ δὲ ἀναγωγῆς αἵ‐ ματος μικρὸν ὕστερον εἴρηται. [Περὶ τῆς ἐκ τραυμάτων αἱμοῤῥαγίας.] Εἰ δὲ ἐπὶ τραύ‐ | |
10 | ματος αἱμοῤῥαγία γένηται, λειώσας σμύρναν καὶ λίβανον καὶ ἀναλαβὼν ὠοῦ τῷ λευκῷ ἐπίβαλε, χρώμενος ἐπεικασμῷ πρὸς τετυπωμένον. ἄλλο. βάτραχον καύσας τῇ σποδιᾷ τὸ τραῦ‐ μα κατάπλασσε. χρῶ δὲ καὶ ὀξυκράτῳ, ὡς σπόγγους ἐπι‐ τιθεὶς συνεχῶς περὶ τῆς χρήσεως τοῦ ξηροῦ. ἄλλο. ὀνίδα | |
15 | θερμὴν καταπλάσας ἐπιδέσμει. εἰ δὲ ξηρὰ εἴη, ὄξους πρόσ‐ βαλε βραχέως. Κεφ. εʹ. [Πρὸς τὰ τῶν ὀφθαλμῶν πάθη.] Ἅπαντα μὲν | |
τὰ μόρια τοῦ σώματος ἀκριβεστάτων χρῄζει διορισμῶν ἐν | 339 | |
14.340 | ταῖς θεραπείαις, εἰ μέλλοιεν ὄντως ἰαθήσεσθαι. ὀφθαλμοὶ δ’ ὅσον κυριωτάτην ἔχουσι τὴν χρείαν, καὶ οὐκ ὀλίγον τῶν ἄλλων διαφέρουσιν, ἀκριβεστάτης ἐπισκέψεως δέονται, συ‐ χνῶν τῶν περὶ αὐτοὺς παθῶν γιγνομένων, καὶ ἐπὶ ποικίλαις | |
5 | καὶ διαφόροις αἰτίαις συνισταμένων τε καὶ παροξυνομένων. ἀλλ’ ὁ μὲν τελειότατος καὶ ἀκριβέστατος περὶ αὐτῶν λόγος ἑτέ‐ ρας ἐστὶ πραγματείας· ὁ δὲ ἐνεστὼς τῆς προκειμένης πραγμα‐ τείας στοχαζόμενος διδάσκει τὸ χρήσιμον κατὰ τὸ ἐνδεχόμενον. αἱ τοίνυν περὶ τοὺς ὀφθαλμοὺς διαθέσεις ὁτὲ μὲν μετὰ πυρώ‐ | |
10 | σεως συνίστανται, ὁτὲ δὲ μετὰ ψύξεως καὶ ναρκώδους αἰσθή‐ σεως, καὶ ποτὲ μὲν μετὰ φλεγμονῆς, ποτὲ δὲ χωρὶς φλεγμονῆς, καὶ ἔσθ’ ὅτε μὲν μετὰ δαψιλοῦς ῥεύματος, ἔσθ’ ὅτε δὲ χωρὶς ῥεύμα‐ τος, καὶ ποτὲ μὲν μετὰ βάρους καὶ ὀδύνης, ποτὲ δὲ καὶ χωρὶς τούτων. τὰς μὲν οὖν μικρὰς καὶ πυρώδεις ταράξεις ἱκα‐ | |
15 | νὸν καὶ ὀξύκρατον ἀποκρούσασθαι, ὥσπερ τὰς ἐκ ψύξεως αἱ διὰ σπόγγων ἐξ οἴνου κεκραμένου λευκοῦ πυρίαι· τὰς δὲ ἰσχυ‐ ρὰς διαθέσεις καὶ σὺν φλεγμονῇ μεγάλῃ καὶ βαρείᾳ, ἐὰν | |
μὲν τὰ κατὰ τὸ μέτωπον ἀγγεῖα πλήρη ᾖ, καὶ διατετα‐ | 340 | |
14.341 | μένα, καὶ αὐτόθεν ἐμφαίνει τὸ πλῆθος τοῦ αἵματος, φλε‐ βοτομία μὲν ἐν ἀρχῇ, εἰ μή τι κωλύει· τὰς δ’ ἐφ’ ἑτέρας γιγνομένας καὶ παροξυνομένας διὰ ἔμφραξιν ἡ διὰ τῆς κάτω γαστρὸς κάθαρσις· χρῆσθαι δὲ δεῖ τοῖς ἐγχύτοις τήξεως | |
5 | χυλῷ μάλα καλῶς κατεσκευασμένῳ. καλῶς δ’ ἂν γένοιτο, εἰ πλυθείη ἡ τῆλις ἐπιμελῶς ὕδατι γλυκεῖ, ἑψηθεῖσά τε ἐπ’ ὀλίγον, ὡς ἅπαν τὸ ἐν αὐτῇ δριμὺ ἀποθέσθαι, εἶτ’ αὖθις ἑτέρῳ ὕδατι ἑψηθεῖσα ἀποχυθέντος τοῦ προτέρου. χρήσιμον δὲ καὶ τοῦ ὠοῦ τὸ λευκὸν καὶ λεπτὸν, συνεχῶς ἐγχεόμενον, | |
10 | καὶ γάλα γυναικεῖον ἐκ τῶν μαζῶν αὐτῶν ἐκθλιβόμενον τοῖς ὀφθαλμοῖς. ἔστω δὲ εὔχυμον τὸ γάλα. παρηγορεῖν δὲ καὶ καταπλάσμασι κούφοις τὰς φλεγμονὰς διά τε ὠοῦ λε‐ πτοῦ καὶ λεκίθου καὶ μελιλώτου καὶ ἄρτου καὶ ῥοδίνου. εἰ δὲ καὶ κολλυρίων εὐπορία ἐπιτηδείων, ἃ διὰ τῆς μακρᾶς πείρας | |
15 | σχεδὸν πᾶσίν ἐστι γνώριμα, ἄλλων ἄλλοις συνειθισμένων χρῆσθαι, καὶ τούτοις μετὰ τοῦ λεπτοτάτου ὠοῦ, κούφως δὲ καὶ ἀθλίπτως φέρειν· καὶ τὰς ἐμφερομένας τοῖς ὀφθαλμοῖς | |
λήμας σπόγγῳ ἁπαλῷ δι’ ὕδατος θερμοῦ ἀφαιρεῖν, καὶ λε‐ | 341 | |
14.342 | πτοτάτῃ διαίτῃ χρῆσθαι. εἰ δ’ ἄμετρον εἴη τὸ τῆς κεφαλῆς βάρος, ἀφαιρεῖν τε τὰς κόμας καὶ σικύᾳ χρῆσθαι πατὰ τοῦ ἰνίου μετ’ ἐγχαράξεως, συχνὸν τοῦ αἵματος ἀποσχέοντας. ἀτμῶν δὲ πεπληρωκότων τὴν κεφαλὴν καὶ φλέγματος ὄντος | |
5 | τοῦ ἐμφράττοντος τὰς διεξόδους τῶν πόρων, πταρμικοῖς τε τοῖς ἐπιεικεστέροις, καὶ δι’ ἀποφλεγματισμῶν κενώσομεν καὶ διαλύσομεν τὴν σφήνωσιν, πταρμικῷ μὲν πεπέρι λείῳ χρώ‐ μενοι, κελεύοντες τοῖς μυκτῆρσιν ἀνέλκειν τοὺς πεπονθότας, ἀποφλεγματισμοῖς δὲ τοῖς διὰ νάπυος λειουμένου εὖ μάλα | |
10 | τοῦ νάπυος, καὶ προσλαμβάνοντος ὄξους λευκοῦ συμμέτρου, καὶ μέλιτος καὶ ὕδατος, ὅπως ὑγρὸν γενόμενον διακρατείητο καὶ ἀναγαργαρίζοιτο· ῥᾳδίως γὰρ δύνανται ὄντως καὶ αὐτῶν διὰ τῶν μυκτήρων καὶ τοῦ οὐρανίσκου τῆς κενώσεως δαψι‐ λοῦς γενομένης, τὰς περὶ τὴν κεφαλὴν σφηνώσεις διαλυθῆναι. | |
15 | ὅτι δὲ τὸ προηγούμενον καὶ οἷον κεφάλαιον τῆς θεραπείας οὐκ ἐπὶ ὀφθαλμιώντων μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων σχεδὸν τῶν ἄλλων παθῶν, ἐν τῇ ἀκριβείᾳ μάλιστα τῆς διαίτης κεῖ‐ | |
ται, οὐδένα οἶμαι τοῦτο ἀγνοεῖν. χρώμεθα δὲ πρὸς τὰς θε‐ | 342 | |
14.343 | ρινὰς ὀφθαλμίας καὶ ῥόδων ἀφεψήματι ξηρῶν, τούτῳ συν‐ εχῶς ἀποσπογγίζοντες τὰ βλέφαρα. [Πρὸς τὰς ἐκ χρόνων ὀφθαλμίας.] Πυρῆνα μήλης κα‐ θέντες εἰς σκόροδον, ὡς χρωσθῆναι τῷ χυλῷ ἐγχρίομεν. | |
5 | ἄλλο. πυροὺς ἐπὶ διαπύρων σιδήρων ὀπτήσαντες σὺν οἴνῳ καταχρίομεν τὰ βλέφαρα. ἄλλο. χάλκανθον λειώσαντες ἐν μέλιτι, χρίομεν τὸ μέτωπον καὶ τὰ βλέφαρα. [Ἀρχιγένους ἐκλογαὶ ἐκ τῶν συνθέτων περὶ τῶν εἰς τοὺς ὀφθαλμοὺς ῥευμάτων.] Ἐπὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς | |
10 | ῥευματισμῶν ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία καὶ ὑδροποσία καὶ πάντων μᾶλλον συνουσίας ἀποχὴ, καὶ ἡ κοιλία ὑποσυ‐ ρέσθω, καὶ πολὺ ψυχρὸν τὸ ποτὸν, εἶτα καὶ ὀλίγου ὄξους ὕδατι μιγέντος, συνεχῶς τὸ πρόσωπον προσκλυζέσθωσαν. ἔνιοι δὲ χάλκανθον ὕδατι δεύοντες διδόασι προσκλύζεσθαι. | |
15 | περικαμπτέσθωσαν ὀσμὰς δριμείας, κονιορτοὺς, καπνόν τε καὶ τὴν ἀφ’ ἡλίου καὶ τὴν ἀπὸ λύχνου αὐγήν. εἰς νύκτα δὲ ἔρια καθαρὰ ἐξ οἴνου, ἢ ῥυπαρὰ ἐξ ὕδατος ψυχροῦ ἐπι‐ | |
τιθέσθωσαν, ἕωθεν δὲ, ὡς εἴρηται, προκλυζέσθωσαν. εἰ δ’ | 343 | |
14.344 | ἐπιτείνοιτο ὁ ῥευματισμὸς καὶ ἀλγηδὼν ἐπιγένηται, φλεβο‐ τομία τε ἁρμόζει, καὶ τελέως ἀσιτία καὶ δίψα, εἰ μὴ ἐκκε‐ νοῖτο καὶ ἐπιτείνοιτο· κοιλίας εὔτονος λύσις, ἤτοι διὰ συμφώ‐ νου καθαρτικοῦ, ἢ διὰ κλυστήρων εὐτόνων. μετὰ ταῦτα δὲ | |
5 | κατὰ τοῦ μετώπου ἀμπέλου φύλλα χλωρὰ συνεχῶς ἐπι‐ τιθέμενα ὠφελεῖ, ἢ μυρσίνης, ἢ σχίνου, ἢ βάτου χύλισμα, ἢ κράμβης, ἢ ἀμπέλου φύλλα μετὰ λεπτοῦ ἀλφίτου, ἢ σαμψύχου, ἢ ἀειζώου, ἢ ἀνδράχνης, ἢ κυδωνίων. τὰ δ’ ἁπαλὰ φύλλα ἕκα‐ στα αὐτῶν μετ’ οἴνου, καὶ τοῦ λεπτοῦ τῶν ἀλφίτων ἐπὶ τοῦ | |
10 | μετώπου καταπλασσόμενα. κατ’ αὐτῶν δὲ τῶν ὀφθαλμῶν καθαρὸν ἔριον ὠοῦ τῷ λευκῷ διαβρέχων, καὶ ὠοῦ λέκυθον ἐφθὴν μετ’ οἴνου, καὶ τοῦ λεπτοῦ τῶν ἀλφίτων ἐπὶ τὸ μέ‐ τωπον ἐπιπλαττόμενα, ἢ καὶ ἐπ’ αὐτοὺς ἐπιτιθέμενα τοὺς ὀφθαλμοὺς, καὶ ἠρυγγίου ῥίζαν λείαν μεθ’ ὕδατος, καὶ κω‐ | |
15 | νείου σπέρμα τὸν αὐτὸν κατασκευαζόμενα τρόπον ὠφελεῖ. καὶ τυρὸς ἁπαλὸς νεαλὴς μετὰ σελίνου φύλλων καταπλασσό‐ μενος, καὶ ἄρτος ἐξ οἴνου, ἢ ῥοδίνου φυραθεὶς ὠφελεῖ θαυ‐ | |
μαστῶς. καὶ καθόλου πᾶν τὸ τῶν στυφόντων γένος, καὶ | 344 | |
14.345 | ἀποκρουομένων ἐν ἀρχαῖς, ὅσα ἐστὶ κώνειόν τε καὶ ψύλλιον, σέλινον, στρύχνον καὶ οἱ ἐπὶ τῶν τελμάτων φακοὶ, ἕρπυλ‐ λον, σάμψυχον, φύλλα ἀμπέλου, κόριον, ἀνδράχνη, φακὸς ὁ ἐπὶ τοῦ ὕδατος. τούτων ἕκαστον λεαίνων μετ’ οἴνου κατά‐ | |
5 | πλασσε. τὸ δὲ ψύλλιον μεθ’ ὕδατος καὶ τὸν ἀπὸ τῶν τελ‐ μάτων φακόν. [Πρὸς θερμὰ ῥεύματα.] Κράμβη λεῖα μετ’ ἀλφίτου λείου σὺν ὕδατι καταπλασθεῖσα· καὶ ὠκίμου φύλλα ὁμοίως, ἢ σαμψύχου πέταλα λεῖα κατάπλασσε. ἵστησι δὲ πολὺ ῥεῦ‐ | |
10 | μα, κωδεία καὶ ὑοσκύαμος μετὰ ἀλφίτου λεπτοῦ σὺν οἴνῳ, προπυρία δὲ καὶ οὕτως κατάπλασσε. εἰ δὲ διάτασις εἴη τῶν δύο βλεφάρων, ὀθόνην βουτύρῳ βρέξας ἐπιτίθει τοῖς ὀφθαλμοῖς, ἐφ’ ὧν δὲ χύμωσις ἰσχυρὰ γέγονε, καλεῖται δὲ χύμωσις ἡ ἐπὶ τῷ κερατοειδεῖ ἐρυθρὰ καὶ σαρκώδης φλεγ‐ | |
15 | μονὴ, σάρκας μυῶν ἐπιμελῶς λεάνας, καὶ προσβαλὼν ὠοῦ λέκυθον, ὠμὴν συλλείου, καὶ ὅταν κερατοειδὲς γένηται, εἰς | |
ὀθόνην ἐμπλάσας ἐπιτίθει, καὶ παραχρῆμα παύει. | 345 | |
14.346 | [Περίχρισμα ὀφθαλμῶν.] Ἄρτος καθαρὸς κεκαυμένος, μιγεὶς ἀκακίᾳ καὶ κυτίνῳ σὺν ὕδατι. [Πρὸς τὰς περιωδυνίας.] Ῥόδα ξηρὰ ἢ χλωρὰ ἐν γλυκεῖ βρέξας ὕδατι λέαινε, μίξας ὠοῦ λευκοῦ λέκιθον καὶ | |
5 | κρόκου τὸ ἀρκοῦν κατάπλασσε· ἢ κρίθινα ἄλευρα ἐν γλυκεῖ ἡψημένα. ἐὰν δὲ μείζων εἴη ἡ ὀδύνη, πρόσμισγε ὑοσκυάμου φύλλα, ἢ πέπονος, ἢ σικύου τὴν σάρκα μετ’ ὠοῦ ὀπτοῦ ἢ λεκίθου, καὶ ὀλίγου οἴνου, κατάπλασσε. [Κατάπλασμα ὀφθαλμῶν.] Καλῶς ποιεῖ πίτυος φλοιὸς | |
10 | καὶ ἄλφιτα σὺν οἴνῳ. [Πρὸς σφοδρὰς περιωδυνίας.] Κορίου χυλὸν μετὰ γυ‐ ναικείου γάλακτος εἰς τοὺς κανθοὺς ἔνσταζε, ἢ φύλλα πλα‐ τάνου λεῖα μετὰ τῶν λεπτῶν ἀλφίτων, ἄνωθεν ἐπὶ τοὺς ὀφθαλμοὺς ἐμπλαττόμενα. | |
15 | [Ἐπὶ τῶν ῥευμάτων καταπλάσματα.] Κυπάρισσος χλωρὰ ἢ βράθυ χλωρὸν μετ’ οἴνου· ἢ παλιούρου φύλλα, ἢ | |
ἀνδράχνη λεία μετὰ στέατος χηνείου καὶ κρόκου, ἢ ἴρις | 346 | |
14.347 | ξηρὰ μετὰ μέλιτος, ἢ σελίνου φύλλα μετὰ ἀλφίτων. ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων γλήχωνος προσφάτου καρπὸν, καὶ μάλιστα χυλὸν σὺν ὄξει, μαλαγματῶδες ποιήσας ἐπιτίθει κατὰ τοῦ βρέγματος, καὶ ἐπάνω ἔρια, καὶ ἐπιδέσμει ἐλα‐ | |
5 | φρῶς· ἢ ῥόδα καὶ μελίλωτα ἑφθὰ μετὰ ἀμύλου αὐτοὺς τοὺς ὀφθαλμοὺς κατάπλασον, ἢ ἄμυλον σὺν οἴνῳ λευκῷ, ἢ ὠοῦ λευκῷ. [Ἀνακολλήματα πρὸς ῥεύματα.] Κοχλίαν μετὰ τοῦ ὀστράκου κόψας, ἀπὸ τοῦ κροτάφου ἐπὶ τὸν κρόταφον κα‐ | |
10 | τάχριε. [Πρὸς τὰς αἱμάλωπας καὶ ὑποσφάγματα.] Πρὸς τὰς περὶ τοὺς ὀφθαλμοὺς γινομένας πληγὰς καὶ διὰ τοῦτο συμ‐ βαινούσας αἱματώδεις ὑποχύσεις, εὐθέως ἐν ἀρχῇ πρὸς τὰς φλεγμονὰς καὶ τὸ ἄλγημα, ποιεῖ περιστερᾶς ἐνσταζόμενον | |
15 | αἷμα, καὶ μάλιστα τὸ ἐκ τῶν ἁπαλῶν πτερῶν ἐκπιεζόμενον, καὶ τὸ λευκὸν τοῦ ὠοῦ, τὸν αὐτὸν τρόπον εἰς τὸν ὀφθαλ‐ μὸν ἐγχεόμενον, ἔτι δὲ ἐρίῳ καθαρῷ προσαναλαμβανόμενον, καὶ ἄνωθεν ἐπιτιθέμενον. εὐθετεῖ δὲ καὶ λέκιθος ὠοῦ κα‐ | |
τωπτημένη, καὶ μετὰ οἴνου καταπλασσομένη. ἔτι δὲ ῥόδων τὰ | 347 | |
14.348 | φύλλα καὶ τὸ ἄνθος ἰδίᾳ, καὶ μετ’ οἴνου ὁμοῦ τριβόμενα, καὶ μετὰ χνοώδους ἀλφίτου καταπλασσόμενα. [Πρὸς τὰ γινόμενα περὶ τοὺς ὀφθαλμοὺς οἰδήματα διὰ πληγάς.] Λίαν ἁρμόττει πυρία ἐξ ὀξυκράτου μαλακῷ σπόγγῳ | |
5 | συνεχῶς γινομένη, εἶτ’ ὄξει βρεχόμενος καὶ κεκραμένος και‐ νὸς σπόγγος, καὶ ἐπιτιθέμενος. [Πρὸς τοὺς ὀφθαλμοὺς διὰ τὸν ἥλιον καὶ κονιορτὸν ψωροφθαλμιῶντας.] Ὕδωρ πλεῖον προσκλυζόμενον, θέρους ψυχρὸν, χειμῶνος θερμὸν, καὶ πυρία διὰ σπόγγων ἁρμόζει | |
10 | ἐκ φακῶν ἀφεψήματος. καὶ αὐτοῖς δὲ προσάγειν τοῖς καν‐ θοῖς, ἢ βάτου, ἢ ῥόδων χυλὸν κατ’ ἰδίαν ἑκάστου σὺν ὕδατι· ἢ ῥόδα ξηρὰ τριβόμενα σὺν οἴνῳ. χριέ‐ σθωσαν δὲ καὶ ἐλαίῳ παλαιῷ καθεύδοντες, ἀπεχέσθωσαν δὲ πάντων τῶν δριμέων καὶ ὀξέων. | |
15 | [Πρὸς τὰς χρονίας περὶ τὰ βλέφαρα διαθέσεις καὶ τε‐ τυλωμένας.] Ἀμόργην ἑφθὴν καὶ μετὰ ἐλαίου λειοτριβου‐ μένην ἔγχριε. | |
[Πρὸς πτίλους καὶ τρίχας μὴ ἔχοντας, ἄκρως ποιεῖ, | 348 | |
14.349 | καὶ τρίχας ἀνάγει.] Μυόχοδα καὶ κόπρους τράγου ἴσα κε‐ καυμένα καλάμου Ἑλληνικοῦ διπλοῦν σὺν μέλιτι ἐγχριόμενα. τοῦτο καὶ ἀλφοὺς ὠφελεῖ. [Πρὸς τὰς ἐπιφυομένας ἐν τοῖς βλεφάροις τρίχας.] | |
5 | Προεκτίλας τὰς τρίχας ἐκ ῥιζῶν αἵματι κόρεως κατάχριε, καὶ οὐ μὴ φυήσονται· ἢ κρότωνος ἀπὸ κυνὸς αἵματι ἄκρως ποιεῖ. χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τρίχας, ἢ χολῇ τραγείᾳ, τίλλων εὐθέως κατάχριε· ἢ αἰγείᾳ χολῇ μετὰ χυλοῦ κράμβης. [Πρὸς λευκώματα.] Ταχέως ἰᾶται νίτρον μετ’ ἐλαίου | |
10 | παλαιοῦ λεανθὲν ἐπιμελῶς καὶ ἐπιχριόμενον· ἢ σαύρας ἀφόδευμα ἔγχριε· ἢ νυκτικόρακος ὠὸν ἔγχριε, καὶ βάψεις αὐτούς. [Πρὸς ἀμαύρωσιν ὀφθαλμῶν.] Ἀμαύρωσιν πᾶσαν καὶ ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολὴ μετὰ πρασίου | |
15 | χυλοῦ καὶ μέλιτος Ἀττικοῦ· εἰ δὲ μὴ παρείη καὶ τῷ ἁπαλῷ χρῆσθαι μέλιτι. ἔστω δὲ ὅ τε χυλὸς τοῦ πρασίου, καὶ τὸ μέλι | |
ἑκάστου διπλάσιον τῆς χολῆς· ἢ μαράθρου χυλὸν καὶ χολὴν | 349 | |
14.350 | ταυρείαν ὑγρὰν ἴσα, μετὰ διπλασίονος μέλιτος ἔγχριε· ἢ χολὴ ἀρκεία μετὰ ὕδατος διπλασίου. [Πρὸς πτερύγια.] Αἰγείρου ὀπῷ μετὰ μέλιτος δι‐ πλοῦ ἔγχριε. | |
5 | [Πρὸς νυκτάλωπας.] Ἧπαρ τράγειον ὀπτήσας, τὸν ἐν τῇ ὀπτήσει ἀποῤῥέοντα τὸν ἰχῶρα συναγαγὼν ἔγχριε, καὶ αὐτὸ τὸ ἧπαρ δίδου ἐσθίειν. ὠφελεῖ καὶ αἷμα περιστερᾶς ἐγχριόμενον, καὶ χολὴ αἰγεία· ἢ ἧπαρ αἰγὸς ἐνέψων κέλευε αὐτοὺς περικαλυψαμένους ἀτενίζειν εἰς τὴν χύτραν, καὶ | |
10 | δέχεσθαι τὴν ἀμίδα τοῖς ὀφθαλμοῖς· ἢ ὀνίδα πρόσφατον χυλώσας ὑπάλειφε. [Πρὸς τὰς ἐπιγενομένας ἐπὶ τῶν ὀφθαλμῶν κριθάς.] Κηρῷ λευκῷ πυρία· ἢ μυιῶν τὴν κεφαλὴν ἀποβαλὼν, τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν. | |
15 | [Πρὸς ὑπώπια.] Ὑπώπια παραχρῆμα καταπλασσο‐ μένη ἡ ῥάφανος λεῖα αἴρει· αἴρει δὲ αὐτὴν ὅταν ἄρξηται | |
δάκνειν· ὁ τυρὸς νεαλὴς καταπλασσόμενος· ἢ κηρωτὴ μετὰ | 350 | |
14.351 | ἀψινθίου, ἢ χυλῷ ῥαφάνου ἀναλειφθεῖσα· ἄκρως ποιεῖ πρὸς τὰ πρόσφατα καὶ πέλια τῶν ὑπωπίων σπόγγος ἐν ἅλμῃ ἀποβαπτόμενος καὶ συνεχῶς προστιθέμενος. μετὰ τοῦτο δὲ πυρία συνεχὴς διὰ ὕδατος θερμοῦ. ταῦτα πρὸς τὰ πέλια | |
5 | τῶν ὑπωπίων· ἐφ’ ὧν δὲ αἱματώδη εἰσὶν, ἢ ὑπόξανθα, ἢ ὕπωχρα, φεύγειν χρὴ τὴν ἅλμην, καταπλάσσειν δὲ βατίνῳ, ἢ ἀψινθίῳ, ἢ ὑσσώπῳ καὶ ὀριγάνῳ, ἢ ῥαφάνου φλοιῷ, ἢ σταφίδι χωρὶς τῶν γιγάρτων· κατ’ ἰδίαν ἕκαστον μετὰ μέ‐ λιτος, ἢ ὄξους, ἢ ὕδατος ἀνέφθου καὶ λευκὸς βολβὸς μετ’ | |
10 | ὠοῦ καὶ μέλιτος, ἢ κυκλάμινος μετὰ σταφίδος. ἐπὶ δὲ τῶν κεχρονισμένων καὶ μεμελανωμένων νᾶπυ μετὰ στέατος προ‐ βατείου διπλασίονος· ἢ κυάμινον ἄλευρον μετὰ μέλιτος φυ‐ ραθὲν, καὶ μασηθὲν, καὶ σὺν σιέλῳ καταχρισθέν· ἢ κύμι‐ νον ῥάκει ἐνδήσας, καὶ εἰς ζεστὸν ἀποβάπτων | |
15 | πυρίαζε. ἢ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτος ἑψημένον· μα‐ ράθρῳ λείῳ μετὰ κηρωτῆς. [Πρὸς ὑπώπια μετὰ οἰδήματος.] Σπόγγον ὄξει κατα‐ | |
βρέξας ἐπιτίθει, καὶ κατάπλασσε ἀλεύρῳ κριθίνῳ μετ’ ὀξυ‐ | 351 | |
14.352 | μέλιτος ἡψημένου μέχρι καταστολῆς, καὶ ὕστερον ἐπιτίθει φακὸν ἑφθὸν λεῖον μετὰ μέλιτος. [Πρὸς ὑπώπια πρόσφατα.] Κώνειον λεῖον μετὰ ὕδα‐ τος κατάπλασσε, ἢ βρυωνίας ῥίζαν τρίψας, μετ’ οἰνομέλιτος | |
5 | ἐπιτίθει. Κεφ. στʹ. [Περὶ τῶν κατὰ τὸ πρόσωπον παθῶν, καὶ πρῶτον περὶ ἰόνθων.] Ὄγκος μικρὸς καὶ σκληρὸς ἐν τῷ κατὰ τὸ πρόσωπον δέρματι καλούμενος ἴονθος γίνεται. διαφέρει δὲ τῶν συκωδῶν ὄγκων ἐπὶ τοῦ γενείου γιγνομένων τῷ μὴ | |
10 | μόνον παχὺν εἶναι τὸν ἐργαζόμενον χυμὸν, ἀλλὰ καὶ λεπτό‐ τητος ἰχωρώδους μετέχειν, δι’ ἣν καὶ ταχέως ἑλκοῦται, μὴ θεραπευόμενος ὡς προσήκει. [Πρὸς ἰόνθους τοὺς ἐν τοῖς προσώποις.] Ὄξους δρι‐ μυτάτου μετὰ ἴσου μέλιτος μίξας ἐπιμελῶς ἐπίχριε, τῷ | |
15 | δακτύλῳ διατρίβων. ἄλλο. ἀμύγδαλα πικρὰ ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ. ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων ἐπίχριε, ὅταν δὲ | |
ξηρανθῇ, σαπῶνι ἀπόσμηχε. ποίει τοῦτο πρὸς τὰς ὀχθώδεις | 352 | |
14.353 | διαθέσεις, καὶ τοὺς ἐπὶ προσώπου κνησμοὺς καὶ τὴν ἀρχὴν ἐλεφαντιάσεως. [Πρὸς τὰς ἐπὶ γενείου συκώδεις ἐπαναστάσεις.] Ἅλας ὀρυκτοὺς μετ’ ὄξους κατάπλασσε, ἢ λεπίδος χαλκοῦ καὶ χαλ‐ | |
5 | κάνθου, ἢ κόλλαν τεκτονικὴν μετὰ μίλτεως κατάχριε. [Πρὸς τοὺς ἐπὶ τοῦ γενείου λειχῆνας.] Πυροὺς πολ‐ λοὺς λαβὼν ἐπιτίθει ἐπὶ ἄκμονος, εἶτα πλάτυσμα χαλκοῦ πυρώσας ἐπιτίθει τοῖς πυροῖς, καὶ τὸ ἀνιέμενον ἐξ αὐτῶν ὑγρὸν ἔτι θερμὸν ἐπίχριε. | |
10 | [Πρὸς χρονίους λειχῆνας.] Καππάρεως φύλλα τρίψας μετ’ ὄξους δριμυτάτου μετὰ ἴσου μέλιτος ἐπιτίθει. ἄλλο. λα‐ πάθου φλοιὸν τῆς ῥίζης μετὰ ὄξους λειώσας, κατάπλασσε προεκνιτρώσας. ἄλλο. χαμαιλέοντος ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας κατάπλασσε. ἄλλο. λαπάθου ῥίζαν λεάνας καὶ | |
15 | κρίθινα ἄλευρα μετὰ ὄξους δριμυτάτου κατάπλασσε. [Πρὸς ψωρώδεις λειχῆνας.] Ἀμύγδαλα πικρὰ λειώ‐ | |
σας κατάχριε συνεχῶς. | 353 | |
14.354 | [Πρὸς λειχῆνα.] Τηλέφιον καὶ σκόροδον καὶ ὄξος δριμὺ λειώσας, προτρίψας ἐρίῳ ἢ ῥάκει, τὸν λειχῆνα περίχριε. [Πρὸς τὰ ἐπὶ τῶν γενείων ἐξανθήματα.] Σίδηρον πε‐ | |
5 | πυρακτωμένον ἐπίβαλε ξύλῳ καλουμένῳ παλιούρῳ, καὶ τὸ ἐπιγιγνόμενον ὑγρὸν λαβὼν κατάχριε. ἄλλο. μύρτα λειώσας σὺν οἴνῳ κατάχριε. Κεφ. ζʹ. [Πρὸς τὰ ἐν τοῖς ὀδοῦσι πάθη καὶ πρῶτον πρὸς ἀλγήματα.] Ἀλγοῦντες ὀδόντες διακλυζέσθω‐ | |
10 | σαν ὄξει θερμῷ μετὰ κηκίδων, ἢ δαδίοις λιπαροῖς ἀνεζε‐ σμένοις ἐν ὄξει, ἢ ὑοσκυάμου τῷ σπέρματι καὶ τοῖς φλοιοῖς σὺν ὄξει, ἢ κεδρείᾳ, ἢ προπόλει, ἢ στρύχνῳ, ἢ καππάρει, ἢ σκορόδοις, ἢ μυρσίνης κλωνίοις μετ’ ὄξους ἀνεζεσμένοις, ἢ οἴνου τρυγὶ θερμῇ, ἢ πολίου φλοιῷ, ἢ καὶ αὐτῇ τῇ βο‐ | |
15 | τάνῃ, ἢ πρασίῳ, ἕκαστον αὐτῶν ὠφελεῖ σὺν ὄξει. ἢ πλα‐ τάνου σφαιρία, ἢ ῥόδα ξηρὰ ἕψει ἐν οἴνῳ λευκῷ μέχρι τὸ τρίτον ἀπολειφθῇ, καὶ συνεχῶς δίδου διακλύζεσθαι. ὁμοίως | |
δὲ καὶ εὐπατορίου ῥίζα καθεψηθεῖσα ἐν οἴνῳ, ἢ γλήχων | 354 | |
14.355 | βοηθεῖ. ἢ κέρας ἐλάφειον ἐν ὀξυγάρῳ ἑψήσας ἐπὶ πολὺ διακλύζου. ἢ σκίλλης τὸ ἐντὸς εἰς λεπτὰ τεμὼν ἐπὶ τὸν ξέ‐ στην τοῦ ὄξους βαλὼν εἰς ἄγγος ταρίχευσον ἐν ὀνίδι κατο‐ ρύξας ἐφ’ ἡμέρας λʹ. καὶ χρῶ διακλύσματι. ἢ ὀνείῳ γάλακτι | |
5 | διακλύζου, τοῦτο καὶ τοὺς κινουμένους ὀδόντας στερεοῖ. ἢ τιθυμάλλου ῥίζαν ἐν ὀξυμέλιτι ἑψήσας μέχρι τὸ ἥμισυ λειφθῇ, ἢ ὑοσκυάμου ῥίζαν ἐν ὀξυμέλιτι ἑψήσας διακλύζου. ἢ συ‐ καμίνου γάλα εἰς οἶνον ἐγχέας ἐναπόθλιβέ τε καὶ χλιάνας διακλύζου. ἄλλο. σκορόδου καὶ εὐζώμου σπέρματος, καὶ νί‐ | |
10 | τρου ἀφεψήματι διακλύζου. [Περὶ πυρίας πρὸς ὀδονταλγίαν.] Πυρίαν δὲ ποιοῦσι πρὸς ὀδονταλγίαν ἔξωθεν μὲν αἱ δι’ ἁλῶν πεφρυγμένων, ἢ κέγχρων εἰς μαρσύππιον βεβλημένων, ἢ καὶ διὰ ῥυπαρῶν ῥακίδων εὖ μάλα θερμανθέντων. καὶ αὐτοῦ δὲ τοῦ ἀλγοῦν‐ | |
15 | τος ὀδόντος πυρίᾳ οὕτως χρηστέον. ὀριγάνου ξηροῦ κλω‐ νίον εἰς ζεστὸν ἔλαιον βάπτων, τῷ πονοῦντι ὀδόντι ἄνωθεν | |
ἐπέρειδε. ἢ κίκεως καυλὸν ὁμοῦ καὶ κηρὸν ἐπιτίθει τῷ ἀλ‐ | 355 | |
14.356 | γοῦντι ὀδόντι. ἢ πυρῆνι μήλης θερμοτάτῳ προσάπτου συνε‐ χῶς. χρῶ δὲ καθόλου ταῖς πυρίαις ταῖς τε ἔξωθεν καὶ ἔσωθεν, ἢ πρὸ τροφῆς, ἢ πολὺ λίαν ἀποστησάντων ἀπὸ τροφῆς. | |
5 | [Ἀποφλεγματισμοὶ ὀδόντων.] Ἀποφλεγματισμοὶ ἄρι‐ στοι τοῖς ὀδονταλγοῦσιν, σταφὶς ἀγρία διαμασηθεῖσα ἰδίᾳ καὶ μετὰ γλήχωνος· ἢ κηκίδος τὸ ἔνδοθεν μέλαν δακνέτω τῷ ἀλγοῦντι ὀδόντι, καὶ ἐάτω ἀποῤῥεῖν. ἢ σκορόδων πυρῆ‐ νας εʹ. καὶ μυρσίνης μελαίνης φύλλα ὀλίγα ἕψει σὺν ὄξει, | |
10 | σπάθῃ κινῶν δαδίνῃ μέχρι ἡμίσεος, καὶ δίδου διακλύζεσθαι καὶ διακρατεῖν, εἶτα χήναντες ἐάτωσαν ῥεῖν τὸ φλέγμα, καὶ μετὰ τοῦτο ῥοδίνῳ διακλυζέσθωσαν. [Ἔγχυτον εἰς τὰς ῥῖνας πρὸς ὀδονταλγίαν.] Σεύτλου ῥίζης τὸν χυλὸν αὐτὸν καθ’ ἑαυτὸν ἔγχεε εἰς τὰς ῥῖνας, καὶ | |
15 | λύσεις τοὺς πόνους τῶν ὀδόντων. [Πρὸς ὀδόντας μεμελασμένους.] Ἅλας ὀρυκτὸν μέλιτι φυράσας, ὄπτησον ἐπὶ κληματίδων, καὶ τρίψας μίξον σμύρνης | |
βραχὺ καὶ χρῶ ἀποτρίβων τοὺς ὀδόντας. | 356 | |
14.357 | [Διάκλυσμα ὀδόντων.] Διακλύσματι δὲ χρῶ ἀπὸ τού‐ των οἴνῳ εὐώδει, ἐν ᾧ ἀφέψηται ἡ ἶρις ξηρά. [Οὔλων διάκλυσμα.] Ὄξος, ἐναφηψημένης ὑοσκυάμου ῥίζης, διακλύζου. | |
5 | [Προφυλακτικὸν ὀδονταλγιῶν.] Τιθυμάλλου ῥίζας ἑψή‐ σας ἐν οἴνῳ μέχρι ἡμίσεος, δὶς τοῦ μηνὸς διακλύζου, καὶ οὐδέποτε ἀλγήσεις. [Ἄριστα ποιεῖ πρός τε φυλακὴν ἀλγημάτων, καὶ ῥῶσιν τῶν οὔλων καὶ τῶν ὀδόντων, ἔτι τε εὐπρέπειαν καὶ τὰ ὑπο‐ | |
10 | τεταγμένα σμήγματα.] Ἔρια οἰσυπηρὰ ὀθονίῳ ἐνδήσας, καῦσον, εἶτα ἁλῶν τὸ τρίτον μίξας καὶ λειώσας, εὖ μάλα σμῆχε. ἢ δασύποδος κεφαλὴν κεκαυμένην λειάνας χρῶ. ἄλλο. ἅλας καὶ μέλι λειάνας μέχρι κηρῶδες γενέσθαι καθαρῷ ὀθονίῳ ἐνδήσας καὶ καύσας, εἶτα μίξας ἶριν ὀλίγην, σμῆχε | |
15 | τοὺς ὀδόντας. | |
[Πρὸς στόματος δυσωδίαν.] Κριθὰς λεάνας μέλιτι | 357 | |
14.358 | καὶ οἴνῳ δεύσας ἔνδησον χάρτῃ, καὶ καύσας, καὶ λειώσας τρῖβε τὰ οὖλα. [Πρὸς ὀδόντας σειομένους ἵνα παγῶσι.] Χάλκανθον τρίψας μετὰ ἐλαίου, παράπτου τῶν ῥιζῶν ἔριον ἀποβρέξας. | |
5 | ἢ πτελέας φλοιὸν ἐν οἴνῳ ἑψήσας διακρατείτω· στερεοῖ γὰρ τοὺς ὀδόντας. [Πρὸς βεβρωμένους ὀδόντας.] Καππάρεως φύλλα ἐν ὄξει δριμεῖ ἕψει εἰς ἥμισυ, καὶ χλιαρῷ διακλύζου· ὁμοίως δὲ ποιεῖ ὁ φλοιός. τὸ δ’ αὐτὸ καὶ πρὸς πόνους ποιεῖ. | |
10 | [Ἄλλο σπουδαῖον.] Μελάνθιον φρύξας, καὶ τρίψας μετ’ ὄξους δριμέος, κατάπλασσε τὸ βρῶμα, καὶ οὐκέτι βρω‐ θήσεται, ἀλλὰ μενεῖ οἷόν ἐστιν. [Πρὸς βεβρωμένους ὀδόντας.] Θαλάσσιον σκορπίον λευκὸν θὲς ἐπ’ ἀνθράκων, χερσαῖον δὲ καὶ πώμαζε χωνείῳ | |
15 | ὀστρακίνῳ, καὶ κέλευε τὸν πάσχοντα δέχεσθαι τὸν ἀτμὸν τοῦ σκορπίου διὰ τῆς ὀπῆς τοῦ χωνείου, καὶ πάντοτε ἄπο‐ νος ἔσται. | |
Κεφ. ηʹ. [Πρὸς πάσας τὰς ἐν τῷ στόματι καὶ τῷ | 358 | |
14.359 | κίονι καὶ τῷ φάρυγγι φλεγμονὰς καὶ διαθέσεις, κᾂν ἕλκος γέ‐ νηται, καὶ ἐσχάρα καὶ σηπεδών.] Κοινὸν μὲν παράγγελμα, ὡς τὸ ἐκ τῆς κεφαλῆς ἐπιῤῥέον κατ’ ἀρχὰς ἀναστέλλειν καὶ ἀποκρούεσθαι προσήκει, τὸ δὲ μετὰ τὴν ἀρχὴν ἄχρι τοῦ | |
5 | τέλους ἐκ μικτοῦ τινος εἶναι, τοῦ τε ἀποκρουομένου καὶ τοῦ διαφοροῦντος. χρὴ δὲ ἀποκρούεσθαι βουλομένους τῷ διὰ μόρων ὀνομαζομένῳ φαρμάκῳ. χρήσῃ δὲ καὶ ὄμφακος χυλῷ, μέλιτι βραχεῖ προσπλέκων, ἢ ῥόδων ἄνθος, ἢ αὐτὰ τὰ ῥόδα ξηρὰ ὕδατι ἀφέψων, ἢ πίτυος φλοιοῦ ἀφεψήματι. μετὰ | |
10 | δὲ τὴν ἀρχὴν, ὅτε κᾀκ τῆς κεφαλῆς ἐπιῤῥέοιτο ῥεῦμα, ἄλ‐ λης διαφορήσεως χρεία, προσπλέκων ἀφρόνιτρα ἑνὶ τῶν εἰρημένων, ἢ νίτρον, τὸ βερονικάριον λεγόμενον· ἢ ἑψήματι ἐνεψούμενον γλήχωνα, ἢ θύμβραν, ἢ θύμον, ἢ καλαμίν‐ θην. δυνήσεται γάρ τις καὶ ἀθρόως ἐμπίπτοντος τοῦ χυμοῦ | |
15 | γινώσκειν τὰ τοσαῦτα τῶν βοηθημάτων, ἐάν τε κυνηγετῇ κατ’ ἀγρὸν, ἐάν τε διαπράττηταί τι τῶν κατ’ ἀγρὸν ἔργων, | |
ἐάν τε ἐν ὁδοιπορίαις τότε ἀπορῇ φαρμάκων, ἢ διὰ βάτου | 359 | |
14.360 | χυλοῦ, ἢ διά τινος τῶν εἰρημένων δύναται πορίσα‐ σθαι παραμυθίαν, καὶ καθόλου σχεδὸν τὰ στύφοντα τοῖς στοματικοῖς πάθεσιν ἐπιτήδεια. χρησιμώτατον δὲ φάρμακον ταῖς περὶ στόμα διαθέσεσι καρύων χλωρῶν τοῦ φλοιοῦ | |
5 | χυλὸς ὀλίγῳ μέλιτι συνεψούμενος. χρήσιμον δὲ καὶ τὸ τῶν κυδωνίων ἀφέψημα, εἰ προσβάλῃς βραχύ τι μέλιτος· χρη‐ σιμώτατον δὲ καὶ τὸ διὰ τοῦ χλωροῦ τῶν καρύων, καὶ πρὸς τὰς σφοδρὰς φλεγμονὰς τῶν ἀντιάδων καὶ τοὺς πνιγμούς. ἄλλο. ῥοιὰς γλυκείας σὺν τοῖς λεπύροις κόψας, καὶ ἐκλειώ‐ | |
10 | σας διήθησον, καὶ ἓξ μέρεσι τοῦ χυλοῦ πρόσβαλε μέρος ἓν μέλιτος καὶ ἑψήσας ὡς μέλιτος πάχος ἔχειν, χρῶ. ἄλλο. γλεύκους ξέστην ἕψει μέχρις ἂν τὸ τρίτον λειφθῇ, καὶ μίξον ῥοὸς βυρσοδεψικοῦ γο. δʹ. καὶ ἀπάρας χρῶ. ἄλλο. κη‐ κίδας λʹ. κόψας, καὶ ἐνεψήσας ξέστην αʹ. μέλιτος, χρῶ. | |
15 | [Στοματικὴ καλλίστη.] Ἄνθους ῥόδων γο. βʹ. πιτυΐ‐ δων γο. αʹ. λεάνας σὺν μέλιτι χρῶ. [Πρὸς παρίσθμια καὶ σταφυλὴν φλεγμαίνουσαν καὶ | |
σηπεδόνας τὰς ἐν στόματι.] Μόρων χυλοῦ ἢ βάτου γο. αʹ. | 360 | |
14.361 | ῥόδων ξηρῶν γο. αʹ. μέλιτι μίξας, καὶ ἐπ’ ὀλίγον ἑψήσας, διάχριε. ἄλλο. κυδωνίων στύφων χυλὸν ἐν ἴσῳ μέλιτι ἑψή‐ σας διάχριε. ἄλλο. ῥοιὰς στυφούσας μετὰ τοῦ λέπους κόψας ἕψει ἐν γλυκεῖ, διηθήσας, χρῶ. ἄλλο. εἰς ἕψημα ἐμβαλὼν | |
5 | γλήχωνα ἢ θύμον ἢ ὀρίγανον ἢ ὕσσωπον ἢ καλαμίν‐ θην, καὶ συνεψήσας αὐτάρκως καὶ διηθήσας δίδου δια‐ κρατεῖν. [Πρὸς τὰς ἐν τῷ στόματι σηπεδόνας καὶ ἐσχάρας.] Κυνείαν λευκήν τινα (ἔστω δὲ τοῦτο ἐὰν ὀστᾶ μόνα πρὸ | |
10 | μιᾶς οἱ κύνες φαγόντες φλαχθῶσι) μετὰ μέλιτος διάχριε, ἢ ῥοὸς τοῦ βυρσοδεψικοῦ τὸ ὕδωρ μέχρι γλοιῶδες γίνηται, ἑψήσας μέλιτι. ἢ χελιδόνων κεκαυμένων μετὰ μέλιτος διάχριε. [Πρὸς κιονίδας φλεγμαινούσας καὶ κεχαλασμένας.] Φοί‐ νικας ἑψήσας ἐν ὕδατι καὶ βραχέος μέλιτος προσβαλὼν, δί‐ | |
15 | δου ἀναγαργαρίζεσθαι καὶ διακρατεῖν. ἢ ῥόδων, ἢ ἑλίκων ἀμπέλου, ἢ βάτου, ἢ κυνοσβάτου, ἢ μήλων στύφων, ἢ | |
οὔων ἀώρων, ἢ ῥοῦ, τοῦ τ’ ἐπὶ τὰ ὄψα καὶ τοῦ βυρσοδε‐ | 361 | |
14.362 | ψικοῦ, ἢ μυρίκης καρποῦ, καθ’ ἑαυτό τε ἕκαστον καὶ σὺν ἀλλήλοις ἀφεψηθὲν ἐν ὕδατι ἀνακογχυλιαζέσθω· ἢ ξηρῷ τινὶ τῶν προειρημένων εὖ μάλα λειωθέντι προσάπτεσθαι τοῦ γαργαρεῶνος, ἠρέμα πως ἀνάγονται. ἐμβάλλειν δὲ αὐτὰ | |
5 | κοχλιαρίῳ, καὶ οὕτως προστιθέναι τῇ κιονίδι. καὶ οἱ χυλοὶ δὲ τῶν προειρημένων ἁπάντων τῶν τε φυτῶν καὶ τῶν καρ‐ πῶν αὐτῶν ὁμοίως μέλιτι ὀλίγῳ μιγνύμενοι καὶ διαχριόμενοι ὠφελοῦσιν. ἄλλο. ποιοῦσι πρὸς τὰς κιονίδος φλεγμονὰς ἅλες λεῖοι μετὰ μέλιτος διαχριόμενοι. ἄλλο. φοινίκων ὀστᾶ καὶ | |
10 | καρύων ἁπαλῶν χλωρῶν καὶ ξηρῶν, ἑκατέρου ἴσον, καύσας καὶ λειοτριβήσας, χρῶ ἁπτόμενος. ἄλλο. ῥόδα ξηρὰ πάνυ λειώσας σὺν μέλιτι διάχριε. [Πρὸς ἄφθας.] Ἀνδράχνην εἰς μέλι βάπτων μασάσθω, ἢ ἐλαίας φύλλοις ἐν οἴνῳ ἡψημένοις διακλυζέσθω. | |
15 | [Πρὸς ἄφθας μελαίνας καὶ νεμομένας.] Ἀποσμήξας ὀροβίνοις ἀλεύροις καὶ κηκῖδος διάχριε μετὰ μέλιτος, ἢ | |
λυκίου ἀφεψήματι ἀναγαργαριζέσθω, ἢ τρυγὶ οἴνου μετὰ | 362 | |
14.363 | μέλιτος διαχριέσθω. ἢ μυρίκης καρπὸν λειώσας μετὰ μέλιτος διάχριε. [Πρὸς νεμομένας ἄφθας.] Κηκίδων ἀφέψημα εἰς ἴσον μέλιτι μίξας καὶ ἀναζέσας χρῶ. | |
5 | [Πρὸς λευκὰς ἄφθας.] Χαλκῖτιν ἐλαίῳ ζέσας διάχριε πτερῷ, καὶ παραχρῆμα αἴρει. ἐπὰν δὲ καθαρὰ γένηται, μυρίκης καρπὸν λεάνας καὶ διεὶς μελικράτῳ ἢ οἴνῳ διάχριε πτερῷ, καὶ παραχρῆμα αἴρει. [Πρὸς μελαίνας ἄφθας.] Σταφίδι ἐκγεγιγαρτισμένῃ | |
10 | καὶ ἀνίσῳ λείοις κατάχριε μετὰ μέλιτος. ἢ φύλλα κοκκυμη‐ λέας κόψας καὶ γάλακτι μίξας ὀνείῳ, διάκλυζε. ποιεῖ καὶ πρασίου χυλὸς ἢ φακοῦ ἀφέψημα, ἢ βάτου, ἢ κέρας ἐλά‐ φειον λεάνας παράτριβε. [Πρὸς ἄφθας βρεφῶν.] Φακὴν μετὰ βραχέος ἄρτου | |
15 | καὶ κυδωνίων ὀπῷ μίξας, δίδου, καὶ ῥόδων ἄνθος, καὶ αὐτὰ τὰ ῥόδα ξηρὰ, καὶ διακλύσματι διὰ τῶν μετρίως στυ‐ | |
φόντων. ἔλαιον δὲ ἐναντιώτατόν ἐστι τῇ διαθέσει τῆς ἄφθης, | 363 | |
14.364 | καὶ τὰ πάνυ δριμέα· τὸ μὲν γὰρ ὑγραίνει τε καὶ ῥυπαίνει, τῇ τήξει δὲ τὰ δριμέα βλάπτει. Κεφ. θʹ. [Πρὸς τὰ πάθη ὀργάνων τῶν τῇ φωνῇ καὶ ἀναπνοῇ ὑπηρετεόντων καὶ πρώτως πρὸς τραχύτητας | |
5 | τῆς ἀρτηρίας.] Γλυκυῤῥίζης γο. γʹ. λειώσας πάνυ, καὶ ἀπο‐ βρέξας κόμμεως τραγακάνθης γο. αʹ. γλυκεῖ ἀναλάμβανε, καὶ ποιήσας κυαμιαῖα, δὸς ὑπὸ τὴν γλῶσσαν καθεύδοντι. [Πρὸς ἀποκεκομμένην φωνήν.] Σῦκα καὶ ἠρύγγια ἑψή‐ σας καλῶς, τῷ ἀφεψήματι μίσγε κόμμεως βραχὺ, ὥστε γε‐ | |
10 | νέσθαι μέλιτος σκληρότερον, καὶ δίδου εἰς νύκτα. ἄλλο. κράμβης χυλὸν μετὰ μέλιτος ἑψήσας δίδου ἐκλείχειν, ποιεῖ καὶ πρὸς βῆχα. ἄλλο. λινοσπέρμου κεκαυμένου καὶ σεσημέ‐ νου, σταφίδων λιπαρῶν χωρὶς τῶν γιγάρτων, στροβίλων πε‐ φρυγμένων, καρύων Ποντικῶν κεκαθαρμένων ἴσα λεάνας, καὶ | |
15 | μέλιτι ἀπέπτῳ ἀναλαβὼν, δίδου κοχλιάριον ἕν. | |
[Βηχικὸν ἐκλεικτόν.] Πυρήνων, ἤτοι στροβίλων γο. | 364 | |
14.365 | ιβʹ. φοινίκων σάρκας βʹ. εὖ μάλα λείωσας ἀναλάμβανε μέ‐ λιτι ἀπέπτῳ. [Πρὸς τὰς ξηρὰς βῆχας.] Ἶριν ὕδατι ἀφέψας πρόσβαλε μέλιτος βραχὺ καὶ δίδου καταῤῥοφεῖν συνεχῶς. | |
5 | [Πρὸς αἵματος ἀναγωγὴν καὶ αἱμοπτοϊκούς.] Ῥόδων ξηρῶν γο. ηʹ. κόμμεως τραγακάνθης ἑξάγια γʹ. λείου μετὰ ὕδατος καὶ τροχίσκους ποίει ἀνὰ γο. αʹ. καὶ δίδου ὕδατι. ἄλλο. σικύων ἡμέρων κοιλίαν καὶ ὕδατος ἐπιβαλὼν ξέστην, ἕψει ἕως ἀποτριτωθῇ, καὶ καταπλάσας δίδου καταῤῥοφεῖν. | |
10 | ἄλλο. μίλτου Σινωπικῆς γο. βʹ. γῆς Σαμίας γο. ιβʹ. ἀμύλου γο. γʹ. ἀναλάμβανε πολυγόνου χυλῷ καὶ δίδου τριώβολον. ἄλλο. λινοσπέρμου πεφρυγμένου γο. ηʹ. κόμμεως τρα‐ γακάνθης γο. ιβʹ. ὁμοίως χρῶ. ἄλλο. πολυγόνου ῥίζας ἑψή‐ σας ὕδατι ἀποτριτωθῆναι ποίησον καὶ βραχὺ λείου κόμμεως | |
15 | ἐπιβάλλων, δίδου καταῤῥοφεῖν. [Πρὸς φθισικοὺς καὶ τὰ περὶ θώρακος πάθη.] Ἴρεως | |
ἀφέψημα μετὰ μέλιτος πότισον. ἢ ὑσσώπου ἀφέψημα μετὰ | 365 | |
14.366 | μέλιτος δίδου καταῤῥοφεῖν. ἢ πρασίου βοτάνης χυλὸν σὺν μέλιτι ἑψήσας. ἢ ὀρόβους κιῤῥοὺς φρύξας καὶ λειοτριβήσας εἰκοσαπλασίῳ μέλιτι, δίδου ἔκλειγμα. ἢ ἀμύγδαλα πικρὰ λειώσας σὺν μέλιτι δίδου. ἄλλο. σελίνου σπέρματος γο. στʹ. | |
5 | πεπέρεως μέλανος γο. αʹ. μέλιτος λίτραν αʹ. λειώσας καὶ ἠρέμα ἑψήσας, δίδου κοχλιάριον. ἄλλο. βούτυρον μέλιτι μί‐ ξας καὶ ἠρέμα ἑψήσας δίδου. ἄλλο. σελίνου γο. αʹ. πεπέρεως κοινὸν, μέλιτος λίτραν αʹ. λειώσας καὶ ἠρέμα συνεψήσας δίδου. ἄλλο. σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε καὶ μίσγε | |
10 | μέλιτος ἴσῳ, καὶ θὲς ἐπ’ ἀνθράκων ἕψε καὶ δίδου μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφήν. ἄλλο. ἀβροτόνου, σταφίδων ἐκγεγιγαρτισμένων λιπαρῶν, πηγάνου ἀκρεμόνων ἑψήσας ἐν ὕδατι καὶ διηθήσας, πρόσβαλλε μέλιτος καὶ πάλιν ἑψήσας δίδου. | |
15 | [Βοήθημα πρὸς δύσπνοιαν.] Ἀρσενικὸν κάπνισον εἰς βόλβιτα βοϊκὰ, μὴ ἀπὸ τοίχου ξηρανθέντα, καὶ κάπνιζε τὸν κάμνοντα διὰ χωνείου. χανέτω δὲ τὸ στόμα ὅσον δύνα‐ | |
ται, καὶ μετὰ τοῦτο δίδου αὐτῷ ἄκρατον Αἰγύπτιον. τέταρ‐ | 366 | |
14.367 | τον τοῦτο ποίει ἐπὶ ἡμέρας γʹ. ἐὰν δὲ νοσερὸς εἴη ὁ κά‐ μνων, τοῦτο ποίει· τὸ ἀρσενικὸν κόψας καὶ τρίψας σύμ‐ μισγε τῷ ἀκράτῳ καὶ δίδου αὐτῷ ἐπὶ ἡμέρας γʹ. νήστει πιεῖν, καὶ ὅτε εὑρήσῃς αὐτὸν ἐλαφρότερον, κάπνισον ὡς | |
5 | προείρηται. Κεφ. ιʹ. [Περὶ τῶν κατὰ τὸ στόμα τῆς κοιλίας πα‐ θῶν καὶ τῶν αὐτοῖς ἐυπορίστων.] Αἱ τοῦ στόματος τῆς κοιλίας φλεγμοναὶ καὶ τοῦ ἥπατος δέονται τῆς τῶν στυφόν‐ των παραπλοκῆς. εἰ μὲν γὰρ ὑπὸ τῆς χαλαστικῆς ἀγωγῆς | |
10 | μόνης θεραπεύονται, κίνδυνον ἐπάγουσι, περὶ τῆς ζωῆς, καὶ τοῦτο πάντων μὲν τῶν ἐμπειρικῶν ὑπὸ τῆς πείρας δεδιδα‐ γμένων καὶ ἐπὶ τῶν ἔργων τῆς τέχνης φυλαττόντων. οὐκ ὀλίγοι τῶν νῦν μεθοδικῶν μυρίοις μὲν στομαχικῆς συγκοπῆς αἴτιοι γεγόνασιν, οὐκ ὀλίγους δὲ καὐτῶν ἡπατικῶν ἀναι‐ | |
15 | ροῦσι, μόνῃ τῇ ἀγωγῇ τῇ χαλαστικῇ χρώμενοι, ὡς λυθῆναι πολλοῖς τὸ ἧπαρ. εἰ τοίνυν εἴτε ἔλαιον εἴη τὸ ἐπαντλού‐ μενον τοῖς πεπονθόσι τόποις, εἴτε κατάπλασμα, παραπλέ‐ | |
κειν τι τῶν στυφόντων, οἷον ἀψίνθιον ἢ νάρδινον μύρον | 367 | |
14.368 | ἢ ἀλόην ἢ μήλινον ἔλαιον ἢ κυδώνιον ἀνέψοντες. καὶ κηρω‐ ταῖς δὲ χρηστέον διὰ τῆς ἀλόης καὶ μαστίχης καὶ κηροῦ καὶ νάρδου. σκευάσειας δὲ τὴν κηρωτὴν, βαλὼν κηροῦ γο. αʹ. μαστίχης γο. δʹ. ἀλόης γο. βʹ. καὶ νάρδου τὸ ἀρκοῦν. | |
5 | εἰ δὲ πλείων εἴη ἡ ἀτονία, ὡς μηδὲ τὰς τροφὰς κατέχειν, μιγνύτωσαν τοῦ ὀμφάκου γο. βʹ. παρόντος δὲ καὶ ἀψινθίου χυλοῦ, προσπλέκειν καὶ αὐτοῦ γο. αʹ. ἢ οἰνάνθην, ἢ ῥοῦ χυλόν. [Περὶ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν.] Ἐπὶ | |
10 | δὲ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν καὶ διὰ στόματος δοτέον τὸ φάρμακον τοῦτο. μαστίχης γο. βʹ. ἡδυόσμου γο. αʹ. ἀναλάμβανε χυλῷ ἀρνογλώσσου, καὶ δίδου κυάμου μέγεθος μετὰ ὕδατος. ἐφ’ ὧν δὲ καταψύχεται ὁ στόμαχος, τῇ προειρημένῃ σκευασίᾳ προσπλέκειν δεῖ καστορίου γο. αʹ. | |
15 | καὶ διδόναι ὁμοίως. ἐπιγνωσθήσεται δὲ ἡ θερμὴ δυσκρασία, ἐκ τοῦ ποτὲ μὲν καὶ χολῶδές τι ἀνάγεσθαι αὐτοὺς, καθόλου δὲ χολώδους δήξεως αἴσθησιν ἔχειν τοῦ στόματος τῆς γα‐ | |
στρὸς, καὶ ἁπτομένοις εἶναι θερμόν. | 368 | |
14.369 | [Περὶ τῶν κατεψυγμένων στομάχων.] Ἐπὶ δὲ τῶν κατεψυγμένων στομάχων, καὶ ἐπὶ τῶν διὰ πάχους τοῦ φλέγ‐ ματος θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένων, χρήσιμόν ἐστι μαράθρου ῥίζης φλοιοῦ γο. στʹ. ὄξους λίτραν αʹ. μέλι‐ | |
5 | τος λίτραν αʹ. αἱ ῥίζαι σὺν τῷ ὄξει ἕψονται, εἶθ’ ὅταν ἑφθαὶ γένωνται, ἐκθλιβόμεναι ῥίπτονται, καὶ ἐπιχεομένου τοῦ μέλιτος αὖθις ἕψεται τὸ φάρμακον μέχρι συστάσεως, καὶ δίδοται κοχλιάρια γʹ. σὺν ὕδατι. [Περὶ τῶν ἀποξυνόντων τὴν τροφήν.] Ἐπὶ δὲ τῶν | |
10 | ἀποξυνόντων τὴν τροφὴν χρήσιμον τόδε τὸ φάρμακον. πεπέρεως γο. αʹ. ἀνήθου σπέρματος γο. αʹ. κυμίνου γο. δʹ. εὖ μάλα λειώ‐ σας, δίδου εἰς κοίτην κοχλιάριον ὕδατι ἐν οἴνῳ κεκραμένῳ. [Πρὸς ἀνατροπὰς στομάχων.] Πρὸς δὲ τὰς ἀνατρο‐ πὰς καὶ ναυτίας τοῦ στομάχου, ῥοιᾶς ὀξείας πυρήνων τε‐ | |
15 | θλασμένων τοῦ χυλοῦ μέρη γʹ. ἡδυόσμου χυλοῦ μέρος αʹ. | |
μέλιτος Ἀττικοῦ μέρος ἕν· βαλὼν εἰς κεράμειον ἀγγεῖον ἕψει, | 369 | |
14.370 | κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου. ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον αʹ. ἤτοι γο. βʹ. [Πρὸς δυσεντερικοὺς καὶ τὴν τροφὴν ἐμοῦντας.] Κυ‐ δωνίας μηλέας τῆς ῥίζης λίτραν αʹ. οἴνου μυρτίτου ξ. γʹ. | |
5 | ἕψει μέχρις ἂν ἀποτριτωθῇ, ἔπειτα ἐκθλίψας τὸ ὑγρὸν, ἐπίβαλε μέλιτος ἡμίλιτρον, καὶ πάλιν ἕψει κινῶν συνεχῶς, καὶ ἀνελόμενος, δίδου πρὸ τροφῆς μύστρον. [Πρὸς στομάχου ἀνατροπὴν, καὶ κοιλιακοὺς, καὶ δυσ‐ εντερικούς.] Μῆλα κυδώνια ἀριθμῷ δʹ. ῥοὰς ὁλοκλήρους ιʹ. | |
10 | οὖα ἀριθμῷ ηʹ. ὕδατος Ἰταλικοῦ ξ. γʹ. καὶ ἕψει φιλοπόνως, καὶ ὅταν διαλυθῇ, ἔκθλιβε τὸ ὑγρόν· καὶ πᾶν τὸ ἀχυρῶ‐ δες τῶν ὀπωρῶν ἐκβαλὼν, πάλιν ἕψει, καὶ ὅταν τὸ τρίτον τοῦ ὑγροῦ ἀπολειφθῇ, βάλε μέλιτος καλοῦ λίτρας δʹ. καὶ ἕψει ἐπ’ ἀνθράκων, κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, | |
15 | ἀπόθου, καὶ χρῶ ὁμοίως. [Πρὸς χολέραν.] Εἰ χωρὶς πυρετοῦ γένοιτο καὶ τῆς | |
ἄλλης καθάρσεως, δίδου ψωμοὺς ἐν οἴνῳ κεκραμένῳ, καὶ | 370 | |
14.371 | ψυχρῷ πότιζε, καὶ σικύας τίθει σφοδρὰς κατὰ τοῦ μέσου. εὐέκτου δὲ ὄντος τοῦ πάσχοντος, καὶ εἰς ψυχρὰν δεξαμένην ἐπὶ πλεῖστον ἐγκάθιζε. δίδου δὲ καὶ τροφὰς στυφούσας, καὶ τῶν ὀπωρῶν, μῆλον κυδώνιον, καὶ ῥοὰς στυφούσας. | |
5 | [Πρὸς ἐκκαιομένους ἄδιψον καταπότιον.] Σικύου ἡμέ‐ ρου σπέρματος γο. ηʹ. ἀνδράχνης σπέρματος γο. ηʹ. τραγα‐ κάνθης γο. δʹ. διάλυε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφά‐ των τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς, ἐπί‐ βαλε τοῖς λοιποῖς, καὶ μίξας ἀνάπλαττε καταπότια, καὶ | |
10 | ξήραινε ἐν σκιᾷ, καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν, καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω. [Πρὸς ἀνατροπὴν στομάχου, ἢ καυσώδεις ἀναθυμιάσεις.] Ἀνίσου γο. βʹ. σελίνου γο. βʹ. κυμίνου γο. αʹ. λειώσας ἐπιμελῶς δίδου ὅτε μὲν νήστει κοχλιάριον αʹ. | |
15 | ἐν ὕδατι, ὅτε δὲ πρὸς τὴν κοίτην, ἐν οἴνῳ. ἄλλο. ἀψιν‐ θίου ἀπόβρεγμα τριῶν ἐφεξῆς ἡμερῶν πότιζε. | |
[Πρὸς καταψύξεις καὶ λυγμοὺς τοῦ στομάχου.] Πε‐ | 371 | |
14.372 | πέρεως γο. βʹ. καστορίου γο. αʹ. δίδου κοχλιάριον σύμμετρον νήστει ἐν ὕδατι. εἰ δὲ ἀπὸ θερμῶν χυμῶν τῶν κατὰ τὴν πέψιν διεφθορότων ὁ λυγμὸς γίνεται, ὃ καὶ διὰ καύσεως καὶ δηγμοῦ τοῦ στομάχου αἰσθάνοιτο, ὕδωρ χλιαρὸν πίνον‐ | |
5 | τας κέλευε πολυεμεῖν, καὶ αὐτίκα παύσεται ὁ λυγμός. καὶ πταρμὸς ἐπιτηδευθεὶς παύει λυγμὸν καὶ ὄξος καταῤῥο‐ φούμενον. [Πρὸς καυσούμενον στόμαχον.] Τοῖς δ’ ἐγκαυσουμέ‐ νοις τὸν στόμαχον μετ’ ἐκλύσεως ἢ λειποθυμίας, εἰ μὴ πυ‐ | |
10 | ρέττοιεν, κυάθους γʹ. ἢ δʹ. δίδου ψυχροῦ ὕδατος καταπίνειν ἐκ διαλειμμάτων, καὶ εἰ μὲν παρηγοροῖτο τοῦτο, αὐτὸς ἀνακτησάμενος τροφὴν δίδοσο. εἰ δὲ ἐπιμένοι, διακρατου‐ μένων τε καὶ ἡνωμένων τῶν ἄκρων, καὶ ἀπόβρεγμα συνε‐ χῶς καταῤῥοφεῖν δίδου, ἢ μήλων κυδωνίων, ἢ ἀπίων, ἢ | |
15 | μεσπίλων, ἢ ἀρκευθίδων, ἢ ἑλίκων ἀμπέλου, ἢ ῥόδων, ἢ ῥοᾶς χυλοῦ, ἢ ὄμφακος χυλοῦ, ἢ κλώνιον ἡδυόσμου λεάνας, δὸς πιεῖν, ἢ οἰνάνθην, καὶ ἔα ἠρεμεῖν. | |
[Πρὸς σιελίζοντας ἐκ στομάχου.] Τοῖς δὲ σιελίζουσιν | 372 | |
14.373 | ὄρυζαν ξηρὰν δίδου μασᾶσθαι. ἐπιτίθει δὲ καὶ ἔξω ἐπὶ τὸν στόμαχον ἀμπέλου φύλλα χλωρὰ λεῖα, ἢ μῆλα κυδώνια, ἢ χλωρὰν ἀνδράχνην, ἢ κολοκύνθης ξύσμα. [Πρὸς πόνον στομάχου.] Τὰ δὲ ἀλγήματα τοῦ στο‐ | |
5 | μάχου πραΰνει καὶ μαλάσσει, ἐφ’ ὧν δυσφορία τις ἢ ἀπο‐ ρία τρέπεται, γάλα βόειον ἢ ὄνειον, κοχλάκων ἐναφηψημέ‐ νων πινόμενον· ἢ ἀπόζεμα ῥόδων, ἢ ὠοῦ λέκυθον ὀπτὴν μετὰ ἀλφίτου πότιζε. [Πρὸς στόμαχον ἐμοῦντα χολὴν μέλαιναν.] Ἐπὶ δὲ | |
10 | τῶν χολὴν μέλαιναν γεννώντων καὶ ἐμούντων, καὶ φυσωμέ‐ νων τὸν στόμαχον, καὶ μάλιστα ἐν ταῖς ἐκμασήσεσι, σπόγ‐ γους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους στομάχῳ ἐπιτί‐ θει, ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε, καὶ τρο‐ φὴν εὔχυμον δίδου. ἔστι δὲ εὔχυμος τροφὴ διά τε τῶν ὠῶν, | |
15 | καὶ ἅλικος, καὶ ζωμῶν, οἷς ἐνήψηται ἢ ὀρνίθια, ἢ ὄνυχες χοίρων, ἢ φασιανοῦ κρέας, ἢ νεαροῦ πέρδικος, καὶ πάντων | |
τῶν τούτοις ὁμοίων. | 373 | |
14.374 | [Πρὸς πνευμάτωσιν στομάχου.] Τοὺς δὲ πνευματου‐ μένους καὶ διατεινομένους τὸν στόμαχον πολίου δεσμίδιον κατέχων καὶ καθέψων πότιζε. ἢ καλαμίνθης ἀφέψημα μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως γο. αʹ. χρῶ. | |
5 | [Ἀνώδυνον στομαχικοῖς.] Κύμινον πεφρυγμένον καὶ σέλινον ὀλίγον ποτιζόμενον ἐν ὕδατι, ἢ ἀβροτόνου καὶ θύ‐ μου ἀνὰ δύο ὀβολοὺς δὸς πιεῖν. [Πρὸς τοὺς βουλιμιῶντας ἐν ταῖς ὁδοῖς.] Τοὺς δὲ βουλιμιῶντας ἐν ταῖς ὁδοῖς, ἢ ἄλλως πως, ἀνακτησόμεθα | |
10 | ὄξει ὀσφραίνοντες, ἢ γλήχωνι, ἢ γῆν ὄξει βρέξαντες, ἢ μή‐ λοις, ἢ ἀπίοις, ἢ ἄλλοις καρποῖς ὁμοίοις τοῖς παροῦ‐ σιν, ἢ ἄρτον μετὰ οἴνου προσφέρεσθαι ἀναγκάζοντες. [Πρὸς τοὺς λύζοντας.] Ἐπὶ δὲ τοῖς λύζουσι πήγανον μετὰ οἴνου δίδου καταῤῥοφεῖν, ἢ νίτρον ἐν μελικράτῳ, ἢ | |
15 | σέλινον, ἢ καστόριον, ἢ ἀβρότονον, ἢ ἀριστολοχίαν, ἢ κύ‐ μινον, ἢ ἄνισον, ἢ καλαμίνθην. Κεφ. ιαʹ. [Πρὸς τὰ ἥπατος πάθη, καὶ πρῶτον πρὸς | |
ἔμφραξιν ἥπατος.] Ἀμυγδάλων πικρῶν γο. γʹ. κυμίνου γο. | 374 | |
14.375 | αʹ. σελίνου σπέρματος γο. αʹ. δίδου πιεῖν κοχλιάριον ἐν οἴνῳ. ἄλλο. πάνακος ῥίζης γο. γʹ. ἐρυθροδάνου 𐅻 αʹ. σελίνου 𐅻 αʹ. πεπέρεως 𐅻 βʹ. ἀριστολοχίας 𐅻 αʹ. γεντιανῆς ῥίζης ἐπιμελῶς λειωθείσης, κοχλιάριον αʹ. ἐν οἴνῳ δίδου. ἄλλο. | |
5 | ἀρκευθίδων γο. γʹ. κράμβης σπέρματος γο. αʹ. εὐζώμου σπέρ‐ ματος γο. βʹ. μέλιτι ἀπέπτῳ ἀναλαβὼν, δίδου κοχλιάριον ἕν. ἄλλο. κιχωρίου χυλίσματος κύαθον δίδου μετὰ ὕδατος θερ‐ μοῦ κυάθων βʹ. ἐπιβάλλων μέλιτος κοχλιάρια βʹ. μετὰ ὕδα‐ τος θερμοῦ. ἄλλο. ἀνήθου χυλοῦ κύαθον μετὰ μελικράτου | |
10 | θερμοῦ κυάθων γʹ. καὶ ξηρὰ δὲ γενόμενα τὰ προειρημένα, καὶ κοπτόμενα καὶ ἐπιπασσόμενα, ἀφεψήσας ἕκαστον αὐτῶν πινέτω. ἄλλο. χαμαιπίτυος ἀφέψημα μετὰ βραχέος μέλιτος δίδου πιεῖν. ἄλλο. χαμαιπίτυος ἀφεψήματος γο. ηʹ. κιχωρίου ῥίζης γο. δʹ. κόπτε καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, καὶ δίδου | |
15 | καρύου Ποντικοῦ μέγεθος μεθ’ ὕδατος θερμοῦ. [Τροχίσκος ἡπατικός.] Ἀνίσου, σελίνου σπέρματος, | |
ἄρου, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, ἀψινθίου ἀνὰ γο. αʹ. | 375 | |
14.376 | ὕδατι ἀναπλάττων τροχίσκους ἔχοντας ἀνὰ 𐅻 αʹ. ἀπυρέτοις μετὰ οἴνου κεκραμένου δίδου, πυρέσσουσι μετὰ ὑδρομέλιτος. ἄλλο. ἠριγέροντος ἀφέψημα δίδου πιεῖν. ἄλλο. ἀριστολοχίας ἡμίδραχμον λειώσας, πότιζε πυρέσσοντας ὕδατι, ἀπυρέ‐ | |
5 | τους μετ’ οἴνου. ἄλλο. τρίφυλλον βοτάνην ἀποτριτώσας δί‐ δου πιεῖν. [Πρὸς ἰκτεριῶντας.] Λοῦε αὐτοὺς ἐν λουτροῖς ὑδά‐ των ποτίμων, καὶ τρῖβε αὐτῶν ὅλον τὸ σῶμα ἐλαίῳ ἀνη‐ θίνῳ. εἰ δὲ μὴ πυρέττοιεν, εἰς κολοκυνθίδος κέλυφος ἐμ‐ | |
10 | βαλὼν οἶνον καὶ θερμάνας δίδου πιεῖν. ἄλλο. στρουθίον λει‐ ώσας δίδου κοχλιάριον αʹ. ὕδατι ἢ οἰνομέλιτι ἀπυρέτοις. ἄλλο. κιχωρίου κυάθους γʹ. δίδου πυρέττουσι μὲν καθ’ ἑαυτὸ, ἀπυρέτοις δὲ μετὰ οἰνομέλιτος κεκραμένου. ἄλλο. ἐρεβίνθους τοὺς καλουμένους κριοὺς, καὶ μάραθρον ἑψήσας, δίδου τὸν | |
15 | χυλὸν, ἀπυρέτοις μετ’ οἴνου κεκραμένου. ἄλλο. καρδάμου χλωροῦ τὰ ἁπαλώτατα φύλλα, λιβανωτίδος χλωρᾶς τὰ ἁπαλώ‐ τατα φύλλα τρίψας, καὶ τούτων τὸ ὑγρὸν ἐκθλίψας, χρῶ μετ’ | |
οἰνομέλιτος ἐπὶ τῶν ἀπυρέτων. ἄλλο. ἐλατήριον μετὰ γά‐ | 376 | |
14.377 | λακτος γυναικείου τρίψας, ἐγχυμάτιζε εἰς τοὺς μυκτῆρας, κελεύων ἀνασπᾷν. ἄλλο. κυκλαμίνου χυλὸν ὕδατι διαλύσας, χρῶ καθὰ προείρηται. ἄλλο. τὸν πυῤῥὸν καρπὸν τῆς κυ‐ νοσβάτου ἐσθίειν δίδου. ἄλλο. χελιδονίας βοτάνης χυλὸν | |
5 | μετὰ οἴνου καὶ ὑδρομέλιτος δίδου τοῖς ἀπυρέτοις. ἄλλο. ὑπερικοῦ 𐅻 αʹ. πότιζε μετὰ ὑδρομέλιτος καὶ ἀσίτοις δίδου ἐσθίειν ἀμύγδαλα πικρά. Κεφ. ιβʹ. [Πρὸς σπληνικούς.] Χαμαίδρυος ἀφεψήματι πότιζε, ἢ χαμαιπίτυος, ἢ πολίου, ἢ ἐρυθροδά‐ | |
10 | νου, ἢ καθ’ ἑαυτὰ, ἢ ὀξυμέλιτος τοὺς ἀπυρέτους. ἄλλο. κισσοῦ λευκοῦ τῶν κορύμβων δίδου κόκκους γʹ. καταπιεῖν, καὶ ὀξύμελι ἐπιπίνειν. ἄλλο. καππάρεως ῥίζαν ἑψήσας, πό‐ τιζε μετ’ ὀξυμέλιτος τοὺς ἀπυρέτους. ἄλλο. μυρίκης καρποῦ κόψας καὶ σήσας, δίδου κοχλιάρια βʹ. μετ’ ὀξυμέλιτος. | |
15 | ἄλλο. σίδηρον πυρακτώσας ἐναπόσβεσον ὕδατι, καὶ δίδου πιεῖν ἀπυρέτοις ἐν οἴνῳ. [Ἐπίθεμα σπληνικόν.] Τήλεως γο. δʹ. κριθῶν ἀλεύ‐ | |
ρων γο. γʹ. καρδάμου σπέρματος γο. γʹ. πυρέθρου γο. βʹ. | 377 | |
14.378 | λιβάνου γο. 𐅶ʹʹ. σινάπεως γο. 𐅶ʹʹ. σύκων λιπαρῶν λίτραν αʹ. περιστερεῶνος βοτάνης γο. αʹ. ἀποβρέξας τὰ σῦκα ὄξει δρι‐ μεῖ, καὶ εὐτόνως κόψας ἐν ὅλμῳ, ἐπίβαλε τὰ λοιπὰ καὶ ἑνώσας χρῶ. ἄλλο. μώλυος βοτάνης χλωρᾶς ἔτι μετὰ τοῦ | |
5 | σπέρματος ἐμβαλὼν ἐν χύτρᾳ, καὶ διαμάξας ἐπιμελῶς ἐπί‐ πλασσε καὶ ἕψει μαλακῷ πυρὶ ἐπὶ πλεῖστον, καὶ ὅταν κα‐ θεψηθῇ, ὁλμοκοπήσας ἐπιτίθει, μὴ λύων μέχρι τῆς τρίτης. [Πρὸς σπλῆνα.] Σκορόδου ὄνυχας ζʹ. λεπτὰ λεπίσας | |
10 | εἰς ἄκρατον ἐξαιθρίασον, καὶ πρωῒ νῆστις λάμβανε αʹ. συν‐ θλάσας αὐτὸν, καὶ κατάπιε ἐφ’ ἑκάστου ὄνυχος βρόχθον αʹ, πεπείραται, συνεχῶς ποίει. εἰ δέ γε θέλεις καὶ κατάπλασμα πεπειραμένον, ἔμβαλε ῥίζας καππάρεως ἐν ὄξει καὶ ἰσχάδας καὶ ζέσον, μετὰ δὲ ταῦτα κρίθινον ἄλευρον καὶ μέλι προσ‐ | |
15 | βαλὼν τῷ ὄξει, καὶ τὰς ἰσχάδας λελειωμένας εὖ μάλα ἑψήσας οὕτως κατάπλασσε. | |
Κεφ. ιγʹ. [Πρὸς ἄλλα τοῦ ἐπιγαστρίου πάθη, καὶ | 378 | |
14.379 | πρῶτον πρὸς ὑδρωπικούς.] Τήλεως γο. αʹ. κριθῶν ἀλεύρων γο. γʹ. κόπρου περιστερᾶς γο. δʹ. ῥητίνης φρυκτῆς λίτραν αʹ. πίσσης λίτραν αʹ. κηροῦ λίτραν αʹ. ἀξουγγίου παλαιοῦ λίτρας βʹ. τὰ τηκτὰ τήξας κατάχεε, τῶν ἄλλων προλελειω‐ | |
5 | μένων ἐν ὄξει, καὶ χρῶ. ἄλλο. βολβίτου αἰγείου ξηροῦ λί‐ τρας βʹ. ἕψει ἐν ὀξυκράτῳ καὶ κατάπλασσε. [Πρὸς κωλικούς.] Ἄνηθον καὶ κύμινον ἐνεψήσας εἰς ἐλαίου γο. γʹ. δίδου ἅμα καὶ διάκλυζε. ἄλλο. πήγανον ὁμοίως ἐνεψήσας ἴσῳ ἐλαίῳ, καὶ ἐμβαλὼν ῥητίνης τερμινθίνης ὅσον | |
10 | κοχλιάριον χρῶ. [Πρὸς τοὺς ὄντας κατεψυγμένους.] Ἀνηθίνῳ ἐμβα‐ λὼν κοχλιάριον καστορίου λελειωμένου χρῶ. [Πρὸς τὰς φλεγμονάς.] Ἀνηθίνῳ ἀναμίξας κοχλιάρια βʹ. ἀνάλου τυροῦ χρῶ. ὁμοίως καὶ στέαρ χήνειον, ἢ μυε‐ | |
15 | λὸν ἐλάφου. [Πρὸς δυσεντερικούς.] Ἐπὶ δὲ δυσεντερικοῖς εἰδέναι ἀναγκαῖον ὅτι ἐξαίρετον δυσεντερίας ἐστὶ φάρ‐ | |
μακον, ὀλιγοσιτία. χρὴ δὲ καὶ τὰ προσφερόμενα ὡς ἐνὶ | 379 | |
14.380 | μάλιστα κοῦφα καὶ ἀβαρῆ τυγχάνειν, καὶ πρὸς τὰς πέψεις εὐκόλως ἔχοντα. ποτίζειν δὲ καὶ ἐνιέναι τούτοις ῥοᾶς ὁλο‐ κλήρους καὶ κυδώνια ἀφεψήσαντας ἐνιέναι τῷ ἀφεψήματι, καὶ καταῤῥοφεῖν διδόναι. ἄλλο. ἀρνόγλωσσον βοτάνην ὀρύζῃ | |
5 | συνεψήσαντας ἐπιμελῶς ἐσθίειν διδόναι, καὶ τῷ χυλῷ δὲ τῷ αὐτῷ προσπλέξαντας στέαρ τράγειον διδόναι. ἄλλο. μυρσί‐ νας ἑψήσαντας οἴνῳ, εἰ ἀπύρετοί εἰσιν, ἐνιέναι· εἰ δὲ πυ‐ ρέττοιεν, ὕδατι. ἄλλο. κοχλιῶν ὁλοκλήρων κεκαυμένων γο. αʹ. κέρατος ἐλαφείου κεκαυμένου γο. βʹ. ἀναλάμβανε χυλῷ | |
10 | ἀρνογλώσσου, καὶ δίδου κυάμου μέγεθος, ἀπυρέτοις οἴνῳ, πυρέσσουσιν ὕδατι. [Πρὸς κοιλιακοὺς καὶ δυσεντερικούς.] Μύρτων ξηρῶν κεκομμένων γο. αʹ. ῥόδων ξηρῶν γο. αʹ. ἀρκευθίδων τὸν ἀριθμὸν ιʹ. ἀπίων ξηρῶν κεκομμένων κγʹ. κερατίων κεκομμέ‐ | |
15 | νων γο. αʹ. πίτυος φλοιοῦ γο. δʹ. δίδου ξηρὸν ἐν οἴνῳ κο‐ | |
χλιάριον. τὸ δὲ ἁδρομερὲς φοίνιξι λιπαροῖς ἀναλαβὼν ἐπιτί‐ | 380 | |
14.381 | θει τῇ γαστρί. ἄλλο. πιτύαν λαγωοῦ ἢ νεβροῦ ἢ αἰγάγρου οἴνῳ πότιζε, καὶ ἐνιέμενον δὲ μετὰ χυλοῦ ὀρύζης βοηθεῖ. [Πρὸς τὰς κεχρονισμένας δυσεντερίας.] Χάρτου κε‐ καυμένου γο. αʹ. ἀσβέστου γο. αʹ. ὄμφακι σταφυλῆς ἀναλα‐ | |
5 | βὼν, ποίει τροχίσκους ἔχοντας 𐅻 γʹ. καὶ βʹ. καὶ αʹ. ὡς ἐπὶ πάσης ἡλικίας ἔχειν τὸ μέτρον. ἐπὶ δὲ τῆς χρείας οἴνῳ αὐστηρῷ λύσας, καὶ μίξας ὀρύζης χυλὸν, ἐνίεσθαι κέλευε. ἄλλο. ὠοῦ χηνείου ἑψηθέντος τὸ λέπυρον λειώσας ἐπιμελῶς, πότιζε ἡμίδραχμον οἴνῳ. | |
10 | Κεφ. ιδʹ. [Περὶ τῶν τῆς ἕδρας παθῶν, καὶ τῶν ἑδρικῶν φαρμάκων.] Περὶ τὴν ἕδραν γίνεται διάφορα πάθη, ῥαγάδες τε καὶ κονδυλώματα, καὶ ἄλλαι φλεγμοναί. ἁρμό‐ ζει δ’ ἐπ’ αὐτῶν τὰ ἁπαλὰ τῶν φαρμάκων καὶ ἄδηκτα δια‐ χριόμενα. | |
15 | [Ἑδρικὸν πρὸς τὰς πυρώδεις ὀδύνας.] Ὠοῦ τὸν λέ‐ κυθον λειώσας οἴνῳ λευκῷ καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν, | |
διάχριε, καὶ ἐμπλάστρῳ χρῶ. ἁρμόζει δ’ ἐπ’ αὐτῶν τὰ ἁπαλὰ | 381 | |
14.382 | τῶν φαρμάκων καὶ ἄδηκτα διαχριόμενα. ἄλλο. στέαρ χήνειον νεαρὸν διάχριε καὶ ἐμπλάστρῳ χρῶ. ἁρμόζει δ’ ἐπ’ αὐτῶν καὶ κατάπλασμα ἄρτου καθαροῦ λυομένου καὶ ἑψουμένου ὕδατι καὶ ῥοδίνῳ· κάλλιον δὲ γίνεται, εἰ προσβάλλῃς καὶ | |
5 | λεκύθους ὠῶν ὠπτημένους. ἄλλο. τῆλιν ἑψήσας καὶ λείω‐ σας κατάπλασσε, προσβάλλων καὶ βούτυρον. ἄλλο. στέατι χηνείῳ διάχριε. ἄλλο. ῥόδων γο. γʹ. ὠῶν ὀπτῶν λεκύ‐ θους βʹ. οἴνω λευκῷ λείωσας καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε. | |
10 | [Πρὸς τοὺς ἐν δακτυλίῳ κνησμούς.] Γῆν τὴν καλουμέ‐ νην κιμωλίαν οἴνῳ λειώσας, ἀναλάμβανε κηρωτῇ μυρσίνῃ καὶ χρῶ. [Πρὸς τοὺς προσπίπτοντας ἀρχούς.] Σκωρίας μολύβδου γο. αʹ. ῥόδων ξηρῶν γο. δʹ. εὖ μάλα λειώσας ξηρὰ | |
15 | προσάπτου, προαπονίπτων οἴνῳ μυρσίνῳ. ἄλλο. κυκλαμί‐ νου χυλοῦ καὶ μέλιτος ἴσον ἕψει ἐν ἀγγείῳ χαλκῷ, ὥστε κηρωτῆς ἔχειν πάχος, καὶ κατάχριε. | |
Κεφ. ιεʹ. [Περὶ τῶν ἐν νεφροῖς τε καὶ κύστει πα‐ | 382 | |
14.383 | θῶν.] [Πρὸς τὰς φλεγμονώδεις διαθέσεις καὶ ἑλκώσεις τῶν νεφρῶν καὶ τῆς κύστεως πότιμα.] Λινοσπέρμου γο. βʹ. ἀμύλου γο. αʹ. δίδου ἐν ὕδατι κοχλιάριον. [Πρὸς ἡλκωμένην κύστιν καὶ δυσουρίαν.] Στροβίλους, | |
5 | ἀμύγδαλα ἀνὰ κʹ. φοινίκια ιεʹ. τραγακάνθης γο. δʹ. δίδου μεθ’ ὕδατος. [Πρὸς ἔμφραξιν νεφρῶν.] Σελίνου ἀφέψημα πότιζε ἀπυρέτους κονδίτῳ, πυρέσσοντας ὕδατι. ἄλλο. ἐρεβίνθων τῶν καλουμένων κριῶν ἀφέψημα μετὰ κονδίτου προπότιζε. | |
10 | [Πρὸς λιθιῶντας.] Λινόσπερμον λειώσας ἐπιμελῶς, πότιζε μετὰ κονδίτου. ἄλλο. σικύου ἡμέρου σπέρματος πε‐ φρυγμένου γο. στʹ. μαλάχης καρποῦ γο. εʹ. στροβίλων πε‐ φρυγμένων γο. στʹ. σελίνου σπέρματος γο. ηʹ. ἀμυγδάλων πικρῶν κεκαθαρμένων γο. θʹ. ἀναλάμβανε γλυκεῖ καὶ δίδου | |
15 | κοχλιάριον καθὰ προείρηται. Κεφ. ιστʹ. [Πρὸς ἰσχιάδας καὶ ποδάγραν καὶ ἀρ‐ | |
θρῖτιν.] Ὁμογενῆ εἰσὶ ταῦτα ἀλλήλοις τὰ νοσήματα, διὸ | 383 | |
14.384 | καὶ τῆς αὐτῆς σχεδὸν θεραπείας χρήζει, διαφορὰ δὲ τῶν ποιούντων αὐτὰ ῥευμάτων. τὰ μὲν γὰρ αὐτῶν εἰσὶ θερμὰ, τὰ δὲ ψυχρά. διάγνωσις δ’ αὐτῶν ἐπὶ μὲν τοῖς θερμοτέ‐ ροις, ἔρευθος καὶ πύρωσις, κᾂν ᾖ φλεγμονή τε καὶ ἀλγή‐ | |
5 | ματα σφοδρά. ἐπὶ δὲ τῶν ψυχροτέρων οἴδημα λευκὸν ἔν‐ σομφον. ἑκατέρων δὲ ἴασις αὕτη ἐστί. ἐπὶ μὲν τῶν θερμῶν τὰ ψύχοντα, ἐπὶ δὲ τῶν ψυχρῶν τὰ θερμαίνοντα καὶ διαφοροῦντα. εἰ μὲν οὖν πολὺς εἴη ὁ ἐνοχλῶν χυμὸς, κα‐ θάρσει πρῶτον χρηστέον τοῦ λυποῦντος χυμοῦ. εἰ δὲ πλη‐ | |
10 | θωρικὸν εἴη τὸ σῶμα, πρώτης ἁπάντων παραλαμβανομένης φλοβοτομίας, ἀποκρουομένων τὰ ῥεύματα ὀξυκράτῳ, καὶ τοῖς ψυχροτέροις φαρμάκοις χρωμένων. (εἴρηται δὲ ἡμῖν περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς ἐμοῦ πρὸς Γλαύκωνα θε‐ ραπευτικοῖς γεγραμμένοις δυσὶ βιβλίοις, καὶ ἐν ἄλλοις πλεί‐ | |
15 | οσι, διὸ βραδύνειν οὐ χρὴ ὡς ἐν εὐπορίστοις περὶ τούτων λέγοντα.) ἐπὶ δὲ τῆς κατ’ ἰσχίον διαρθράσεως φυλαττομέ‐ νων τοῦτο δρᾷν. ἐν βάθει γὰρ οὔσης αὐτῆς, συνελαύνεται | |
τὸ ἐκ τῶν περιεχομένων ἀγγείων τε καὶ μυῶν αἷμα πρὸς | 384 | |
14.385 | ἐκείνην καὶ ἄγαν λυπεῖ. παρηγορικῶν γοῦν δέονται φαρ‐ μάκων· ἐπὶ γὰρ τῆς κατ’ ἰσχίον ὀδύνης οὔτε ψυχρῶν σφο‐ δρῶς οὔτε θερμαινόντων ἰσχυρῶς χρεία. παροξύνεται γὰρ ὑπ’ αὐτῶν τὰ ῥεύματα, τῆς μὲν πολλῆς θερμασίας ἑλκούσης | |
5 | αὐτὰ μᾶλλόν τε κωλυούσης διαφορεῖσθαι, τῆς δὲ ψύξεως πήξει τι ὅμοιον ἐργαζομένης καὶ δυσδιαφόρητα ποιούσης τὰ ῥεύματα, ὠφελοῦσι δ’ ἔμετοι μᾶλλον τοὺς ἰσχιαδι‐ κοὺς τῶν διὰ τῆς ἄνω γαστρὸς κενώσεων ἀντισπῶντες τὴν κάτω ῥοπὴν τῶν χυμῶν. χρηστέον δ’ αὐτοῖς ἐν ἀρχῇ μετὰ | |
10 | τὴν τροφὴν, ὕστερον δὲ καὶ διὰ ἐμετικῶν βολβῶν τε καὶ ῥαφανίδων. δεῖ δὲ τοὺς μὲν βολβοὺς ἐν ὕδατι ἕψοντας μετ’ ὀξυμέλιτος προσφέρειν, τὰς δὲ ῥαφανῖδας εἰς λεπτὰ κόψαν‐ τας καὶ ἐναποβαλόντας ὀξυμέλιτι ἐσθίειν, καὶ ὥραν πολλὴν διαλιπόντας ἐπὶ τοὺς ἐμέτους ἄγειν, κᾄπειτα ἑξῆς μακρὸν | |
15 | διαλιπόντας χρόνον λούειν· εἶτ’ αὖθις διαλιπόντας ὡς ἅπα‐ σαν καταστῆναι τὴν ταραχὴν λεπτῶς διαιτᾷν. | |
[Πρὸς παροξυσμοὺς ποδαγρικούς.] Κράμβης φύλλα | 385 | |
14.386 | καθεψήσας καὶ λειώσας πρόσβαλε τρύγα ὄξους καὶ ὠῶν ἀνέφθων λεκύθους βʹ. καὶ βραχὺ ῥόδινον καὶ μίξας ἐπιμελῶς καὶ χλιάνας κατάπλασσε ἀμείβων συνεχῶς. ἄλλο. τῷ κατα‐ πλάσματι τῷ συνήθως διὰ τῶν σύκων ἡψημένῳ πρόσβαλε | |
5 | ὑοσκυάμου φύλλα καὶ συνεψήσας κατάπλασσε. [Πρὸς πυρώδεις φλεγμονάς.] Φακὸν τὸν ἐπὶ τῶν τελμάτων ὄξει καὶ ῥοδίνῳ κατάπλασσε. ἄλλο. πτελέας φύλλα χυλίσας καὶ ἑψήσας κηρωτῇ κατάχριε. [Πρὸς τὰς ὑπερβαλλούσας πυρώσεις.] Θριδακίνης φύλλα | |
10 | ἐπιμελῶς τρίψας σὺν ἄρτῳ κατάπλασσε συνεχῶς ἀμείβων. ἄλλο. κορίανδρον τὸ χλωρὸν λειώσας σὺν ἀλφίτῳ κατά‐ πλασσε. [Πρὸς τὰς χαύνας φυσιώσεις.] Ἁλέλαιον ἐπιμελῶς λει‐ ώσας κατάπλασσε, ἐπιτιθεὶς οἰσυπηρὸν ἔριον. | |
15 | [Πρὸς ἰσχιαδικούς.] Σκορόδων ὄνυχας τρεῖς καθα‐ ρίσας ὑγιεῖς κατάπιε μετὰ τὸ δειπνῆσαι πίνων συγκεραστι‐ κόν· τοῦτο συνεχῶς ποιεῖν πεπείραται. ἄλλο. χελιδόνιον | |
ἄγρευσον, καὶ ἐὰν ᾖ ὁ δεξιὸς ποὺς ὃν πάσχεις, τῇ δεξιᾷ | 386 | |
14.387 | χειρὶ τὰ πτερὰ πατήσας τῷ πάσχοντι καὶ κνήσας ἕλκε τὸ αἷμα ἀπὸ ἄνωθεν τῆς κοτύλης ἕως τοῦ ἀστραγάλου σύρων τὸ αἷμα ὅλῳ τῷ χελιδονίῳ, καὶ λεπίσας καὶ ὀπτήσας φάγε μηδὲν βαλὼν ἔξω καὶ φαγὼν παραυτίκα ἄλειψον ἐλαίῳ ἕως | |
5 | ἐπὶ τὸν ἀστράγαλον ἐπὶ τρεῖς ἡμέρας, καὶ θαυμάσεις. πε‐ πείραται δὲ πάνυ καὶ τοῦτο. ἄλλο. κορώνην ἀγρεύσας σπού‐ δασον ἀσινῆ διαφυλάξαι, καὶ ἐὰν μὲν τὰ δεξιὰ μέρη τὰ πά‐ σχοντα ᾖ, τὸν μικρὸν δάκτυλον τὸν ὄπισθεν τῆς κορώνης τοῦ δεξιοῦ ποδὸς κόψας περιτίθει. μύρῳ δὲ χρίσας τὰς | |
10 | πτέρυγας τῆς κορώνης ἔα ἵπτασθαι. ἐὰν δὲ ἀριστερὰ μέρη πάσχῃ, τοῦ ἀριστεροῦ ποδὸς τὸν προδεδηλωμένον κόψας περιτίθει. ποίει δὲ τἄλλα ὡσαύτως, πεπείραται δὲ τοῦτο συνεχῶς. Κεφ. ιζʹ. [Περὶ θανασίμων φαρμάκων.] Περὶ | |
15 | τῶν θανασίμων φαρμάκων οὔτε ἀδιορίστως ἐνθάδε γράφειν ἀσφαλὲς καὶ ἕκαστον αὐτῶν ἐκτιθέμενον κατὰ τῶν ἑπομένων συμπτωμάτων ἐπάγειν οὕτως τὰς θεραπείας χαλεπόν. παρέχοι | |
γὰρ ἂν ἡ τοιαύτη πραγματεία ἀφορμὴν κακίας τοῖς κακουργεῖν | 387 | |
14.388 | βουλομένοις. ἃ δὲ κοινῶς βοηθεῖν πεπίστευται τοῖς εἰλη‐ φόσι τὰ δηλητήρια, ταῦτα γράφω. παραυτίκα μὲν πεπω‐ κότας ἐμεῖν κέλευε, ποτίζων πλεῖστον ὑδρέλαιον συνεχῶς καὶ παντοδαπὰ σιτία δίδου, εἰς καιρὸν αὖθις δ’ ἐμεῖν | |
5 | κέλευε· ἢ γὰρ συνεξεργασθήσεται τὸ φάρμακον, ἢ ἐπικρα‐ θὲν ἀμβλυωτέραν ἕξει τὴν δύναμιν. εἰ δὲ διακαίοιντο τὴν γαστέρα μετὰ τὸν ἔμετον, ὑδροροδίνῳ ποτίσας αὖθις ἐμεῖν κέλευε. δίδου δὲ, εἰ χρὴ, καὶ τῆς θηριακῆς μετὰ οἴνου ἢ ἀρκευθίδας θʹ. καὶ πηγάνου κʹ. φύλλα λειώσας ποτίζειν, ἢ | |
10 | χαμαιπίτυος βοτάνης. καὶ ὕπνου παντελῶς εἶργε καὶ ψηλα‐ φίᾳ τῶν ἄκρων χρῶ. εἰ δὲ καὶ ὑποβιασθῆναι τὸ κακὸν ἔμφασιν ἔχοι, δακνομένης καὶ ἐρεθιζομένης τῆς κάτω γα‐ στρὸς, κλυσμοῖς δριμέσι χρηστέον, μέλι δαψιλὲς καὶ ἀφρόνι‐ τρον ἢ ἕτερόν τι τῶν συνταραττόντων συμπλέκοντας. τοὺς | |
15 | δ’ ἀπὸ μυκήτων πνιγμοὺς κουφίζει ὀξύμελι μετὰ νάρδου πι‐ | |
νόμενον καὶ ὀρνίθων τῶν κατοικιδίων ἄφοδος μετ’ ὀξυμέλι‐ | 388 | |
14.389 | τος. ἐπὶ δὲ τυρωθέντος γάλακτος καὶ διὰ τοῦτο πνιγμὸν ἐπάγοντος πιτύαν ἐν οἴνῳ διεὶς πότιζε. Ὁ μὲν οὖν τέταρτός μοι λόγος, ὦ Γλαύκων, ἐνθάδε πέρας ἐχέτω· εἰ δέ σοι χρεία γένηται καὶ τοῦ πρὸς Σαλομῶντα | |
5 | τὸν ἀρχίητρον γεγραμμένου ἡμῖν συντάγματος, δηλώσας ἑτοί‐ | |
μως λήψῃ, θαυμάσεις δὲ πάνυ δεξάμενος. | 389 | |
14.390(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ | |
t2 | ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. | |
1 | Προοίμιον. Ἐπειδὴ μὲν ἠξίωσας ὡς περὶ εὐπο‐ ρίστων σοι γράφειν, ὦ Σόλων τιμιώτατε, χαρίζεσθαί σοι νενόμικα τά μοι διὰ τῆς πείρας ἐγνωσμένα γράφειν τε καί σοι ἐπιστέλλειν, ἀπὸ τῶν τριχῶν πρὸς τὰς πόδας προβαί‐ | |
5 | νων, ὅπως ἄνθρωπος ῥᾳδίως αὐτὰ προσλαμβάνειν δύνηται. ἀρχόμεθα μὲν οὖν πρῶτον ἀπὸ τῶν τριχῶν. Κεφ. αʹ. [Περὶ εὐπορίστων τῶν ταῖς ἔξωθεν τῆς κεφαλῆς διαθέσεσι θεραπευομέναις προσηκόντων.] [Περὶ | |
βαμμάτων τῶν τριχῶν.] Καταχρίσεις τῶν τριχῶν, ὡς | 390 | |
14.391 | αἱ πολιαὶ μελάνοχροι γένηται. σκορίαν σιδηροῦ καὶ μό‐ λυβδον ἐν ὄξει ἑψήσας μέχρι τὸ τρίτον λειφθῇ ἐπιχρίου, ἐλαίου ἀπεχόμενος τῶν τριχῶν ἅπτεσθαι. ἄλλο. καππάρεως ῥίζα λεία σὺν γάλακτι ὀνείῳ μέχρι τὸ τρίτον λειφθῇ ἑψήσας | |
5 | καὶ χρῶ. τοῦτο φύλαττε, τελέως γὰρ τὰς τῆς κεφαλῆς τρί‐ χας μελαίνει. ἄλλο. χολὴν τῆς χελώνης θαλασσίας διαλύσας σὺν ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε. ἄλλο. ἀπὸ καρύας τὰ ὡσανεὶ βοτρύδια ἐλαίῳ ἑψήσας ὑγρὰν ἄσφαλτον μίξον καὶ κατάχριε. ἄλλο. μόλυβδον σὺν ἐλαίῳ ἐν τῷ ἀγγείῳ ἀπολα‐ | |
10 | βὼν αὐτῷ τὰς τρίχας κατάχριε. ἄλλο. χερσαῖον ἔχινον κατακαύσας καὶ σὺν ἐλαίῳ διαλύσας τὰς τρίχας κατάχριε καὶ ἔα διὰ τῆς ὅλης νυκτός. ἄλλο. προφυλακτικὸν ὥστε μὴ γενέσθαι πολιάς. κολοκυνθίδα ἀγρίαν τρυπήσας κάθαρον τὰ ἔσω εὖ μάλα. εἶτα πλήρωσον αὐτὴν ἐλαίου δαφνίνου | |
15 | καὶ πρόβαλλε ὑοσκυάμου λευκοῦ σπέρματος μὴ τρί‐ ψας· καὶ ἄφες αὐτὸ μίαν ἡμέραν, καὶ ἄλειφε χρησίμως ἅπαξ τοῦ ἐνιαυτοῦ. πρὸς τὸ λευκὰς ποιῆσαι τρίχας. χελι‐ | |
δόνος κόπρον τρίψας σὺν χολῇ ταυρείᾳ μίσγε, καὶ γίνονται | 391 | |
14.392 | λευκαί. ἄλλο. φλόμου λευκῆς τὸ ἄνθος καύσας ὄξει σβέσον καὶ συμμίξας καὶ σμήγματι χρῶ. πρὸς τὸ πυῤῥὰς ποιῆσαι τρίχας. τὴν στυπτηρίαν ἐν ὕδατι ἑψήσας καὶ διάβρεχε δυοῖν ἡμερῶν τὰς τρίχας, καὶ μετὰ τοῦτο διάκλυζε σὺν | |
5 | ὕδατι, ἐν ᾧ τρυγίας κεκαυμένος διαλελυμένος ᾖ. ἄλλο. ἑψή‐ ματι τῶν θερμῶν πικρῶν τὰς τρίχας διάβρεχε, ἢ αὐτοὺς θερμοὺς πικροὺς τρίψας καὶ διαμίξας σὺν ὕδατι κατάχριε. ἄλλο. τρυγίαν οἴνου παλαιοῦ κεκαυμένην καὶ σὺν ἐλαίῳ βα‐ λανίνῳ λειουμένην συμμίξας πρὸς τῆς κηρωτῆς πάχος καὶ | |
10 | τρίχας σύγχριε, ὅταν μέλλῃς καθεύδειν. ἄλλο. κύπρου φύλλα λεῖα τῷ στρουθίου χυλῷ ἐπίβρεχε καὶ χρῶ τούτῳ ἀποβρέ‐ γματι. ἄλλο. ἐρυθρόδανον, στοιχάδα κιτριοειδῆ, πολύτριχον, ἀψίνθιον καὶ θερμοὺς ἐς τὸ ὕδωρ κατάβαλλε, ἀναθήσας ἐν τῷ ἀγγείῳ ὑαλίνῳ, καὶ ἄφησον ἡμερῶν ἐννέα, ἀνακινέων | |
15 | δὶς ἐν ἡμέρᾳ· τῷ δὲ χρήσεως χρόνῳ ἀπολαβὼν τὸ προειρη‐ μένου ὕδατος ἱκανὸν, ἐπιβάλλων εἰς τὸ τοῦτο σπογγίαν καὶ τὴν ἀφήσας τὸ ὕδωρ ἐναποληψομένην· καὶ ὅταν ἐξηρανθεῖ‐ σαι τρίχες ὦσιν αἱ τούτῳ ὕδατι προκαταβραχεῖσαι, αὐτὰς | |
μετὰ τοῦ θερμοῦ ὕδατος καὶ σάπωνος ἔκκλυζε. | 392 | |
14.393 | [βʹ. Περὶ ῥεουσῶν τριχῶν.] Πρὸς ῥύσιν τριχῶν τὴν πτελέας ῥίζαν τε καὶ φύλλων δράγμα αʹ. ἐναποβρέξας τοῖς ὕδατος κυάθοις δʹ. κατάχριε καὶ μετὰ τοῦτο τῷ ἐλαίῳ σύγ‐ χριε. ἄλλο. ἀκτὴν καύσας καὶ μετὰ κηρωτῆς ὑγροτάτης | |
5 | μίξας χρῖε. ἄλλο. ἀλόην μίξας σὺν οἴνῳ αὐστηρῷ μέλανι ἐπί‐ χριε. ἄλλο. σμύρναν καὶ λάδανον σὺν οἴνῳ ἢ ἐλαίῳ μυρ‐ σίνῳ κατάχριε. ἄλλο. λαβὼν μελίσσας τὰς πλείστας καὶ συγκαύσας καὶ μίξας ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε, φυ‐ λάττων ἵνα μὴ τὰ πέριξ καταχρίῃς. ἄλλο. μελάνθιον καύ‐ | |
10 | σας καὶ μετὰ ὕδατος τρίψας καὶ μίξας κατάπλαττε· μά‐ λιστα δὲ τοῦτο τοῖς ὀφρύσιν συμφέρει. [γʹ. Πρὸς τὰς ἐκ νόσου ἀποῤῥεούσας τοῖς ἀναλαμβανο‐ μένοις τρίχας.] Λάδανον σὺν οἴνῳ καὶ ἐλαίῳ ῥοδίνῳ ἑψή‐ σας πρὸς τῆς κηρωτῆς πάχος καὶ κατάχριε. ἄλλο. ῥίζαν | |
15 | τῆς μορέας φλοισθεῖσαν σύγκαιε καὶ ἕψε, ὡς εἴρηται. ἄλλο. τὸ ψυλλίου σπέρμα τρίψας τίθετι ἐν τῇ κονίᾳ καὶ τὴν κε‐ φαλὴν σύγκλυζε. ἄλλο. ᾧ ἐν τῷ ἀπὸ τοῦ πυρὸς περικεκαυ‐ | |
μένῳ τόπῳ αἱ γίγνωνται τρίχες. φύλλα τῆς συκέας τρι‐ | 393 | |
14.394 | βέσθωσαν καὶ εἰς ἄλευρον στρεφέσθωσαν καὶ τόπῳ ἐπι‐ τιθέσθωσαν. [δʹ. Ψίλωθρα.] Ἐγκέφαλον νυκτερίδος τρίψας μετὰ γάλακτος γυναικείου καὶ ἐπίχριε. ἄλλο. χολὴν θύννου κισ‐ | |
5 | σοῦ τοῦ δακρύου ἢ κόμμεως καὶ κατάχριε. ἄλλο. λαβὼν τὸ αἷμα λαγωοῦ θαλαττίου νεογενὲς ἐπιτίθετι. ἄλλο. αἷμα τοῦ ἐλάφου συμμίξας ὄξει καὶ ἐπίχριε. ἄλλο. τὸ κνήδης ἀγριοστέρας σπέρμα λαβὼν, σὺν ἐλαίῳ τρίψας καὶ αὐτῷ τὸν τόπον τρῖβε. ἄλλο. νυκτερίδας πλείστας ζωὰς τίθετι ἐν | |
10 | ἀσφάλτῳ καὶ ἔασας ὡς σήπωνται καὶ τόπον ὁντιναοῦ κα‐ τάχριε. [εʹ. Πρὸς ἀλωπεκίας.] Μύα καύσας καὶ λεῖον ἀρ‐ κτείῳ στέατι μίξας κατάχριε, προανατρίβων κρομμύῳ λευκῷ τὸν τόπον. ἄλλο. κανθαρίδας κατακαύσας καὶ τρίψας, κό‐ | |
15 | νιτρον τῷ μέλιτι ἀναλαβὼν, κατάχριε. ἄλλο. τοῖς φύλλοις συκίνοις τρῖψον ἀκριβῶς, ἔπειτα χρῖε σὺν τῷ ἀρκτείῳ στέατι. ἄλλο. ἀφρὸν θαλάσσης συγκαύσας καὶ τρίψας καὶ | |
συμμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βατράχιον τὸ μακροσκελὲς | 394 | |
14.395 | κατακαύσας καὶ λεῖον μετὰ πίσσης ὑγρᾶς καὶ προανατρίβων τὸν τόπον αὐτὸν κατάχριε. ἄλλο. ἵππου ποταμίου τὸ δέρμα συγκαύσας κατάχριε τὸν τόπον. ἄλλο. τῷ αἵματι χελώνης θαλασσίας τὸν τόπον κατάχριε. ἄλλο. λαβὼν μυόχοδον καὶ | |
5 | τρίψας καὶ συμμίξας τῷ ὄξει πρὸς τῷ μέλιτος πάχος καὶ προανατρίβων τὸν τόπον κατάχριε. ἄλλο. ἀσφόδελον τρίψας καὶ μίξας τῷ ὄξει ἢ τῷ οἴνῳ, καὶ προξυρεύσας, τόπον τρῖβε τοῖς συκέας φύλλοις ἢ τῷ πανίῳ ὑφάσματι τραχεῖ καὶ κα‐ τάχριε. ἄλλο. ῥίζαν καλάμου καύσας καὶ μίξας τῷ ἀρκτείῳ | |
10 | στέατι καὶ κατάχριε. ἄλλο. τιθύμαλλον τρίψας κατάχριε τὸν τόπον. [στʹ. Περὶ πιτυριάσεως.] Κιμωλίαν προβρέξας ὕδατι, μῖξον χυλὸν τεύτλου καὶ κατάχριε καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ· εἶτα ἀποπλύνας λεῖον λιβανωτὸν σὺν οἴνῳ καὶ ἐλαίῳ κατά‐ | |
15 | χριε καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ· τῇ ὑστεραίᾳ ἡμέρᾳ στα‐ φίδα ἀγρίαν βοτάνην σὺν ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν νίτρου καὶ τρυγὸς οἴνου καὶ μυροβαλάνων, ἀνὰ λίτραν αʹ. | |
βοτάνης σταφίδος ἀγρίας λίτραν αʹ. καὶ 𐅶ʹʹ. μίξας ἐλαίῳ | 395 | |
14.396 | παλαιῷ κατάχριε. ἄλλο. πρὸς δὲ τὰς ὑγροτέρας πιτυριά‐ σεις ἅλμῃ ἀπόκλυζε, ἢ θερμῶν ἀποβρέγματι· πεπείραται γάρ. ἄλλο. τῷ τῆς ἀνδράχνης χυλῷ τὴν κεφαλὴν ἀπόκλυζε. ἄλλο. κατάχριε τὴν κεφαλὴν χυλῷ τεύτλου ἑψηθέντι, ἢ ὠμῷ | |
5 | τῷ μέλιτι μεμιγμένῳ. ἄλλο. κιμωλίαν μίξας τῷ τήλεως ἑψήματι κατάπλασσε. ἄλλο. σικύου ἀγρίου ῥίζαν ἑψήσας τῷ ἀφεψήματι χρῶ. ἄλλο. σκίλλαν ὀπτήσας καὶ ὅταν μα‐ λακὴ γένηται, ἐκπιάσας τὸν χυλὸν, καὶ μίξας ἐλαίῳ, κα‐ τάχριε. | |
10 | [ζʹ. Πρὸς ψυδράκια καὶ ἐξανθήματα γιγνόμενα ἐν τῇ κεφαλῇ.] Ψυδράκιά εἰσι μικραὶ τῆς κεφαλῆς ὑπεροχαὶ φλυκτίσιν ὅμοιαι, ὑπερκείμεναι τῆς ἐπιφανείας. τὰ δὲ ἐξαν‐ θήματα κατὰ τὴν ἐπιφάνειαν ἐπιπόλαιαι ἑλκώσεις ὑπέρυ‐ θροι καὶ τραχεῖαι. ἀμφότερα δὲ θεραπεύονται δυνάμεσι | |
15 | ταῖς ὑποτεταγμέναις. πρῶτον λαβὼν τὸ λείωμα καὶ προσ‐ βαλὼν ἐν τῷ οἴνῳ καὶ ᾧ κηρωτὴν προστιθέντι. ἄλλο. ποίει κηρωτὴν ἐκ κύπου καὶ τοῦ ψιμυθίου καὶ κατάχριε. ἄλλο. | |
προσλαμβάνων ἀμύλου, ψιμυθίου, στυπτηρίας, πηγάνου | 396 | |
14.397 | φύλλων χλωρῶν ἀνὰ 𐅻 δʹ. σὺν ὄξει μίξας καὶ ἐλαίῳ μυρ‐ σίνῳ κατάχριε. ἄλλο. προσλάμβανε λιθαργύρου, ψιμυθίου ἀνὰ 𐅻 αβʹ. θείου ἀπύρου 𐅻 ηʹ. ἐλαίῳ μυρσίνῳ ἀναλάμ‐ βανε καὶ κατάχριε. | |
5 | [ηʹ. Περὶ ἀχώρων καὶ κηρίων.] Ἀχὼρ πάθος ἐστὶν ἐν τῇ κεφαλῇ γινόμενον, τὸ λεπτοῖς πάνυ τρήμασι τὸ δέρμα κατατήρον, δι’ ὧν ἰχὼρ ἀποδίδοται γλίσχρος. ὅμοιον δὲ αὐτῷ πάθος κηρίον, ἀλλὰ τὰς κατατρήσεις ἔχει μείζονας ὑγρότητος μελιτώδους περιεκτικάς. οὕτω δὲ θεραπεύονται. | |
10 | ξυρήσας τὰς τρίχας πυρία δὶς ἢ καὶ τρὶς ἢ καὶ πλεονά‐ κις ὕδατι θερμῷ ἐναφηψημένης μυρσίνης ἢ βάτου ἢ φα‐ κοῦ ἢ πικρῶν θερμῶν ἢ ἀσπαράγου ῥίζης· ὅταν δὲ πλεί‐ ονες ἰχῶρες ῥέωσι, κατάπλασσε φύλλοις ἰτέας μεθ’ ὕδατος, ἢ φακῷ ἐν ὕδατι ἑψηθέντι. συμφέρει δὲ τὴν κεφαλὴν τῷ | |
15 | θείῳ τε καὶ περδικιάδος καὶ σάπωνι προχρίειν. λαβὼν λι‐ θαργύρου 𐅻 ιστʹ. πηγάνου φύλλων 𐅻 ηʹ. σταφίδος ἀγρίας 𐅻 δʹ. χαλκάνθου 𐅻 βʹ. ὄξει καὶ μυρσίνῳ ἐλαίῳ ἀνα‐ | |
λάμβανε. | 397 | |
14.398 | Κεφ. βʹ. [Περὶ τῶν τῆς κεφαλῆς παθῶν.] [αʹ. Περὶ τρυμοῦ τῆς κεφαλῆς.] Στοιχάδα δίδου πίνειν σὺν ὕδατι. ἄλλο. ἀρτεμισίας λεπτοφύλλου χυλὸν μίξας ἐλαίῳ ῥοδίνῳ καὶ τὰ τῶν νεύρων ῥίζια κατάχριε. ἄλλο. ἀκάνθας λευκῆς σπέρ‐ | |
5 | μα δίδου πίνειν. ἄλλο. καστόριον ὕδατι διακλύσας δίδου πίνειν. [βʹ. Περὶ κεφαλαλγίας.] Κέρας ἐλάφου καύσας καὶ τρίψας καὶ μίξας ἐλαίῳ ῥοδίνῳ κατάχριε τὸ μέτωπον καὶ κροτάφους. ἄλλο. ἐγκέφαλον γύπειον τρίψας τὴν κεφαλὴν | |
10 | κατάχριε καὶ κροτάφους. ἄλλο. ψύλλιον κατάχεε ἐλαίῳ ῥο‐ δίνῳ μίξας καὶ χρῶ. τοῦτο δὲ συμφέρει καὶ πρὸς τὴν ἡμι‐ κρανίαν. ἄλλο. στύρακα τὴν ὑγρὰν μίξας ἐλαίῳ παράπλεκε. ἄλλο. ὀνίσκους τοὺς ὑπὸ ὑδρίαις διαγομένους ἐν ἐλαίῳ ἑψή‐ σας τὴν κεφαλὴν κατάχριε. ἄλλο. κυτίνους ἢ τὰ βαλάντια | |
15 | ἐν οἴνῳ ἑψήσας ἢ ὕδατι θαλασσίῳ μέχρι τῆς τρίτου τοῦ μέ‐ ρους καταναλώσεως, καὶ τρίψας καὶ μετὰ κηρωτῆς μίξας | |
κατάχριε. ἄλλο. τῷ γλήχωνι καὶ μαράθρου ῥίζῃ σὺν ἀλεύρῳ | 398 | |
14.399 | κριθίνῳ τοὺς κροτάφους κατάχριε. ἄλλο. ἡδύοσμον ἢ σίνηπι σὺν ὄξει μίξας κατάχριε κροτάφους δὶς ἐν ἡμέρᾳ. [γʹ. Πρὸς τῆς κεφαλῆς τε καὶ τῶν κροτάφων ἀλγή‐ ματα.] Προσλάμβανε ὀπίου τὸ κυάμου μέγεθος καὶ γλή‐ | |
5 | χωνος καὶ σχίνου μερίδας ἓξ, καὶ ἀναλαβὼν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ κατάχριε. ἄλλο. ὀξυλάπαθον καὶ τὴν κικίδα τρίψας τὸ μέτωπον καὶ κροτάφους κατάχριε. ἄλλο. καστόριον δια‐ λύσας ἐλαίῳ ῥοδίνῳ καὶ ὄξει κατάχριε μέτωπον καὶ κροτά‐ φους. ἄλλο. ἴριδα ξηρὰν καὶ καρδάμωμον ἔλαττον ὄξει ἀνα‐ | |
10 | λύσας χρῖε τρίχας ὡς γυναῖκες ποιοῦσιν αὐτὰς καταχρίου‐ σαι. ἄλλο. χυλὸν πευκεδάνου ἐλαίῳ ἰρίνῳ διαλύσας ἐπιτίθετι. ἄλλο. νεοττείαν χελιδόνων μὴ συγχωρέῃς εἰς γῆν πίπτειν καὶ πηλὸν τὸν τῷ κόπρῳ μεμιγμένον λαβὼν καὶ τῷ ὄξει ἐν ἀγγείῳ ξυλίνῳ συμβρέξας καὶ ὑπάξας τὸ μέτωπον κατάχριε. | |
15 | ἄλλο. τὸ κόμμι κισσοῦ τῷ ὄξει τε καὶ ἐλαίῳ ῥοδίνῳ διαλύ‐ σας τοὺς κροτάφους κατάχριε. ἄλλο. βοήθημα σπυράθους, τουτέστιν ἀφοδεύματα αἰγὸς σὺν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ | |
λειοτριβήσας κατάχριε τὸ μέτωπον καὶ κατάδησον φασκίᾳ· | 399 | |
14.400 | ποίει δὲ πρωῒ καὶ δείλης καὶ ἰάσῃ τὸν κεφαλαλγοῦντα. ἄλλο. εὐφόρβιον καὶ μέλαν γραφικὸν λειώσας μετ’ ὄξους κατάχριε τὸ μέτωπον. ἄλλο. παῖς ἄφθορος οὐρησάτω ἐπὶ τὴν οὐδὸν τῆς θύρας τοῦ πάσχοντος. σὺ δ’ ἐπιβάλλων ὄξος τρῖβε | |
5 | ἀμφότερα εἰς ἓν ἐπὶ τὴν οὐδὸν, ὡς γλοιοῦ γίνεσθαι πάχος, καὶ κατάχριε τὸ μέτωπον αὐθωρόν. ἄλλο. ἐάν τις τίκτουσα κεφαλὴν πονῇ, σποδὸν ὄξει φυράσας κατάχριε. ἄλλο. δά‐ κρυον κισσοῦ, μετ’ ὄξους καὶ ῥοδίνου λειώσας, κατάχριε τὸ μέτωπον καὶ κροτάφους. ἐπίθεμα πρὸς ταυτά. κάρδαμον | |
10 | φυράσας ὄξει καὶ ῥοδίνῳ καὶ ποιήσας κηρωτῆς τὸ πάχος ἐπιτίθει ἀπὸ κροτάφου ἐπὶ κρόταφον. παραχρῆμα τὴν ὀδύ‐ νην παύει. [δʹ. Πρὸς ἑτεροκράνιον.] Ἀκακίαν λαβὼν κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. κιχώριον ἐπιτιθέμενον καὶ πόνους κε‐ | |
15 | φαλῆς καὶ τὰς ἐγκαύσεις τὰς γινομένας ἀφ’ ἡλίου παύει. [εʹ. Πρὸς ἐπιληπτικοὺς πότημα.] Ἰκτῖνον καύσας ζῶντα ἐν χύτρᾳ, δίδου πίνειν τὴν τέφραν καὶ ὑγιά‐ | |
σεις. ἄλλο. ἧπαρ αὐτοῦ καύσας καὶ τρίψας δίδου δι’ | 400 | |
14.401 | ὕδατος. ἄλλο. κόπρον ὀνείαν φρύξον καὶ λάμβανε ἀπ’ αὐτῆς ὅσον κοχλιάρια βʹ. καὶ πότιζε καθ’ ἡμέραν, καὶ ἀπαλλαγή‐ σεται τοῦ πάθους· τοῦτο τῶν λίαν πεπειραμένων ἐστίν. ἄλλο. οὖρον κάπρου ἐν κάπνῳ ξηρὸν ποίει, ποτιζόμενον δι’ | |
5 | ὀξυμέλιτος· ἔστω δὲ τοῦ οὔρου τὸ μέγεθος κυάμου Αἰγυ‐ πτίου, μάλιστα δὲ συάργου. ἄλλο. κόπρος τράγειος ποιεῖ δι‐ δομένη ἕως πεντεκαίδεκα σπυράθων. ἄλλο. μαλάχης ἀγρίας χυλὸν δίδου ἐπὶ ἡμέρας λʹ. πίνειν νηστικῷ, καὶ ἰάσῃ. ἄλλο. γαλῆς αἷμα κατάξηρον δίδου δι’ ὕδατος. τοῦτο δὲ ποίει, | |
10 | ὅταν ᾖ παραύτικα πεσούμενος ὁ κάμνων. ἄλλο. ὀλίγον ἐλαίου τῇ λαγώῃ πητύᾳ κατάχεε καὶ καταπότια ποίεε, ἐξ ὧν ὅθ’ ἓν, ὁτὲ δύο δίδου. ἄλλο. γαλῆς αἷμα περίχριε καὶ τὴν γα‐ λῆν δίδου φαγεῖν, ἀποκόπτων αὐτῆς τοὺς πόδας καὶ τὴν κεφαλήν· ποιεῖ ὁμοίως καὶ πρὸς χοιράδας διδομένη γαλῆ. | |
15 | ἄλλο. μῦν ἀνατεμὼν ἐν ληγοσεληνίῳ δέξαι αὐτοῦ τὸ ἧπαρ καὶ ὀπτήσας δὸς φαγεῖν τῷ πάσχοντι. ὠφελεῖ καὶ τὸ ὀξύ‐ | |
μελι σκιλλιτικὸν καὶ τὸ Ἰουλιανοῦ καὶ ἡ θηριακή. | 401 | |
14.402 | [στʹ. Ἄλλο ὀσφραντικὸν πρὸς ἐπιληπτικούς.] Τιθύ‐ μαλλον τρίψας μετὰ ὄξους καὶ ἀλφίτων, μαζία ποιήσας δί‐ δου ὀσφραίνεσθαι τῷ ἐπιληπτικῷ καὶ οὐ πεσεῖται. καὶ συμ‐ φέρει τοῦ πευκεδάνου τε καὶ πίσσης ὀσφρᾶσθαι. | |
5 | [ζʹ. Ἐπιθυμίαμα τῷ γνῶναι εἰ ἔστιν ἐπιληπτικός.] Λίθον ἐπιθυμίασον τὸν γαγάτην, αὐτῷ συμπεριβαλὼν, ὡς μὴ διασκίδνασθαι τὴν ὀσμὴν καὶ καταπεσεῖται εἴπερ ἑάλῳ τῷ πάθει. [ηʹ. Πότημα πρὸς τὸ γνῶναι εἰ ἀθεράπευτοί εἰσιν | |
10 | οἱ ἐπιληπτικοί.] Ἀκακίας δραχμὴν ὕδατι διεὶς πότιζε· ἐὰν ἐμέσῃ, ἀνίατόν ἐστιν· ἐὰν δὲ πυρέξῃ, πότερον συμφέρει αὐτῷ. [θʹ. Ἀστροπλήκτων θεραπεία.] Ὄνου οὖρον κατάχεε αὐτοῖς καὶ θεραπεύονται. | |
15 | [ιʹ. Ἐὰν πεπτωκότα ἐπιληπτικὸν θέλῃς ἐγεῖραι παρα‐ χρῆμα.] Θύμον ἢ γλήχωνα τρίψας προσένεγκε αὐτοῦ τοῖς μυκτῆρσι. | |
[ιαʹ. Καθαρτικὸν διὰ μυκτήρων.] Ἀναγαλλίδος τῆς | 402 | |
14.403 | τὸ κυανοῦν ἄνθος ἐχούσης τὸν χυλὸν εἰς τοὺς μυκτῆρας ἐνθεὶς κέλευε ὕπτιον ἀνανεύσαντα. τοῦτο δὲ βοηθεῖ πᾶσι τοῖς περὶ κεφαλὴν ὀχλουμένοις. ἄλλο. χυλὸν τοῦ κισσοῦ λευ‐ κοῦ ἔγχει εἰς μυκτῆρας. ἄλλο. μελάνθιον χυλίσας μετὰ ὑδρο‐ | |
5 | μέλιτος καὶ ἶριν, οὕτως χρῶ, ἔλαιον παλαιὸν μίξας. ἄλλο. σεύτλου ῥίζαν χυλίσας ἔγχει εἰς μυκτῆρας καὶ καθαίρει. Κεφ. γʹ. [Πρὸς τὰ ὤτων πάθη.] [αʹ. Πρὸς τὰς διαθέσεις τὰς ἐν τοῖς ἀκουστικοῖς πόροις.] Ἐγκλύσας οἴνῳ κεκραμένῳ ἢ ὑδρομέλιτι τὸ οὖς ἔνσταζε λύκιον, λεάνας ἐν | |
10 | λεπυρίαις. [βʹ. Πρὸς φλεγμονὰς καὶ πόνους.] Σκορό‐ δου τὸ ἐντὸς ἀμυγδαλοειδὲς θλάσας μετὰ ἐλαίου εἰς ξύστραν θερμάνας, ἔγχει τὸ ἔλαιον εἰς οὖς καὶ ἄπονος ἔσται. [γʹ. Πρὸς περιωδυνίαν.] Ἧπαρ χήνειον τεταριχευ‐ | |
15 | μένον τήξας μετὰ νάρδου καὶ ἀπομάξας εἰς τὸ οὖς ἐν‐ τίθει. [δʹ. Πρὸς ὦτα πυοῤῥοοῦντα.] Στυπτηρίαν ὑγρὰν ἀνεὶς | |
ὕδατι ἔμβαλον εἰς ὑέλινον ἀγγεῖον καὶ λειάνας ἔνσταζε. | 403 | |
14.404 | [εʹ. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Πρά‐ σου χυλὸν μέλιτι διεὶς χρῶ. ἄλλο. ὄπιον ἀνιεὶς γλυκεῖ εἰς τὸ οὖς ἔνσταζε χλιαίνων. ἄλλο. κεδρίαν ἐν ὀλίγῳ νάρδῳ ἔνσταζε. ἄλλο. μέλι καὶ ἔλαιον ἐν κενώμασι προχλιάνας ἔνσταζε. | |
5 | [στʹ. Πρὸς τερηδόνας καὶ πυοῤῥοοῦντας.] Στυπτηρίαν σχιστὴν μετ’ ὄξους καὶ γλυκέος ἑψήσας ἔνσταζε ποιῶν μέ‐ λιτος πάχος, ἐνεργὲς ἐπὶ προσφάτου καὶ ἐπὶ χρονίου. [ζʹ. Πρὸς ἤχους καὶ περιωδυνίας.] Κεδρίαν μέλιτι μίξας ἔνσταζε. ἄλλο. ἀλόην ἡπατικὴν μετὰ οἰνομέλιτος, | |
10 | ποιῶν γλοιοῦ πάχος, ἔνσταζε. ἄλλο. ἀλώπεκος στέαρ ἀνει‐ μένον ἔνσταζε. ἄλλο. νάρδον χλιαρὰν ἔνσταζε. ἄλλο. κασίαν μετὰ ῥοδίνου ἔνσταζε. ἄλλο. σίλφας τὰς κατοικιδίους μετὰ ῥοδίνου θερμαίνων ἔνσταζε. [ηʹ. Πρὸς τὰς κατὰ μικρὸν περιωδυνίας.] Ἔρια οἰ‐ | |
15 | συπηρὰ περιζέσας ὄξει ἐγχυμάτιζε καὶ ἐξ αὐτοῦ τοῦ ἐρίου ἐντίθει εἰς τὸ οὖς. ἄλλο. ῥοιᾶς ἀώρου τῷ χυλῷ μετὰ μέλι‐ | |
τος χρῶ, ἢ σχίνου τῷ χυλῷ ἢ περδικίου βοτάνης ἢ κύ‐ | 404 | |
14.405 | πρου ἢ βάτου. τούτων τὸν χυλὸν κατ’ ἰδίαν ἑκάστου ἢ καὶ μετὰ μέλιτος μίσγων καὶ ἑψῶν χρῶ. ἢ ἀρνογλώσσου ἢ θριδακίνης ἢ πολυγόνου χυλοῦ ὁμοίως χρῶ. [θʹ. Πρὸς πόνους χωρὶς ἑλκώσεως.] Θεῖον ἄπυρον | |
5 | ἐμφύσα διὰ συριγγίου. ἄλλο. ὄπιον ἀνιεὶς γυναικείῳ γά‐ λακτι ἔνσταζε. [ιʹ. Πρὸς δυσηκοοῦντας.] Ἀψίνθιον ἀφέψων διὰ ὕδατος κλύζε τὸ οὖς τῷ ἀφεψήματι. [ιαʹ. Πρὸς τοὺς ἐκ γενετῆς κωφούς.] Αἰγὸς νεωστὶ | |
10 | ἐσφαγμένης τὸ κέρας πλῆσον οὔρου αἰγὸς καὶ κρέμασον εἰς καπνὸν ἐπὶ ἡμέρας θʹ. καὶ χρῶ. [ιβʹ. Πρὸς τοὺς ἐκ βάθους ἤχους.] Ὄξος καὶ ῥό‐ δινον, πήγανον, κύμινον λεάνας μετὰ μέλιτος χρῶ. [ιγʹ. Πρὸς βόμβους καὶ ἤχους ἐξαπίνης γινομένους.] | |
15 | Ὄξος δριμὺ χλιαίνων ἔνσταζε. ἄλλο. βρυωνίας, μέλιτος καὶ | |
ἐλλεβόρου λευκοῦ καὶ ῥοδίνου λεάνας ἔνσταζε. | 405 | |
14.406 | [ιδʹ. Πρὸς ἀλγοῦντα καὶ πυοῤῥοοῦντα.] Ὄξος καὶ μέλι καὶ ῥόδινον μίξας χλιάνας χρῶ. [ιεʹ. Πρὸς περιωδυνίας.] Εὐθύπαστον ἐλαίῳ στέαρ ἔνσταζε, καὶ σπόγγῳ τόπον ἔπεχε· ποιεῖ καὶ πρὸς τὰ νευ‐ | |
5 | ρώδη μισγόμενον καὶ μετὰ ἀλωπεκίου στέατος καὶ ἴου, ἴσα ἴσοις. [ιστʹ. Πρὸς ἀλγηδόνας καὶ φλεγμονάς.] Ἀσφοδέλου ῥίζαν καθάρας βάλλε εἰς ἔλαιον ἐν ἀγγείῳ ὑελίνῳ καὶ ἡλίαζε ταῖς ὑπὸ κυνὸς καύμασιν ἡμέραις μʹ. καὶ χρῶ. | |
10 | [ιζʹ. Πρὸς τὰ ἡλκωμένα καὶ πυοῤῥοοῦντα.] Σαύρας τὰς μικρὰς λαβὼν τῆξον ἐλαίῳ καθαρῷ, καὶ οὕτως ἐγχυ‐ μάτιζε καὶ ἐὰν σκώληκας ἔχῃ, ἰᾶται. [ιηʹ. Πρὸς τὰ ἐν ὠσὶ σκωλήκια παρεισδυόμενα εἰς τὰς ἀκοάς.] Κρόμμυα καὶ ὕσσωπον τρίψας οὔρῳ παλαιῷ ἐγ‐ | |
15 | χυμάτιζε. ἄλλο. κολοκυνθίδος τοῦ σπέρματος τῆς ἐντεριώ‐ νης, στυπτηρίας Αἰγυπτίας ἴσα, μετὰ κεδρίνου ἐλαίου λει‐ | |
ώσας ἐγχυμάτιζε. | 406 | |
14.407 | [ιθʹ. Πρὸς τὸ ῥύπον ἐξελεῖν.] Κροκίδα βρέξας μυ‐ ροβαλάνῳ ἔνθες καὶ εὑρήσεις τὴν κροκίδα πλήρη τοῦ ῥύπου. ἄλλο, νίτρον λεπτὸν ἔμβαλλε εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος καὶ πρόσθες ἔριον, ἔασον ἐννυκτερεῦσαι· τῇ δὲ ἐπιούσῃ | |
5 | κλύσον ὑδρελαίῳ θερμῷ. [κʹ. Πρὸς ὠταλγίαν.] Ἁλὸς ἄνθος μετὰ ῥοδίνου καὶ ὄξους ἔνσταζε. [καʹ. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Νί‐ τρον μετὰ ῥοδίνου διεὶς ἐγχυμάτιζε τὸ οὖς. ἄλλο. ἐλλέβο‐ | |
10 | ρον λευκὸν μετὰ οἴνου ἢ ὄξους ἔνσταζε σὺν στυπτηρίᾳ· καὶ χυλὸν καλαμίνθης ῥίζης συλλειοτριβήσας μετ’ ὄξους ἐγχυ‐ μάτιζε. [κβʹ. Πρὸς τὰ χρόνια.] Λύκιον καὶ μέλι ἴσα μί‐ ξας χρῶ. | |
15 | [κγʹ. Πρὸς φλεγμαίνοντα.] Σκωδειῶν κελύφη κόψας εἰς ὠμὴν λύσιν ἕως τρίτου μέρους, καὶ ἑψήσας ἐν γλυκεῖ | |
κεκραμένῳ κατάπλασσε. | 407 | |
14.408 | [κδʹ. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Μυε‐ λὸν μόσχειον χυλίσας ἔνσταζε. ἄλλο. σκωρίαν σιδήρου τρί‐ ψας ἐν τῷ ὄξει δριμυτάτῳ ἔνσταζε. [κεʹ. Πρὸς χοιράδας καὶ παρωτίδας.] Χοιράδας κοινῇ | |
5 | μὲν θεραπείᾳ τὰ τῶν σκιῤῥῶν διαφορητικὰ διαφορέουσι· ἰδίᾳ δὲ οὕτως. ἄλευρον θερμῶν πικρῶν ἑψήσας ἐν τῷ ὀξυ‐ μέλιτι κατάπλασσε. ἄλλο. βοείαν κόπρον ἢ αἰγείαν ἐν ὄξει ἑφθὴν ἐπιτίθετι. ἄλλο. ἄσβεστον μέλιτι ἢ ἐλαίῳ ἢ στέατι χοιρείῳ ἀναληφθεῖσαν ἐπιτίθετι. ἄλλο. ἄλευρον ἴριδος καὶ | |
10 | κόπρον περιστερᾶς ἑψήσας οἴνῳ κατάπλασσε. ἄλλο. λαβὼν στέατος παλαιοῦ καὶ σπέρματος ὑοσκυάμου καὶ πίσσης καὶ ἐλαίου παλαιοῦ καὶ κόπρου ἀλεκτόριδος μελίνης τὰ ἴσα συμ‐ μίξας κατάπλασσε. Κεφ. δʹ. [Εὐπόριστα φάρμακα πρὸς τὰ τῶν ὀφθαλ‐ | |
15 | μῶν πάθη.] [αʹ. Πρὸς ὀφθαλμίαν ἀρχομένην.] Χυλὸν ἡδυόσμου ἔνσταζε, διαλύει γάρ· ἔστι δὲ βέλτιον τὸ περιστε‐ ρᾶς αἷμα. ἄλλο. μαράθρου χυλὸν ἐκπιέσας καὶ χρῶ· πα‐ | |
λαιὸς μέν ἐστιν ἀμείνων. αὐτὸν δὲ τῷ ὕδατι μίξας χρῶ. | 408 | |
14.409 | ἄλλο. ἐκ τοῦ πηγάνου προσφάτου χυλὸν ἐκπιέσας τίθετι ἐν τῇ πυξίδι τοῦ χαλκοῦ ἐρύθρου καὶ χρῶ. ἄλλο. ἐκ κυδωνίων ἑψηθέντων καὶ ἀλφίτου καὶ οἴνου λευκοῦ κατάπλασμα ποίει. ἄλλο. φύλλα μήκωνος καὶ σιδία σὺν παιπάλῃ κριθίνῃ ἐπι‐ | |
5 | τίθετι. ἄλλο. ῥόδα ἑψήσας καὶ τρίψας κατάπλασσε. ἄλλο. ἀφέψημα μελιλώτου ἔνσταζε. ἄλλο. ἐκ φύλλων κοκτόνου τετριμένων ποίει κατάπλασμα σὺν οἴνῳ καὶ ἀλεύρῳ. [βʹ. Πρὸς ὄνυχα.] Ὄνυξ μὲν λέγεται ἡ ὀφθαλμοῦ | |
10 | νόσος, ὅταν κερατοειδὴς ποτὲ μὲν διὰ βάθος, ποτὲ δὲ ἐπι‐ πολῆς, ὄνυχι προσεοικότος τοῦ πύου κατὰ τὸ σχῆμα, διὸ καὶ τὸ πάθος ὄνυχα προσαγορεύουσι. πρὸς τοὺς μὲν οὖν μετρίους ὄνυχας συντέλει μελίκρατον καὶ τῆς τήλεως ὁ χυ‐ λὸς καὶ κολλούριον τὸ διὰ λιβάνου γινόμενον· πρὸς τοὺς | |
15 | δὲ μείζονας λαβὼν ἀλόης, σμύρνης, κρόκου ἀνὰ μέρος αʹ. οἴνου μέρει γʹ. μέλιτος μέρει στʹ. λειοῦται ὁ κρόκος σὺν ὀλίγῳ οἴνῳ, εἶτα ἀλόη καὶ σμύρνα καὶ ἐπειδὰν παχυνθῇ | |
ἐπίβαλλε τὸ μέλι καὶ ἑνώσας ἀπόθου ἐν ὑέλῳ ἀγγείῳ, χρῶ | 409 | |
14.410 | δὲ δὶς τῆς ἡμέρας· ὀφθαλμὸν γὰρ ἅμα καθαίρει, σαρκὶ ἀπουλοῖ. [γʹ. Πρὸς ὑπώπια.] Σίνηπι λεῖαν κηρωτῇ ἀναλα‐ βὼν ἐπιτίθετι. ἄλλο. ὄστρακα τῆς σηπίας λεάνας καὶ ὄξει | |
5 | μίξας νυκτὸς κατάχριε· ἀφαίρει γὰρ αὐτά. ἄλλο. ῥίζαν σί‐ κυος ἀγρίου μέλιτι συμμίξας ἐπιτίθετι. [δʹ. Πρὸς τῶν ὀφθαλμῶν πελιώματα.] Ὕσσωπον τρίψας, εἰς ῥάκος ἐνδήσας καὶ εἰς ζέον ὕδωρ ἀποβάπτων ἡσυχῇ ἀποπυρία καὶ πελιώματα θίγε. ἄλλο. ἄλευρον ἴριδος | |
10 | μίξας τῷ μέλιτι καὶ κατάπλασσε. ἄλλο. κύμινον τετριμμέ‐ νον συμμίξας γάλακτι γυναικείῳ ἐπιτίθετι· ἢ ὀρίγανον ἐπι‐ τίθετι ὁμοίως. ἄλλο. εὐζώμου σπέρμα τρίψας σὺν χολῇ βοείᾳ ἐπιτίθετι. [εʹ. Πρὸς τὰ πτερύγια.] Τὸ πτερύγιον νευρώδης | |
15 | ἐστὶ τοῦ ἐπιπεφυκότος ὑμένος ὑπεροχή· ἐκφυομένη μὲν ἀπὸ τοῦ κανθοῦ, προϊοῦσα δὲ μέχρι τῆς στεφάνης. ὅταν δὲ ὑπεραυξηθῇ, καὶ τὴν κόρην καλύπτει. τὰ μὲν οὖν μεγάλα | |
καὶ χρόνια τῶν πτερυγίων διὰ μόνης χειρουργίας ἐκτέμνε‐ | 410 | |
14.411 | ται· τὰ δὲ νεώτερα καὶ σύμμετρα τῷ μεγέθει τὰ σμηκτικὰ δαπανᾷ, ὡς χαλκὸς κεκαυμένος ἢ χάλκανθος ἅμα χορείᾳ χολῇ. ἄλλο δραστικώτερον. χαλκάνθου μέρος αʹ. κόμμεως Ἀραβικοῦ μέρος 𐅶ʹʹ. οἴνῳ ἐκλείων κατάχριε. τινὲς δὲ χολὴν | |
5 | αἰγὸς μέλιτι μίξαντες ἐγχρίουσιν. ἄλλο. λύκιον καὶ κύπρον καὶ σὺν ὕδατι ποίει τὸ κολλύριον καὶ ἐπίχριε. [στʹ. Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λευκώματα.] Τὰς ἐπιπολῆς μὲν γινομένας ἐν τοῖς ὀφθαλμοῖς τὰ νεφέλια καλοῦσι, τὰς δὲ διὰ βάθους, λευκώματα. τούτων δὲ τὰ ῥυ‐ | |
10 | πτικά τε καὶ σμηκτικὰ λεγόμενά εἰσιν ἰάματα. τὰ μὲν οὖν νεφέλια τῆς ἀνεμώνης ὁ χυλὸς ἀποσμήχει καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸς μετὰ μέλιτος. ἄλλο. ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης χυλὸν σὺν μέλιτι ἔγχριε· τὰ δὲ χρονιώτερα ἡ κεδρία λεπτύνει καὶ ὁ χαλκὸς μόνος ὕδατι | |
15 | λειούμενος ὡς κολλύριον. τὰ δὲ λευκώματα νίτρον μετὰ ἐλαίου παλαιοῦ λειωθὲν ἐπιμελῶς καὶ ἐγχρειόμενον καλῶς ἀποσμήχει. ἄλλο. ἐπιλαβὼν δρακουντίου χυλὸν καὶ μίξας | |
μέλιτι ἀπέπτῳ ἐπίχριε. ἄλλο. χολῇ τραγείῳ κατάψηχε τὸν | 411 | |
14.412 | ὀφθαλμόν. ἄλλο. τῆς σηπίας τὸ ὄστρακον καυθὲν μετὰ μέ‐ λιτος καὶ λειωθὲν ἐπιτίθετι. ἄλλο. ἐκ κόπρου τῆς σαύρας ποιήσας κολλύριον σὺν ὕδατι προστίθετι. ἄλλο. χολῇ κυνὸς θαλασσίας κατάχριε, ἢ ῥαφάνου χυλῷ ἢ χολῇ τοῦ ἀλέκτο‐ | |
5 | ρος. ἄλλο. λαβὼν χυλὸν τῆς ῥοίας καὶ ἐν τῷ κεραμίῳ τή‐ σας καὶ τῷ ῥακέει κατακαλύψας ἡλίαζε ἕως ἔχῃ τὸ μέλιτος πάχος, καὶ τούτῳ ἴσον τοῦ μέλιτος καὶ τήρει. πεπαλαιωμέ‐ νον γάρ ἐστι δραστικώτερον· καὶ ὅταν καθευσό‐ μενος ᾖ ὁ κάμνων, ὀφθαλμοὺς κατάχριε. ἄλλο. χολὴν λέον‐ | |
10 | τος μετὰ μέλιτος ἐντίθετι. ἐὰν δὲ παιδίῳ σμικρῷ λεύκωμα γένηται, εἰς τὸν ὀφθαλμὸν ἡ μήτηρ τοῦ παιδίου ἀμμω‐ νιακὸν μασησαμένη, ἐμφυσάτω εἰς τὸν τοῦ παιδίου ὀφθαλ‐ μόν· ὁμοίως χριέτω ὀφθαλμὸν καταμηνίῳ τῆς τινὸς ἐκ τῇ ἰδίᾳ συγγενείᾳ· καὶ ὁμοίως τούτου μήτηρ ἐντεμνέτω μικρὸν | |
15 | δάκτυλον ὃν, καὶ τῷ αἵματι ῥευθέντι τὸν ὀφθαλμὸν κατα‐ βρεχέτω. [ζʹ. Πρὸς τὰ νεφέλια καὶ ἀχλύας τῶν ὀφθαλμῶν.] Ὀφθαλμοὺς χυλῷ φύλλων τοῦ δρακοντίου κατάχριε. ἄλλο. | |
χυλὸν τοῦ κέστρου σὺν μεμιγμένῳ οἴνῳ ἔνσταζε. | 412 | |
14.413 | [ηʹ. Περὶ κριθῆς.] Τῷ ὕδατι ἀφεψήματος τῆς κρι‐ θῆς πυρία τοὺς ὀφθαλμοὺς, ἢ τῷ κήρῳ λευκῷ. ἄλλο. μυίας τὴν κεφαλὴν ἀπολαβὼν τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν. | |
5 | [θʹ. Πρὸς μαδάρωσιν.] Μαδάρωσις καὶ μίλφωσις τοῦ βλεφάρου τριχῶν ἀπόπτωσις. θεραπεύονται δὲ τούτοις. προσλάμβανε πυρήνων τῶν φοινίκων κεκαυμένων 𐅻 γʹ. στά‐ χυος 𐅻 βʹ. τρίψας χρῶ. ἄλλο. στίμμεως κεκαυμένης πε‐ πέρεως ἀνὰ 𐅻 αʹ. ναρδοστάχυος 𐅻 γʹ. | |
10 | [ιʹ. Ἄλλο ποιέον πρὸς ἀπόπτωσιν τριχῶν τῶν βλεφάρων.] Λεπτοκάρυα συγκαύσας καὶ μίξας στέατι ἀρκτείῳ ἢ αἰγὸς κατάχριε. [ιαʹ. Ἄλλο καὶ τὸ συμφέρον πρὸς ἀλωπεκίαν τοῦ πώ‐ γωνος.] Ὑοσκυάμου 𐅻 βʹ. μυοκόου 𐅻 αʹ. πολυτρίχου 𐅻 | |
15 | βʹ. ἐλαίου ἰρίνου κυάθους δʹ. τρίψας καὶ διαμίξας ἐλαίῳ καὶ προπυριάσας ἐπίχριε. ἄλλο. ὄφεος γῆρας συγκαύσας ἐπίπασσε· γένεσιν γὰρ τῶν τριχῶν ποιεῖ. ἢ μελανθίου τρί‐ | |
ψας καὶ ποίει ὁμοίως. | 413 | |
14.414 | [ιβʹ. Πρὸς τὴν τῶν ὀφρύων τριχίασιν.] Ὀρίγανον συγκαύσας καὶ τρίψας προεκτίλας τρίχας ἐπιτίθετι. ἄλλο. σαῦραν χλωρὰν ἐν ἐλαίῳ ἑψήσας καὶ τρίχας προεκτίλας τό‐ πον κατάχριε. ἄλλο. χαμαιλέοντος λευκοῦ ἢ τῆς χαμε‐ | |
5 | λαίας ῥίζαν διαμίξας τῷ αἵματι τοῦ βατραχίου τόπον κα‐ τάχριε. [ιγʹ. Πρὸς γλαυκοφθάλμους ὥστε μέλανας ἔχειν τὰς κόρας.] Τὰς γλαυκοφθάλμους γυναῖκας ποιεῖ ὑοσκυάμου τὸ κυανοῦν ἄνθος ξηραινόμενον ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως | |
10 | οἴνῳ αὐστηρῷ μεμιγμένον καὶ καταχρισθέν. [ιδʹ. Πρὸς ὑποχύματα.] Θηριακὴν τὴν ἐξ ἔχεων παρασκευαζομένην τῷ μέλιτι διαμίξας ἄνευ καπνοῦ ἐπιτί‐ θετι. συμφέρουσι καὶ οἱ ἀποφλεγματισμοὶ καὶ κάθαρσις σὺν ἱερᾷ καὶ πυρία σὺν ἀφεψήματι τοῦ μαράθρου καὶ σα‐ | |
15 | γαπηνοῦ καὶ ἑλλέβορος λευκὸς σὺν μέλιτι παρατεθειμένος, ἢ τὸ μέλι σὺν χυλῷ τοῦ μαράθρου. [ιεʹ. Πρὸς τοὺς αἰγίλωπας.] Ὁ μὲν αἰγίλωψ ἀπό‐ στημά ἐστι σμικρὸν μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ τῆς | |
ῥινὸς, καὶ εἰ ἀμεληθείη συριγγούμενον ἕως ὀστέου, πρινὴ δὲ | 414 | |
14.415 | εἰς ἕλκος ἐκραγῇ τὸ ἀπόστημα, ἀγχίλωψ καλῶ. ποιεῖ καὶ γλαύκιον καὶ κρόκος ἅμα χυλῷ περδικιάδος ἐπιτιθέμενα· συνεχῶς δὲ ἀλλάσσειν χρή. ἄλλο. κοχλίους μετὰ τῶν ὀστρά‐ κων λειώσας ἐπίθες· ἔνιοι δὲ μιγνῦσι καὶ ἀλόην ἢ σμύρνην. | |
5 | ἄλλο. χολὴν χοιρίαν ξηράνας ἐπίθες. ἄλλο. ἐκ περδικιάδος τὸ κατάπλασμα ποίει. ἄλλο. ἐξ αἰγίλωπος βοτανίου κατά‐ πλασμα ἐπίθες. ἄλλο. ἀνδράχνην ἀγρίαν καὶ λίβανον ἐπί‐ θες. ταῦτα δὲ προμασσάου προμασσήση νῆστις. ἄλλο. κρά‐ νιον ἀνθρώπινον τρίψας ἐπιτίθετι. | |
10 | [ιστʹ. Πρὸς νυκτάλωπας.] Ἧπαρ τράγου καῦσον καὶ τῷ ἀποῤῥέοντι ἰχῶρι ὀφθαλμὸν ἔγχριε. ὠφελεῖ γὰρ ὁ δωδεκάκις καταχρισθείς. [ιζʹ. Πρὸς τοὺς ἐν βλεφάροις φθεῖρας.] Θαλάσσῳ τῷ ὕδατι χλιαρῷ πυρία. | |
15 | Κεφ. εʹ. [Πρὸς τὰ μυκτήρων πάθη εὐπόριστα.] [αʹ. Πρὸς πολύποδας καὶ ὀζαίνας.] Χάλκανθον τρίψας σὺν ὄξει ἐπίθες· ἢ χάλκανθον ἀναλαμβανομένην μέλιτι | |
ἑφθῷ ἐπίθες. ἄλλο. σιδίων 𐅻 ιστʹ. χολῆς ταύρου, ἀμώμου, | 415 | |
14.416 | σμύρνης, καλαμίνθης, πρασίου, ἀνὰ 𐅻 ηʹ. κρόκου 𐅻 βʹ. ἐλλεβόρου λευκοῦ 𐅻 βʹ. χρῶ ξηρῷ. [βʹ. Πρὸς δυσωδίαν μυκτήρων.] Ἀμώμου, σμύρνης, κασίας, ῥόδων ξηρῶν ἑκάστου τὸ ἴσον μέρος κόψας καὶ μετὰ | |
5 | νάρδου μύρου ἀνέσας κατάχριε· συμφέρει δὲ καὶ κατάχρι‐ σις σὺν ἡδυχρόῳ μαλάγματι. [γʹ. Πρὸς τὰ ἐν μυκτῆρσιν ἕλκη.] Λιθαργύρου 𐅻 δʹ. πηγάνου νεαροῦ 𐅻 δʹ. στυπτηρίας σχιστῆς 𐅻 βʹ. ἐλαίῳ μυρσυνίνῳ καὶ ὄξει διάκλυζε. ἄλλο. ψιμυθίου 𐅻 αʹ. λι‐ | |
10 | θαργύρου 𐅻 γʹ. σκωρίας μολίβδου ἢ μολίβδου κεκαυμέ‐ νου 𐅻 γʹ. πάντα δὲ πεπλυμένα καὶ ἀναλαμβανέσθω ἐλαίῳ μυρσυνίνῳ. [δʹ. Πρὸς τὸ ἐφέλκειν αἷμα ἀπὸ μυκτήρων.] Ἀγρώ‐ στεως ἄνθος ἐντίθετι. ἄλλο. ἐρυθρόδανον τρίψας σὺν ἐλαίῳ | |
15 | ἀναλαβὼν τὰς μυκτῆρας κατάχριε. [εʹ. Πρὸς τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας.] Κέλυφος ὠοῦ συγκαύσας καὶ λαβὼν μέρος αʹ. καὶ κηκίδος μέρος ἥμισυ καὶ ἐμφύσα. ἄλλο. λύκιον ἐπίθες. ἄλλο. ὀνείαν κόπρον | |
καύσας ἐμφύσα τὴν σποδόν· ἢ χυλὸν ἐκπιέσας ἔνσταζε. | 416 | |
14.417 | ἄλλο. λίθον μυλίτην πυρώσας σβέννυε ἐν ὄξει δριμυτάτῳ καὶ πρόσαγε ταῖς ῥισὶ τὴν ἀτμίδα, καὶ στήσεται. ἄλλο. λίβανον καὶ τὴν ἀλόην ὠοῦ τῷ λευκῷ ἀναλαβὼν καὶ ποίει τὸν μοτὸν καὶ ἐπιτίθετι, προστίσας τὰς τοῦ λαγόου τρίχας. ἄλλο. | |
5 | σικύαν εὐμεγέθη πρόσβαλλε τῷ ὑποχονδρίῳ κατ’ ἴξιν τῆς ῥινὸς πασχούσης· χρηστέον δὲ τοῖς στύφουσί τε καὶ τοῖς τὴν αἱμοῤῥαγίας ὁρμὴν κωλύουσι. [στʹ. Πρὸς μυκτῆρας ἡλκωμένους καὶ πολύποδας καὶ ὀζαίνας.] Ἀφρονίτρῳ παράπτου διαστέλλων τοὺς μυκτῆρας· | |
10 | καὶ πρὸς εὐωδίαν λευκοίου ἄνθους μήπω ἐκπεπτωκότος τοῦ βλαστοῦ ἐπιμύων, τρίβων τε μεθ’ ὕδατος, πάχος ποιῶν μέλιτος ἀφάπτου τῶν ἡλκωμένων. ἄλλο. ἴον ἑφθὸν μετὰ μέλιτος παράπτου. [ζʹ. Πρὸς τὰς ἐνδοτέρω φλεγμονάς.] Στέαρ χήνειον | |
15 | χυλῷ πράσου καὶ στρύχνου διεὶς ἴσον διάχριε τῆς ἡμέρας. [ηʹ. Πρὸς τὰ ἐν μυκτῆρσι ἕλκη σκληρώδη.] Μόλι‐ | |
βδον λεάνας ἐπίχεε οἶνον ἀπαράχυτον καὶ μυρσινελαίου τὸ | 417 | |
14.418 | ἀρκοῦν, ἵνα ἔχῃ μέλιτος πάχος. ἄλλο. λεπίδα ἑψήσας μετὰ μέλιτος χρῶ. [θʹ. Αἷμα ἀπὸ μυκτήρων ἀποσπᾶσαι.] Ἡδύοσμον ἀναλαβὼν μέλιτι καὶ κολλύρια ποιήσας θὲς εἰς τοὺς | |
5 | μυκτῆρας. [ιʹ. Πρὸς τοὺς ἀπὸ μυκτήρων αἱμοῤῥαγοῦν‐ τας.] Πήγανον τρίψας ἀναλάμβανε ἐλαίῳ καὶ εἰς τοὺς μυκτῆρας ἐπιτίθει. ἄλλο. κόμμι καὶ λιβανωτὸν λεάνας καὶ δεύσας ἐν ὄξει τίθει. ἄλλο. σποδὸν κυπρίαν μετὰ πράσου | |
10 | χυλοῦ δεύσας χρῶ. ἄλλο. σπόγγον κεκαυμένον μετὰ πίσσης ξηρῷ χρῶ. ἄλλο. ὀξυσχοίνου ἄνθος ἐντίθει τοῖς μυκτῆρσιν. [ιαʹ. Πρὸς τὰς ἀκαταχέτους αἱμοῤῥαγίας καὶ μάλιστα ὅταν χρονίως πυρέξαντες αἱμοῤῥαγῶσιν.] Πυρίον ἐντίθει ὁτὲ μὲν ξηρὸν, ὁτὲ δὲ κολλύριον ποιῶν ἰσομέγεθος τοῖς | |
15 | μυκτῆρσι καὶ οὕτως ἐπιτίθει· κατάπλασσε τούτοις καὶ τοὺς μυκτῆρας καὶ τὰς παρειὰς καὶ τὸ μέτωπον. ἄλλο. διφρυ‐ γὲς καύσας καὶ λειοτριβήσας μετὰ ὄξους κατάπλασσε. ἄλλο. | |
ἔριον βρέξας εἰς τὸ λευκὸν τοῦ ὠοῦ ἐντίθει. ἄλλο. πολυ‐ | 418 | |
14.419 | γόνου χυλῷ βρέχων ἔριον ἐπιτίθει· ἢ στρύχνου χυλῷ. ἄλλο. πήγανον τρίψας λεῖον μετ’ ὄξους κατάπλασσε καὶ ἐπιθυ‐ μία· δεῖ δὲ χρῆσθαι τοῖς δυναμένοις ἐπιστύφειν καὶ ἐπου‐ λεῖν τὴν φορὰν τοῦ αἵματος, τοιούτοις οὖσιν, οἷον κώνιον | |
5 | ὑποθυμία τοῖς μυκτῆρσι καὶ τὴν ἀποφορὰν ἕλκε· προσ‐ πιέζειν δὲ καὶ τοῖς δακτύλοις τοὺς μυκτῆρας. μύε δὲ τὰς ἀκοὰς κηρωτῇ ἢ ἄλλῳ τινὶ ἐπιμελῶς. ἢ καὶ τὴν ἀκρο‐ ποσθίαν ἐπιδεσμεῖν παπυρίῳ, ἐπὶ δὲ γυναικῶν θηλὴν τοῦ μαζοῦ ὁμοίως. χρῆσθαι δὲ καὶ τοῖς ψύχειν δυναμένοις κατὰ | |
10 | τοῦ μετώπου καὶ τῆς κεφαλῆς. εὔθετον δὲ σικύαν τῇ κε‐ φαλῇ προσάγειν ἢ καὶ τὴν ἐν μετώπῳ φλέβα λύειν. ποι‐ οῦσι δὲ καὶ οἱ πταρμοὶ πολλάκις στῆναι· ἢ βούγλωσσον τὴν βοτάνην ὁμοίως ἢ ὀνίδα δεύσας ἐν ὄξει προστίθει τοῖς μυκτῆρσιν. | |
15 | [ιβʹ. Πρὸς τοὺς ῥέγχοντας.] Ἄνηθον ὑποτίθει ὑπὸ τὴν κεφαλὴν μὴ γινώσκοντος, ποιεῖ δὲ τοῦτο καὶ πρὸς τοὺς ἐκ σκιμπόδων ἐξαλλομένους. | |
[ιγʹ. Πρὸς στίγμα καὶ αἶραν χωρὶς οὐλῆς καὶ ἕλκους.] | 419 | |
14.420 | Ἀποσμήξας τὸν τόπον νίτρῳ ῥητίνῃ τερεβινθίνῃ κατά‐ πλασσε καὶ ἔασον ἡμέρας εʹ. καὶ οὕτως λύσας κατακέντησον τὰ στίγματα γραφείῳ, ἔπειτα λιβάνῳ χρῶ μετὰ νίτρου καὶ μετὰ μέλιτος ἴσον ἑκάστου κατάπλασσε, ὡς πάχος κη‐ | |
5 | ρωτῆς ὑγρᾶς, λῦε δὲ καὶ κατάντλει. ἄλλο. ἑλλέβορον λεῖον μετ’ ἄρτου κατάπλασσε ἢ ὀξύγαλα καθ’ ἑαυτὸ κατάπλασσε. ἄλλο. συκῆς φλοιὸν λεῖον κατάπλασσε. ἄλλο. σταφίδα ἀγρίαν κατάπλασσε. Κεφ. στʹ. [αʹ. Πρὸς ἀλφοὺς καὶ ἔφηλιν καὶ φακοὺς | |
10 | καὶ τὰ τοιαῦτα προσώπου πάθη.] Σικύου ἀγρίου ῥίζης χυλοῦ κεκομμένου καὶ σεσησμένου σμῆχε τὸ πρόσωπον. ἄλλο. ἀλκυόνιον μετὰ οἴνου τρίψας κατάπλασσε. ἄλλο. ἀγρίαν ἄμπελον κόψας μετὰ οἴνου Αἰγυπτίου κατάχριε λειοτριβή‐ σας. ἄλλο. εὐζώμου ἀγρίου ῥίζαν τρίψας καὶ ἀναλαβὼν | |
15 | χολῇ προβατείᾳ κατάχριε τὸ πρόσωπον νίτρῳ. ἄλλο. ἐλα‐ τήριον λειοτριβήσας μετὰ ὄξους καὶ ποιήσας μέλιτος πάχος, κατάχριε, μετὰ κηρωτῆς μίξας. ἄλλο. κιννάβαρι μετὰ μέ‐ | |
λιτος χρῖε τὸ πρόσωπον. ἄλλο. κάγχρυος σπέρμα λειώσας | 420 | |
14.421 | αὐτοὺς τοὺς φακοὺς κατάχριε καὶ ὅταν ξηρανθῇ, ἔκκλυζε. ἄλλο. σικύου ἀγρίου τὴν ῥίζαν καὶ συκῆς τοὺς ἀκρέμονας ἕψει ἐν ὄξει καὶ λείοις κατάπλασσε. ἄλλο. κοτυληδόνος ῥίζας λειώσας μετὰ μέλιτος κατάχριε τὸ πρόσωπον. ἄλλο. | |
5 | ἐρυθρόδανον ποιεῖ πρὸς ἔφηλιν καὶ ἀλφοὺς ἤγουν κόψας μετὰ ἐλαίου κατάχριε. ἄλλο. ζόγχον πικρὸν λειώσας μετὰ μέλιτος κατάχριε. ἄλλο. ἀνήθου σπέρμα τρίψας μετὰ οἴνου παλαιοῦ καὶ ποιῶν μέλιτος πάχος ἐπίχριε τὸ πρόσωπον καὶ ἐννυκτέρευε· πρωῒ δι’ ἑτέρων μεμασημένου δὲ αὐτοῦ πρὸς | |
10 | ἔφηλιν καὶ φακούς. ἄλλο. τῷ λευκῷ ἴῳ μετὰ ὕδατος κατά‐ χριε. ἄλλο. ἀφρόνιτρον λειώσας μετὰ κηρωτῆς ἐσκευασμένης διὰ κηροῦ Τυῤῥηνικοῦ κατάχριε τὸ πρόσωπον. [βʹ. Πρὸς ἀλφοὺς καὶ χρῶμα λευκόν.] Ἀλκυόνιον καύσας μῖξον μέλιτι καὶ κατάχριε καὶ ἀλεύρῳ μίξας ὀρο‐ | |
15 | βίνῳ καὶ σιτίνῳ σμηχέσθω θερμῷ ὡς τὰ μάλιστα. ἄλλο. | |
ἀμύγδαλα πικρὰ λελεπισμένα ὄξει δριμεῖ ἀναλαβὼν κατά‐ | 421 | |
14.422 | πλασσε. ἄλλο. ὠκίμου σπέρμα τρίψας μετ’ ὀρνιθείου στέα‐ τος ἢ χηνείου κατάχριε. ἄλλο. τῆλιν μετ’ ὄξους λείαν κα‐ τάχριε, ἀφίστησι λεπίδας. [γʹ. Πρὸς ἔφηλιν καὶ φακούς.] Σμύρναν καὶ κρόκον | |
5 | μεθ’ ὕδατος λεάνας κατάχριε. ἄλλο. πορφύρας ἢ κήρυκας λαβὼν εἰς πολταρίδιον δὸς εἰς κάμινον ὀπτηθῆναι καὶ λει‐ άνας μετὰ μέλιτος χρῶ. [δʹ. Ποιοῦν λευκὸν καὶ τεταμένον τὸ πρόσωπον.] Σικύου ἀγρίου τὰς ῥίζας τεμὼν ψῦξον καὶ ἑψήσας δι’ ὕδατος | |
10 | τρῖψον λεῖον κατάπλασσε. [εʹ. Στίλβον ποιοῦν τὸ πρόσωπον.] Ὀρόβους οἴνῳ εὐώδει λειώσας κατάπλασσε. ἄλλο. σεμιδάλεως χυλὸν καταστήσας ἀπόχεε τὸ ὑγρὸν καὶ τῇ ὑποστάθμῃ πρόσμιξον ὠοῦ τὸ λευκὸν, ποιῶν μέ‐ λιτος πάχος, καὶ τούτῳ χρίων τὸ πρόσωπον ἐλαίῳ διάτριβε. | |
15 | ἀπὸ δὲ τοῦ ἡλίου γενόμενος ψυχρῷ πρόσκλυζε πολλῷ, ὥστε εὔ‐ χρουν ποιεῖν εἰς μίαν ἡμέραν. φῦκος ἑψήσας ἔμβαλλε στυπτηρίαν ὀλίγην, εἶτα κονίαν προσμίξας, τρίψας χρῶ, πολλῷ χριόμε‐ | |
νος ἐλαίῳ, ὥστε εὔχρουν τὸ πρόσωπον καὶ τὸ χρῶμα ποιῆ‐ | 422 | |
14.423 | σαι ἡδὺ ὄζον. πελεκήματι κυπαρίσσου καὶ πρίνου ἐν τῷ αὐτῷ ζέσας ἄλειφε ὅλον τὸ σῶμα. ἄλλο. λιβανωτὸν καὶ παιδέρωτα ἴσα μίξας μετὰ μέλιτος τρίψας χρῖε τὸ πρόσω‐ πον καὶ ἔα δι’ ὅλης ἡμέρας, εἶτα ἀπόκλυζε. ἄλλο. λίνου | |
5 | μίξας τρύγα σύγχριε εἰς τὸν ἥλιον, μέλλων πορεύεσθαι προ‐ εκνιτρώσας τὸ σῶμα. [στʹ. Πρὸς τὸ μὴ ὑπὸ ἡλίου ὑποκαίεσθαι, ἀλλὰ καὶ τὴν ἐκκαυθεῖσαν ὄψιν ἰάσασθαι.] Βολβὸν λευκὸν λεῖον μετὰ μέλιτος κατάχριε. ἐὰν οἰδῇ τὸ πρόσωπον χωρὶς φλε‐ | |
10 | γμονῆς, γῆν μέλαιναν τρίψας δι’ ὕδατος κατάχριε. ἄλλο. ἀλ‐ κυόνιον μετὰ νάρδου Κελτικῆς λείοις ἅμα. [ζʹ. Πρὸς φύγεθλον καὶ φακούς.] Δρακοντίου ῥίζαν σὺν μέλιτι κατάπλασσε. ἢ μελάνθιον σὺν ὄξει· ἢ πεντα‐ φύλλου σπέρμα. | |
15 | [ηʹ. Πρὸς ποιεῖν τὸ πρόσωπον ἐρυθραῖον.] Ἐρυ‐ θρόδανον τρίψας καὶ διαμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βυλ‐ | |
βὸν πικρὸν τρίψας καὶ μίξας ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν | 423 | |
14.424 | κρόκου, ἐρεβίνθου, λιβάνου, σμύρνης, ἐρυθροδάνου ῥίζης ἀνὰ 𐅻 βʹ. ἀναλάμβανε στέατι μοσχίῳ καὶ μαστιχίνῳ ἐλαίῳ, εἶτα ἐπίχριε· καὶ διαστήσας περίματτε σπόγγῳ θερμῷ. Κεφ. ζʹ. [Πρὸς τὰ κατὰ στόμα πάθη καὶ | |
5 | πρῶτον πρὸς τὰ χείλη κατεῤῥωγότα.] Κηκίδα ὀμφακίνην λείαν ἀναλάμβανε καὶ ῥητίνην τερεβινθίνην σὺν ὑσσώπῳ καὶ μέλιτι καὶ ἐπίχριε. [βʹ. Πρὸς τὰς βαθυτέρας ἐπιῤῥήξεις.] Ἐνάλειφε αἰγείῳ τεθεραπευμένῳ λίπει. ἄλλο. στέαρ χήνειον, μετὰ | |
10 | μέλιτος τερεβινθίνης ἴσα, ῥόδων ἄνθους, ὑσσώπου ξηροῦ, μαστίχης γένηται ἔνχρισις. [γʹ. Πρὸς τὸ εὐωδεῖν τὸ στόμα.] Ἶριν ἀποβρέξας οἴνῳ παλαιῷ εὐώδει διακλύζου συνεχῶς, κατέχων ὀλίγον ἐν τῷ στόματι χρόνον. ἄλλο. ἕρπυλλον ἀποβρέχων οἴνῳ δια‐ | |
15 | κλύζου ἐπ’ ὀλίγον. [δʹ. Πρὸς δυσφόρους ὀσμὰς χωρὶς ἑλκῶν γινομένας.] Τινὲς ἀκράτῳ διακλύζονται μετὰ σμύρνης· καὶ τοῦ σχοίνου | |
δὲ ἄνθος λεάναντες παρατρίβουσι τὰ αὐτὰ καὶ κιμωλίαν | 424 | |
14.425 | ποιήσαντες μεθ’ ἁλὸς παρατρίβουσιν, ὁμοίως καὶ μαρμάρῳ ὀπτῷ μετ’ ἀνίσου. ὁμοίως δὲ καὶ κριθὰς μετὰ ἁλὸς καὶ μέ‐ λιτος. τινὲς δὲ καὶ ὀθόνιον καίουσι καὶ οἴνῳ ἐμβάλλουσι καὶ οὕτω λείῳ χρῶνται καὶ κισσήρει καὶ νάρδῳ καὶ σμύρνῃ | |
5 | μετὰ μέλιτος. καὶ σεμίδαλιν καὶ ἶριν μέλιτι μίξαντες καί‐ ουσι καὶ τούτῳ χρῶνται. καὶ τῶν ὀστρέων τῇ πορφύρᾳ καὶ κήρυκι καὶ σμύρνῃ καὶ ὅταν πρὸς κοίτην ἀπέρχωνται, ὄξει δριμεῖ διακλύζονται. διαμασῶνται δέ τινες καὶ τὰ τῆς πίτυος φύλλα, ὅταν ἐκπορεύωνται, καὶ ὕδατι διακλύζον‐ | |
10 | ται. τινὲς δὲ καὶ ἄνισον διαμασῶνται ἢ γλυκύῤῥιζον ἢ ἶριν ἤ τι τοιοῦτον ἐκπορευόμενοι. [εʹ. Πρὸς τὰ ἐν τῷ στόματι ἕλκη καὶ σηπεδόνας.] Μελαντηρία κεκομμένη ὠφελεῖ. ποιεῖ δὲ πρὸς ταῦτα καὶ τὸ ὀμφάκινον κατ’ ἰδίαν καὶ μετὰ μέλιτος πινόμενον. ποιεῖ δὲ | |
15 | καὶ ἡ γλαύκουρις. θλασθεῖσα μετὰ μέλιτος καὶ ὕδατος ἴσου διδομένου τοῦ χυλοῦ ἀναγαργαριζέσθω. [στʹ. Πρὸς αἱμοῤῥαγίαν ἐκ τοῦ στόματος.] Συγκλύ‐ | |
ζηται τὸ στόμα ἀφεψήματι τῶν ῥόδων ἐν ὀξυκράτῳ, ὅταν | 425 | |
14.426 | καταψυχθῇ καὶ καταπίνηται. ἄλλο. γαργαριζέτω ὁ πάσχων καὶ συγκλυζέτω τὸ στόμα ἑψήματι τῶν ῥόδων ψυχρῷ, ἢ ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ βάτου ἢ μήλων κυ‐ δωνίων ἢ ῥόδων ἢ γιγάρτων ἢ ῥοιᾶς. ἄλλο. σπέρμα ῥόδου | |
5 | σὺν μαστίχῃ δίδου σὺν οἴνῳ στυπτικῷ πίνειν ἢ σὺν οἴνῳ ἑψήματος τῆς βάτου ἢ ῥόδων. [ζʹ. Πρὸς τὰ τοῦ στόματος ἕλκη.] Κηκίδα ἐν τῷ οἴνῳ ἑψήσας σύγκλυζε τὸ στόμα, ἔπειτα προστίθετι κηκίδα τετριμμένην τὴν σὺν μέλιτι διαμεμιγμένην ἢ τὸ ῥόδων | |
10 | ἄνθος· σύγκλυζε καὶ στόμα ἑψήματι τῶν τῆς ἐλαίας φύλλων. Κεφ. ηʹ. [αʹ. Πρὸς τὸ λευκαίνειν ὀδόντας καὶ τὰ πάθη αὐτῶν.] Χρῶνται δὲ καὶ ὀδοντοτρίμμασι τοιούτοις τισὶ, ποιοῦσιν ἅμα πρὸς τὰ οὖλα καὶ ὀδόντας λευκαίνουσι καὶ στεροῦσι, γῆν ἐρετριάδα καύσαντες καὶ λειώσαν‐ | |
15 | τες χρῶνται· λευκαίνει τοῦτο τοὺς ὀδόντας σφόδρα καλῶς. ὀροβίνῳ βρέχων ἐν οὔρῳ λεῖον κατάχριε. ἄλλο. δασύποδος κεφαλὴν καύσας μίξον τῷ μαράθρῳ ὡς λευκοτάτῳ καὶ ση‐ | |
πίας ὀστράκοις λείοις χρῶ. ἄλλο. ἐλάφειον ὀστοῦν καύσας | 426 | |
14.427 | καὶ λειώσας χρῶ. τοῦτο καὶ τοὺς πόνους τῶν ὀδόντων ἰᾶ‐ ται καὶ μετὰ ῥοδίνου χριόμενον κεφαλαλγίας παύει. ἄλλο. γλήχωνα καὶ ἁλὸς πεφρυγμένον μίξας εἰς τὰ αὐτὰ λείοις χρῶ. ἄλλο. ἀστράγαλον προβάτειον καύσας ὁμοίως χρῶ. | |
5 | ἄλλο. κριθὰς ὀπτήσας μεθ’ ἁλὸς λείοις χρῶ. [βʹ. Διάκλυσμα πρὸς ἕλκη καὶ ὀδόντας σειομένους καὶ ἀστατοῦντας.] Ἀλυκακάβου ῥίζαν καθεψήσας μετὰ σιδίων λιπαρῶν κατάχριε. ἄλλο. λευκῆς ῥίζαν καὶ περιστερεῶνος βοτάνης τὴν ῥίζαν ἢ ἠρυγγίου ῥίζαν ἢ αὐτὸ τὸ ἠρύγγιον | |
10 | ἢ πολίου ῥίζαν λειώσας κατάχριε. [γʹ. Πρὸς κινουμένους ὀδόντας.] Ὄνου χηλήνιον καύ‐ σας τρῖψον ὄξει ἀναλάμβανε καὶ ποιῶν κυκλίσκια ἀπόθου καὶ χρῶ, ἀνιὼν ὄξει, ἕνα κυκλίσκον δίδου διακλύζεσθαι, παύει παραχρῆμα τοὺς πόνους καὶ ἵστησιν. ἄλλο. χαμαι‐ | |
15 | λέων μέλας διακλυζόμενος παύει ὀδονταλγίας. τοῦτο καὶ μῦς κτείνει. ἄλλο. σεύτλου διακλυζόμενος χυλὸς ὀδονταλγίας παύει παραχρῆμα. ἄλλο. ὑοσκυάμου ῥίζαν διάκλυζε θερμο‐ | |
τέρως καὶ ἄπονος ἔσται. ἄλλο. πήγανον καὶ ὕσσωπον καὶ | 427 | |
14.428 | σμύρναν μετ’ οἴνου λεάνας διακρατείτω. ἄλλο. φλόμου ῥί‐ ζαν ἑψήσας μετ’ ὄξους ἢ οἴνου ἢ ὀξυκράτου δίδου δια‐ κλύζεσθαι. ἄλλο. νίτρον σὺν ἐλαίῳ δίδου διακλύζεσθαι, καὶ ἄπονον ποιεῖ. ἄλλο. σφαιρία κυπαρίσσου ἑψηθέντα διὰ οἴ‐ | |
5 | νου καὶ ῥόδου διακλυζέσθω. ἐὰν δὲ ὅλοι πονῶσιν οἱ ὀδόν‐ τες, κεδρίαν διακλύζων, ἄπονον ποιεῖς παραχρῆμα. ἄλλο. μύλη ἐὰν ἀλγοῦσα εἴη, μονοκλώνου μαλάχης ῥίζαν ἐφάπτου καὶ ἄπονος ἔσται. δίδου διαμασήσασθαι τοῖς ἀλγοῦσι τοὺς ὀδόντας, περδικίου τῆς βοτάνης ῥίζαν, εἰσερχομένοις εἰς τὸ | |
10 | βαλανεῖον, καὶ διακρατείτω τὴν μύλην μέχρις ἂν ἐξέλθῃ, καὶ ἄπονος ἔσται. ἄλλο. πυρέθρου ῥίζα διαμασηθεῖσα αὐθή‐ μερον τὸν πόνον παύει. ἄλλο. βοτάνης ποντίτιδος ῥίζα δια‐ μασηθεῖσα παύει τὸν πόνον. [δʹ. Ὑποθυμίαμα τοῖς ἀλγοῦσιν ὀδοῦσιν.] Ἀλκυόνιον | |
15 | ὑποθυμία καὶ εὐθέως ἄπονος ἔσται. ἄλλο. ὑοσκυάμου σπέρ‐ μα ὑποθυμιασθὲν ἄπονον ποιεῖ. | |
[εʹ. Πρὸς εὐωδίαν ὀδόντων.] Κιμωλίαν μεθ’ ἁλὸς | 428 | |
14.429 | διάτριβε, χρίσας τοὺς ὀδόντας. ἄλλο. ὀδόντα κυνὸς λαβὼν ἐπὶ πῦρ ἐπίθες καὶ ὑποθυμία· ἅμα γὰρ τῷ καίεσθαι στερεοῦται. [στʹ. Πρὸς βεβρωμένους ὀδόντας.] Πρὸς τοὺς δὲ βεβρω‐ | |
5 | μένους ὀδόντας ἔμβαλε πέπερι λευκὸν λείῳ ἀνειμένον χαλκάνθῳ ἢ κηκίδα. ἢ μετὰ μέλιτος σχιστὴν ἐντίθει εἰς τὸ βρῶμα καὶ ἄπονον ποιήσει. ἄλλο. τὸν τοῦ λίμακος λίθον θραύσας εἰς ση‐ σαμοειδῆ μεγέθη καὶ ἐπίθες εἰς τὸ βρῶμα τοῦ ὀδόντος καὶ παραχρῆμα ἄπονον ποιεῖ, ἐπιπωμάτιζε δὲ κηρῷ. ἄλλο. ἧπαρ | |
10 | ταύρου ἡσύχως πεφρυγμένον καὶ ἐντιθέμενον εἰς τὸν ὀδόντα ἅμα τῇ θίξει ἄπονον ποιεῖ. ἄλλο. ὄνυξ χελώνης ἐντιθέμενος τῇ βεβρωμένῃ μύλῃ ποιεῖ καλῶς. ἄλλο. χολὴ ἄρκτου ἐντεθεῖσα αὐτίκα ἀπόνους ποιεῖ, θεραπεύει δὲ καὶ πάντα τρό‐ πον ἐπιχριομένη. | |
15 | [ζʹ. Πρὸς κινουμένους ὀδόντας.] Τὸ τῆς χελώνης αἷμα διακρατούμενον ἐν τῷ στόματι στερεοῖ. ἄλλο. ἀλκυό‐ νιον Ἰνδικὸν ἐν οἴνῳ τριπτὸν διακλυζέσθω καὶ ἵστησι τὴν | |
κίνησιν. | 429 | |
14.430 | [ηʹ. Πρὸς τοὺς ἐκ πληγῆς κινουμένους ὀδόντας.] Κο‐ ράλλιον ἐπιτίθει καὶ κράτει ἐπὶ ἱκανὸν χρόνον. [θʹ. Πρὸς αἱμωδίαν.] Ἄῤῥωστος διαμασαέσθω τὴν ἀνδράχνην· ἢ ἐλαίῳ ὠμοτρίβει παρατριβέσθω ἢ ἀμόργῃ ἐν | |
5 | χαλκῷ ἑψηθείσῃ μέχρι μελιτώδους στάσεως· ἡ γὰρ παλαι‐ ωθεῖσα διαχριομένη πάνυ ποιεῖ. [ιʹ. Χωρὶς σιδήρου ἀπόνως ἆραι ὀδόντας.] Περι‐ πλάσας ζύμην ἔασον αὐτὸν ὀλίγον· εἶτα περίχυσον αὐτὸν σαύρας αἵματι, καὶ ἐκπεσεῖται. | |
10 | [ιαʹ. Ὥστε αὐτόματον ἐκεπεσεῖν.] Πύρεθρον ἐν ὄξει φυράσας καὶ ταριχεύσας ἐπὶ ἡμέρας λʹ. ἐν τούτῳ περίπλασσε τὸν ὀδόντα καθάρας. ἄλλο. ἀρτεμισίαν τὴν βοτάνην ἐν ὄξει τρίψας περίπλασσε. ἄλλο. περιχαράξας τὸν ὀδόντα κάμπαις ταῖς εὑρισκομέναις ἐπὶ ταῖς ἀκρέμοσι τῶν βοτανῶν καὶ | |
15 | κραμβῶν κατάχριε, φυλασσόμενος τοὺς ἄλλους ὀδόντας· εἰ δὲ τοὺς κάτω ἆραι θέλεις, ταῖς εὑρισκομέναις ὑποκάτω χρῶ. | |
ἄλλο. σανδαράχην ἐν ὄξει τρίψας χρησίμως ἔασον ξηραν‐ | 430 | |
14.431 | θῆναι καὶ χρῶ ξηρῷ αἱμάξας τὴν μύλην, ἐάσας γὰρ βραχὺ ἑλκύσεις τοῖς δακτύλοις αὐτὴν, ἢ κολοκυνθίδος ἀγρίας ἐντί‐ θει ῥίζαν τῷ ὀδόντι. ἄλλο. μοίδου ὀμφακίτου ῥίζαν ξηρά‐ νας ἐν σκιᾷ καὶ κόψας καὶ σήσας περίπασσε τὰς ῥίζας καὶ | |
5 | μετ’ ὀλίγον ἐπιλαμβάνου τοῖς δακτύλοις καὶ ἀκολουθεῖ, ἢ τῷ τῆς Αἰθιοπικῆς ἐλαίας δακρύῳ παράπτου τοῦ πεπονθότος ὀδόντος. ἄλλο. σαῦραν ἀγρίαν ξηράνας καὶ ἀνασχίσας καὶ κόψας ἀπόθου. ὅταν περικαθάρῃς τὸν ὀδόντα, ἐντίθει καὶ μετ’ ὀλίγον ἕλκε καὶ ἀκολουθήσει. ἄλλο κόκκους κνίδης μί‐ | |
10 | ξας μετὰ χαλβάνης περίπλασσε τῷ πάσχοντι, καὶ παρα‐ χρῆμα πεσεῖται. [ιβʹ. Ἀπόνως ἆραι ὀδόντας.] Ἡ τῆς ξανθοῦ βοτάνης ῥίζα θερμαινομένη καὶ πρὸς τῷ ὀδόντι εὐθέως θεῖσα αἴρει τοῖς δακτύλοις. | |
15 | [ιγʹ. Ὥστε τοῖς δακτύλοις αἴρειν.] Κολοκυνθίδας ἀγρίας κόψον καὶ ὄξει ἀπόβρεξον, ὥστε πάχος σχεῖν μέλιτος, καὶ ἀπό‐ | |
βαπτε εἰς τὸ φάρμακον τὸ περιχαρακτήριον περιχάρασσε· | 431 | |
14.432 | καὶ κέλευε συμμῦσαι τὸ στόμα ἐπ’ ὀλίγον. εἶτα ἐπιλαμ‐ βανόμενος τοῖς δακτύλοις ἕλκε τὸν ὀδόντα, ἀπόνως ἀκολου‐ θεῖ. ἄλλο. ἄλευρον μετὰ ὀποῦ τιθυμάλλου ἐπιθὲς καὶ ἐπάνω κισσοῦ φύλλον, καὶ ἔασον ὥραν· αὐτομάτως γὰρ θρυβήσεται. | |
5 | [ιδʹ. Πρὸς τὸ λευκαίνειν ὀδόντας.] Τὸ νίτρον, ση‐ πίας ὄστρακον καὶ φοινίκων ὀστοῦν τρίψας χρῶ. ἄλλο κα‐ λόν. κοράλλιον ἐρυθρὸν, κίσσηριν, φοινίκων ὀστᾶ, σηπίας ὄστρακα καὶ τοὺς ἅλας κεκαυμένους τρίψας χρῶ. [ιεʹ. Πρὸς ὀδονταλγίαν.] Σκινελαίῳ μὴ παλαιῷ ὀδόν‐ | |
10 | τας σύγκλυζε. ἄλλο. συγκλυζέσθω τὸ στόμα σὺν τοῖς πηγά‐ νου φύλλοις ἐν ὀξυμέλιτι ὠπτημένοις, ἢ συγκλυζέσθω σὺν ὄξει σκιλλιτικῷ· ἢ ἑψέσθω ἐν ὄξει πύρεθρον καὶ ὕσσωπον. χρὴ δὲ καὶ τὸ ὑγρὸν καὶ τὸν χυμὸν κενοῦν. Κεφ. θʹ. [Πρὸς τὰ τῶν οὔλων πάθη.] | |
15 | [αʹ. Πρὸς διαβεβρωμένα οὔλη.] Ῥόδων ἄνθους 𐅻 ηʹ. κηκίδων 𐅻 δʹ. σμύρνης 𐅻 βʹ. καὶ μίξας πρόσθες. ἄλλο. | |
γάλακτι ὀνίῳ τὰ οὔλη διάκλυζε. ἄλλο. ἐλαίας φύλλων ἀφε‐ | 432 | |
14.433 | ψήματι στόμα διάκλυζε. ἄλλο. ὄξει σκιλλιτικῷ οὔλη ἔκκλυζε. ἄλλο. ἰὸν σιδήρου καὶ βαλαύστια ξηρὰ προσθές. [βʹ. Πρὸς τὰ οὔλη οἰδοῦντα καὶ ἐκσαρκοῦντα.] Ὠφε‐ λεῖ ἀνδράχνης χυλὸς διαβρατούμενος ἢ ἅλμη κολυμβάδων | |
5 | ἐλαιῶν, ἢ ἔλαιον θερμὸν ὠμοτριβὲς, ἢ σχίνινον, ἢ ἀμόργη. ξηρὰ δὲ προσαπτόμενα συμφέρουσι, ἰὸς σιδήρου ἢ χαλκοῦ, ἀριστολοχίας ῥίζα, ἀρνογλώσσου σπέρμα, διφρυγὲς, χάλ‐ κανθος ὀπτὴ, κύτινοι. [γʹ. Πρὸς παρουλίδας.] Ἀφεψήματι φύλλων ἐλαίας | |
10 | διάκλυζε καὶ προσθὲς κηκίδα. ἄλλο. ἕψε ἐν ἑψήματι φύλλα ἐλαίας καὶ κηκίδα. [δʹ. Πρὸς οὖλα ἀπομελανθέντα καὶ σαπρά.] Ποιεῖ τρίψις ἐξ οἴνου τρυγὸς κεκαυμένης· ῥύπτει γὰρ, καθαρίζει καὶ ἀπολευκαίνει. | |
15 | [εʹ. Πρὸς αἱμασσόμενα οὖλα.] Ποιεῖ ἡ τοῦ αἵματος ἀφαίρεσις ἐκ τῆς κεφαλικῆς καὶ ὁ τῶν οὔλων σχασμός· ποιεῖ | |
καὶ ὑοσκυάμου φύλλων χυλὸς ἢ τὸ αὐτοῦ ἀφέψημα σὺν | 433 | |
14.434 | ἑψήματι ἢ στάγματι θερμὸν διακρατούμενον ἐν τῷ στό‐ ματι. ἄλλο. σχίνου ἀκρεμόνας καὶ τὰ βαλαύστια ἑψήσας ἐν ὀξυκράτῳ σύγκλυζε. ἄλλο. ῥίζαν βάτου ἑψήσας ἐν οἴνῳ τὸ στόμα σύγκλυζε· ἢ ῥοῦν καὶ κηκίδα ἐν οἴνῳ ἑψήσας | |
5 | ὁμοίως χρῶ. Κεφ. ιʹ. [Πρὸς κιονίδας.] Κηκίδα λείαν καθ’ αὑ‐ τὴν προσάπτου, βρέχων τὸν δάκτυλον εἰς ἔλαιον ἢ εἰς κο‐ χλιάριον βαλὼν παράπτου. ἄλλο. ἀκάνθης Αἰγυπτίας τὸ σπέρμα λειώσας ξηρῷ παράπτου. ἄλλο. ἰσχάδας νήστει μετὰ | |
10 | φύλλων ἐλαΐνων δὸς φαγεῖν. ἄλλο. ὀπὸν Κυρηναϊκὸν μεθ’ ἁλὸς λεάνας ξηρῷ προσάπτου, πρότερον ἀναγαργαρίσας ὕδατι θερμῷ· ἢ σχιστὴν καύσας ἐπιμελῶς παράπτου· ἢ ἀσκαλα‐ βώτην ἐπ’ ἀμπελίνοις ξύλοις παράπτου, ποιεῖ καλῶς. ἄλλο. βάτου τοὺς καυλοὺς μετὰ μέλιτος καὶ πίσσης ὑγρᾶς λειώσας | |
15 | κατάπλασσε. ἄλλο. λίθου ἀγηράτου ἄνθος μίξας δίδου ἀνα‐ γαργαρίζειν ἢ κράμβης χυλῷ μίξας στυπτηρίαν σχιστὴν ἀναγαργαριζέτω, ὠφελεῖ καλῶς. | |
[Καυστικὸν κιονίδος.] Μίσυ καὶ ἄσβεστον ἀναλαβὼν | 434 | |
14.435 | ἴσα ῥητίνῃ τερεβινθίνῃ ὑποτίθει καὶ ἔα ὑποκρατεῖν· αἴρει ἐντὸς ὡρῶν τριῶν. ποιεῖ δὲ καὶ πρὸς σταφυλὰς καλῶς τὸ ἀπόῤῥυμμα τῆς πίσσης, τὸ φερόμενον ἀπὸ Κιλικίας λαμβα‐ νόμενον εἰς κοχλιάριον καὶ ὑποτιθέμενον. καὶ ὀμφάκιον μετὰ | |
5 | μέλιτος ἢ γλυκέος λίαν. λέγεται δὲ ἀπαθῆ φυλάσσειν τὴν κιονίδα, ἐάν τις ῥᾶγας σταφυλῆς καταπίνῃ νῆστις ἑκάστου ἔτους, καὶ οὐδέποτε ἕξει τὸ πάθος. καὶ τοῖς ἐπὶ τῶν παρισθμίων τεχθησομένοις ἀναγαργαρίσμασι χρηστέον, ἐπὶ σταφυλῆς πασχούσης. πρῶτον καὶ ἐν ἀρχῇ κέλευε ὕδωρ | |
10 | θερμὸν διακρατεῖν καὶ ἀναγαργαρίζεσθαι ψυχρῷ, ἢ ὀξυ‐ κράτῳ ἢ ῥοιᾶς γλυκείας χυλῷ καθηψημένῳ, μέχρις ἂν σχῇ πάχος μέλιτος, ἀνεθέντι μετ’ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ δρακοντίου χυλῷ, καὶ ποιήσουσι καλῶς. [Πρὸς σταφυλὴν τῇ φλεγμονῇ ἐπιληφθεῖσαν.] Σκευ‐ | |
15 | αζέσθω γαργάρισμα σὺν χυλῷ τῆς ῥοιᾶς μετὰ μελικράτου, ἢ σὺν ὕδατι τῶν ἀφεψήματος ῥόδων, ἢ σὺν τῷ διάμβαρ ἐξ | |
ὕδατος θερμοῦ. ποιεῖ καὶ ὁ τῆς γλυκυῤῥίζης χυλὸς σὺν | 435 | |
14.436 | μέλιτι παρατεθειμένος καὶ γῆ σφραγὶς, τῆς τε Αἰγυπτίας ἀκάνθου ὁ καρπός. ἀδηκτότερά ἐστι κόμμι Ἀραβικὸν, τρα‐ γάκανθα, σαρκόκολλα προστεθειμένα. ἄλλο. τὸν τῆς Αἰ‐ γυπτίας ἀκάνθου καρπὸν καὶ ὀπὸν προσθές· ἢ βάτου ἀκρέ‐ | |
5 | μονας τρίψας σὺν μέλιτι κατάπλασσε. Κεφ. ιαʹ. [Πρὸς φλεγμονὰς παρισθμίων καὶ συνάγ‐ χας.] Ποιεῖ δὲ τοῦτο καλῶς ἐπὶ παρισθμίων. οἱ τὰ μύρτα κατασκευάζοντες εἰώθασιν ἐν μέλιτι χρίειν καὶ ἀψινθίῳ· τοῦτο οὖν διαχριόμενον ἢ μετά τινος ἀναγαργαριζόμενον | |
10 | θαυμαστῶς ποιεῖ. ἐὰν ἐπιμένῃ τι τῆς φλεγμονῆς μετὰ τοῦ τετραχύνθαι τὰ παρίσθμια, χρηστέον γάλακτι πάντῃ θερμῷ καθ’ ἑαυτὸ καὶ μετά τινος τῶν εἰρημένων. ἢ πιτύροις ἀφη‐ ψημένοις δι’ ὕδατος ἢ ὑδρομέλιτος ἢ πιτύρων ἀποβρέ‐ γματι ἢ τράγου ῥᾶγας, ὀρύζης βρέξας ἐν ὕδατι θερμῷ ἄλευ‐ | |
15 | ρον, δὶς ἢ τρὶς χρῶ τῷ χυλῷ. ἢ ζωμῷ ὀρνιθείῳ ἢ ἐρι‐ φείῳ ἢ πτισάνην ἕψει μετὰ σταφίδος καὶ τῷ χυλῷ, ἢ μαλάχης ἀφεψήματι καθ’ αὑτό. ἢ καὶ μετὰ μέλιτος ἕψει τὴν | |
μαλάχην ἢ καὶ μετὰ θερμῶν καὶ μετὰ γλυκέος χρῶ. | 436 | |
14.437 | [Πρὸς παρίσθμια καὶ συναγχικούς.] Γλυκυῤῥίζης χυ‐ λὸν ἀνεὶς χρῶ· ἐὰν δὲ ἐσχάραι γένωνται, πρὸς τὸ ταύτας σχολάσαι, ὑδρομέλιτι ἀναγαργαρίζεσθαι δεῖ. ἢ φακῆς ἀφε‐ ψήματι καθ’ αὑτὸ καὶ μετὰ ὑσσώπου ἢ ἴρεως ἢ κολυμβά‐ | |
5 | δων ἐλαιῶν ὕδατι ἀναγαργαριζέσθω, ἢ κρόκου βραχὺ καὶ σμύρνης μετὰ βραχέος γλυκέος ἀναζεσθέντα. ἢ σῦκα παρε‐ ψήσας, παρέμπλασον αὐτοῖς ὠμήλυσιν καὶ χυλώσας διήθη‐ σον καὶ τῷ χυλῷ χρῶ. ἢ τῷ τῶν σύκων ἀφεψήματι μίξας νᾶπυ ὀλίγον, δίδου ἀναγαργαρίζεσθαι· φλέγμα γὰρ ἄγει | |
10 | καὶ λύει τὴν φλεγμονήν. [Πρὸς δὲ τὰς ἀποστάσεις τὰς ἐν παρισθμίοις.] Συμ‐ φέρει τι τῶν εἰρημένων· ἀφρονίτρῳ λείῳ παράπτου, ἐνίοτε δὲ καὶ ἄνθος νίτρου μίσγε. ἀποχύει γὰρ τὰς ἐσχάρας καὶ τήκει τὰς ἀποστάσεις ἐν διακλύσματι διδόμενον. καὶ στακτῇ | |
15 | κονίᾳ πρασίου χυλὸς διηθείς· ἢ αὐτὸ τὸ πράσιον τὴν βο‐ τάνην ἐν ὑδρομέλιτι ἑψηθεῖσαν· ἢ πηγάνου ἀφέψημα μετὰ πρασίου ἢ καθ’ ἑαυτὸ ἢ ἐν ὑδρομέλιτι καθεψηθὲν ποιεῖ. | |
καὶ ὁ χυλὸς ἀναγαργαριζόμενος καὶ ὀρόβων ἀφεψήματι ἀνα‐ | 437 | |
14.438 | γαργάριζε ἢ μίσυ μίσγων μετὰ κηκίδος ὀμφακίνης καὶ μυρ‐ σίνης ἐξ ἴσου λειοτριβήσας μετὰ στυπτηρίας ὑγρᾶς καὶ μέ‐ λιτος ἴσον μίσγων διάχριε. τοῦτο οὐ μόνον ἐσχάρας ἐκβάλ‐ λει, ἀλλὰ καὶ τὰς ἀντιάδας τήκει θαυμαστῶς. ἢ δέλφακος | |
5 | αἵματι χρίσας τὰς χεῖρας καθάψου τοῦ τραχήλου τρίς. ἄλλο. κοχλίας γυμνοὺς βάλε εἰς πολτάριον καὶ καῦ‐ σον καὶ λειώσας τὴν τέφραν ἀναλάμβανε μέλιτι λείῳ, διά‐ χριε· ἀπαράβατόν ἐστιν. Κεφ. ιβʹ. [Πρὸς τὰ τοῦ βρόγχου καὶ φάρυγγος πάθη.] | |
10 | [αʹ. Πρὸς παρεκκοπὰς καὶ ἐλαττώσεις τῆς φωνῆς.] Βολ‐ βοὺς δύο μετὰ μέλιτος δίδου φαγεῖν ὠμούς. ὠφελεῖ δὲ καὶ τὸ σῦκον ἑψόμενον καὶ ἀναγαργαιζόμενον μετὰ λιβάνου καὶ σμύρνης. ποιεῖ δὲ καὶ τὸ θεῖον ἄπυρον μετὰ ὠῶν λαμβα‐ νόμενον κοχλιάρια βʹ. ἢ γʹ. ἄλλο. λαβὼν ἀμύγδαλα πικρὰ | |
15 | κʹ. σπέρματος λίνου κεκαυμένου 𐅻 δʹ. τραγακάνθης τῆς ἐν ὕδατι βεβρεγμένης 𐅻 βʹ. στροβίλους λʹ. τῷ μέλιτι ἀναλα‐ | |
βὼν χρῶ. ἄλλο. τοῦ γλήχωνος 𐅻 δʹ. σπέρματος λίνου, | 438 | |
14.439 | πεπέρεως, καλαμίνθης ἀνὰ 𐅻 βʹ. πετροσελίνου 𐅻 αʹ. μέ‐ λιτος λίτρ. αʹ. [βʹ. Πρὸς τοὺς ἤδη πνιγομένους.] Ἀνθρωπείαν κό‐ προν εἰς ῥάκος ἐνδήσας καὶ καύσας δίδου πιεῖν· τοῦτο τοῖς | |
5 | ἤδη πνιγομένοις βοηθεῖ. ἄλλο. ποιεῖ δὲ καὶ κόπρος αἰγεία σὺν μέλιτι καὶ πίσσῃ ὑγρᾷ διαχριομένη ἐπὶ τῆς συναγγικῆς ἄκρως. ἢ πηγάνου χυλῷ καὶ γάλακτι κλύζε διὰ κλυστῆρος τὸν φάρυγγα τοῦ συναγχικοῦ· κατασπᾷ γὰρ δάκρυον πολὺ καὶ κουφίζει. ἄλλο. οὖρον συνεχῶς ἀναγαργαριζόμενον ὑγιά‐ | |
10 | ζει· δεῖ δὲ συναναγαργαρίζεσθαι καὶ χυλὸν κράμβης. [γʹ. Πρὸς τὰς τῶν παίδων ἐσχάρας.] Τὰς ἐν τῷ φάρυγγι γιγνομένας διάχριε· εἶτα δίδου ἀριστολοχίαν ἐν οἴνῳ ἑψήσας ἀναγαργαρίζεσθαι. τάχιστα θεραπεύει. [δʹ. Πρὸς ὀστᾶ ἀκαφθέντα καὶ πάντα ἐκ τοῦ βρόγχου | |
15 | ἐκβαλεῖν.] Ὕδατος καὶ ἐλαίου τὸ ἴσον εἰς τὸ στόμα ἐγχέας κατεχέτω ἕως ἐκβάλῃ τὸ καταποθέν. ἐάν τις ἐσθίων καὶ κα‐ | |
ταπίνει καὶ πνίγεται, ἐκ τοῦ αὐτοῦ οὗ τρώγει εἰς ἑκάτερον | 439 | |
14.440 | ὠτίων ἐπάνω ἐπιτιθέτω καὶ ἐπὶ τὴν κεφαλήν· ὑποβιβάζεται γὰρ τὸ καταποθὲν καὶ πνῖγον. [εʹ. Πρὸς βδέλλας ἐκ βρόγχου ἐκβαλεῖν.] Ἀναγαρ‐ γαριζέσθω θαλασσίαν ἅλμην. ἄλλο. ἐλαίου ἢ ὀποῦ Κυρη‐ | |
5 | ναϊκοῦ τὸ μέγεθος ὀρόβου τρίψας μετὰ ἀκράτου δίδου πιεῖν θερμόν. ἢ χυλὸν ἀναγαλλίδος πότιζε ἢ ὄξος μετὰ θύμου δριμύ· μετὰ δὲ ταῦτα ἀναγαργαριζέσθω θερμῷ ὕδατι. Κεφ. ιγʹ. [Πρὸς τὰ τοῦ θώρακός τε καὶ πνευμονῶν πάθη καὶ πρῶτον πρὸς κατάῤῥους.] Τυρὸς παλαιὸς λαμ‐ | |
10 | βανόμενος ὠφελεῖ, ἀναξηραίνει γὰρ αὐτούς. ἐν ἐλαίῳ πα‐ λαιῷ διάχριε τοὺς μυκτῆρας συνεχῶς, ἢ θείῳ καὶ σμύρνῃ τετριμμένῃ μετ’ οἴνου καὶ μέλιτος καὶ ἐλαίου. [Πρὸς βῆχας.] Σῦκα βαπτόμενα εἰς ἄκρατον καὶ λαμβανόμενα ὠφελεῖ. ἄλλο. ῥητίνην τερεβινθίνην σὺν μέλιτι | |
15 | ἑψῶν δίδου ἐκλείχειν· καὶ οἶνον κεκραμένον γλυκεῖ δίδου ἐπιῤῥοφεῖν. [Ἄλλο παιδίοις μᾶλλον ἁρμόζον.] Πητυὰν | |
καθαρὰν ἀναλάμβανε μέλιτι ἑψηθέντι καὶ δίδου. ἄλλο. λυ‐ | 440 | |
14.441 | κοῦργον τὸν λεγόμενον κυνὰ ψιλὸν δίδου φαγεῖν. ἄλλο. σκόροδα ἑφθὰ μετὰ μέλιτος ὠφελεῖ. ἄλλο. σκίλλαν λαβὼν περιό‐ ρυξον αὐτῆς τὴν κεφαλὴν καὶ βαλὼν ἐκεῖ ὠὸν, περιπήλωσον τὸν τόπον καὶ ὀπτήσας δὸς φαγεῖν. | |
5 | [Πρὸς τοὺς διηνεκῶς πυρέσσοντας.] Ὑσσώπου δεσμί‐ διον μετὰ ὕδατος εἰς τρίτον ἐκζέσας δὸς πιεῖν νήστει ἐπὶ ἡμέρας λʹ. εἰς θερμὸν, παιδίοις δὲ καὶ μετὰ ἰσχάδων. ἄλλο. πτερίνην κόψας καὶ σήσας ἐπίπασον ὡς ἄλφιτα εἰς τὸν τόπον. ποιεῖ δὲ τοῦτο καὶ πρὸς αἱμοπτοϊκοὺς καλῶς. ἄλλο. | |
10 | σίνηπι κόψας καὶ λειοτριβήσας δίδου κοχλιάριον αʹ. μετὰ οἴνου κυάθων βʹ. πίνειν ἑξῆς ἐπὶ ἡμέρας γʹ. [Πρὸς τὰς νυκτερινὰς βῆχας.] Ἡδύοσμον τρίψας βάλε εἰς ὄξος καὶ δίδου ῥοφεῖν. [Ὑποκαπνισμὸς πρὸς τὴν βῆχα.] Στύρακος, μαστί‐ | |
15 | χης, πεπέρεως, πετροσελίνου ἀνὰ 𐅻 αʹ. σανδαράχης 𐅻 στʹ. ἀκρόδρυον τῆς δάφνης αʹ. τοῖς ἄνθραξιν ἐναπτομένοις ἐπιθὲς | |
καὶ καλάμῳ τὸν παπνὸν ἐν τῷ στόματι δέχηται ὁ πάσχων. | 441 | |
14.442 | [Πρὸς ἀσθματικούς.] Σκίλλαν ἑψήσας ἐν οἴνῳ ἢ με‐ λικράτῳ πίνειν δίδου. ποιεῖ καὶ πνεύμων ἀλώπεκος ξηρὸς καταξυόμενος εἰς οἶνον μέλανα καὶ πινόμενος. ἄλλο. κάρδα‐ μον λευκὸν κόψας καὶ μίξας μέλιτι δὸς ἐκλείχειν. | |
5 | [Πρὸς δυσπνοοῦντας.] Λαβὼν προβάτων τὰς κατὰ τὸν δακτύλιον τρίχας καὶ καύσας καὶ τρίψας ἐν γλυκεῖ δὸς πιεῖν. ἄλλο. θεῖον ἄπυρον δὸς πιεῖν μετὰ οἴνου κοχλιάρια δʹ. [Πρὸς ὀρθοπνοϊκούς.] Στρούθιον ἐν ὕδατι θερμῷ δὸς πιεῖν. ἄλλο. ἀείζωον μετὰ μέλιτος δίδου λεῖον ἐκλείχειν | |
10 | ἢ βολβὸν ἢ ἀβρότονον, ὡς χόνδρον δίδου μεθ’ ὑδρομέλιτος ἢ ὑσσώπου ἑφθῶν δίδου σὺν ὑδρομέλιτι, ἢ στοιχάδα τὴν βοτάνην, ἢ καστόριον μετὰ γλυκέος πινόμενον, ἢ σκίλλης τὸ ἐντὸς μετὰ ὀξυμέλιτος. [Πρὸς αἱμοπτοϊκούς.] Συμφύτου ῥίζαν δὸς φαγεῖν | |
15 | ὅσον δύναται καὶ τῇ αὐτῇ ἡμέρᾳ ὄξος μὴ ἁπτέσθω. ἄλλο. Σαμίας γῆς ἀστέρα δίδου, ὁτὲ μὲν μετὰ πολυγόνου χυλοῦ, | |
ὁτὲ δὲ καθ’ ἑαυτό. ἔλεγε δὲ Ἱππίων ὁ Κενταύριος πρὸς | 442 | |
14.443 | αἱμοπτοϊκούς· καλῶς ποιεῖ κνίδης χυλὸς διδόμενος σὺν οἴνῳ κυάθων γʹ. ποιεῖ δ’ ἐπὶ τούτῳ καὶ ὄξος ῥοφόμενον καὶ μάλι‐ στα ὁ σκιλλίτης. ἔτι δὲ χυλὸς ἡδυόσμου καὶ τραγακάνθης ὑπὸ τὴν γλῶσσαν κατεχόμενος. | |
5 | [Πρὸς τοὺς ἔκ τινος βίας εἰς τὰ ἔνδον αἱμοῤῥαγοῦν‐ τας.] Λαβὼν ἀμπελίνην σποδὸν ὄξει κατάσβεσον καὶ ἐπι‐ χέας πλεῖον ὄξος δεῦσον καὶ διήθησον διὰ ῥάκους, καὶ μίξας ὕδατι ὀλίγῳ δὸς πιεῖν ὅσον κοχλιάρια στʹ. τοῦτο καὶ στύ‐ φει τὸν αἱμοῤῥαγήσαντα τόπον καὶ τὸ πηχθὲν αἷμα καὶ | |
10 | βρωθὲν ἐκκρίνει καὶ ἵστησι τὴν αἱμοῤῥαγίαν. ἴσχαιμον γάρ ἐστι τῶν ἐντὸς αἱμοῤῥαγιῶν. [Πρὸς πᾶσαν αἱμοῤῥαγίαν.] Συμφύτῳ μετ’ ὄξους κα‐ τάπλασσε τὸ πρόσωπον, ἐὰν μὲν ἀπὸ μυκτῆρος ᾖ· ἐὰν δὲ ἀπὸ θώρακος τὸ στέρνον· ἐὰν δὲ ἀπὸ κύστεως ἢ μήτρας | |
15 | ἢ νεφρῶν καὶ τὰ ἰσχία κατάπλασσε. [Πρὸς ἀναφορικοὺς καὶ φθισικούς.] Κόμ‐ | |
μεως τὸ μέλαν καθεψήσας διὰ γλυκέος δίδου ὑπὸ γλῶσσαν | 443 | |
14.444 | κατέχειν καὶ καταπίνειν· ποιεῖ γὰρ πρὸς ἀναφορικοὺς κόμ‐ μεως τὸ μέλαν καὶ πρὸς βῆχα καλῶς. [Φθίσιν μὴ τελείαν παῦσαι.] Πνεύμονα ἐλάφου κα‐ λάμῳ ἐξελὼν καὶ ξηράνας λειοτρίβησον καὶ δίδου κοχλιάρια | |
5 | γʹ. μετὰ μέλιτος κυάθων γʹ. εἶτα διαστήσας ὀλίγας ἡμέρας δὸς πάλιν πιεῖν. [Ἐπὶ τῶν φθισικῶν καὶ τῶν ἀγόντων αἱμόπυα.] Χρώ‐ μεθα τῷ ταρίχῳ μετ’ ἄρτου διδόντες ἐσθίειν, οὕτως βρέ‐ χοντες αὐτὸ εἰς ὕδωρ τρὶς ἢ τετράκις, ἕως οὗ πλυνόμενον | |
10 | τὸ ὕδωρ μὴ ἐνδιδοῖ ἅλμην εἰς αὐτὸ, ἐνδεσμεύοντες αὐτὸν εἰς χάρτην ὀπτῶμεν καὶ δίδομεν χωρὶς οἰνομέλιτος ὀλίγον ἐπιχέοντες. Ἡρόφιλος δὲ ἐπ’ αὐτῷ χωρὶς τινὸς δίδωσι ταρίχους σὺν ἄρτῳ καὶ ἐπιπίνειν ὕδωρ κελεύει, λέγων ὅτι ἐπείπερ ἅλες ἐπὶ ταρίχῳ συστρέφουσι τὴν κοιλίαν, οἶνος δὲ | |
15 | δοθεὶς λύει. χρώμεθα δὲ καὶ σκίλλῃ ὀπτῇ καὶ μετὰ ταρί‐ χου ἐν αὐτῇ καὶ ἀνακαθαίρονται ἰσχυρῶς. καὶ πράσοις δὲ μετὰ ἄρτου. εἶτα ὅταν δόξωσιν ἀνακεκάρθαι ἐπιμελῶς καὶ | |
εἰ ἀσθενέστεροι ὦσιν, ἀνατρέφομεν αὐτοὺς κρέασι καὶ τοῖς | 444 | |
14.445 | ὁμοίοις, τῇ αὐτῇ δ’ ἀγωγῇ χρώμεθα καὶ ἐπὶ τῶν συῤῥαγέν‐ των ἀποστημάτων ἐν τοῖς πρὸς κάθαρσιν. καὶ ἰχθὺς δὲ ἡ βοτάνη μετὰ ἀξουγγίου ἀνάλου διδομένη τρώγειν τοὺς ἀνα‐ φορικοὺς καὶ βήσσοντας ποιεῖ καλῶς. | |
5 | [Πρὸς τὴν αἵματος πτύσιν ἢ ἀναγωγήν.] Ποιεῖ καὶ γῆ σφραγὶς καὶ οἱ τροχίσκοι ἐκ τοῦ ἠλέκτρου καὶ τροχίσκοι ἐκ κοραλλίου καὶ ἡ θηριακὴ ἐν κλίνῃ διδομένη. Κεφ. ιδʹ. [αʹ. Πρὸς πλευριτικούς.] Φλοιοῦ ῥίζης δίδου πίνειν. κυμίνου ἐπὶ τὰ ὄψα ἐπίπασον ὕδατι καὶ δὸς | |
10 | πιεῖν. ἄλλο. πηγάνου κλωνία εʹ. δίδου λειάνας καθ’ ἡμέραν. ἢ στοιχάδος βοτάνης τρισὶ δακτύλοις δίδου. τριφύλλου σπέρμα πότιζε. πάνακος ῥίζαν πότιζε. χαμαιπίτυν ὁμοίως. [βʹ. Πρὸς πλευρίτιδα.] Εἰ μὲν οὖν ἄχρι κλειδὸς ἡ ὀδύνη διατείνῃ, φλεβοτομητέον αὐτούς. εἰ δὲ εἰς ὑποχόν‐ | |
15 | δριον κάτω, καθαρτέον καὶ κλυσμοῖς δριμέσι χρηστέον. καὶ εἰ μὲν μέτριον ᾖ τὸ ἄλγημα, μετὰ τὸ κλύσμα δοτέον αὐτοῖς | |
μελίκρατον καὶ τὸν πτισάνης ἢ τοῦ χόνδρου χυλόν· παρα‐ | 445 | |
14.446 | κμάσαντος δὲ τοῦ πάθους, ἐμβλητέον τοῖς χυλοῖς καλαμίν‐ θην ἢ πράσιον. ποιεῖ καὶ τῆς κνίδης σπέρμα σὺν μέλιτι. πρὸς τὰ δὲ σφοδρὰ τῶν ἀλγημάτων μετὰ τὴν κένωσιν πα‐ ρηγορητέον, ὡς ταῖς διὰ κέγχρον καὶ πιτύρων ἐν μαρσίππῳ | |
5 | πυρίαις ἢ διὰ θερμοῦ ὕδατος ἢ ἐλαίου ἐν κύστῃ ἢ διὰ ἐρίου οἰσυπηροῦ σὺν ἐλαίῳ καὶ οἴνῳ τεθαλασμένῳ ἐπιτιθε‐ μέναις. περὶ δὲ τὴν τετάρτην ἡμέραν θρέψον τοῖς ῥοφήμασι σὺν ὀλίγῳ μέλιτι. μετὰ δὲ τὴν ἑβδόμην καὶ τῇ πηγανερᾷ ἐμπλάστρῳ κατὰ τῶν ὀδυνωμένων χρησώμεθα τόπων. καὶ | |
10 | βολβοὶ δὲ σὺν ὀξυγγίᾳ τεθέντες πολλάκις ἤρκεσαν. δοτέον ἔκλεγμα διὰ στροβιλίων καὶ ἀμυγδάλων πικρῶν καὶ λινο‐ σπέρμου καὶ ἀμύλου. [γʹ. Τὸ χρίσμα καλόν.] Λαβὼν βδέλλιον, κόστον, κράμβης καυλοὺς καυθέντας τῇ τέφρᾳ καὶ στέατι μιγισμένα. | |
15 | διαφορητικὸν καὶ ἰσχυρῶς ἐστὶ τὸ φάρμακον. Κεφ. ιεʹ. [Πρὸς τὰ μαστῶν πάθη.] [αʹ. Πρὸς τοὺς μαστοὺς κεκλιμένους ὀρθῶσαι.] Λαβὼν γῆν | |
γραφικὴν, μετὰ μέλιτος ἑψήσας εἰς ῥάκος ἐπιτίθει ἀπὸ | 446 | |
14.447 | ὄρθρου ἕως ἑσπέρας. εἶτα σπόγγον ἐκ χύτρας ἐπιτίθει, ἕως ἀποσπάσῃς τὸ κατάπλασμα. ποιεῖ δὲ τοῦτο καὶ ὀρθοὺς καὶ τεταμένους. κατάπλασσε δὲ ἐπὶ πάχος, ἐὰν θέλῃς ἐνερ‐ γότερον αὐτὸ ποιῆσαι κηκίδος ὀμφακίτιδος γο. ιʹ. | |
5 | [βʹ. Μαστοὺς μένειν ἁπαλοὺς ἐπὶ πολλὰ ἔτη.] Κω‐ νείῳ κατάπλασσε καρυϊστίῳ. [γʹ. Μαστοὺς μείζονας μὴ γίνεσθαι.] Χοῖρον ἐκτε‐ μὼν τῷ αἵματι κατάχριε τοὺς μαστοὺς καὶ οὐκ αὔξονται. [δʹ. Πρὸς τὸ ξηραίνειν τὸ γάλα.] Κρητάριον λειωθὲν | |
10 | ὄξει καὶ καταχρισθὲν καὶ ἐπιτιθέμενα τὸ γάλα ἵστησι. [εʹ. Πρὸς φλεγμονὴν ἢ ἀπόστημα τῶν μαστῶν.] Κι‐ μωλίαν, λίβανον καὶ ἔλαιον ῥόδινον διαμίξας ἐπιτίθει. ἄλλο. κατ’ ἀρχὰς μὲν σπόγγον ἁπαλὸν ὀξυκράτῳ χλιαρῷ βρέξας καὶ ἐκπιάσας ἐπιτίθει καὶ ἐπιδέσμει. ἄλλο. φοίνικας καὶ | |
15 | ἄρτου ψίχιον συντρίψας ὀξυκράτῳ καὶ χλιαρὸν ἐπιτίθει. ἄλλο. κορίαννον, στυπτηρίαν καὶ ψύλλιον μετὰ κηρωτῆς ἐπιτίθει. ἄλλο. ἄρτον μετὰ περδικιάδος χλωρᾶς ἅμα κηρωτῇ ἐπιτίθετι | |
τὴν ἡμέραν. ἄλλο. ἄρτον σὺν μελικράτῳ ἢ μέλιτι ἢ οἴνῳ | 447 | |
14.448 | κατάπλασσε. εἰ δὲ μὴ φέροιεν τὸ βάρος καταβροχῇ διὰ γλυκέος ἐλαίου χρηστέον θερμοῦ δι’ ἐρίων τρυφερῶν. πυρια‐ τέον δὲ αὐτοὺς ἀτμῷ θερμοῦ ὕδατος ἢ ἀφεψήματι τήλεως ἢ ἀλθαίας ἢ σελινοσπέρμου. | |
5 | [στʹ. Πρὸς ἐφέλκειν τὸ γάλα.] Ῥάφανον σὺν πιτύ‐ ροις ἐν οἴνῳ ἑψήσας καὶ ἠθήσας δίδου πίνειν. ἄλλο. σήσα‐ μον σὺν οἴνῳ γλυκεῖ δίδου πίνειν. ἄλλο. ἄνητον ἢ αὐτοῦ σπέρμα ἑψήσας σὺν σαρξὶ ἢ τοῖς τὴν γάλακτος εὐπορίαν ποιέουσιν. ἄλλο. πίτυρα σὺν ῥίζαις τοῦ μαράθρου ἑψήσας | |
10 | ἐν ὕδατι δίδου πίνειν. ἄλλο. μελανθίνου 𐅻 αʹ. τίθετι ἐν μελικράτῳ καὶ δίδου. ἄλλο. πράσον ἑψήσας ἐν ὕδατι καὶ δίδου πίνειν αὐτοῦ ἀφέψημα. ἢ πράσον τρίψας καὶ ἠθή‐ σας δίδωτι τὸ ὕδωρ πίνειν. ἄλλο. χυλὸν μαράθρου δίδου πίνειν. ἄλλο. ῥίζαν μαράθρου καὶ ῥηθὴν κεκαυμένην ἑψή‐ | |
15 | σας ἐν ὕδατι καὶ τὸ βούτυρον διαμίξας δίδου πίνειν. ἄλλο. ἀφέψημα ἱππομαράθρου δίδου πίνειν. ἢ δίδου καὶ κατε‐ σθίειν αὐτὸν ἱππομάραθρον. ἄλλο. καρδάμωμον σὺν οἴνῳ | |
δίδου πίνειν. ἄλλο. σπέρμα τοῦ ἄγνου δίδου σὺν οἴνῳ | 448 | |
14.449 | πίνειν. ἄλλο. χυλὸν τεύτλου δίδου πινόμενον. δεῖ δὲ τοῖς δρι‐ μέσι καὶ ἀλμυροῖς καὶ ὀξέσι καὶ λαχάνοις ἀπέπτοις ἀπέχεσθαι. [ζʹ. Πρὸς κωλύειν τὸ γάλα.] Μαστοὺς τῷ ὕδατι θαλασσίῳ πυριάσας καὶ αὐτοῖς τὰ στυπτικά τε καὶ ξηραν‐ | |
5 | τικὰ πρόσθες. [ηʹ. Διαφυλακτικὰ μαστῶν, οἷς αὐταὶ διὰ πολλοῦ τε‐ ταμέναι καταμένουσι.] Κιόνιον λεάνας μαστῷ ἐπιτίθει ἐπὶ ἡμέρας θʹ. καὶ τὸ σπόγγον ἔξωθεν τῷ ὀξυκράτῳ βρεχόμενον. ἄλλο. κύμινον σὺν ὕδατι τρίψας κατάπλαττε τοὺς τιτθοὺς, | |
10 | εἶτα ἔξωθεν ἐπιθεὶς σπόγγον ἀπὸ ὀξυκράτου σφίγγε τὸ στῆ‐ θος δεσμίδι· μετὰ δὲ τρεῖς ἡμέρας τὸ κύμινον ἄρας κατά‐ πλαττε τοὺς τιτθοὺς κρίνου βολβῶν μετὰ μέλιτος· καὶ δήσας πάλιν ἔα τρεῖς ἡμέρας. καὶ τοῦτο ποίει τρεῖς τοῦ μηνός. Κεφ. ιστʹ. [Πρὸς δυσώδεις ἱδρῶτας καὶ | |
15 | μασχάλας.] Ἀσάρῳ χρῖε τὰς μασχάλας ἀπὸ βαλανείου καὶ πρωῒ καθ’ ἡμέραν. ἢ στυπτηρίαν ὑγρὰν κατάχριε καθ’ ἡμέραν. ἢ ὠκίμου σπέρμα δι’ οἴνου καὶ μέλιτος κατάχριε· τοῦτο αἴρει τὰς δυσωδίας τῶν μασχαλῶν. ἢ κονίαν πρόσπλασσε | |
λεπτήν. ἄλλο. μολύβδαινον καύσας καὶ οἴνῳ εὐώδει κατα‐ | 449 | |
14.450 | σβέσας τρῖβε μετ’ οἴνου ὀλίγον σμύρνης ἐπιβάλλων ἄχρι γλοιοῦ πάχους καὶ χρῶ. Κεφ. ιζʹ. [αʹ. Πρὸς στομαχικούς.] Κεδρίας κο‐ χλιάρια δύο, ἐλαίου ὠμοτριβοῦς κύαθον ἴσα μίξας δὸς | |
5 | ῥοφῆσαι. τοῦτο πάντα πόνον παντελῶς ἀποθεραπεύει. ἔστι δὲ τοῦ Σεραπίωνος ἀπαράβατον. ἄλλο. ἄνισον εἰς ὀθόνιον ἐνδήσας κάθυγρον καὶ ἀποβρέξας εἰς ὕδωρ θερμὸν δίδου καταῤῥοφεῖν. [βʹ. Πρὸς ἀτόνους καὶ ναυτιῶντας.] Ἡδυόσμου κλῶ‐ | |
10 | νας βʹ. ἢ γʹ. ῥοᾶς γλυκείας χυλῷ καὶ ὄξει ἀναζέσας δὸς καταῤῥοφεῖν. ἄλλο. ἀκτέος τὰ ἁπαλὰ φύλλα καθαρίως διὰ ὕδατος δίδου πιεῖν, ἀπαράβατόν ἐστι. [γʹ. Πρὸς δηγμοὺς ἄνευ τοῦ ἀναχεῖσθαί τι χολῶδες.] Τραγορίγανον λεάνας ἐν ὕδατι ἴσα δίδου καταῤῥοφεῖν γα‐ | |
15 | λακτῶδες ποιῶν τὸ κρᾶμα. [δʹ. Πρὸς τὰς τοῦ στομάχου ἀτονίας.] Σίνηπι πε‐ φρυγμένον λεῖον μετὰ ὕδατος δίδου πίνειν. | |
[εʹ. Ἐπίθεμα πρὸς στομαχικοὺς καὶ ὑποχονδριακούς.] | 450 | |
14.451 | Τρύγα ξηρὰν ἀναλάμβανε κηρωτῇ ἢ μυρσίνῃ ἢ ῥοδίνῃ, καὶ χρῶ. [στʹ. Πρὸς λυγμόν.] Ἐὰν ἅπαξ ἐπαίσθῃ τοῦ λυγμοῦ, τὸν δάκτυλόν σου τῆς ἀριστερᾶς χειρὸς τὸν ἀσπαστικὸν τρὶς | |
5 | κράτησον, ἢ ὄξος ἐπιῤῥοφησάτω, ὥστε καὶ κύμινον καὶ χόν‐ δρον· ἢ ἐμεσάτω καὶ παύσεται· ἢ πνεύματος κατοχὴν ποιείτω· ἢ πταρμοῖς χρήσθω· ἢ πήγανον μετὰ οἴνου πινέτω· ψωμὸν ἐν ὄξει δεύσας καταπινέτω· ἢ ὀστάριον χοίρειον τῇ χειρὶ ἀνατριβέτω. παύει δὲ τοὺς λυγμοὺς καὶ ἔκπληξις. | |
10 | [ζʹ. Πρὸς τὴν τοῦ στομάχου ὀδύνην.] Καστόριον δίδου πίνειν δι’ ὀξυκράτου· καὶ εἰ μὲν φύσημα τὸ αἴτιον ᾖ, ἑψήσας ἐν ἐλαίῳ κύμινον, δαύκου σπέρμα καὶ πετροσέλινον κατάχριε· εἰ δὲ τὸ ψῦχος, ἕψε τὰς ἐν ἐλαίῳ δαφνίδας καὶ πήγανον καὶ μελάνθιον καὶ μαράθρου σπέρμα. ἐπὶ δὲ τῆς | |
15 | μέσης ὀδύνης ποίει τὰ πυρία διὰ κέγχρων. ὠφελεῖ σικύα εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλόν. [ηʹ. Πρὸς ἀτονίαν στομάχου.] Ὠφελεῖ ἔλαιον μήλινον | |
ἢ διὰ χυλοῦ τῶν ῥόδων. ἄλλο. τὸ σινήπεως σπέρμα κεκαυ‐ | 451 | |
14.452 | μένον τρίψας καὶ σὺν ὕδατι δίδου πίνειν. ἄλλο. λαβὼν μαστίχης, ἀλόης, στύρακος ἀνὰ μέρη βʹ. ἀψινθίου, οἰνάνθης ἀνὰ μέρη γʹ. μηλίνου μέρη δʹ. οἴνου τὸ ἀρκοῦν, ῥόδων μέρη βʹ. ταῦτα λειούμενα ἀναλαμβάνεται πορφύρᾳ ἢ ἐρίῳ καὶ | |
5 | ἐπιτίθεται τῷ στομάχῳ. τινὲς καὶ κῦφι καλούμενον, τινὲς δὲ καὶ κηρὸν προσπλέξαντες κηρωτὴν ποιοῦσιν. ἄλλο. ἡδυόσμου κλῶνας βʹ. ἢ γʹ. ἐν τῷ ῥοιᾶς γλυκείας χυλῷ καὶ τῷ ὄξει δίδου πίνειν. Κεφ. ιηʹ. [αʹ. Πρὸς χολέραν καὶ ἔμετον | |
10 | καὶ εἰλεὸν καὶ κόπρον ἐμοῦντας.] Ὀλβίνος οἶνος ἐπὶ τῶν χολερικῶν εὔθετός ἐστι· καὶ γὰρ εὐστόμαχος καὶ πρὸς κοι‐ λίαν ποιῶν. [βʹ. Ἔμετον παῦσαι.] Πολυγόνου χυλῷ χρῖε τὰ ἐσθιόμενα. ἄλλο. ἀψίνθιον ἑψήσας ἐν ὕδατι, εἰς τρίτον | |
15 | μέρος καθεψηθέντος πιεῖν, πρὸς τὴν ἕξιν ἀποβλέπων. ἢ κενταυρίου ἢ θύμου ἢ μυρτίδας μελαίνας. [γʹ. Ὥστε ἐμέσαι ἀλύπως.] Σαμψύχου φύλλα δὸς | |
φαγεῖν. ἄλλο. στακτῇ κονίᾳ χρῖε τὸ ἔσχατον ποτήριον. | 452 | |
14.453 | [δʹ. Πρὸς εἰλεὸν θαυμαστὸν καὶ κόπρον ἐμοῦσι.] Ποίησον οὕτω. ἑψήσας ἔλαιον ἐξ ἀνήθου δὸς πιεῖν· ἕως δὲ τοῦτο ἑψηθῇ, αὐτὸν εἰς θερμὸν καχλάζον ἔμβαλε καὶ μετὰ τὸ πιεῖν τὸ ἔλαιον θερμοὺς τοὺς ψωμοὺς δὸς φαγεῖν. | |
5 | σωθήσεται καὶ ἐὰν ἤδη πνίγεται. τούτῳ ἔσωσα ἡγεμόνα κατὰ τὴν ἡμετέραν Ἀσίαν. [εʹ. Πρὸς τοὺς πυκνὰ ἐμοῦντας.] Ῥοῦν καὶ κύμι‐ νον τρίψας ἐν τῷ αὐτῷ δὸς πίνειν ὀξυμέλιτι κυάθων στʹ. οὐγγίαν αʹ. | |
10 | [στʹ. Πρὸς χολερικοὺς λίαν καλόν.] Ἡδύοσμον ἐν οἴνῳ δὸς πιεῖν, ἐὰν ἀπύρετος ᾖ. καὶ βοτάνην πενταδάκτυλον ξη‐ ράνας δὸς πιεῖν. λειάνας ἐν οἴνῳ διὰ κυάθων ζʹ. ἢ διὰ ὕδατος θερμοῦ κυάθων βʹ. εὐθέως ἄπονος ἔσται. ἄλλο. κο‐ χλίαν τρίψας σὺν τῷ κελύφει δίδου πιεῖν. | |
15 | [ζʹ. Πρὸς τὴν τῶν ἐμέτων ἐποχήν.] Ἀμπέλων φύλλα καὶ ἕλικας χυλίσας μετὰ ἀλφίτων δίδου πιεῖν νήστει ἐν ὕδατι κοχλιάριον ἕν. ἄλλο. πάνακος ὀβολὸν ἐν οἴνῳ καὶ | |
ἐλαίῳ θερμῷ πότιζε. | 453 | |
14.454 | Κεφ. ιθʹ. [Πρὸς ἡπατικούς.] Πετροσελίνου σπέρ‐ ματος κοχλιάριον αʹ. ἡδύοσμον πασσόμενον καὶ πινόμενον ὠφελεῖ. ἄλλο. ἡ καλουμένη ἄκαπνος βοτάνη κλυθεῖσα καὶ εἰς τροχίσκους ἀναπλασθεῖσα καὶ ξηρανθεῖσα ἀπονίαν παρ‐ | |
5 | έχει· τρίτον δὲ ποθεῖσα μεθ’ ὕδατος ἀπαλλάσσει. ἄλλο. λύκου ἧπαρ διδόμενον ὠφελεῖ ὁλκῇ δηναρίου διὰ γλυκέος ξέστον. ἄλλο. πεπέρεως λευκοῦ κόκκους θʹ. καὶ σμύρνης μέγεθος καρύου Ποντικοῦ, τρίψας πάντα ὁμοῦ, αἰθρίου ὄντος παρὰ μίαν ποιήσεις ἡμέραν ἢ τρεῖς. ἄλλο. ἧπαρ ἵπ‐ | |
10 | που ἀπόθου ἐν κεδρίνῳ γλωσσοκόμῳ. καὶ ἀπὸ τούτου δίδου μετὰ οἴνου Χίου καὶ ὕδατος. οἷς τὸ ἧπαρ ἥλκωται καὶ νο‐ μὴν ἴσχει. ἄλλο. μαλάχης χύλισμα πινόμενον μετὰ μέλιτος ἡπατικοὺς ἰᾶται. ἄλλο. ἀσφοδέλου ῥίζα πινομένη ἰᾶται πό‐ νους ἥπατος. ἄλλο. λευκόϊον πινόμενον ἐπὶ ἡπατικῶν ἔξε‐ | |
15 | στιν εὐθὺς ἀπόνους ποιεῖν. [Ἐπίθεμα πρὸς ἡπατικούς.] Σίλφιον κόψας ἀναλάμ‐ βανε ἀξουγγίῳ παλαιῷ καὶ ἐμπλάσας εἰς ὀθόνην ἐπιτίθει. | |
ἄλλο. σῦκον ἐν μελικράτῳ ἑψήσας καὶ λειάνας μίσγε. ἀψίν‐ | 454 | |
14.455 | θιον λεῖον εἰς πλεῖστον καὶ χρῶ. ἄλλο. κράμβη ὠμὴ καταπλασσομένη ὠφελεῖ ἡπατικοὺς ἐν τάχει. Κεφ. κʹ. [Πρὸς ἰκτερικοὺς καὶ νεφριτικοὺς καὶ λι‐ θάρια μικρὰ ἐξουροῦντας.] Ἀκάνθου ῥίζας ὃ καλεῖται Ῥω‐ | |
5 | μαϊστὶ τρικαρδουμαίας χλωρὰς γʹ. ἐὰν δὲ μὴ, ξηρὰς δʹ. μεθ’ ὕδατος ἕψει ἕως ἥμισυ λειφθῇ καὶ τὴν ῥίζαν ἐκθλίψας δί‐ δου τὸ ὕδωρ πιεῖν. [Πρὸς ἴκτερον καλὸν λίαν καὶ ἐπὶ πολλῶν πεπειραμέ‐ νον.] Ῥαφάνους χλωροὺς σὺν τοῖς φύλλοις λειώσας, τοῦ | |
10 | χυλοῦ μετὰ οἴνου κυάθου αʹ. ἢ δύο, πότιζε δὲ πρὸ τοῦ βα‐ λανείου, ἐὰν νῆστις ᾖ. καὶ εἰς τὸ θερμὸν ἐμβαίνειν ποίει. ὄψει γὰρ τὸν ἴκτερον εἰς τὸ ὕδωρ ἐπιπλέοντα. ἐὰν δὲ πλεί‐ ονα νόσον ἔχῃ, τοῦ χυλοῦ δίδου πιεῖν ἢ ἀγχούσης τῆς ῥίζης ξηρᾶς κοχλιάρια βʹ. λαβὼν μεθ’ ὕδατος κυάθων | |
15 | γʹ. δίδου πίνειν· ἢ θείου ἀπύρου κοχλιάρια δʹ. δίδου ἐν οἴνῳ ἢ βράθυος γο. αʹ. μετὰ οἰνομέλιτος δίδου πίνειν. | |
ἐγὼ μέντοι καὶ τοιούτῳ χρῶμαι ἐναργῶς ποιοῦντι. ἀφρονί‐ | 455 | |
14.456 | τρου γο. βʹ. βρέχων ἐν οἴνῳ Ἀμιναίῳ κυάθων βʹ. καὶ ἐξαι‐ θριάσας τὴν νύκτα ὅλην δίδωμι νήστει πιεῖν· ποιῶ δὲ τοῦτο τριῶν ἡμερῶν ἢ δʹ. ἐφεξῆς καὶ ἰῶμαι. ἄλλο. βοτάνην ὑπε‐ ρικὸν καὶ ἀδίαντον ἐν ὕδατι ἑψήσας δὸς πιεῖν. ἄλλο. μυ‐ | |
5 | ρίκην μετ’ ὄξους τρίψας δὸς πιεῖν, ἰᾶται ἰκτερικούς. ἀπά‐ γων εἰς βαλανεῖον τὸν ἰκτερικὸν καὶ ἐμβιβάσας εἰς τὴν ἐμ‐ βατὴν δίδου σχοίνου ἄνθος γο. ιβʹ. μετ’ οἰνομέλιτος κυάθων γʹ. πιεῖν, βάψει τὴν μακρὰν καὶ ἀπαλλαγήσεται. ἄλλο. βο‐ τάνῃ ῥυβίᾳ χρώμενος τῇ καθημερινῇ διαίτῃ χωρὶς χοιρείου | |
10 | κρέως, κόψας ταύτην καὶ σήσας, δίδου ἐπὶ ἡμέρας στʹ. τῇ αʹ. κοχλιάριον μετὰ κοχλιαρίων δʹ. οἴνου. εἶτα προσαφαιρῶν τοῦ οἴνου δὸς κοχλιάρια θʹ. εἶτα ηʹ. εἶτα ζʹ. εἶτα στʹ. εἶτα εʹ. εἶτα δʹ. εἶτα γʹ. ἐὰν δὲ τῇ λʹ. εἴη κατάλειμμα, δίδου τὰ αὐτὰ ὁμοίως ποιῶν. ἄλλο. ἀνθεμὶς σὺν ὕδατι πινομένη ἴκ‐ | |
15 | τερον ἀποκαταστήσει καὶ ἡπατικοῖς ἄκρως ποιεῖ. ἄλλο. στρούθιον μετὰ μέλιτος καὶ γάλακτος ἰᾶται πινόμενον. ἄλλο. ὀνίσκοι οἱ ὑπὸ τῆς ὑδρίας γεννώμενοι, λεῖοι δι’ οἰνομέλιτος | |
πινόμενοι ἰῶνται ἴκτερον. ἄλλο. ἕρπυλλον ἑφθὸν σὺν ὕδατι | 456 | |
14.457 | πινόμενον ἀποκαταστήσει ἰκτερικούς. ἄλλο. θεῖον ἄπυρον δι’ οἴνου πινόμενον θεραπεύει ἴκτερον, ὅσον κοχλιάριον αʹ. καὶ βʹ. λαμβανόμενον τοῦ σιδήρου ἰὸς καταστήσει ἐν τάχει. ἄλλο. αἰγὸς βοσκάδος ἄφοδον ξηράνας, κόψας σῆσον, δὸς | |
5 | νήστει λουσαμένῳ, οἴνῳ εὐώδει κυάθους δʹ. κοχλιάριον μὴ δειπνήσαντος· πυρέσσουσι δὲ δι’ ὕδατος τὸ αὐτὸ πλῆθος. ἄλλο. χολῆς ἀρκείας ὅσον κύαμον Ἑλληνικὸν δίδου, εἶτα ὕδωρ ἐπιπινέτω. ἄλλο. βράθυος κύαθον αʹ. μετ’ οἰνομέλι‐ τος πινόμενον ἰᾶται ἴκτερον. ἄλλο. λίβανον ἀφέψων τῷ | |
10 | ὕδατι πότιζε. ἄλλο. γῆς ἔντερον λειοτριβήσας δίδου πιεῖν. ἄλλο. ἀριστολοχίας δι’ ὑδρομέλιτος πότιζε. ἄλλο. κιχωρίου χυλοῦ κυάθους δʹ. δὸς πιεῖν καὶ ἰαθήσεται. ἄλλο. εἰς τὸν μέσον οἶκον τοῦ βαλανείου ἱδρώσειν ἐμβίβασον καὶ ἐξελθὼν ἀποθήσει. ἄλλο. κυνείας λευκῆς τῆς καλουμένης γε‐ | |
15 | νούβεως κοχλιάριον αʹ. μετ’ οἴνου καλοῦ κυάθων γʹ. δίδου πιεῖν ἐπὶ ἡμέρας ιʹ. ποιεῖ δὲ καὶ πρὸς κωλικοὺς καὶ πνευ‐ | |
ματώσεις ὁμοίως. | 457 | |
14.458 | [Ἔῤῥινον πρὸς ἰκτερικούς.] Ἐλατήριον ὅσον κύαμον Ἑλληνικὸν διεὶς γάλακτι γυναικείῳ εἰς τοὺς μυκτῆρας ἔγχει, ἄλλο. μελάνθιον ἑψήσας ἐγχυμάτιζε τοὺς μυκτῆρας ἐν βα‐ λανείῳ, ἐκχεῖ τὸν ἴκτερον. | |
5 | Κεφ. καʹ. [Πρὸς σπληνικούς.] Λαπάθου ἀγρίου ῥίζαν κόψας ἐν ὅλμῳ καὶ τρίψας τὸν χυλὸν δίδου πιεῖν ἐπὶ ἡμέρας γʹ. ἀνὰ κύαθον αʹ. ἄλλο. πάνακος ῥίζαν κόψας δὸς νήστει ἐν ὕδατι θερμῷ κυάθων γʹ. κοχλιάριον αʹ. [Πρὸς σπληνικοὺς, κᾂν ὦσιν ἐσκιῤῥωμένοι.] Λαβὼν | |
10 | καππάρεως ῥίζης τοῦ φλοιοῦ γο. βʹ. ὄξους κοτύλης τὸ ἥμισυ, ὕδατος κοτύλην αʹ. ἕψει ἕως εἰς τρίτον κατέλθῃ μέρος καὶ δίδου εὐπέπτῳ ὄντι κύαθον αʹ. ἢ βʹ. καὶ τοῦτο ποίει ἐκ διαστημάτων. ἄλλο. κισσοῦ φύλλα ἑψήσας ἐν ὄξει καὶ κό‐ ψας, ἔκθλιψον τὸ ὑγρὸν, κᾂν ἰσχυρὸς ᾖ, ἄκρατον αὐτῷ | |
15 | δίδου πιεῖν. τοῖς δὲ τῶν τρυφερωτέρων ὕδωρ ἐπιμίσγων τῷ χυλῷ. δεῖ μὲν πρὸ τοῦ πίνειν αὐτοὺς ἀναγκάζειν συχνῶς | |
περιπατεῖν. ἄλλο. κενταυρίου λεπτοῦ γεγηρακότος, κοπτο‐ | 458 | |
14.459 | μένου ἐν ὅλμῳ δίδου κοχλιαρίου τὸ πλῆθος ἀπυρέτοις. ἄλλο. λαγωοῦ σπλὴν πρόσφατος καταπινόμενος, ὥστε τοῖς ὀδοῦσι μὴ ἅπτεσθαι, ὑγιάζει τοὺς σπληνικούς. ἀγνοείτω δὲ ὁ πάσχων ὅ τι κατέπιεν ἐνδεδεμένος τοὺς ὀφθαλμοὺς, ποιεῖ | |
5 | δὲ καὶ ὁ τῶν μήπω βλεπόντων κυνιδίων σπλὴν ὡσαύτως καταπινόμενος. ἄλλο. κυνηγετικοῦ κυνὸς σκυλάκιον λεῖον ξηρὸν δίδου νήστει προσβαλὼν νάρδου ὀλίγης. ἔλεγε δὲ Μάρκελλος ποιεῖν καλῶς πρὸς σπληνικοὺς καρδαμώμου κο‐ χλιάριον αʹ. ἢ βʹ. μετὰ ὄξους σκιλλητικοῦ κυάθου αʹ. ἢ βʹ. | |
10 | διδόμενον πιεῖν ἐπὶ ἡμέρας βʹ. νήστει δίδου. ἄλλο. κισσοῦ ῥίζας ἁπαλὰς ἑψήσας δι’ οἴνου πότιζε. ἢ ὠμὰς κόψας πό‐ τιζε δι’ οἴνου. ἄλλο. ὀνίδας ξηρὰς διάλυσον ὄξει καὶ διηθή‐ σας δι’ ὀθόνης δίδου πιεῖν. ἄλλο. ῥαφάνου χυλὸν λειοτρι‐ βήσας δι’ ὀξυμέλιτος δὸς ἐπὶ ἡμέρας γʹ. τῆς ἡμέρας ἀνὰ | |
15 | κυάθους βʹ. πιεῖν, τήκει τὸν σπλῆνα. ἄλλο. σκωρίαν σιδή‐ ρου δίδου πιεῖν, ὅσον κοχλιάριον μετὰ ὀξυκράτου. ἄλλο. ἴριν μακρὰν ἑψήσας διὰ ὄξους δίδου πιεῖν τὸ ὄξους ἀπό‐ | |
ζεμα. ἄλλο. ἑλκοροδάνου καρδίαν δίδου πιεῖν καὶ ἐσθίειν. | 459 | |
14.460 | ἄλλο. μοῦξιν καθεψήσας δι’ ὕδατος, ἐὰν ᾖ ξηρὸς, δὸς πιεῖν τὸν χυλόν· μοῦξιν δὲ λέγεται Καππαδοκιστί. ἄλλο. στοιχάδος κοχλιάριον μετὰ οἴνου σχοινίνου κύαθον αʹ. λειοτριβήσας δὸς πιεῖν. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος λειοτριβήσας μετ’ | |
5 | ὄξους δίδου πιεῖν κύαθον νήστει. ἄλλο. μυὸς σπλῆνα καὶ πεπέρεως κόκκους ζʹ. εἰς σῦκον ὀπτήσας δὸς λεληθότως φαγεῖν. [Ἐπίθεμα πρὸς σπληνικούς.] Λίθον ἄσιον ἐμβαλὼν εἰς κύστιν βοείαν καὶ ὄξος δριμὺ ἀποδήσας ἐπιτίθει κατὰ | |
10 | τοῦ σπληνὸς καὶ καταδιέλῃς. ἄλλο. μυροβάλανον μετ’ ὄξους λειοτριβήσας καὶ ποιήσας κηρωτῆς πάχος ἐπιτίθει. ἄλλο. ἀλώπεκος σπλὴν ἐπιδεσμούμενος ἰᾶται σπληνικούς. ἄλλο. ἐρίφου σπλὴν ἐπιτιθέμενος τήκει σπλῆνα. ἄλλο. ἀγρία κράμβη καταπλασσομένη ἰᾶται σπληνικούς. ἄλλο. Περσικῆς | |
15 | φύλλα καταπλασσόμενα ποιεῖ καλῶς. ἄλλο. μυρίκης καρπὸν ἐν ὄξει καθεψήσας, λεῖον ἑλκύσας ἐπιτίθει. ἄλλο. ἀμμωνια‐ κὸν θυμίασμα λειοτριβήσας μετ’ ὄξους ἔνελκε καὶ ἐπιτίθει. | |
ἄλλο. κροκόμαγμα ἐν ὄξει λειοτριβήσας καὶ ποιήσας κηρω‐ | 460 | |
14.461 | τῆς πάχος ἐπίθες. οὐκ ἀφίσταται μέχρις οὗ ἀποθεραπεύ‐ σεται. ἄλλο. καππάρεως ῥίζαν κόψας ἐπιμελῶς εἰς ὀθόνην ἐπιτίθει, αὐθήμερον ἐπιτιθέμενον ὠφελήσει. [Πρὸς σπληνικούς.] Καππάρεως ῥίζης φλοιοῦ μεθ’ | |
5 | ὕδατος λίτραν αʹ. καὶ ὄξους λίτραν 𐅶ʹʹ. ἕψει ἕως ἂν ἀπο‐ τριτωθῇ καὶ δίδου γο. αʹ. 𐅶ʹʹ. ἄλλο. φύλλα κισσοῦ ἑψήσας σὺν ὄξει καὶ κοπανίσας ἐκπίασον τὸ ὑγρὸν καὶ τοῖς μὲν ἰσχυροτέροις δίδου ἐξ αὐτοῦ, τοῖς δὲ τρυφεροῖς ὕδωρ μι‐ γνύων, περιπατείτω δὲ καὶ οὕτως πότιζε. ἄλλο. καππάρεως | |
10 | ῥίζαν κοπανήσας καὶ ζέσας μετ’ ὄξους καὶ μέλιτος δίδου πιεῖν νήστει. [Πρὸς σπλῆνα.] Λαβὼν κυπαρίσσου κώνους κόψον εὐτόνως καὶ ἄλευρον ὀρόβινον λεπτότατον βάλε εἰς ὄξος καὶ ἕψε ἕως γένηται ὡς ἔμπλαστρον. ἐπιτίθει εἰς τὸν σπλῆνα | |
15 | ἕως ἡμερῶν γʹ. καὶ μετὰ γʹ. ἡμέρας λῦσον καὶ εὑρήσεις τὸ ἔμπλαστρον πεπληρωμένον. ἄλλο. Ἀμμωνιακοῦ θυμιάματος ἐναποβρέξας ὄξει σκιλλητικῷ ἐπὶ ἡμέρας γʹ. καὶ λειώσας εἰς | |
ῥάκος ἐπιθὲς καὶ μὴ λύσῃς, ἕως τὸ ἔμπλαστρον ἀποπέσῃ. | 461 | |
14.462 | ἄλλο. φύλλα συκαμίνου χλωρὰ ψύξας ἐν σκιᾷ καὶ τρίψας ποίησον ξηρίων γραμμάρια δʹ. καὶ μετὰ ὀλίγου πεπέρεως καὶ καρυοφύλλων μετὰ οἴνου ἀκράτου θερμοῦ εἰς ἔμβασιν δίδου πιεῖν. | |
5 | Κεφ. κβʹ. [Πρὸς ὑδρωπικοὺς πόμα ὥστε ἐξουρεῖν τὸ παρακείμενον ὑγρόν.] Χαλκοῦ κεκαυμένου ὅσον κυάμου Αἰγυπτίου, κόπρου περιστερᾶς γο. αʹ. οἴνου κυάθους γʹ. δίδου. ἔστω δὲ μία πόσις. ἄλλο πεπειραμένον ἡμῖν ἐπὶ πολλῶν. τιθυμάλλου χαρακίου τὴν ῥίζαν δίδου ἐσθίειν πρὸς | |
10 | δύναμιν καὶ παραχρῆμα κενοῖ. ἄλλο. κόκκον Κνίδιον κεκομμέ‐ νον καὶ σεσησμένον ἀναλάμβανε μέλιτι, ποιῶν πάχος γλοιοῦ καὶ δίδου κοχλιάριον αʹ. πλῆρες δ’ οἰνομέλιτος κυάθων γʹ. καὶ ὀλίγου θερμοῦ ὕδατος, ὡς εἶναι γαλακτῶδες ἢ διὰ ὠοῦ ῥοφήτου. ὑδραγωγὸν κάλλιστον πάνυ. χαμαιάκτης τὸν | |
15 | χυλὸν τὸν ἐκ τῆς ῥίζης κυάθων βʹ. καὶ οἴνου κυάθους βʹ. ἀπαλλάσσει δίχα τοῦ τὸν στόμαχον ἀνατρέπειν. ἄλλο. ἀγρώ‐ | |
στεως ἀφέψημα πινόμενον ἔστι διουρητικόν. ἄλλο. στρύχνου | 462 | |
14.463 | χυλοῦ κυάθους δʹ. μέλιτος κυάθους ιστʹ. δὸς πιεῖν. ἄλλο. ὕσσωπον καὶ γλυκεῖ τράγου οὖρον ποτιζόμενον διουρητικόν ἐστιν. ὁμοίως ἐὰν αἴγειον ἔχῃς. [Ἐπίθεμα πρὸς ὑδρωπικούς.] Κισσὸν κεκαυμένον ἐπι‐ | |
5 | μελῶς κατάπλασσε. ἄλλο. ῥαφάνους καθεψήσας δι’ ὕδατος ἕως τακεραὶ γένωνται, κομισάμενος κρίθινον ἄλευρον μίξας ἕψει καὶ κατάπλασσε. Κεφ. κγʹ. [Πρὸς πρόπτωσιν ὀμφαλοῦ.] Τι‐ νὲς διὰ φαρμακείας εἰς τὸ κατὰ φύσιν ἐπανῆλθον οὕτως. | |
10 | κηκίδας καύσας ἢ τρίψας καὶ διαμίξας σὺν φλοιῷ λιβάνου καὶ ὠοῦ λευκῷ κατάπλασσε. ἄλλο. στυπτηρίας σχιστῆς 𐅻 εʹ. τρυγὸς οἴνου Ῥοδίνου 𐅻 ιʹ. κηκίδων ὀμφακίνων 𐅻 βʹ. οἴνου διεὶς καὶ μέλιτος ποιήσας πάχος ἐπίβρεχε, ἔξωθεν ἐπιῤῥίπτων σπογγάριον ὀξυκράτῳ δεδευμένον καὶ ταινιδίῳ | |
15 | καταλάμβανε. ἄλλο. ἐρεγμοῦ λεπύρων καὶ κηκίδων καὶ βα‐ λαυστίου τὸ ἴσον· ἕψε ἐν ὕδατι. ὅταν δὲ διαλυθῇ τρίψας | |
ἐπιμελῶς ἐπιτίθει σὺν τῷ σπόγγῳ, καθάπερ προείρηται. | 463 | |
14.464 | ἄλλο. μολίβδου ῥινήματος 𐅻 ιστʹ. κωνίου, μάννης, ψιμυθίου ὑποκυστίδος χυλοῦ ἀνὰ 𐅻 αʹ. οἴνῳ διαλύσας χρῶ καθὼς προείρηται. Κεφ. κδʹ. [Πρὸς τὰ γαστρὸς πάθη καὶ πρῶτον πρὸς | |
5 | στρόφον καὶ ὀδύνην γαστρός.] Ἀριστολοχίας ῥίζαν ἐν οἴνῳ δὸς πιεῖν. πρὸς στρόφον καὶ λυγμὸν καὶ κεφαλαλγίαν καὶ δυστοκίας καλῶς ποιεῖ. ἁρμόζει πταρμὸς πρὸς στρόφον καὶ πάντα τὰ ἐντὸς πάθη. ἄλλο. τῆς λυχνίτιδος ἡ ῥίζα πλυ‐ θεῖσα καὶ ἑψηθεῖσα μετὰ γλυκέος, εἶτα διυλισθεῖσα καὶ πο‐ | |
10 | θεῖσα ποιεῖ καλῶς. εἰ δὲ μὴ, βρώματι σεαυτοῦ πρόσβαλλε ὀλίγην κασσίαν καὶ ὀλυρίδα μὴ κόψας. [Πρὸς στρόφον ἐντέρων καὶ κοιλίας.] Κυμίνου πε‐ φρυγμένου καὶ κεκομμένου κοχλιάριον αʹ. ἢ βʹ. μεθ’ ὕδατος κυάθων τριῶν δίδου πιεῖν· καὶ πρὸς ἐμπνευματώσεις ὄξος | |
15 | ζέσας καὶ ψύξας. ἔπειτα σελίνου σπέρματος τρῖβε, παρα‐ ζέων τὸ ὄξος καὶ ἐκ τοῦ αὐτοῦ δίδου πιεῖν. ἄλλο. ἐρύσιμον βοτάνην μετὰ ὕδατος τρίψας δίδου πίνειν. ἄλλο. ἐκ τοῦ | |
λαμπροῦ τὸ ἀρκοῦν τρίψας μετ’ ὄξους δίδου πίνειν νήστει. | 464 | |
14.465 | ἄλλο. δάφνην μασησάμενος νῆστις τὸν χυλὸν καταπινέτω. καὶ τὸ μάσημα ἐπιτιθέτω ἐπὶ τὸν ὀμφαλὸν καὶ παραχρῆμα παύσεται. [Πρὸς κάθετον δακτύλιον καθαρτικὸν κοιλίας.] Εἰς | |
5 | χολὴν ταύρου κροκίδα βρέξας ἐντίθει εἰς τὸν δακτύλιον. ἄλλο. σαπῶνα Γαλλικὸν εἰς ἔριον ἐνδύσας ὑπόθου ἢ μά‐ λιστα στυπτηρίαν ὑγράν. [Πρὸς δυσεντερικούς.] Φακὸν ἑψήσας σὺν βάτου ῥίζῃ τρυφερὸν κεκομμένον ἐπίβαλε καὶ δὸς φαγεῖν. ἄλλο. | |
10 | κυτίνους καθεψήσας, εἰς ὀξύγαλα λειοτριβήσας ἔμβαλλε ἔλαιον τὸν αὐτὸν τρόπον καὶ δίδου φαγεῖν. ἄλλο. κέγχρον κεκομ‐ μένον ἑψήσας βάλε στέαρ μόσχειον. καὶ ποιήσας λιπαρώ‐ τατον δὸς ῥοφῆσαι θερμότατον, εἶτα ψυχρότατον τὸ ὕδωρ ἐπιῤῥοφείτω καὶ παραχρῆμα ὑγιὴς ἔσται. ἄλλο. κηκίδος τὸ | |
15 | ἐντὸς λαβὼν τρῖψον λεῖον καὶ μίξας ἄλευρον καὶ ὠοῦ τὸ λευκὸν φυράσας ποίησον ἀρτίσκον καὶ ὀπτήσας κατάκλα καὶ | |
ἔγχει εἰς οἶνον ἀπαράχυτον καὶ δὸς φαγεῖν. | 465 | |
14.466 | [Ἔκλειγμα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ λειεντερίαν.] Σιλφίου ξύσματα μέλιτι παραμίξας δὸς ἐκλεί‐ χειν. ἄλλο. ὠὸν, μέλι, οἶνον, σίδια ἴσα διαβάλλων τηγάνιζε καὶ πεπέρεως μικρὸν ἐπιπάσσων δίδου πιεῖν ἄκρως. ἄλλο. | |
5 | ὠὰ τρία βαλὼν εἰς ὄξος ἔα ἐμβρέχεσθαι ἐπὶ ἡμέρας τρεῖς καὶ λαβὼν σεμιδάλιον φύρασον τοῖς ὠοῖς τοῖς τρισὶ καὶ ὀπτήσας καὶ ἐμβάψας εἰς ἄκρατον δός. [Πότημα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ λει‐ εντερίαν.] Ῥοῦν καθεψήσας δι’ οἴνου στύφου εἰς τρίτον, | |
10 | δίδου πιεῖν, οἷς ἡ κοιλία οὐ καλὰ φέρει. ἄλλο. κηκίδα δι’ οἴνου αὐστηροῦ καθεψήσας πότιζε τοὺς ῥευματισμένους τὴν κοιλίαν πρὸς δύναμιν. [Πρὸς στρόφον καὶ ὀδύνην γαστρός.] Δίδου κύμινον μασώμενον καὶ καταπινόμενον. ἄλλο. κνίκον καὶ τήλεα τρίψας | |
15 | καὶ ἑψήσας δίδου ἀφέψημα πίνειν. ἄλλο. δαφνίδας ξηρὰς | |
καὶ φλοισθείσας τρίψας δίδου πίνειν κοχλιάρια θʹ. ἄλλο. | 466 | |
14.467 | ἕρπυλλον τρίψας δίδου σὺν οἴνῳ πίνειν. ἄλλο. ἀφέψημα σαμψύχου δίδου πίνειν σὺν οἴνῳ. ἄλλο. ἠρυγγίου ῥίζαν δί‐ δου σὺν οἴνῳ πίνειν ἢ ἀφέψημα σταχύος ἢ καστόριον. πρὸς τὴν δὲ ὀδύνην τῶν δυσεντερικῶν κυδώνια σὺν κηρωτῇ | |
5 | ῥοδίνῃ ἢ μυρσινίνῃ τὰ ἴσα τῇ γαστρὶ ἐντίθετι. [Πρὸς κωλικήν.] Γῆρας ὄφιος ἐν ἀγγείῳ χαλκείῳ φρύξας σὺν ἐλαίῳ μέχρι τοῦ καίεσθαι, αὐτὸ δὲ διαλύσας ἐν ἐκείνῳ ἐλαίῳ καὶ ἐξ αὐτοῦ σὺν δακτύλῳ σου κατάχριε. ἄλλο. βάλανον ὀπίῳ ἐν χυλῷ τῆς θρίδακος τετηγμένῳ περιχρίσας | |
10 | εἰς δακτύλιον ἐντίθετι. [Πρὸς διάῤῥοιαν γαστρός.] Καλλίτριχον ἑψήσας ἐν ὕδατι δίδου πιεῖν. ἄλλο. στοιβὴν τὴν εἰς τὰ κεράμια, τὴν ἀκανθώδη κόψον εἰς ὅλμον καὶ ἕψει δι’ ὕδατος καὶ δίδου πιεῖν τὸ ὕδωρ κοιλιαλγοῦντι, ἀπυρέτῳ δι’ οἴνου, πυρέττοντι | |
15 | χωρὶς οἴνου. ἄλλο. καρύων φλοιὸν τὸν περικείμενον περὶ τὰ τρωγόμενα, λεῖον δι’ ὕδατος, δίδου πιεῖν κοχλιάρια γʹ. ἄλλο. κέρας ἐλάφειον τρυφερὸν καύσας δίδου μετὰ κηκίδος | |
ἴσης πιεῖν. ἄλλο. λαπάθου σπέρμα λειώσας καὶ ἐπιπάσας | 467 | |
14.468 | εἰς τὸν ποτὸν δίδου ἢ εἰς τὸ βρωτόν. ἄλλο. καρύων τὸ ἐντὸς τὸ ὡσανεὶ κιόνιον καὶ μήκωνος κωδειῶν τὸ ἐπικείμενον ὡς πῶμα, ἴσον δίδου δι’ οἴνου. ἄλλο. δρυὸς βαλάνους κόψας καὶ σήσας πλεῖον ἐπίπασσε εἰς οἶνον αὐστηρὸν ὡς ἄλφιτα | |
5 | καὶ δίδου πιεῖν. ἄλλο. καράβου τὰ ὄστρακα φρύξας λεῖα διὰ ὕδατος. ἄλλο. στρουθιοκαμήλου κοιλία πινομένη καὶ ὀρνίθων ὁμοίως ὅσον κοχλιάρια βʹ. ἀπυρέτοις δι’ οἴνου, πυ‐ ρέσσουσι δὲ δι’ ὕδατος. ἄλλο. λιβάνου χόνδρον κυαμιαῖον διεὶς οἴνῳ μέλανι κυάθον αʹ. καὶ στρύχνου χυλοῦ κυάθους | |
10 | βʹ. δίδου πιεῖν. ἄλλο. κόμμι τὸ λευκὸν κόψας μετ’ οἴνου μέλανος κυάθων στʹ. δίδου γο. αʹ. πίνειν, ποιεῖ ὑπόθετον τοῖς αὐτοῖς. ἄλλο. κοχλιάριον Ἀφρικανὸν λαβὼν βάλλε εἰς αὐτὸ πίσσαν ὑγρὰν καὶ θερμάνας ἔξελε τὸ κρέας καὶ ὑπό‐ θες εἰς τὸν δακτύλιον δὶς ἢ τρίς. ἄλλο. ὄφεως γῆρας ἐν | |
15 | χαλκώματι μετὰ ἐλαίου φρύξας ἕως ἀνθρακωθῇ, συλλειώ‐ | |
σας, τῷ ἐλαίῳ διάχριε τὸ δακτύλιον τῷ δακτύλῳ. | 468 | |
14.469 | ἄλλο. βοτάνῃ ὑποκάτω ὕδατος μὴ ἁπτόμενος. ἄλλο. σεύτλιον κεκομμένον μετ’ ὄξους καταπλαττόμενον ἀπ’ ἄνωθεν μέχρι κάτω καλῶς ποιεῖται δυσεντερικοῖς. ἄλλο. κερατίων ὀστᾶ κόψας κατάπλασσε τὴν κοιλίαν. | |
5 | [Πρὸς ἀλγήματα δυσεντερικῶν.] Μῆλον κυδώνιον ὀ‐ πτὸν μετὰ κηρωτῆς ῥοδίνης ἑκάστου τὸ ἴσον μίξας κατά‐ πλασσε. παραχρῆμα ἄπονον ποιεῖ. [Πρὸς κωλικούς.] Ὀστρέων ὄστρακα καύσας καὶ λεά‐ νας δίδου πιεῖν κοχλιάρια βʹ. δι’ ὕδατος θερμοῦ κυάθων γʹ. | |
10 | ἄλλο. θύμον Κρητικὸν καθεψήσας διὰ ὕδατος ἕως εἰς τρίτον καταστῇ μέρος, μετὰ μέλιτος Ἀττικοῦ δὸς πιεῖν. ἄλλο. ἱερὰν ῥίζαν λεπτὴν κόψας βάλε εἰς ὕδωρ καὶ ἕψει εἰς ἥμισυ καὶ δίδου πιεῖν τὸ ἀφέψημα ἐπὶ ἡμέρας εʹ. καὶ ἰᾶται. ἐπὶ πολλῶν δεδοκίμασται. ἄλλο. ἡδύοσμον χλωρὸν καθεψήσας | |
15 | δὸς ἐπὶ τρεῖς ἡμέρας καὶ οὐδέποτε πονήσει. ἄλλο. τῆς δά‐ φνης οἱ ἀκρέμονες τρυφεροὶ ζύλοι τρωγόμενοι ἐπὶ ἡμέρας ἰῶνται. τὸ δὲ πολταρίδιον, ἐν ᾧ ἑψεῖς τὸ ἡδύοσμον, βλέπε | |
μὴ γῆς ἅψηται ἐπὶ τὰς τρεῖς ἡμέρας. | 469 | |
14.470 | [Πρὸς διάφραγμα.] Φραξίνου ξύλου κύαθον δὸς ἐπὶ ἡμέρας γʹ. πιεῖν ξύσματα καὶ ὑγιὴς ἔσται. ἄλλο πολύχρηστον. κολοκυνθίδα Ἀλεξανδρεινὴν τρήσας μὴ σιδήρῳ καὶ ἐκκενώ‐ σας βάλε εἰς οἴνου Κώου κοτύλην αʹ. καὶ ἀναζέσας καὶ εὔ‐ | |
5 | κρατον ποιήσας δὸς πιεῖν καὶ περιπατείτω καὶ ἀνάλγητος ἔσται. κατάγει ἀπολύματα πολλὰ τουτὶ πότημα. κατέχειν δὲ ἅλας ἐν τῷ στόματι, ἵνα μὴ ναυτιάσῃ. ποιεῖ δὲ καὶ πρὸς ἰσχιάδας. [Πρόσθετον κωλικοῖς.] Ὄπιον Σπανὸν ἀναλάμβανε | |
10 | θρίδακος καὶ πεσσὸν ποιῶν ἐντίθει τῷ δακτυλίῳ. ἄλλο. σκορόδου σκελιδόνιον αʹ. κονίᾳ θερμάνας θὲς εἰς τὸν δα‐ κτύλιον καὶ σκύβαλα κατασπάσας ὑγίασται. ἄλλο. ἐὰν κῶ‐ λον πονῶν κύνα κοιμώμενον ἐγείρει, κατὰ δὲ αὐτὸν τόπον οὗ ἐκοιμᾶτο ὁ κύων, οὐρήσῃ, εὐθέως ἄπονος ἔσται, ὁ δὲ | |
15 | κύων ἀποθανεῖται. [Ἐπίθεμα κωλικοῖς καὶ ἐμπνευματουμένοις.] Κηρωτῇ Κυπρίνῃ σίλφιον ἀναλάμβανε πολὺ καὶ ἐπιτίθει· ἐγὼ δὲ | |
σμήγω καὶ καστόριον ὀλίγον καὶ γίνεται ἐνεργέστερον. | 470 | |
14.471 | [Πρὸς στρόφον.] Κύμινον Ἑλληνικὸν μασάσθω καὶ καταπινέτω. ἄλλο. κνίκον κόψας καὶ τῆλιν ἑψήσας πότιζε τῷ χυλῷ. ἄλλο. κτένα εἰς θερμὸν ὕδωρ ἐμβρέξας καὶ ἀπο‐ κλύσας πότιζε. ἄλλο. δαφνίδων ξηρῶν λεπισμάτων ὅσον | |
5 | κοχλιάρια θʹ. δίδου πιεῖν. ἄλλο. ἕρπυλον λειώσας μετὰ ἀκράτου δίδου πιεῖν. [Πρὸς πάντα τὰ ἐντὸς ἀλγήματα.] Ἔντερα ἀλγοῦντι εἴ τις τοὺς πόδας νίψῃ, δὸς πιεῖν τὸ ἀπόνιμμα, ἄπονος ἔσται παραχρῆμα. | |
10 | [Πρὸς διακοπὴν ἐντέρων.] Λαβὼν ἀκάνθης Αἰγυπτίας ῥίζαν καὶ κρέα ἐρίφεια σὺν ταῖς θριξὶ καὶ τῷ δέρματι, ἢ αἴγεια λείωσον καὶ ἐκ σεμιδάλεως γενομένων κρομμύων καὶ ἐν οἴνῳ συγκεράσας δίδου πίνειν. αὐτὴ ἡ ῥίζα ἐπειράθη καὶ ἐπὶ πνευμονιακοῖς πινομένη· ἡ δὲ αὐτὴ καὶ περιαπτο‐ | |
15 | μένη ποιεῖ πρὸς τριταῖον καὶ ἀμφημερινὸν καὶ μετὰ ἐλαίου πινομένη ἐστὶ τραυματική. [Πρὸς νεφρῶν καὶ ἰσχιάδος ἀλγήματα.] Λα‐ | |
βὼν ἄλευρον ἴρεως καὶ τὸ ἰσχυρὸν ὄξος αὐτοῖς διαμίγνυθι | 471 | |
14.472 | ῥητίνην πιτυίνην καὶ θερμοὺς καὶ πύρεθρον καὶ τερεβινθί‐ νην καὶ θεῖον καὶ νίτρον καὶ δαφνίδας, πάντα μίξας σὺν μέλιτι πρόσθες. [Ἰσχιάδος καθαρτικόν.] Τιθυμάλλου τοῦ ὀποῦ ἐν‐ | |
5 | στάξας σταλαγμοὺς εʹ. εἰς τὸ σῦκον δίδου φαγεῖν, κα‐ θαίρει. [Ἐπίθεμα κοιλίας λυτικόν.] Κόκκον Κνίδιον σαλεπὶς ἀναλάμβανε κηρωτῇ καὶ ἐπιτίθει ἐπὶ τῆς κοιλίας τοῖς παι‐ δίοις ἐπὶ τὸν ὀμφαλόν. ἄλλο. χολῇ ταύρου διάχριε τὸν ὀμ‐ | |
10 | φαλόν. ἄλλο. ἀστράγαλον χοίρειον καύσας καὶ λειοτριβήσας δὸς πιεῖν διὰ ὕδατος. ἄλλο. τὴν ἄνθεμιν βοτάνην τρίψας μετὰ ἐλαίου ἄλειψον καὶ παύσεται. ἄλλο. κροκοφάντιον λαβὼν οἷον θέλεις ἀπὸ κεφαλῆς γυναικὸς ἐπίθες ἐπὶ τὴν κεφαλὴν τοῦ πάσχοντος καὶ ἰάσῃ. κάλλιον δὲ ἐὰν θερ‐ | |
15 | μάνας αὐτὸ, οὕτως ἐπιθῇς. ἄλλο. κορίαννον καύσας καὶ διεὶς ἐλαίῳ ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν καὶ ἐπάνω ἔρια. Κεφ. κεʹ. [Πρὸς δυσουριῶντας καὶ λιθιῶντας] Σκορ‐ | |
πίοι ὠπτημένοι τρωγόμενοι· πρὸς δὲ τοὺς ἀπροθύμως ἔχον‐ | 472 | |
14.473 | τας στέατι ἐμφυράσας καὶ ὀπτήσας δίδου φαγεῖν ἀνυπό‐ πτως. παραδόξως ποιεῖ. καὶ οὐρηθεὶς δὲ λίθος, πυρίνῃ ὁμοίως ἐλαίας τριβόμενος ἂν εἴη ἔμπυρον λευκὸν, οὗτος ποτιζόμε‐ νος τοὺς ἐν κύστει λίθους τήκει. καὶ αἰλούρου δὲ ἧπαρ καυ‐ | |
5 | θὲν καὶ τριβὲν ὥστε ποθῆναι τοὺς λιθιῶντας ἰᾶται. καὶ ὁ ἴασπις λίθος πινόμενος θρύπτει τοὺς ἐν κύστει λίθους. ἄλλο. κοτυληδόνος ῥίζα ποθεῖσα καὶ λεῖα, πινομένη καθ’ ἡμέραν ὁλκὴ μία κατὰ κράματος, ποιεῖ πρὸς τοὺς ἐν νεφροῖς λίθους λίαν καλῶς. ὀμφακίου καὶ κισσοῦ πυῤῥοῦ τῶν κορύμβων | |
10 | μετ’ οἴνου λευκοῦ τετριμμένων τὸν ὄμφακα περίχριε τοὺς δυσουροῦντας. [Πεσσὸς πρὸς λιθιῶντας.] Ὅταν οὐρήσῃ, βούτυρον παλαιὸν μαλάξας περίχριε τὸ αἰδοῖον· εἰς δὲ τὴν κοίτην ἐρίῳ προστεθείσθω ἡμέρας γʹ. | |
15 | [Ἐπίθεμα διουρητικὸν, ποιεῖ δὲ καὶ πρὸς νεφριτικούς.] Καλαμίνθην μετ’ ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλάμβανε | |
καὶ τῷ ὀμφαλῷ ἐπιτίθει. ἄλλο. εἰς ἕψημα σαμψύχου ἐγ‐ | 473 | |
14.474 | κάθιζε. ἄλλο. βοτάνην περδίκιον καθεψήσας δι’ ἐλαίου κατάπλασσε τὰ περὶ τὴν κύστιν καὶ παραχρῆμα οὐρήσει. [Πρὸς λιθιῶντας.] Χαμαίδρυν ὀρεινὴν καθεψήσας δι’ ὑδρομέλιτος δίδου πιεῖν· τούτῳ ἐχρήσατο Σάμιος Πρί‐ | |
5 | σκος. ἄλλο. κισσοῦ λευκοῦ κορύμβους πότιζε ἐν οἴνῳ, τήκει λίθους. ἄλλο. φύλλα ἰτέας λειοτριβήσας ἐν οἴνῳ αὐστηρῷ πότιζε ἕως ὑγιάσῃς. [Πρὸς ἐνουροῦντας ἀπροαιρέτως.] Ἀλέκτορος λαρύγγια καύσας δίδου πιεῖν νήστει ἐν ὕδατι κοχλιάριον αʹ. ἄλλο. | |
10 | ἄνθη λευκανθέμου τῇ ζʹ. πότιζε ἐν ὕδατι τρίψας. ἄλλο. λαγωοῦ ὄρχιν ξηρὸν ξύων εἰς οἶνον εὐώδη δίδου πιεῖν. ἄλλο. κόρεις γʹ. θλάσας μετὰ οἴνου αὐστηροῦ δὸς πιεῖν ἐπὶ ἡμέρας θʹ. ἄλλο. καλαμίνθην καὶ σμύρναν ἐν ὕδατι δὸς πιεῖν πρὸ τοῦ δειπνῆσαι. ἄλλο. χηνείας γλώσσας ἑφθὰς | |
15 | δὸς φαγεῖν ἐπὶ ἡμέρας γʹ. ἀνὰ μίαν. ἄλλο. πηγάνου ἀγρίου σπέρμα δὸς φαγεῖν ἐπὶ ἡμέρας γʹ. ἄλλο. καταχριέσθω αὐτοῦ | |
τὸ αἰδοῖον κιμωλίαν μετὰ περδικίου χυλοῦ. | 474 | |
14.475 | [Πρὸς δυσουρίαν.] Ῥοῦν καὶ τοὺς κισσοῦ ἐρυθροῦ κορύμβους τρίψας σὺν οἴνῳ λευκῷ κατάχριε μόρια τὰ τῶν δυσουριώντων ὀμφάλῳ ὑποκειμένων. [Ὡς διαβήτης ἵσταται.] Λαβὼν ὑμένια τὰ τῆς ἀλε‐ | |
5 | κτορίδων κοιλίας ἔσωθεν καὶ ξηράνας ἐν ἡλίῳ ἀναλάμβανε ἐξ αὐτῶν 𐅻 αʹ. ἄλλο. λαβὼν σταγονίου καὶ βαλάνου ξηρᾶς καὶ βαλαυστίου καὶ κηκίδων ἀνὰ 𐅻 γʹ. τρίψας δίδου ἐξ αὐτῶν νήστει σὺν μέλιτι ῥοδίνῳ ἐν ὕδατι ψυχρῷ. Κεφ. κστʹ. [Πρὸς γυναικεῖα πάθη.] [αʹ. Πρὸς | |
10 | σύλληψιν.] Ἰσχάδας νήστει μετὰ φύλλων ἐλαινῶν δὸς φα‐ γεῖν. ἄλλο. προβάτου μηρυκωμένου ἄρας τῷ δακτύλῳ τὸν ἀφρὸν δὸς πιεῖν μετὰ οἴνου. ἄλλο. κάρδαμον λεῖον μετ’ ὄξους δίδου φαγεῖν ἐπὶ ἡμέρας δʹ. μετὰ τὴν κάθαρσιν. ἄλλο. ἀλώπεκος ἀφόδευμα ἐν πεσσῷ παρατιθέμενον καὶ ὑποχριό‐ | |
15 | μενον συγγιγνέσθω. ἄλλο. ἀρτεμισίαν λείαν πρόσθες καὶ συλλήψεται. χριέσθωσαν δὲ τὴν φύσιν κόμμι, ὅταν ᾖ ἀπὸ | |
τῶν ἐμμήνων τρίτη, καὶ συλλήψεται. | 475 | |
14.476 | [βʹ. Πρὸς σύλληψιν.] Ὑστέραν λαγωοῦ ξηράνας καὶ τρίψας δίδου πίνειν μετὰ τὴν ἀπὸ τῶν ἐμμήνων κάθαρσιν. [γʹ. Ἐὰν γυνὴ ἄῤῥενα γεννῆσαι θέλει.] Φασκίᾳ λευκῇ παιδικῇ δῆσον τὸν δεξιὸν πόδα καὶ συγίνου. | |
5 | [δʹ. Ἐὰν δὲ θῆλυ.] Φασκίᾳ μελαίνῃ τὸν ἀριστερόν. [εʹ. Πρὸς γνῶναι ἢ ἄῤῥεν ἢ θῆλυ τὸ ἐν γαστρί.] Σέλινον μὴ γινωσκούσης ἐπὶ τὴν κεφαλὴν ἐπίθες καὶ ὃ ἂν φωνήσῃ πρῶτον, εἴτε ἄῤῥεν, εἴτε θῆλυ, ἐκεῖνο τέξεται· ἀπα‐ ράβατόν ἐστιν. ἄλλο. λαβὼν τῆς ἐν γαστρὶ ἐχούσης οὖ‐ | |
10 | ρον ὄρυξον βοθρίσκους δύο καὶ εἰς τὸν ἕνα βάλε κριθὰς καὶ εἰς τὸν ἕτερον πυροὺς καὶ ἐπίχεε γῆν μετὰ τὸ ἐμβαλεῖν τὸ οὖρον αὐτῆς, καὶ ἐὰν πρῶτον ἐκβλαστήσουσιν οἱ πυροὶ, ἄῤῥεν τέξεται· ἐὰν δὲ αἱ κριθαὶ, θῆλυ. [στʹ. Πρὸς σύλληψιν ἀῤῥενοτόκιον.] Χηνὸς στέαρ | |
15 | καὶ ῥητίνην τερεβινθίνην διαχριέσθω ἐπὶ ἡμέρας βʹ. τῇ δὲ γʹ. συγγινέσθω καὶ συλλήψεται. ἄλλο. ἀνὴρ τὸν δεξιὸν ὄρχιν ἀποδήσας συγγενέσθω· ἐὰν δὲ θῆλυ, τὸ ἀριστερόν. | |
[ζʹ. Κατόχιον ἐμβρύων.] Ἀετίνην λίθον περίαπτε· | 476 | |
14.477 | κατέχει δὲ ἔμβρυον λίθος ὁ βλαστήσας εἰς ἀχράδα καὶ πε‐ ριμείνας, εἶτα περιαπτόμενος. καὶ μαλάχης δὲ ἀγρίας ῥίζαν ἁπτόμενος καὶ ἐπίβοσκον λέγουσι· κατέχει καὶ σαρδὰ ἔμ‐ βρυα μέχρι τέλους. χρὴ δὲ τῇ κοιλίᾳ περιάπτειν. ἔστι δὲ | |
5 | καὶ ἡ σιδηρῖτις βοτάνη τῶν ἐμβρύων τηρητικὴ περια‐ πτομένη. [ηʹ. Πρὸς δυστοκίαν.] Χαμαιπίτυν καὶ ἄσφαλτον ἐπὶ τῶν ἀνθράκων θεὶς ὑποκάπνιζε ἢ αὐτὰ πρόσθες. | |
10 | [θʹ. Ἐκβόλιον ἐμβρύου τεθνηκότος.] Χολῆς ταύρου τὸ μέγεθος ἀμυγδάλου διεὶς οἴνῳ ὕδατι κεκραμένῳ, κοχλιά‐ ρια βʹ. δὸς πιεῖν, ἐκβαλεῖ παραχρῆμα. ἄλλο. λύκιον ὠμὸν καυλίσκου συγκεκομμένῳ κεδρίᾳ χρίσων καὶ θέρμανον καὶ δὸς πίνειν νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας μετὰ μελικρά‐ | |
15 | του δὸς πίνειν. ἄλλο. λίθον κυνόδηκτον πρὸς κύνα ἀπεῤ‐ ῥιμμένον, ἐν γῇ τεθειμένον μεταβαινέτω δυστοκίαν ἡ φέ‐ ρουσα γυνή. | |
[ιʹ. Πρὸς ἐξάγειν καταμήνια.] Λαβὼν πρασίου, νε‐ | 477 | |
14.478 | πέτης, πηγάνου καὶ καππάρεως φλοιοῦ ἀνὰ 𐅻 γʹ. ἐν οἴνῳ ἑψήσας ἢ ὕδατι δίδου πιεῖν. ἄλλο. τὸ τὶ ὕδατος, ἐν ᾧ δια‐ λύεται ἡ ζύμη παλαιὰ ὅτε ποιεῖται ἄρτος, δὸς πίνειν. [ιαʹ. Πρὸς πόνον ὑστέρας.] Παιονίας ῥίζαν πότιζε· | |
5 | ἢ ἴριδος ῥίζαν ἢ παιονίας σπέρματος κόκκους ιεʹ. ἢ ψυλ‐ λίου ἢ ἀκαλήφης χυλὸν πρόσθες. ἢ τὰ φύλλα μελισσοφύλ‐ λου ἀφηψήμενα ἐν οἴνῳ. ἄλλο. λαβὼν πήγανον χλωρὸν καὶ κόψας σὺν βουτύρῳ καὶ στέατι χοιρείῳ ποίει χρῖμα. [ιβʹ. Ὡς γυνὴ ἡ βεβιασμένη παραφαίνηται παρθένος.] | |
10 | Λαβὼν ὀμφακιτίδων, κύπρου, ξυλοκασσίας, ῥόδων ξηρῶν, πεπέρεως λευκοῦ καὶ κόκκου γνιδίου ἀνὰ ἐξάγιον αʹ. προλε‐ λουμένῃ ὑστέρᾳ προσθέτω ταῦτα· ὠφελεῖ δὲ καὶ σπέρμα ὀξυλαπάθου τετριμμένον καὶ πρόσθετον. [ιγʹ. Ὠκυτόκιον.] Βολβοὺς πικροὺς τρίψας διὰ γλυ‐ | |
15 | κέος δὸς πιεῖν καὶ παραχρῆμα τέξεται. ἄλλο. δίκταμνον διὰ οἴνου ἢ ὕδατος πότιζε. ἄλλο. ὕειον γάλα ἐν μέλιτι πινέτω. ἄλλο. χαλβάνην τρίψας ἐν ὕδατι δὸς πιεῖν καὶ τέξεται πα‐ | |
ραχρῆμα. | 478 | |
14.479 | [ιδʹ. Ὑποθυμίαμα δυστοκούσαις.] Χαμαιπίτυν ἐπὶ τῶν ἀνθράκων θεὶς ἢ ἄσφαλτον οἷον οἱ χαλκεῖς χρῶνται βʹ. προστιθέσθω καὶ εὐθέως ποιεῖ. ἄλλο. γλήχωνος δεσμίδιον εἰς ὕδωρ θερμὸν βαλὼν ποίει περικαθίσαι τὴν γυναῖκα καὶ | |
5 | λέγε εἰς τὸ οὖς αὐτῆς, χοῦ. κᾶ. μῖ. δοῦς. ἄλλο. λαβὼν ἔλαιον εἰς τὰς χεῖρας ἀνάτριψον αὐτῆς τὰ ἰσχία ἐπιλέγων· χορίον στῆθι σῶμα, ὅτι ἐπιτάσσει σοι μεγάλη ἡ θεοτόκος. [ιεʹ. Γάλα κατασπάσαι.] Ῥαφανῖδας μετὰ πυρῶν ἀναζέσας ἐν οἴνῳ καὶ διηθήσας δὸς πιεῖν. ἄλλο. πίτυρα | |
10 | μετὰ μαράθρων ῥιζῶν ἑψήσας τὸ ὕδωρ δὸς πιεῖν. ἄλλο. μελάνθιον διεὶς ἐν μελικράτῳ οἷον ὀλκὴν δίδου πιεῖν. ἄλλο. κισσοῦ φύλλα διεὶς ἐν μελικράτῳ δὸς πιεῖν. [ιστʹ. Γάλα σβέσαι.] Κατάντλει θαλάσσῃ καὶ κατά‐ πλασσε τοῖς στύφειν δυναμένοις καὶ ἀναξηραίνειν. ἄλλο. | |
15 | ἅλμην ποιήσας θερμὴν καὶ σπόγγοις ἐκθλίβων καὶ μάννα ἐπιπάσσων ἐπίδει καὶ χάρτας ὁμοίως. | |
[ιζʹ. Ἐὰν δὲ σκληροὶ ὦσι καὶ φλεγμαίνωσι.] Κατάπλασσε | 479 | |
14.480 | λινοσπέρμῳ δι’ ὀξυμέλιτος ἑφθῷ, ἢ τήλει ὁμοίως ἑψηθείσῃ ἢ σησάμῳ ἀπλύτῳ, ψυχθέντι καὶ λειωθέντι μίξας μέλιτι ἢ σύκοις κατάπλασσε. ἄλλο. κύμινον τρίψας μετ’ οἰνομέλιτος καὶ κηρωτῆς πάχος ποιήσας ἔμπλασσε εἰς ὀθόνιον ἐπιθείς. | |
5 | [ιηʹ. Πότημα ἐκβόλιον ἐμβρύου τεθνηκότος ἢ μὴ φερομένου κατὰ φύσιν.] Χολῆς ταύρου τὸ μέγεθος ἀμυ‐ γδάλου διεὶς οἴνῳ παλαιῷ κεκραμένῳ κοχλιάρια βʹ. δὸς πιεῖν, ἐκβάλλει παραχρῆμα. ἄλλο. ὠὸν ὠμὸν κεδρίᾳ χρῖσον καὶ θέρμανον καὶ δὸς ῥοφῆσαι νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας | |
10 | μετὰ μελικράτου δὸς πιεῖν. ἄλλο. ὁ φοινικίτης λίθος ἐγχριό‐ μενος ἐκβόλιόν ἐστιν· ἀτελὲς δὲ ἔμβρυον ἐκβάλλει λίθος κυνόδηκτος ἂν τεθῇ καὶ ὑπερβῇ αὐτὸν ἢ κύουσα, ὡς τάχος ἐκβάλλει τὸ κατὰ γαστρός. [ιθʹ. Γυναῖκα γνῶναι εἰ ἐκτρώσει τὸ ἐν γαστρί.] Ἐὰν | |
15 | οἱ μαστοὶ ἰσχναίνοιντο, σημαίνει ἔκτρωσιν. [κʹ. Κατάπλασμα φθόριον.] Ἐρεγμοῦ καθαροῦ κύα‐ | |
θοι δύο ἕψει ἐν πολταρίῳ μετ’ ὄξους· μετὰ δὲ τὸ ἡμίεφθον | 480 | |
14.481 | γενέσθαι ἀλόης γο. αʹ. καὶ μαλαγματῶδες ποιήσας ἐπιτίθει κατὰ τοῦ ὀμφαλοῦ μέχρι κτενὸς καὶ ἐπίδει. [καʹ. Κατάπλασμα ὥστε φθεῖραι ἄνευ πάσης βλάβης καὶ βασάνου.] Κυπαρίσσου φύλλων ἑψήσας μέρος ὕδατι | |
5 | λείανον ἐπιμελῶς ὡς μαλαγματῶδες γενέσθαι καὶ ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν καὶ τὸ ἐπιγάστριον καὶ κατάδει φασκίᾳ· κέλευον ἐπικαθίσαι ὑπτίαν ἢ ἐπὶ κουρικοῦ βάθρου καθίσαι καὶ κοιμωμένη ἀπόνως ἐκβάλλει. [κβʹ. Ἐκβόλιον ἀκίνδυνον ὥστε μηνῶν τριῶν ἢ δʹ. | |
10 | ἐκβάλλειν.] Ὀποπάνακος ὀβολοῦ κολλύριον ποιήσας ὑπόθες. ἀκίνδυνόν ἐστι καὶ πεπείραται ἐπὶ πολλῶν. ἄλλο. στρου‐ θίον λεῖον μετὰ μέλιτος ἀναλαβὼν ἀνάπλασσε πεσσοὺς μι‐ κροὺς καὶ ὑποτίθει. ἄγει καὶ τὰ δεύτερα καὶ καταμήνια. ἄλλο. ἀρτεμισίας τῶν φύλλων λειοτριβήσας μετὰ ῥοδίνου καὶ ποιή‐ | |
15 | σας γλοιοῦ πάχος προστίθει· καταμηνίων ἀγωγόν. ἄλλο. ἰσχάδας βʹ. 𐅶ʹʹ. νίτρου ὀβολὸν πεσσὸν ποιήσας ἐπιτίθει. | |
ἄλλο. ἀρτεμισίαν τρίψας ἐπιτίθει. ἄλλο. πηγάνου ἀγρίου | 481 | |
14.482 | σπέρμα προστίθει. ἄλλο. γαγάτης λίθος ὑποθυμιώμενος τὰς μὴ καθαιρομένας καθαίρει. [κγʹ. Ἐὰν τεκούσῃ αἷμα μὴ ἐκκριθῇ.] Ἄρου σπέρμα τρίψας ἐν οἴνῳ λευκῷ νηστικῇ δίδου πιεῖν. | |
5 | [κδʹ. Πρὸς τὰς ἐκ τοκετοῦ χλωράς.] Πάνακος ῥίζας τρίψας ἐν οἴνῳ γλυκεῖ δίδου πιεῖν νηστικῇ. ἄλλο. κυτίνων ἄνθος ῥοῶν μετὰ μύρων ἑψημένων δὸς πιεῖν. ἄλλο. λαβὼν τρύγα οἴνου παλαιοῦ καὶ ῥίζαν κρίνου καὶ σκόροδα λεάνας κατάχριε πρόσωπον δείλης καὶ πρωῒ ἀπόπλυνε καὶ τοῦτο | |
10 | ἕως ἂν τὸ πρόσωπον ἐρυθρὸν γένηται. [κεʹ. Πρὸς κοιλίαν κατεῤῥωγυῖαν καὶ μαστοὺς καὶ μηροὺς καὶ ἰσχία.] Κοχλίου θαλασσίου τὸν ὑπόμακρον καύσας καὶ λειοτριβήσας πρόσβαλε ὠοῦ τὸ λευκὸν ἢ ὄνειον γάλα καὶ κατάχριε. ἄλλο. διαφανὲς κόψας καὶ τρίψας ὅταν | |
15 | εἰς βαλάνειον εἰσέρχεται καὶ κατάχριε πρὶν ἀλείψασθαι. ἐπὶ ἡμέρας κʹ. ἀφανίζονται. | |
[κστʹ. Πρὸς τὸ κοιλίαν, ἢ ὑποχόνδριον, ἢ μηροὺς | 482 | |
14.483 | ἱδροῦσθαι ἐκ τοκετῶν.] Κιμωλίας καὶ μάννης ἑκάστου ἴσον ἀναλάμβανε ὠοῦ λευκῷ καὶ κατάχριε μετὰ κηρωτῆς κυπρίνης. [κζʹ. Πρὸς τὰ ἐν τοῖς ἰσχίοις ἐμφυσήματα.] | |
5 | Ἄρτου τὸ ἐντὸς καὶ μελαντηρίαν συμφυράσας ἐπιτίθει· τοῦτο καθίστησιν. [κηʹ. Πρὸς ἐξομφάλους.] Κηκίδας καύσας, τρίψας μετὰ ὕδατος κατάπλασσε. [κθʹ. Ὀμφαλὸν ἐκ τοκετοῦ μέγαν καὶ καλὸν ποιῆσαι.] | |
10 | Λαβὼν βύσμα ἀπὸ ληκύθου βίβλινον περιείλησον ὀθονίῳ, ἔπειτα μάνναν ὠοῦ τῷ λευκῷ ἀναλαβὼν κατάχρισον καὶ ἔν‐ θες εἰς τὸν ὀμφαλὸν καὶ ἐπίδει προστύπως. [λʹ. Πρὸς ὑστερικὰς πνίξεις.] Χελώνης χερσαίας ἧπαρ λεῖον ἐν πεσσῷ ὑποτίθει, ἀπαράβατόν ἐστι, μηδενὶ | |
15 | μεταδίδου. [λαʹ. Πόμα πρὸς πόνον ὑστέρας.] Λαγωοῦ καρδίαν ξηράνας ἐπιξύων δίδου πιεῖν. | |
[λβʹ. Πρὸς τοὺς γενομένους στρόφους ἀπὸ τοκετοῦ | 483 | |
14.484 | καὶ φθορὰς καὶ πνιγμούς.] Λεπτοσφαίρους ὀβολοῦ 𐅶ʹʹ. ὀρεσίνημα καλοῦσι, τοῖς τρισὶ δακτύλοις μετὰ γλυκέος πινέτω. [λγʹ. Πρὸς ὑστέρας πόνους.] Γλυκείας ῥοᾶς ῥίζαν ἐν οἴνῳ πινέτω. | |
5 | [λδʹ. Πρὸς τὰς ἐκ μήτρας σκληρίας.] Κύμινον λεῖον καὶ πηγάνου φύλλα ἀναλάμβανε πίσσῃ ὑγρᾷ καὶ βουτύρῳ καὶ πεσσὸν ποιήσας δι’ ἐρίου ἐντίθει. [λεʹ. Πόμα πρὸς ὑστερικὰς γυναῖκας.] Καστόριον μετὰ ἀνίσου πότιζε. ἄλλο. κύμινον τρίψας καὶ μελανθίου | |
10 | μέρος 𐅶ʹʹ. μετὰ ὀξυμέλιτος πότιζε. [λστʹ. Πόμα πρὸς ῥοῦν γυναικεῖον.] Πευκεδάνου ῥί‐ ζαν καὶ κυπαρίσσου σφαιρίων ἴσα ἑκάστου ἐν οἴνῳ λευκῷ δίδου πιεῖν. ἄλλο. γίγαρτα σταφυλῆς μελαίνης ξηρὰ λειώσας ἐν οἴνῳ μελαυστηρῷ δίδου πίνειν. ἄλλο. πιτυὰν ἐρίφου | |
15 | λαβὼν λείανον σὺν ὄξει δριμυτάτῳ καὶ δίδου νήστει πιεῖν. ἄλλο. κοράλλιον δίδου ἐν οἴνῳ μέλανι καὶ παραχρῆμα στή‐ σεται. ἄλλο. νάρθηκος σποδὸν καὶ μήκωνος κονίαν ἐν ὕδατι | |
δίδου πίνειν πρὸς ὀλίγον· εἰ δὲ εἴη πλέον φερόμενον, σπόγ‐ | 484 | |
14.485 | γον καύσας δίδου ὅσον 𐅻 γʹ. ἄλλο. κέρας ἐλάφειον καύ‐ σας δὸς πιεῖν. [λζʹ. Πρόσθετα.] Ῥοιὰν σὺν ἐρίῳ καταπλάσας προσ‐ τίθει. ἢ σίδια ἑψήσας καὶ τρίψας ἐν ἐρίῳ δεῖ προστίθεσθαι | |
5 | ἐν πεσσῷ. ἄλλο. κηκίδος τὸ ἐντὸς καὶ λιβάνου ἀναλαβὼν ἐν πεσσῷ προστίθει διὰ ὕδατος. ἄλλο. γλήχωνα λεῖον ἀνα‐ λαβὼν ἐρίῳ καθαρῷ προστίθει· βοηθεῖ δὲ ὄξει ξεστῷ σπόγ‐ γος βαπτόμενος καὶ ἐκθλιβόμενος συμμέτρως καὶ μηρῶν δὲ συναγωγὴ καὶ δέσις ἄκρων καὶ κατάκλισις ἐπὶ κε‐ | |
10 | φαλήν. [ληʹ. Πρὸς τὸ μὴ καθυγραίνεσθαι τὸ αἰδοῖον ἐν ταῖς συνουσίαις τῶν γυναικῶν.] Κηκίδος ὀμφακίνης κόκκους δʹ. σποδίου, ᾧ χρῶνται εἰς τὰ ὀφθαλμικὰ, μύστρα δύο τρῖψον καὶ μῖξον εἰς τὸ αὐτὸ καὶ ἀπόθου εἰς ἀγγεῖον καθαρὸν καὶ | |
15 | τούτου λαμβάνουσα μύστρον οἴνῳ παλαιῷ διεῖσα καὶ τούτῳ ὑπονοτιζέσθω ταῖς πρώταις ἡμέραις, ἡ γαμηθεῖσα καθ’ ὅλου τοῦ βίου διαμενεῖ τοὺς τόπους μὴ καθυγρουμένη. ἄλλο. | |
κηκίδας ἐμβρέχων εἰς ὕδωρ ἡμέρας ηʹ. εἶτα βρέχε ἔριον | 485 | |
14.486 | τεθυωμένον τρυφερὸν τῷ ἀποβρέγματι καὶ μὴ ἐκπιέζων ἔα ξηρανθῆναι καὶ πεσσὸν ποιῶν τοῦ ὀρίου δίδου ὑποτίθεσθαι· καὶ ἔσται ὡς παρθένος ἐν τῇ συνουσίᾳ. αἱρείτω τὸ ἔριον καὶ ξηραινέτω καὶ πάλιν χρήσθω εἰ θέλει. ἄλλο. ὀξυ‐ | |
5 | λαπάθου σπέρμα τρίψας δίδου ὑποτίθεσθαι καὶ ἔσται ὡς παρθένος. ἄλλο. κηκίδας κόψας εἰς ὕδωρ ἔμβαλε καὶ δίδου προσκλύζεσθαι καὶ θερμοτέρας ποιεῖ τὰς γυναῖκας. ἄλλο. ὀθόνια ἰσχνὰ ἀποβρέχειν εἰς στυπτηρίαν μετὰ ὕδατος ἀνει‐ μένην καὶ ξηραίνειν· εἶτα κυπέρου καὶ κασσίας καὶ κηκίδος | |
10 | ἴσον ἑκάστου τρῖβε ἐν οἴνῳ παλαιῷ πάχος ποιεῖν μέλιτος. τούτῳ τὰ ὀθόνια βρέχων ἀναξήρανον καὶ δίδου προστίθε‐ σθαι καὶ κέλευε συνέχειν ὥραις δυσὶ ταμιευομένην πρὸς τὴν χρείαν· ὅταν δὲ ὁμιλεῖν μέλλῃ, τότε ἀφαίρετο ἐκεῖνα. ἄλλο. λαβοῦσα δὲ μέλι καὶ νίτρον καταχριέτω τὸ μόριον μέχρι | |
15 | τοῦ ἐφηβαίου. οὕτως συγγίνου. | |
Κεφ. κζʹ. [αʹ. Πρὸς τὸ ἀνέντατόν τινα γενέσθαι.] | 486 | |
14.487 | Κήρυκα καύσας σβέσον οὔρῳ βοὸς τομίου καὶ λάμβανε ἀπὸ τούτου ἢ ἐν ποτῷ ἢ ἐν βρωτῷ. τὸ δὲ ἄλλο εἰς ἀγγεῖον ἀπό‐ θου. ἄλλο. λύσις. ἄναψον τὸ ξυλάριον καὶ παύεται. ἄλλο. ὀξύσχοινος ἐντεθεῖσα καὶ γενομένη κηρύκου σχῆμα τοῦ ὄξεως | |
5 | ἐκκριθέντος εἰς τὴν κοίτην ἐπιτίθει ὑπὸ τὰ στρώματα καὶ κατέχει τὰς ἐπὶ τὰ ἀφροδίσια ὁρμάς. ἄλλο. κορίαννον ἢ γλή‐ χων ἐσθιόμενος πολλάκις ἀνέντατον ποιεῖ. ἄλλο. χολὴ νάρ‐ κης ἐάν τις τὸ μόριον ἀνέντατον ἔσται. ἄλλο. ἀπὸ λύχνου αὐτομάτως σβεσθέντος λαβὼν πομφόλυγα τὴν ἔτι ζῶσαν | |
10 | βάλλε εἰς τὸ πόμα καὶ δὸς πιεῖν, γενήσεται γὰρ ἀνέντατος ὅλην τὴν νύκτα ὁ πιών. [βʹ. Ἐντατικὰ τοῦ αἰδοίου.] Αἰδοῖον ἐντείνουσι καὶ ἐξορμάουσι πρὸς ἀφροδίσια τάδε· κωναρίων, πεπέρεως, πε‐ τροσελίνου, ἐλαφίου αἰδοίου ῥινήματος τερεβινθίνης ἀνὰ ἴσα | |
15 | μέλιτι ἀναλάμβανε καὶ σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. λα‐ βὼν ἐρεβίνθων ὠμῶν, κωναρίων γο. βʹ. εὐζόμου σπέρματος, | |
πεπέρεως λευκοῦ ἀνὰ γο. αʹ. μέλιτος τὸ ἀρκοῦν, δίδου δί‐ | 487 | |
14.488 | δραχμον σὺν οἴνῳ. ἄλλο. αἰδοῖον κατάχριε τῷ μέλιτι πρὸ ἀφροδισίας. ἄλλο. εὐζόμου σπέρμα σὺν μέλιτι δίδου πίνειν. ἄλλο. χυλοῦ τοῦ εὐζόμου κυάθους βʹ. μετὰ πεπέρεως λευκοῦ τὸ ἀρκοῦν δίδου διὰ τριῶν ἡμερῶν τῶν ἐπαλλήλων ἡμερῶν. | |
5 | ἢ χυλοῦ εὐζόμου καὶ πεπέρεως λευκοῦ δίδου κοχλιάριον αʹ. νήστει. συμφέρει καὶ ὄστρακον ἐχίνου θαλασσίου πινόμενον καὶ τὸ γάλα βόειον πιόν. ἄλλο. πολυγόνου βοτάνης σπέρμα καὶ σάρκα ἰχθύων ποταμίων ξηρὰν τρίψας δίδου πίνειν· ἐν‐ τατικὸν γάρ ἐστι. ὁμοίως σπέρμα τῆς ἀνδράχνης ἑψηθὲν | |
10 | μετὰ γάλακτος βοείου δίδου· πάνυ βοηθέει. ὁμοίως ὠὰ πέρ‐ δικος ἐσθιόμενα. ἄλλο. σπέρμα πράσου σὺν ἀκράτῳ οἴνῳ δὸς πίνειν. ἄλλο. χυλὸς πολυγόνου βοτάνης πινόμενος ποιεῖ ἀφροδίσια ἑτοιμοτέρους. ἄλλο. τὸ ὕδωρ ἐν ᾧ σβεσθῇ ὁ σίδηρος πῖνε σὺν οἴνῳ. ἄλλο. ὀρχιδίου ξηροῦ ἀλώπεκος κο‐ | |
15 | χλιάριον αʹ. πῖνε. ἄλλο. χυλὸν ἀσφοδέλου ῥίζης ἐκπιέσας δίδου πίνειν. ἄλλο. ὅταν ὁ ταῦρος μετὰ συνουσίαν οὐρήκῃ, γῆν συμμίξας τῷ πηλῷ ἐξ οὔρου καταπλασσομένῳ αἰδοῖον | |
κατάχριε. ἄλλο. κόπρῳ τῇ βοείᾳ προσφάτῳ αἰδοῖον κατά‐ | 488 | |
14.489 | χριε. ἄλλο. κόκκον γνίδιον τρίψας καὶ σὺν ἐλαίῳ ῥοδί‐ νῳ διαμίξας κατάχριε. ἄλλο. χυλῷ περιστερεῶνος αἰδοῖον κατάχριε. [γʹ. Πρὸς ὕπνον.] Εἰς φύλλον δάφνης ἐπίγραφε καὶ | |
5 | ὑποτίθει ἐπὶ τὴν κεφαλὴν λεληθότως, ὀνομάζων κόνκοφον βραχερέον. [δʹ. Πρὸς τοὺς μὴ δυναμένους συνουσιάζειν.] Σκαμ‐ μωνίαν μεθ’ ὕδατος χρίου. Κεφ. κηʹ. [Πρὸς τὸ δῆγμα τῶν ἰοβόλων ζώων.] | |
10 | Πρὸς δῆγμα τῶν ἰοβόλων θηρίων τὰ μελίας φύλλα κόψας χυλοῦ δίδου κοχλιάρια γʹ. ἀπυρέττουσι μετὰ τῶν γʹ. κυάθων τοῦ οἴνου. ἄλλο. φλοῖον δένδρου βαλάνου ἢ εὔζυμον τὸ ἐν τοῖς λαχάνοις γιγνόμενον, ἢ χαμαιπίτυα, ἢ σκόροδον, ἓν ἐξ αὐτῶν τρίψας σὺν οἴνῳ ἀκράτῳ νήστει δίδου πίνειν. ἄλλο. | |
15 | αἷμα τῆς νήττης ἐναντιοῦται πᾶσι τοῖς δηλητηρίοις καὶ θανασίμοις. τοῦτο μὲν αὐτὸ ποιοῦσιν αἱ σάρκες τῆς ὄρνιθος προσφάτως ἀναιρεθείσης τοῖς δήγμασιν ἐντιθεμέ‐ | |
ναι· ἐναντιοῦνται γὰρ τοῖς ἰοβόλοις ἅπασι καὶ ἰαοῦνται | 489 | |
14.490 | πλὴν δήγματος τοῦ ἀσπίδος. ἄλλο. πήγανον σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. ἐγκέφαλος τῆς ὄρνιθος πινόμενος ὠφελεῖ. [Πρὸς τὰ τῆς ἔχεως δήγματα.] Τὴν χαλβάνην σὺν κυπρίνῳ πρόσθες. ἄλλο. ἕρπυλλον σὺν ὄξει ὁμοίως κα‐ | |
5 | τάχριε. [Ὑποθυμιάματα τῶν ἰοβόλων φευτικά.] Τὸ πύρεθρον καὶ θεῖον ἐμπύριζε καὶ φευξοῦνται. ἄλλο. ταυτὸ ποιεῖ τὸ κέρας ἐλάφου καὶ τὸ στέαρ αὐτοῦ· ἔτι καὶ τὸ σκύτος καὶ πόδες, τὰ μὲν ταῖς πύλαις ἐμπηγνύμενα τὴν ἅπαντος ἰοβό‐ | |
10 | λου εἴσοδον κωλύουσιν. ἄλλο. πνεύμων ὄνου ὑποθυμιαζόμε‐ νος ἅπαν ἰοβόλον φυγαδεύει. [Ὡς ἔχιδνα μὴ δήκῃ.] Δρακόντιον τρίψας τὴν χεῖρά σου κατάχριε καὶ μὴ δηχθήσῃ. σπέρμα δὲ ταύτης βοτάνης τετριμμένον σὺν ὕδατι καὶ τιθὲν ἐν τοῖς ὕδασι τῶν ἀποδη‐ | |
15 | μεόντων αὐτὰς φυγαδεύει. ἄλλο. χυλῷ στρύχνου χεῖρας κατάχριε. [Ἐπίθεμα πρὸς τὰ δήγματα τῆς ἐχίδνης.] Ἐχίδνης κεφαλὴν ἀποκόψας τὸ μόριον αἱματηρὸν τῷ τόπῳ ἀποδη‐ | |
χθέντι προστίθετι καὶ ἐπίδει καὶ οὕτως ἐᾷ. | 490 | |
14.491 | [Πυρία πρὸς τὸ δῆγμα τῆς ἐχίδνης καὶ μυγάλης.] Τρίφυλλον ἀσφάλτιον ἕψε καὶ ἀφεψήματι θερμῷ τόπον ἀπο‐ δηχθέντα πυριᾷ. οὐδεὶς δὲ πυρίᾳ ταύτῃ χράσθω ὁ μὴ πάσχων. μεταβαίνει γὰρ ἡ διάθεσις εἰς αὐτὴν, ὡς νομίζῃ ἑαυτὸν ἀπὸ | |
5 | τῆς ἐχίδνης ἢ μυγάλης ἀποδηχθέντα. | 491 |
14.492(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙ‐ | |
t2 | ΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜ‐ | |
t3 | ΜΕΝΟΝ. | |
1 | [Περὶ τῆς σταφυλῆς πασχούσης θεραπείας.] Θεραπεύσῃς σταφυλὴν οὕτως· ἐν ἀρχῇ μὲν αὐτῆς τῆς φλεγμονῆς δίαιτα λεπτὴ καὶ εὔχυμος ἔστω καὶ ῥοφήματα καὶ ἀναγαργαρίσματα δι’ οἰνομέλιτος, ἢ μελικράτου, ἢ ἑψή‐ | |
5 | ματος χλιαροῦ, ἢ ὀξυμέλιτος ἀναγαργαριζομένου καὶ ἀπο‐ χεομένου καὶ μὴ καταπινομένου· καὶ μασήματος διὰ | |
πυρέθρου ἢ πεπέρεως, ἢ σταφίδας ἀγρίας λειώσας μετὰ | 492 | |
14.493 | νίτρου καὶ ἁλὸς παράτριβε τὸν οὐρανίσκον καὶ τὴν στα‐ φυλὴν, καὶ παύει τὴν φλεγμονήν· ἔξωθεν δὲ ἐπίθετα τὰ αὐτὰ καὶ τὰ ὁμοίως θερμαίνοντα καὶ τὴν φλεγμονὴν παρη‐ γοροῦντα καὶ τὴν ὀδύνην παύοντα· ἐπιθέματα δὲ καὶ κατα‐ | |
5 | πλάσματα ἐπιτήδεια. [Περὶ τῆς ἀνακρεμασθείσης σταφυλῆς] Ὑσσώπου ῥίζαν καὶ ἰσχάδων χυλὸν μίξας ἀναγαργάριζε, ὁμοίως καὶ εἰς παρίσθμια καὶ σταφυλὴν ὁμοῦ ζέσας ἀναγαργάριζε φοίνικας δηλονότι καὶ φακήν. | |
10 | [Εἰς τὸ τηρεῖν ἀδίψους ἀεί ποτε.] Γλυκυῤῥίζης χυλὸν πότιζε ἢ ἀνδράχνης ὅσον κύαθον κατάπιε. ἄλλο. ἀνίσου γο. αʹ. γλυκυῤῥίζης χυλοῦ γο. βʹ. τραγακάνθης βεβρεγμένης γο. βʹ. ἀνάπλασον τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ καὶ ἐκ τούτων δίδου κατέχειν ὑπὸ τὴν γλῶτταν ἕνα τροχίσκον καὶ | |
15 | τὸν χυλὸν καταπίνειν καὶ οὐ διψήσει. [Πρὸς δυσηκοΐας καὶ κωφώσεις.] Χολὴν αἰγείαν πρόσ‐ φατον ἴσα μίξας μέλιτι ἀκάπνῳ χλιαρὸν ἔνσταζον εἰς τὸ | |
οὖς. ἄλλο. λαγωοῦ χολὴν νεαρὰν μέλιτι μίξας ἐπίσης καὶ | 493 | |
14.494 | χλιάνας ἐν φλοιῷ κρομμύου ἐπίσταζον εἰς τὸ οὖς· καὶ γὰρ καὶ τοὺς μηδ’ ὅλως ἀκούοντας ποιεῖ ἀκούειν. ἄλλο. συὸς ἡμέ‐ ρου χολὴν ἴσα μέλιτι ἀκάπνῳ ἑνώσας χλιαρὸν ἐγχωμάτισον· ἢ σκίλλης χυλὸν καὶ ῥόδινον μίξας χρῶ. ἄλλο. ὀρόβου χυλὸν | |
5 | ἔνσταζον, ἐπίθες στυππίῳ μετὰ ῥοδίνου. [Πρὸς κοιλιακοὺς ἐργαλεῖον.] Μύρτων χλωρῶν, ῥόδων ξηρῶν, σιδίων ῥοιᾶς, βαλαύστια, κηκίδας εʹ. οἰνομέλιτι φυρά‐ σας διὰ γαστρὸς παράπεμψον, ἢ κυάμου λέπυρα σὺν οἴνῳ ἀποζέσας ἔνιε διὰ κλυστῆρος· ἢ φακὴν ἀποζέσας | |
10 | τὸν χυλὸν χλιάριον ὁμοίως ποίει· ἢ ὀρύζης μὴ κεκαθαρισμέ‐ νης τὸν χυλὸν ὁμοίως, ἢ σιδηρίτιδος βοτάνης τὸν χυλὸν χλιαρὸν ὁμοίως, ἢ ἀκακίας χυλὸν ἔνιε, ἢ ψιμύθιον καὶ λιθάργυρον λειώσας μετὰ μέλιτος καὶ οἴνου παράπεμψον. [Εἰς στρόφον κοιλίας.] Κύμινον μετὰ μέλιτος δίδου | |
15 | φαγεῖν καὶ θαυμάσεις· ἢ καλάμου ῥίζαν καύσας πότισον μετὰ οἴνου κύλικος ἑνός. | |
[Εἰς τὸ στῆσαι κοιλίαν.] Ὀρίγανον μετὰ ὕδατος ἑψή‐ | 494 | |
14.495 | σας δίδου πιεῖν. ἄλλο. σηπίας ὄστρακον καύσας καὶ τρίψας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν· ἢ βάτου καρπὸν σὺν τοῖς φύλλοις ἀποτριτώσας δὸς πιεῖν. ἄλλο. κύμινον Ἑλλαδικὸν καὶ κηκίδα ἄτριπτον καῦσον καὶ μετὰ οἴνου παλαιοῦ δὸς | |
5 | πιεῖν μετὰ τὸ ἀποτριτωθῆναι ἐπὶ ἡμέρας τρεῖς. [Πρὸς ἐσωχάδας, ῥαγάδας καὶ συκάμινα.] Ἀρσενικοῦ σχιστοῦ γο. γʹ. σφέτλης δρυΐνης γο. δʹ. λειώσας πάντα ὁμοῦ ἔχε ξηρίον, ἐπὶ δὲ τῆς χρείας ἀπονίψας οὔρῳ παιδὸς ἀφθό‐ ρου τοὺς τόπους ἐπίπασον. | |
10 | [Πρὸς ἐσωχάδας καὶ ἐξωχάδας.] Ῥίζαν σιλφίου κόψας καὶ λειώσας κατάπλασον. [Ξηρίον πρὸς βεβρωμένας οὔλας καὶ ὀδόντας σειομένους.] Μαστίχης γο. αʹ. λιβάνου γο. βʹ. σμύρνης, ῥόδων ξηρῶν ἀνὰ γο. γʹ. σαρκοκόλλης, κηκίδος ἀνὰ γο. δʹ. ὁμοῦ λειώσας ἐπί‐ | |
15 | πασον τὰ οὖλα, προδιακλύσας ἀειζώου, ἢ μύρτων, ἢ σχοί‐ | |
νου, ἢ ἄγνου, ἢ ἐλαίας τῶν φύλλων τῶν χλιαρῶν. | 495 | |
14.496 | [Πρὸς ὀδονταλγίας.] Ὕσσωπον ἢ ὀρίγανον μετὰ ὄξους ἑψήσας δὸς διακλύζεσθαι· ἢ πύρεθρον καὶ πέπερι καὶ ζέμμα καὶ μαστίχην ἐξ ἴσου δίδου διαμασᾶσθαι. ἄλλο. σταφίδας ἀγρίας κόκκους δʹ. μαστίχης κόκκους ηʹ. δίδου διαμασᾶσθαι. | |
5 | [Εἰς πεσόντας ὀδόντας ἀπὸ πληγῆς.] Σταφίδας ἐν ἐλαίῳ ζέσας πυρίαζε τὸν τόπον καὶ γῆν ἑξῆς τῷ ὄξει, τῆς ὀδύνης δηλονότι ἐρεθιζούσης, ἐπὶ ἡμέρας δὲ τρεῖς ποίει, οὕ‐ τως καὶ πάλιν ἀναφύουσιν οἱ ὀδόντες. [Πρὸς οὖλα βιβρωσκόμενα.] Ἀριστολοχίας τρίψας | |
10 | μετὰ μέλιτος ἐπίπασον τὰ οὖλα, ἢ κέρας ἐλάφειον κεκαυ‐ μένον ἕως ἂν γένηται λευκὸν καὶ ψιμύθιον καὶ λιθάργυ‐ ρον καὶ νάρδον καὶ κίσσηριν κηρωτῇ ἀναλάβου καὶ κατάχριε· ἢ χελώνης ὄστρακον καύσας καὶ τρίψας μίξας τε μετ’ ἐλαίου ἔνσταζον εἰς τὸ οὖλον. ἄλλο. εὐζώμου σπέρμα σὺν τῷ | |
15 | χυλῷ καὶ χολὴ αἰγὸς ἢ μελάνθιον μέλιτι κατάχριε. [Πρὸς ὀφθαλμοπονίαν.] Μυελὸν αἴγειον περίχριε καὶ | |
ἰᾶται· ἢ στέαρ αἴγειον ἢ προβάτειον ἀποβρέχων εἰς ὕδωρ | 496 | |
14.497 | θερμὸν ἐπιτίθει, ἢ λινοσπέρμου χυλὸν, ἢ γάλα γυναικεῖον ἐπίχριε. [Πρὸς λεύκωμα καὶ οὔλας παλαιὰς ἐν ἐλαχίσταις ἡμέραις· ἔστι δὲ καὶ ὀξυδορκικὸν θαυμαστόν.] Ἰοῦ ξυστοῦ γο. δʹ. ἀμ‐ | |
5 | μωνιακοῦ γο. δʹ. ψιμυθίου γο. βʹ. κόμμεως γο. αʹ. τὸ δὲ ὑγρὸν ἔστω σικύου ἀγρίου χυλὸς ὁ τῆς ῥίζης. ἄλλο. δαφνοκόκκων κεκα‐ θαρισμένων καὶ λελειωμένων, κόμμεως τὸ ἀρκοῦν πρόσ‐ πλεξον καὶ ποίει κολλύρια, ἐπὶ δὲ τῆς χρείας λειώσας οὔρῳ παιδὸς ἀφθόρου ἀναλάμβανε καὶ οὕτως χρῖε. πεπείρα‐ | |
10 | ται γάρ. [Πρὸς αἰγίλωπας.] Κόπρου περιστερᾶς ξηροῦ γο. δʹ. σὺν λιβάνῳ ἄῤῥενι λειώσας ἐπίπασον ἕως οὗ παύσῃ. ἐδοκι‐ μάσθη γάρ. [Πρὸς λευκώματα δόκιμον· καὶ γὰρ πολλοὺς ὤνησεν.] | |
15 | Πέρδικος ἄῤῥενος χολὴν μετὰ μέλιτος χρῖε. ἄλλο. λαδάνου γο. βʹ. λειώσας μετὰ καλλίστου οἴνου καὶ ἐλαίου ἀφ’ ἱκανοῦ | |
χρῖε τοὺς ὀφθαλμούς. | 497 | |
14.498 | [Πρὸς ὑπόχυσιν ὑπερφυῶς παραχρῆμα τὸ βλέπειν ποιῶν.] Αἷμα μυὸς καὶ χολὴν ἀλέκτορος καὶ γάλα γυναι‐ κεῖον ἴσα μίξας καὶ λειώσας χρῶ· ἐδοκιμάσθη γὰρ καὶ ἄκρως ὠφέλησεν. | |
5 | [Ἄλλο πρὸς ὑποχύσεις παλαιάς τε καὶ νέας καὶ ἀμ‐ βλυωπίας καὶ πᾶν ἐπισκοτοῦν τὴν ὅρασιν.] Δαφνίδας ἐκ‐ λελεπισμένας ἀριθμὸν κοκκίων ιʹ. κόμμεως γο. βʹ. ὕδατι ὀμβρίῳ ποιήσας κολλύρια χρῖε τοῖς ὑποκεχυμένοις μετὰ οὔρου παιδίου ἀφθόρου, τοῖς δὲ ἀμβλυωποῦσι μετὰ ὕδατος | |
10 | ὀμβρίου. [Πρὸς πόνον ὀφθαλμῶν καὶ ἀγρυπνίας.] Μελίκρατον ἐγχυματίσας καὶ προβρέξας ὠὸν καὶ περικαθάρας καὶ τεμὼν εἰς βʹ. δῆσον ἐπάνω τῶν ὀφθαλμῶν καὶ ὑπνώσει. [Πρὸς ἄνθρακας ὀφθαλμῶν καὶ παντὸς τοῦ σώματος.] | |
15 | Περδικιάδα βοτάνην μετὰ ψιχίων λειώσας, προβρέξας τὰ | |
ψίχια ὀξυκράτῳ χρῶ. | 498 | |
14.499 | [Ὀξυδερκικόν.] Μαράθρου ξύλον τρίψας καλῶς μετὰ μέλιτος πωλίου νεαροῦ ἀκάπνω χρῶ ἐπιχρίων. [Περὶ τῶν ἐν βλεφάροις κριθῶν.] Ἀκακίαν σὺν οἴνῳ χρῖε. | |
5 | [Πρὸς ῥευματισμοὺς τῶν ὀφθαλμῶν.] Ἐπὶ δὲ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμοὺς ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλι‐ γοσιτία καὶ ὑδροποσία καὶ ἀποχὴ συνουσίας καὶ ἡ κοιλία ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ πρῶτον καὶ ὀλίγου μιγνυμέ‐ νου ὄξους συνεχῶς τὸ πρόσωπον νιπτέσθω καὶ ἐν τῇ κλίνῃ | |
10 | ὀσφραινέσθω, κονιορτοῦ τε καὶ καπνοῦ καὶ τὴν ἀφ’ ἡλίου καὶ λύχνου αὐγὴν ἀποφευγέτω· ἔπειτα ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λείανε καὶ μίξας ὠοῦ λεκίθῳ κατάπλαττε ἢ κριθίνου ἀλεύρου σὺν γλυκεῖ ἑψηθέντος· ἐὰν δὲ ἡ ὀδύνη μεγίστη ᾖ, πρόσμιξον καὶ ὑοσκύαμον. | |
15 | [Κατάπλασμα εἰς ῥευματιζομένην κεφαλήν.] Τοῦτο τὸ μίγμα οὐκ ἐᾷ κεφαλὴν ῥευματισθῆναι οὔτε ὀφθαλμὸν | |
ἀδικηθῆναι ποτέ. κιμωλίας, νίτρου, βρυωνίας ῥίζης ξηρᾶς, σι‐ | 499 | |
14.500 | κύου ἀγρίου ῥίζης, κυάμου ἀλεύρου ἀνὰ γο. βʹ. λειοτριβήσας ὁμοῦ καὶ ἑνώσας εἰς γλοιοῦ πάχος χρῶ ἐν βαλανείῳ ὡς κάλλιστον. [Ἀποφλεγματισμὸς κατασπῶν ἐκ τοῦ κρανίου φλέγμα.] Ἀγριοσταφίδας μετὰ μαστίχης δίδου μασᾶσθαι ἢ μαστίχην | |
5 | καὶ ζίγγιβερ, εἰ δὲ ἢ μαστίχη σκληρὰ εἴη, πρόπλεξον καὶ ὀλίγον κηρόν. [Πρὸς κεφαλαλγίαν.] Πήγανον κόψον ἐπιμελῶς καὶ σὺν ὄξει καὶ ῥοδίνῳ κατάχριε τὸ μέτωπον. [Πρὸς ἡμικρανίαν.] Πράσου κεφαλὴν καὶ κόμην ἑψή‐ | |
10 | σας ἐλαίῳ βρέχε τὴν κεφαλὴν καὶ παύεται εὐθὺς ἡ ὀδύνη. ἄλλο. κισσοῦ ἀκρέμονας ἐλαίῳ ἑψήσας βρέξον τὴν κεφαλὴν καὶ θαυμάσεις. ἄλλο. ἀμύγδαλα πικρὰ λειοτριβή‐ σας κατάχριε τὸ μέτωπον. [Πρὸς ἥλους δόκιμον, κᾂν ἐν κεφαλῇ εἰσίν.] Σαν‐ | |
15 | δαράχης, σχιστῆς, χαλκάνθου, μίσυος καὶ ἀσβέστου ζῶντος καὶ σάπωνος ὅλα μίξας ἐξ ἴσου, τὸ ἄσβεστον διπλοῦν λειώσας μετὰ πρωτείου ζωμοῦ τοῦ σάπωνος χρῶ. θαυμάσιον γάρ ἐστι. | |
[Πρὸς ἡμικρανίαν.] Λαβὼν εὐζώμου σπέρμα γο. γʹ. | 500 | |
14.501 | πηγάνου χλωροῦ γο. ζʹ. πεπέρεως κόκκους λαʹ. ὠῶν τριῶν τὸ λευκὸν, ὄξους τὸ ἀρκοῦν χρῖε τὸν τόπον. [Τροχίσκος ὁ ἔνδοξος Σωκράτους πρὸς κεφαλαλγίαν καὶ ἡμικρανίαν καὶ πρὸς πάντα τὰ ῥευματικὰ πάθη θαυμάσιος.] | |
5 | Εὐφορβίου 𐅻 δʹ. θαψίας χυλοῦ 𐅻 στʹ. ζιγγιβέρεος 𐅻 αʹ. ὀπίου 𐅻 γʹ. ὀποπάνακος 𐅻 βʹ. λῦσον τὰ πάντα ὁμοῦ μετὰ ὄξους καὶ ποίει τροχίσκους, ἐπὶ δὲ τῆς χρήσεως ἀναλαβὼν ὄξει χρῖε τὸ μέτωπον. ἔστι δὲ καὶ καπνιστικὸν καὶ τοῖς μόριόν τι ῥευματιζομένοις ποιεῖ θαυμαστῶς. | |
10 | [Περὶ ἥλων καὶ μυρμηκιῶν.] Ἀρίθμησον τοὺς ἥλους καὶ λαβὼν τοσούτους μύρμηκας δῆσον ἐν λίνῳ πανίῳ καὶ κοχλίαν ἕνα μετ’ αὐτῶν καὶ καύσας αὐτοὺς λείωσον σὺν ὄξει καὶ ἐπίχριε, ἢ κόπρον βόειον μετὰ ὄξους λειώσας ἐπί‐ χριε, ἐπὶ ἡμέρας τρεῖς κατάπλασον, καὶ πεσοῦνται οἱ ἧλοι. | |
15 | [Πρὸς ἥλους καὶ μυρμηκιασμούς.] Ὀστέα φοινίκων καύσας καὶ τρίψας μετὰ ἅλατος καὶ θυμιάματος καὶ μίξας | |
ἐν ἡλίῳ ἐπίθες καὶ θεραπεύσεις. | 501 | |
14.502 | [Πρὸς ἡμικρανίαν δόκιμον.] Λαβὼν γῆς ἔντερα ιεʹ. κόκκους πεπέρεως ιεʹ. ὄξους τὸ ἀρκοῦν· λειώσας ὁμοῦ χρῖε. [Πρὸς θηριοδήκτους πληγάς.] Θηριοδήκτους καὶ λυσ‐ σοδήκτους ἰᾶται καρκίνου τῶν ἐντὸς ἡ τέφρα σὺν ὕδατι πι‐ | |
5 | νομένη ἅπαξ καὶ δὶς ἀνὰ δρακὸς μιᾶς. [Πρὸς τὰς ἐξ οἴνου κεφαλαλγίας.] Πολυγόνου κλῶνας βʹ. πλέξας στεφάνωσον. [Πρὸς πόνον ἡμικρανίου.] Καρδάμου σπόρον τρίψας μῖξον μετ’ ὠοῦ λευκῷ καὶ κατάχριε τὸ μέτωπον καὶ ἐπάνω | |
10 | θὲς στυπία, ἢ τοῦ ἀετοῦ τῆς κεφαλῆς τὸ ὀστοῦν τὸ ὅμοιον τῷ ὁμοίῳ περίαπτε ὁμοίως καὶ τοῦ γυπός. ἄλλο. οἱ ἐν τῇ κεφαλῇ τοῦ λάβρακος εὑρισκόμενοι λίθοι κεφαλαλγίαν ἰῶν‐ ται καὶ εἰς ἡμικρανίαν περιαπτόμενοι δεξιὸς δεξιᾷ καὶ ἀρι‐ στερὸς ἀριστερᾷ. | |
15 | [Πρὸς τρίχας ῥεούσας ἀπὸ κεφαλῆς καὶ πώγωνος.] Σεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχων τρίχας κατάχριε | |
ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ’ ἐλαίου ὀμφακίνου | 502 | |
14.503 | ἢ μυρσινίνου, ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον ἀποβρέξας σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ λειώσας ἄμφω πάχος μέλιτος καὶ χρῖε τὴν κεφαλὴν ἐν βαλανείῳ· βέλτιον δ’ ἐστὶ καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον, τὸ ζʹ. μέρος | |
5 | λαδάνῳ πρόσβαλλε καὶ χρῖε. [Πρὸς τρίχας ῥεούσας, ἵνα δὲ καὶ πλέον γένωνται.] Μυοχόδων 𐅻 γʹ. καλάμων κονατήλων κεκαυμένων 𐅻 δʹ. ἀμύγδαλα πικρὰ οβʹ. ὀπὸν βαλσάμου, λαδάνου ἀνὰ 𐅻 δʹ. πολυτρίχων 𐅻 ζʹ. νάρδου Κελτικῆς 𐅻 αʹ. ἐν ὑγρο‐ | |
10 | πίσσῳ βρέξας τὸ λάδανον καὶ οἴνῳ καὶ ἐλαίῳ λειώσας. τὰ δὲ ξηρὰ κόψας εἰς χνοῦν, μετὰ τῶν ὑγρῶν μίξας χρῶ ἀλει‐ φόμενον καθ’ ἡμέραν. ἐμοὶ δοκεῖ καὶ φαλακροὺς τριχῶσαι. [Βηχὸς θεραπεῖαι διάφοροι.] Ἀρκευθίδος ὁ καρπὸς ἐσθιόμενος καὶ πινόμενος· ἢ βδέλλιον πινόμενον, ἢ δαῦκος | |
15 | Κρητικὸς σὺν οἴνῳ πινόμενος· ἢ δρακοντίου ῥίζα ὁμοίως ἑψηθεῖσα καὶ λειωθεῖσα μέλιτι· ἢ ἑλενίου βοτάνης καὶ περ‐ | |
δικιάδος χλιαρὸς νηστικῶς καταῤῥοφούμενος ὁ χυλὸς σὺν | 503 | |
14.504 | ὕδατι πινόμενος, ἢ ἀρκείου βοτάνης ἡ ῥίζα, ἢ στροβιλίου σὺν ὕδατι πινόμενον, ἢ πρόπολις θυμιωμένη καὶ ῥητίνη πινομένη· καὶ τερεβινθίνη θυμιωμένη, ἢ ἀρσενικὸν σχιστὸν μετὰ χαλβάνης θυμιωμένης· καὶ ὁ καπνὸς καταπινόμενος, ἢ | |
5 | ἄσφαλτον καὶ λίβανον καὶ στύραξ καὶ κύμινον θυμιαζόμενα, ἢ κιννάμωμον σὺν μέλιτι χλιαρῷ πινόμενον, ἢ κυπαρίσσου σφαιρία τριβέντα μετὰ γλυκέος καὶ σμύρνης νηστικῶς λαμ‐ βανόμενα, ἢ μαράθρων ῥίζας καὶ σπέρμα σὺν οἴνῳ ἑψη‐ θέντα καὶ πινόμενα, ἢ νάρθηξ χλωρὸς σὺν οἴνῳ ἑψηθεὶς | |
10 | καὶ ποθείς· ἢ ὀρίγανον σὺν μέλιτι ἑψηθὲν καὶ ποθέν· ἢ μυρίκης ἄνθος καὶ ὁ καρπὸς καὶ τὰ φύλλα σὺν οἴνῳ ἑψη‐ θέντα καὶ πινόμενα· ἢ πευκίου ὁ φλοιὸς σὺν ὕδατι πινόμε‐ νος· ἢ λεύκης φύλλα καὶ τὰ κλωνία σὺν ὕδατι ἢ οἴνῳ πι‐ νόμενα, ἢ φλόμου ῥίζα σὺν οἴνῳ πινομένη ἐν βαλανείῳ, ἢ | |
15 | σκόροδον ὠμὸν καὶ ἡψημένον ἐσθιόμενον, ἢ στρουθίου βο‐ τάνης ἡ ῥίζα σὺν μέλιτι ἀναλαμβανομένη τοὺς πάνυ ἐσχάτως ἔχοντας ἐν τῷ πάθει· λαγωοῦ κόπρος λεία σὺν οἴνῳ θερμῷ | |
ποθεῖσα ὠφελεῖ. ἀρτηριακοὺς καὶ κιονικοὺς καὶ δυσπνοϊκοὺς | 504 | |
14.505 | μεγάλως θεραπεύει ἀετοῦ γλῶσσα περιαπτομένη· ἢ στροβί‐ λιον ἀκέραιον καύσας καὶ τρίψας μετὰ πεπέρεως ὀλίγου καὶ ἀναλαβὼν μέλιτι δίδου τῷ πάσχοντι κοχλιάριον ἕν. [Πρὸς χρόνιον βῆχα.] Θεῖον ἄπυρον τρίψας καλῶς, | |
5 | ἐμβαλὼν ὠὸν ῥόφησον ἐν βαλανείῳ· ἢ σίνηπι τρίψας καὶ μίξας μέλιτι δίδου δακόλους τρεῖς· ἢ καρδαμόσπορον λεῖον σὺν ὕδατι πινόμενον εἰς κοίτην, ἢ λίβανον τριβόμενον μετὰ μέλιτος καὶ ἐκλειχόμενον πρωῒ καὶ εἰς κοίτην· ἢ ῥαφάνου χυλὸς μετὰ μέλιτος καταῤῥοφούμενος τῷ πρωΐ. ἄλλο. ἀρ‐ | |
10 | κευτίδες εʹ. ἢ ζʹ. μετὰ μέλιτος πινόμεναι. ἄλλο. πεπέρεως 𐅻 δʹ. καρύων 𐅻 βʹ. στροβίλου ὑσσώπου ἀνὰ 𐅻 αʹ. γλή‐ χωνος 𐅻 δʹ. ἴρεως 𐅻 δʹ. κνίδης σπέρμα 𐅻 δʹ. μέλιτος ἡ δόσις κοχλιάριον αʹ. ἄλλο. σίνηπι καὶ κύμινον, μελάνθιον, κάρδαμον ἴσα ὁμοῦ κόψας ἀναλάμβανε οἴνῳ καὶ δίδου. | |
15 | ἄλλο. γλήχωνα δίδου μασᾶσθαι συνεχῶς καὶ συντρίψας μετὰ οἴνου καὶ λεάνας δίδου πιεῖν. ἄλλο. κυμίνου πεφρυγμέ‐ | |
νου 𐅻 αʹ. μελανθίου πεφρυγμένου 𐅻 αʹ. πεπέρεως κοκ‐ | 505 | |
14.506 | κία μʹ. συντρίψας καὶ ζυμώσας μέλιτι δίδου νήστει καὶ εἰς κοίτην. [Κάπνισμα.] Ἀρσενικὸν σχιστὸν, πέπερι, πράσιον, κρι‐ θῆς ἄλευρον, χαμαίδρυν, ἀμπέλου ῥίζης δέρμα, χαμαιλεύκην, | |
5 | μαστίχην κόστον, κρόκον ὠῶν, πάντα ἑνώσας πλάττε κολ‐ λούρια καὶ κάπνιζε νήστει καὶ εἰς κοίτην. ἄλλο. πέπερι, κάρυα, ἀρσενικὸν σχιστὸν συντρίψας καὶ μίξας μέλιτι κάπνιζε. ἄλλο. βούτυρον, στέαρ χηνὸς, ῥητίνην μέλιτι συν‐ τρίψας δίδου νήστει καὶ εἰς κοίτην. ἄλλο. ῥάβδον μαρά‐ | |
10 | θρου καὶ σπέρμα πεπέρεως συντρίψας καὶ μετὰ μέλιτος ζυ‐ μώσας δίδου. ἄλλο. φυσαλίδας ἑψήσας σὺν ταῖς ῥίζαις δὸς πιεῖν. [Βηχικὸν καὶ εἰς ἀναγωγὴν αἵματος.] Κόστον, κιννά‐ μωμον, ῥῆον βάρβαρον ἀνὰ 𐅻 αʹ. συντρίψας καὶ ἑνώσας | |
15 | μετ’ οἴνου χλιαροῦ πότισον. | |
[Ἄλλο ποιῶν καὶ ἐκτηκομένοις.] Λαβὼν λιβάνου, πε‐ | 506 | |
14.507 | πέρεως, ἀρσενικοῦ σχιστοῦ, καρυοφύλλου πάντα ὁμοῦ συν‐ τρίψας μετὰ μέλιτος καὶ ζυμώσας δίδου πρωῒ καὶ εἰς κοί‐ την· ἢ ἀρσενικὸν σχιστὸν ἀντὶ ἅλατος εἰς ὠὸν ῥυτὸν καὶ ῥόφησον νῆστις· ἢ ἀρσενικὸν συντρίψας μετ’ οἴνου | |
5 | χλιαροῦ πότισον ἐν λουτρῷ· ἢ ἀρσενικὸν σχιστὸν καὶ κρό‐ κον ὠοῦ μίξας ἐπάλειφε εἰς βάμβηκα καὶ κάπνιζε διὰ κι‐ χώνης, ὅταν δὲ ὀλιγωθῇ ὁ καπνιζόμενος, δίδου αὐτῷ καὶ κα‐ ταπιεῖν βούτυρον, ὅσον λεπτοκαρύου μέγεθος καὶ πάλιν κα‐ πνιζέσθω, ποίει δὲ ἑπτάκις. ἄλλο. στύρακος καλοῦ καὶ κράμ‐ | |
10 | βης χυλὸν συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοί‐ την· ἢ δαφνελαίου καὶ οἴνου καλοῦ ἀνὰ 𐅻 γʹ. μίξας χλια‐ ρὸν πότιζον ἐν λουτρῷ καὶ οἰνέλαιον θερμὸν κέραμον πυ‐ ρίαζε τὸν στόμαχον, τὸ οἰνέλαιον μὴ δίδου φθισικῷ πίνειν, ἀλλὰ τὴν σκευασίαν τοῦ οἰνελαίου ἀκριβῶς σκευάσας καὶ | |
15 | χλιάνας πυρίαζον μετὰ σπόγγων τὸν στόμαχον. ἄλλο. θέρ‐ μων ἀφέψημα θερμὸν στακτὴν βρέξας πυρίαζε τοὺς πόδας | |
βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπάλειφε βούτυρον καὶ | 507 | |
14.508 | πυρίαζε, τοῦτο τρισέσας ἰαθήσεται. ἄλλο. κισσοῦ κόκκους ἢ ξύλα, ἢ φύλλα κάπνισον τὸν βήσσοντα· ἢ ῥητίνην σὺν οἴνῳ παλαιῷ συντρίψας πότισον νήστει· ἢ ἀγριοκανάβης σπέρμα τρίψας πότισον μετὰ ὕδατος· ἢ κεδρίαν πότισον | |
5 | νηστικῷ, ἢ ὕσσωπον καὶ χλήχωνα μετὰ ὀξυκράτου δὸς πιεῖν προεψήσας· ἢ βερονίκην φυράσας μετὰ μέλιτος δίδου φαγεῖν· ἢ ῥάφανοι ὁπτοὶ ἐσθιόμενοι πρωῒ καὶ ὀψέ· ἢ χα‐ μαιλεύκη θυμιωμένη. ἄλλο. δαφνίδας μετὰ πεπέρεως καὶ στροβίλους μετὰ μέλιτος δίδου πρωῒ καὶ εἰς κοίτην. | |
10 | [Εἰς βήσσοντας, τετραχωμένους τὴν ἀρτηρίαν, ἀπο‐ κεκομμένους τὴν φωνὴν καὶ ἀναφορικούς.] Λαβὼν τραγα‐ κάνθης, κόμμεως ἀνὰ 𐅻 αʹ. σμύρνης καλῆς 𐅻 αʹ. γλυκυῤῥί‐ ζης χυλοῦ καὶ γλυκέος τὸ ἀρκοῦν, κόψας πάντα καὶ ἑνώσας, ἐπειδὰν λειωθῶσι, τὰ ξηρία μῖξον μετὰ τῶν λοιπῶν. | |
15 | [Ἄλλο πρὸς βήχιον καὶ ἑλκομένην ἀρτηρίαν.] Λαβὼν τερεβινθίνης, κόμμεως, καλοῦ μέλιτος ἀνὰ 𐅻 αʹ. τὸ μέλι καὶ | |
τὴν τερεβινθίνην προεψήσας βάλλε τὸ κομμίδιον καὶ δίδου | 508 | |
14.509 | ὅσον ἐλαίας μέγεθος διακρατεῖν ἐν τῷ στόματι. ἄλλο. κόμ‐ μεως, λυκίου ἀνὰ γο. δʹ. βάλλε εἰς ὕδωρ καὶ ἔασον τακῆναι, εἶτα βάλλε κοτύλην Κρητικοῦ γλυκέος μίαν καὶ ἕψε ἕως οὗ γένηται γλοιῶδες καὶ χρῶ ἐν ἐκλεικτῷ. | |
5 | [Ἄλλο εἰς βηχία καὶ βρόγχους καὶ αἵματος ἀναγωγάς.] Λαβὼν τραγακάνθης 𐅻 βʹ. λινοσπέρμου πεφρυγμέ‐ νου 𐅻 δʹ. ἀμύγδαλα λελεπισμένα ιʹ. στροβίλου ὠπτημένης στέατι 𐅻 γʹ. τὴν τραγάκανθαν ἐν ὕδατι βρέχε χλιαρῷ καὶ τὰ λοιπὰ μῖξον γλυκὺ καὶ παραχέας λειοτρίβει. πρὸς δὲ τὰς | |
10 | ἀνακοπὰς τῆς φωνῆς καὶ ἐὰν ἀνάγῃ αἷμα, χρῶ μέλιτι ἀντὶ τοῦ γλυκέος. ἄλλο. ῥάφανον κατακόψας καὶ στρογγύλα ποι‐ ήσας ὄπτησον ἐπ’ ἀνθράκων καὶ μετὰ μέλιτος φάγε νῆστις. [Πρὸς βῆχα χρόνιον.] Λαβὼν πεπέρεως 𐅻 αʹ. θέρ‐ μων ἀλεύρου γο. γʹ. καὶ μέλιτος κοχλιάριον αʹ. δὸς ῥοφεῖν. | |
15 | ἄλλο. τῆς ἀκοῆς τοῦ χοίρου τὸ τετριμμένου ὀστοῦν περια‐ φθὲν τραχήλῳ προφυλακτικόν ἐστι βηχός. | |
[Βηχικὸν καὶ κιονικὸν καὶ ἐν φλεγμονῇ παρισθμίων.] | 509 | |
14.510 | Οἱ ἐν ταῖς καλιαῖς τῶν νοσσιῶν τῶν χελιδόνων εὑρισκόμε‐ νοι λίθοι περιαπτόμενοι προφυλακτικόν ἐστι βηχός. [Βηχικοῖς καὶ ἐν ῥίζῃ σταφυλῆς καὶ εἰς κατάῤῥουν.] Λαβὼν ζιγγιβέρεως 𐅻 αʹ. χαλβάνης, ὀπίου, στύρακος ἀνὰ | |
5 | 𐅻 αʹ. γλυκεῖ ἀναλαβὼν ποίει ὀροβιαῖα καὶ ἀντὶ καταποτίου πάρεχε ἐν κοίτῃ δύο καὶ ἐπιῤῥόφα καὶ τὸ γλυκὺ κεκραμένον. ἄλλο. ζιγγιβέρεως 𐅻 δʹ. στύρακος 𐅻 δʹ. γλυκεῖ ἀναλάμβανε καὶ ποίει ὀρόβια καὶ ἀντὶ καταποτίου δίδου εἰς κοίτην γʹ. ἐπιῤῥοφῶντι γλυκὺ κεκραμένον. | |
10 | [Εἰς κατάῤῥουν καὶ βῆχα δόκιμον.] Λαβὼν ὀπίου 𐅻 βʹ. καστορίου 𐅻 αʹ. ποίει ὀροβιαῖα καὶ δίδου εἰς κοίτην πρὸς δύναμιν. [Ἄλλο ᾧπερ ἐχρήσατο ὁ σοφώτατος Ἀλέξανδρος.] Πυρέθρου 𐅻 βʹ. κόστου 𐅻 αʹ. κόψας καὶ σήσας ἐν δὲ | |
15 | τῇ χρήσει κέλευε ἅπτεσθαι τῶν μυκτήρων καὶ στέλλε εὐθύς. | |
[Πρὸς τοὺς ἐκ κατάῤῥου τὴν ἀρτηρίαν ῥευματισθέντας | 510 | |
14.511 | καὶ βήσσοντας.] Λαβὼν στύρακος 𐅻 ηʹ. καστορίου 𐅻 δʹ. ζιγγιβέρεως 𐅻 δʹ. χαλβάνης 𐅻 δʹ. ἑνώσας ποίει ὀροβιαῖα καὶ πάρεχε εἰς νύκτα βʹ. ἢ γʹ. καὶ μὴ ἐπιπινέτω ὁ πίνων παραχρῆμα καὶ ὠφεληθήσεται. | |
5 | [Πάσμα κρανίου παύων ῥεῦμα αὐτοῦ.] Λαβὼν ὑπε‐ ρικοῦ, σχοίνου ἄνθους, ἴρεως, ξυλοβαλσάμου γο. αʹ. κόψας καὶ σήσας χρῶ ἐπιπαύων τῷ κρανίῳ. [Πάσμα κρανίου ἀναξηραντικόν.] Λαβὼν κόστου φύλλων μαλαβάθρου, κηκίδων, ναρδοστάχυος, ἴρεως, νάρδου Κελτι‐ | |
10 | κῆς, ῥόδων ξηρῶν, ἀνὰ γο. αʹ. κόψας καὶ σήσας ἐπίπασον. [Ἄλλο πάσμα.] Λαβὼν ἐρείκης καρποῦ, κηκίδων, σχοί‐ νου ἄνθους, σαμψύχου, κόστου, ἴρεως, ξυλοβαλσάμου, ἀνὰ γο. αʹ. κόψας καὶ σήσας ἐπίπασον τὴν κεφαλήν. [Ἀποφλεγματισμὸς χειμερινός.] Λαβὼν ὑσσώπου 𐅻 δʹ. | |
15 | ὀριγάνου 𐅻 δʹ. γλήχωνος 𐅻 βʹ. καλαμίνθης 𐅻 αʹ. στα‐ | |
φίδος ἀγρίας 𐅻 αʹ. πυρέθρου 𐅻 βʹ. πρασίου 𐅻 αʹ. σινή‐ | 511 | |
14.512 | πεως 𐅻 αʹ. ἑψήματος ξέστην αʹ. ὄξους ξέστην αʹ. ἑνώσας ἕψει ἕως οὗ ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε. [Ἀποφλεγματισμὸς ἐαρινός.] Λαβὼν ὑσσώπου γο. δʹ. ὀριγάνου γο. γʹ. γλήχωνος γο. βʹ. καλαμίνθης γο. αʹ. ἑψή‐ | |
5 | ματος ξέστην αʹ. ὄξους ξέστας τρεῖς. [Ἀποφλεγματισμὸς θερινὸς καὶ φθινοπωρινός.] Λαβὼν ὑσσώπου γο. δʹ. ὀριγάνου γο. γʹ. γλήχωνος γο. βʹ. καλαμίνθης γο. αʹ. ναρδοστάχυος γο. αʹ. καρυοφύλλου γο. αʹ. κινναμώμου γο. γʹ. πρασίου γο. δʹ. ἴρεως γο. γʹ. κυπέρου γο. | |
10 | βʹ. πυρέθρου γο. αʹ. ἑψήματος ξέστην μίαν, ὄξους ξέστην αʹ. ἕψει ἕως ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε. [Εἰς κατάῤῥουν.] Λαβὼν ὀριγάνου δεσμίδια βʹ. γλή‐ χωνος δεσμίδιον αʹ. μετὰ ὄξους βαλὼν εἰς χύτραν καθαρὰν καὶ ἰσχάδας στʹ. καὶ σταφίδας ὡσεὶ ιβʹ. ἕως ἀποτριτωθῇ | |
15 | καὶ σακκέλισον καὶ βάλλε εἰς ποτήριον καὶ λαβὼν ἀναγαργάριζε. [Πρὸς τοὺς ἐν τῷ θώρακι χυμούς.] Κνίδης τὰ φύλλα συνεψηθέντα πτισάνῃ δίδου, λύει δὲ καὶ ἐμπνευματώσεις καὶ | |
ἀνάγει τὰ ἐν τῷ θώρακι. | 512 | |
14.513 | [Πρὸς βῆχα καὶ δύσπνοιαν ἐν στομάχῳ καὶ ἀναγωγὰς αἵματος.] Λαβὼν σπόγγον λευκὸν καὶ κενὸν καὶ καύσας καὶ λειοτριβήσας μῖξον τὴν σποδιὰν σὺν μέλιτι καὶ πεπέρει τῷ ἀρκοῦντι, καὶ ποιήσας ὡς ἔκλειγμα λάμβανε ὀψὲ μετὰ | |
5 | τὸν δεῖπνον, ὅσον αἴροις τοῖς τρισὶ δακτύλοις. [Πρὸς συνάγχην.] Χολὴν βοὸς ἄῤῥενος χρῖε τὸν τράχηλον. [Πρὸς βῆχα ξηραντικόν.] Τῆλιν ἑψήσας ἕως ὅτου ἀποτριτωθῇ καὶ τὸ ζεμμάτιον λαβέτω πρωῒ μετὰ μέλιτος. | |
10 | [Τροχίσκος βηχικὸς τοῖς τὸν θώρακα ῥευματιζομένοις.] Γλήχωνος, ὑσσώπου, πεπέρεως, καρδάμου ἀνὰ γο. αʹ. μέλιτι ἀναλαβὼν ποίει τροχίσκους ἀνὰ 𐅻 αʹ. καὶ χρῶ. [Περὶ παρισθμιῶν.] Ἰτέας φύλλα καὶ καρπὸν ἑψήσας ὕδατι ἐπιπολὺ δίδου ἀναγαργαρίζεσθαι. τοῦτο ἀποσπᾷ τὰ | |
15 | παχέα τῶν δερμάτων μάλιστα καὶ εἰς συναγχικοὺς ποιεῖ. | |
ἄλλο. μυρσίνην καὶ φακὴν ἑψήσας δίδου ἀναγαργαρίζεσθαι. | 513 | |
14.514 | [Πρὸς συνάγχην.] Αἰγεία κόπρος σὺν μέλιτι ἀναγαρ‐ γαριζέσθω, ἢ πηγάνου χυλὸν ἀνοίξας τὸ στόμα ἐπίκλυζε τὸν φάρυγγα. [Πρὸς κατάῤῥοιαν.] Ὕσσωπον ἑψήσας μετὰ σύκων | |
5 | καὶ μέλιτος καὶ πηγάνου μετὰ ὕδατος δὸς ἀναγαργαρίζεσθαι. [Εἰς καλλιφωνίαν.] Τραγάκανθα ἀποβραχεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα φωνὴν λαμπρύνει. [Πρὸς ἀποκοπὰς φωνῆς.] Στύρακα λειώσας μετὰ ὕδατος ποίει καταπότια ἴσα ἐρεβίνθου καὶ δίδου τρία καὶ | |
10 | εὐθέως λαλήσει. [Πρὸς φλεγμονὴν ἐρυσιπέλατος.] Ἀγχούσης φύλλα σὺν ἀλφίτοις καταπλασσόμενα, ἢ ἀνδράχνης φύλλα σὺν ἀλφί‐ τοις καταπλασσόμενα, ἢ κράμβης φύλλα καταπλασσόμενα, ἢ καλάμου φύλλα χλωρὰ λέανον καὶ κατάπλασον· ἢ βάτου | |
15 | φύλλα καταπλασσόμενα, ἢ ῥάμνου καὶ ῥόδων φύλλα κατα‐ πλασσόμενα. [Πρὸς ἕλμινθας.] Πολυποδίου ῥίζα μιγνυμένη μετὰ | |
ἑψήματος καὶ ἐσθιομένη, ἢ ῥαφάνου σπέρμα σὺν ὕδατι πι‐ | 514 | |
14.515 | νόμενον, ἢ σκορόδου τρωγόμενον, ἢ πτελέας ῥίζα σὺν μελι‐ κράτῳ πινομένη, ἢ συκαμίνου ῥίζης ὁ φλοιὸς σὺν ὕδατι ἑψηθεὶς καὶ ποθεὶς, ἢ μελάνθιον πινόμενον καὶ καταπλασσόμενον, ἢ κράμβης σπέρμα σὺν ὕδατι πινόμενον, | |
5 | ἢ ἡδυόσμου χυλὸς πινόμενος, ἢ κάρδαμος μετὰ ἡδυόσμου πινόμενος. [Ἰδία πεῖρα.] Καννάβεως σπέρμα ξηρὸν κόψας καὶ σήσας, ὕδατι μίξας καὶ χυλῶδες ποιήσας καὶ ῥάκει καθαρῷ ἀποπιάσας δὸς πιεῖν· ἢ βόλβιτον ξηρὸν καύσας καὶ ποιήσας | |
10 | ξηρίον ἐξ αὐτοῦ δὸς πιεῖν 𐅻 αʹ. μετ’ οἴνου. [Πρὸς ἕλμινθας πλατείας καὶ ἀσκαρίδας.] Λαβὼν νίτρου, καρδάμου, πεπέρεως ἀνὰ γο. αʹ. ποιήσας ξηρίον δί‐ δου κοχλιάριον αʹ. μετ’ οἴνου. [Εἰς τὸ κινεῖν ἱδρῶτας καὶ ἀποπαύειν πυρετούς.] | |
15 | Κάγχρυος σπέρμα μετ’ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετὰ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας. | |
[Ἄλλο πρὸς πυρετὸν δόκιμον.] Ἔλαιον κινναμομέλαιον, | 515 | |
14.516 | χαμαιμήλινον, ὄξος, νίτρον ἅμα φύλλοις δάφνης καλῶς συν‐ εψήσας χρῖε τὸν κάμνοντα καὶ σκεπάσας ἐπιεικῶς αὐτίκα ἱδρώσει. [Σύγχρισμα πυρέσσουσιν.] Λαβὼν βουτύρου μέτρα δύο, | |
5 | μέλιτος μέτρον αʹ. μίξας καὶ χλιάνας χρῶ. ἄλλο. λαβὼν θρίδακος φύλλων χυλοῦ μέτρον αʹ. ἐλαίου κοινοῦ μέτρα βʹ. μίξας καὶ ἀνασκέψας ἐπιμελῶς σύγχρισον ὅλον τὸ σῶμα. δόκιμον γάρ ἐστιν. ἄλλο. λαβὼν ἀρτεμισίας χυλοῦ μέτρον αʹ. ῥοδίνου μέτρα βʹ. μίξας χρῶ. | |
10 | [Πρὸς πόνον ἡμικρανίον.] Στρύχνου χυλὸς μετ’ ἐλαίου συγχριόμενος πάνυ ὠφελεῖ. ἄλλο. σινήπεως σπέρμα μετὰ μέλιτος κατάπλασον. ἄλλο. πηγάνου ἡμέρου σὺν ὄξει καὶ ῥοδίνῳ ἑψηθέντος καταχριομένου. [Πρὸς κυνοδήκτους.] Κνίδης σπέρμα καταπλασσό‐ | |
15 | μενον, ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ μελισσόφυλλον σὺν οἴνῳ πινόμενον καὶ τοῖς δήγμασιν ἐπι‐ τιθέμενον, ἢ σκόροδα καταπλασσόμενα καὶ ὀπτὰ ἐσθιόμενα | |
καὶ πινόμενα. | 516 | |
14.517 | [Πρὸς τοὺς φοβουμένους τοὺς κύνας.] Ῥοδοδάφνης ῥίζαν περίαψον τὸν τράχηλον καὶ ἀπαλλαγήσεται. ἐὰν δὲ θέλῃς πειρᾶσαι, ὅταν κύων μανῇ, ἐπίθες περὶ αὐτὸν καὶ εὐθέως ἀφίσταται τῆς μανίας. | |
5 | [Πρὸς λυσσοδήκτους.] Λυσσοδήκτων τοῖς τραύμασι κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω. καθ’ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ καὶ τὸ ἀφέ‐ ψημα αὐτῆς πινόμενον, ἑφθὴ δὲ κράμβη προτρωγομένη φθισικοὺς θεραπεύει καὶ τὰς περὶ τὴν ἀρτηρίαν διαθέσεις | |
10 | ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς τοῦτο ὑπεκτήκει. [Πρὸς συνάγχην καὶ πόνον τραχήλου.] Λεύκη ξηρὰ μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδά‐ μου σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσό‐ | |
15 | μενα σὺν μέλιτι χλιαρῷ ἀναγαργάριζε, ἢ κυνείαν λευκὴν λεάνας μετὰ ὄξους ἐπίχριε εἰς τὸν τράχηλον. [Πρὸς δυσωδίας μυκτήρων.] Κισσοῦ τῶν φύλλων ὁ | |
χυλὸς χλιαρὸς ἐγχυματιζόμενος τοῖς ῥώθωσιν, ἢ καλαμίνθης | 517 | |
14.518 | χυλὸς ὁμοίως χλιαρὸς ἐγχεόμενος, ἢ σμύρνα λειωθεῖσα σὺν γάλακτι γυναικείῳ καὶ ἐγχεομένη. [Πρὸς αἱμοῤῥοΐαν μυκτήρων.] Ἀκακίαν σὺν ὄξει λει‐ ώσας ἔγχεε τοῖς ῥώθωσιν. ἄλλο. λαβὼν ὄξος σὺν | |
5 | ἅλατι βάλλε ἐν χύτρᾳ ἢ ἐν τρυβλίῳ καὶ βαλὼν ἔρια ἔμ‐ βρεχε ἐν αὐτῇ καὶ χλιάνας αὐτὰ ὅσον ἔχει δέχεσθαι ἐπίθες εἰς τὴν κεφαλὴν καὶ συντόμως κέλευε σκεπάζεσθαι πλείστοις σκεπάσμασι. [Καθάρσιον ῥινῶν.] Θύμον καὶ ὀρίγανον ἀναλαβὼν | |
10 | μέλιτι ποίει τροχίσκους καὶ δίδου διαμασᾶσθαι. [Πρὸς πλευριτικούς.] Βδέλλιον σὺν οἴνῳ πινόμενον ὁμοίως καὶ ὕδατι, ἢ καρπὸς βαλσάμου σὺν ὕδατι πινόμενος, ἢ σὺν μέλιτι ἐκλειχόμενος, ἢ ἀριστολοχίας ῥίζα σὺν ὕδατι πινομένη, ἢ πήγανον σὺν μελικράτῳ πινόμενον. | |
15 | [Πρὸς ὀξὺν πυρετόν.] Πέπονος ἡμέρου ὁ χυλὸς συγ‐ χριόμενος, ἢ κολοκύνθης ξυσμάτων ὁ χυλὸς συγχριόμενος καὶ | |
ῥόδα μετ’ ἐλαίου, ἢ ἀρνόγλωσσον καταπλασσόμενον. | 518 | |
14.519 | [Πρόγνωσις ἐπὶ πυρεσσόντων.] Ῥόδινον ἀλείψας κα‐ τάπλασον, σελινόκοκκον τριπτὸν καὶ ἐπίθες εἰς τὴν καρ‐ δίαν αὐτοῦ στυππεῖον ὡς τροχὸν καὶ ἐπίχεε τὸν κρόκκον τοῦ ὠοῦ καὶ σκέπασον αὐτὸν νεφελίᾳ, καὶ ἐὰν γένηται σκορ‐ | |
5 | πισμὸς τοῦ ὠοῦ, γίνωσκε θάνατον. τοῦτο λέγεται αὐτὴ ἡ ψυχὴ ποιεῖν. [Πρὸς τραῦμα παρακολλᾷν.] Ἀγρώστεως ῥίζα λεῖα καταπλασσομένη ὡς ξηρίον, ἢ σιδηρίτιδος βοτάνης τὰ φύλλα ἐπιπλασσόμενα. | |
10 | [Θεραπεία ὠταλγίας.] Ἀμυγδαλέλαιον ἐνσταζόμενον εἰς τὸ οὖς, ἢ καρέλαιον ἐνσταζόμενον, ἢ δαφνέλαιον, ἢ βαλσαμέλαιον, ἢ δρακοντίου βοτάνης τοῦ καρποῦ ὁ χυλὸς μετ’ ἐλαίου ἐγχεόμενος, ἢ περδικιάδος ὁ χυλὸς μετ’ ἐλαίου ῥοδίνου χλιαρὸς ἐνσταζόμενος, ἢ πήγανον χλωρὸν σὺν ἐλαίῳ | |
15 | ἑψηθὲν καὶ χλιαρὸν ἐνσταζόμενον, ἢ σμύρνα καὶ μέλι χλια‐ ρῶς ἐνσταζόμενα, ἢ πήγανον μετὰ γυναικείου γάλακτος ἀῤῥε‐ νοτόκου περιχλιάνας ἔνσταξον, ἢ σκόροδον χυλώσας ἔνσταξον | |
εἰς τὸ οὖς, ἢ πράσον χυλώσας χλιαρὸν ἢ ἕψημα χλιαρὸν, | 519 | |
14.520 | ἢ πράσου χυλὸν σὺν μέλιτι μίξας ἔνσταξον, ἢ βαλὼν ἔλαιον εἰς τὸ στόμα εἰς τὸ ὠτίων ἔμπτυε, ἢ κολοκύνθης χυλὸν μετὰ ῥοδίνου ἔνσταξον. [Πρὸς ψώρας καὶ κνησμούς.] Πτελέας φύλλα ξηρὰ | |
5 | λειωθέντα καὶ ἐπιπλασσόμενα ἐν βαλανείῳ, ἢ θεῖον ἄπυρον καὶ σταφυλὴ ἀγρία καὶ ἀρσενικὸν καὶ σανδαράχη σὺν ἐλαίῳ καὶ ὄξει ἐπιχριόμενα ἐν βαλανείῳ. ἄλλο. σμύρναν μετὰ γάλα‐ κτος γυναικείου ἐπίχριε, ἢ γλυκυῤῥίζης χυλὸν μετὰ γλυκέος δὸς πιεῖν, ἢ ὠὰ ὄρνιθος ὁλόκληρα βάλλε εἰς ὄξος δριμύτα‐ | |
10 | τον ἡμερονύκτιον καὶ ἐμβαλὼν αὐτὰ, τριῶν δηλονότι ὄντων τῶν ὠῶν, τρῖβε αὐτὰ μετὰ τῶν ὀστράκων ἐν τῷ αὐτῷ ὄξει καὶ θεῖον ἄπυρον γο. αʹ. καὶ ἀρσενικὸν σχιστὸν γο. αʹ. στα‐ φίδα ἀγρίαν γο. αʹ. ψιμύθιον γο. αʹ. λιθάργυρον γο. αʹ. ῥοδοδάφνης χυλὸν γο. αʹ. ἔλαιον παλαιὸν τὸ ἀρκοῦν, λειοτρι‐ | |
15 | βήσας χρῖε ἐν βαλανείῳ. [Κατάπλασμα στομαχικοῖς.] Καλαμίνθης φύλλα χλωρὰ | |
σὺν κριθίνῳ ἀλεύρῳ κατάπλασον. | 520 | |
14.521 | [Πρὸς ἀπεψίαν καὶ ἐμπνευματώσεις στομάχου. ὅστις γὰρ λάβοι ταύτην παρ’ αὐτὰ πεινάσει.] Πεπέρεως λευκοῦ 𐅻 στʹ. ἀνίσου 𐅻 ιβʹ. λιβυστικοῦ 𐅻 στʹ. ἄμμεως, πετροσε‐ λίνου, μαράθρου ἀνὰ 𐅻 στʹ. ταῦτα κόψας καὶ σήσας ἀνα‐ | |
5 | λάμβανε μέλιτι ἑφθῷ καὶ δίδου 𐅻 αʹ. [Πρὸς καυσούμενον στόμαχον καὶ μὴ κατέχοντα τὴν τροφήν.] Θρίδακος χυλὸν μετὰ γλυκέος δὸς πιεῖν καὶ οὐκ ἔτι ἐμέσει. [Πρὸς πόνον στομάχου.] Ἄνθρακα δρυὸς εἰς γάλα | |
10 | σβέσας πότιζον τῷ πάσχοντι. [Πρὸς ὀξυσμὸν στομάχου.] Χαμαίδρυον μετὰ οἴνου πινόμενον παύει ὀξυσμόν. [Πρὸς ἐμπνευμάτωσιν στομάχου.] Πεπέρεως, δαφνίδων, κυμίνου, ἀνίσου ἴσα κόψας καὶ σείσας δίδου νήστει μετὰ | |
15 | εὐκράτου κοχλιάριον αʹ. ἐπὶ ἡμέρας τρεῖς. ἢ ἄνισον νηστι‐ κὸς μασοῦ. [Πρὸς ὀφθαλμοὺς ῥευματιζομένους.] Μαράθρου χυλὸς | |
ἐπὶ ἡμέρας τρεῖς ἐπιτιθέμενος, ἢ λίβανον σὺν μέλιτι καὶ | 521 | |
14.522 | γάλακτι ἐπιχριόμενον, ἢ κενταυρίου χυλὸς σὺν μέλιτι ἐπι‐ χριόμενος, ἢ πενταδακτύλου φύλλα σὺν μέλιτι ἐπιτιθέμενα. [Πρὸς ἀχλὺν ὀφθαλμῶν.] Κολοκύνθης ξυσμάτων ὁ χυλὸς ἐπιπλασσόμενος. | |
5 | [Πρὸς λεύκωμα.] Ὑοσκυάμου φύλλα μετὰ ἀλφίτου καταπλασσόμενα, ἢ ξυλοβάλσαμον σὺν γυναικείῳ γάλακτι ἐπιχριόμενα, ἢ πήγανον χλωρὸν καταπλασσόμενον, ἢ ψύλ‐ λιον σὺν γάλακτι γυναικείῳ ἐπιχριόμενον, ἢ καλάμων χλω‐ ρῶν τῶν φύλλων ὁ χυλὸς ἐπιχριόμενος. | |
10 | [Πρὸς ὀφθαλμῶν ἀπόκρουσμα περίδνωμα.] Λαβὼν φύλλα ἐλαίας, κόψον καὶ ἐκπιάσας τὸν χυλὸν ἐπίχριε καὶ θαυμάσεις. [Πρὸς ῥεῦμα κατάπλασμα.] Ἀνδράχνην λείωσον μετὰ κρόκου καὶ στέατος χηνείου, ἢ σελίνου φύλλα μετὰ ἀλφίτων· | |
15 | ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων ῥόδα καὶ μελίλωτα ἑφθὰ μετὰ ἀμύλου τοὺς ὀφθαλμοὺς κατάπλασον. [Πρὸς ὀδονταλγίαν.] Μελάνθιον σὺν ὄξει διακλυζό‐ | |
μενον, ἢ κηκίδες σὺν ὀμφακίνῳ διακλυζόμεναι, ἢ πλατάνου | 522 | |
14.523 | σφαιρία σὺν ὄξει ἑψηθέντα καὶ διακλυζόμενα, ἢ πενταφύλ‐ λου ῥίζα σὺν ὄξει διακλυζομένη, ἢ πευκεδάνου ῥίζα λεία καυθεῖσα ἐπιπλασσομένη, ἢ σίδια καὶ ῥόδα ἑψήσας τὸ ἀφέ‐ ψημα διακλυζόμενον. | |
5 | [Πρὸς ὀδόντων τραῦμα.] Λαβὼν νίτρον, σηπέας ὄστρα‐ κον, σμύρναν, ἀνὰ γο. αʹ. λειώσας χρῶ. [Ξηρίον πρὸς ὀδόντας, πλαδαρὸν στόμα καὶ αἱμῶδες σμῆξαι καὶ οὖλα σαρκῶσαι καὶ ὀδόντας λευκᾶναι.] Λαβὼν νίτρου κεκαυμένου γο. αʹ. σμύρνης τρογλιτίδος γο. αʹ. ση‐ | |
10 | πέας ὀστράκου γο. αʹ. ῥόδων ξηρῶν γο. δʹ. κόψας καὶ σήσας χρῶ. πρόσβαλλε δὲ καὶ ἴρεως γο. αʹ. τούτῳ χρώμενος θαυμάσεις. [Πρὸς πόνον πλευροῦ.] Κράμβης χλωρᾶς καυλοὺς σὺν ταῖς ῥίζαις κατακαύσας ἀναλάμβανε στέατι χοιρείῳ καὶ | |
15 | χρῶ· θαυμάσιον τὸ βοήθημα. ἢ σελίνου σπέρμα ἀποτριτώ‐ σας πότιζον, πάνυ γὰρ ὠφελεῖ. [Πρὸς ἐσωχάδας.] Ἀμάραντον ἀποβρέξας ὀψὲ καὶ | |
πρωῒ πότιζον. | 523 | |
14.524 | [Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν.] Σελίνου, σι‐ νήπεως δαφνίδων κατὰ λόγον κοπανήσας, εἶτα ἐξελὼν φλοῦν καρύας, νέας, κόψον μικρὰ καὶ βαλὼν ἐν ὄλμῳ, κόψον ἰσχυ‐ ρῶς καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέρας γʹ. καὶ | |
5 | ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει ἕως γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τοῦ σπληνὸς ἀπὸ πρωῒ ἕως ὥρας ηʹ. προῤῥήξας τὴν γαστέρα καὶ θαυ‐ μάσεις. [Ἄλλο σπληνικὸν διὰ πείρας.] Φλοῦν συκέας ἐκδεί‐ | |
10 | ρας χλωρὰν νέου δένδρου τάραξον σὺν σποδιᾷ θερμαίνων. [Πρὸς τριταῖον.] Μέλι μετὰ σκαμμωνίας πινόμενον ἅπαξ ἰᾶται. [Περὶ τεταρταίου.] Πέπερι τετριμμένον, δαφνόκοκκα καὶ κύμινον καὶ μαστίχην καὶ σμύρναν καὶ λίβανον καθαρὸν | |
15 | κοπανήσας καθ’ ἓν ἕκαστον καὶ ἕνωσον αὐτὰ καὶ βάλλε μέλι καλὸν τὸ ἀρκοῦν καὶ ἐπίθες ἕως ἡμέρας τέσσαρας. | |
[Πρὸς αἷμα ῥέον ἐκ μυκτήρων.] Ὠοῦ φλοῦν ἀκέραιον | 524 | |
14.525 | καύσας καὶ ποιήσας στακτὴν μῖξον σὺν σχιστῷ ἀρσενικῷ καὶ βάλλε εἰς τὰς ῥῖνας τοῦ πάσχοντος· εἰ δὲ οὐκ ἔστιν ἀρ‐ σενικὸν, ἔστω ἡ στακτὴ μόνη τοῦ ὠοῦ. ἄλλο. τρίχας αἰγὸς θηλείας καύσας καὶ τρίψας, ὁμοίως καὶ σμύρναν τρίψας | |
5 | καὶ μίξας τὰ ἀμφότερα ἐμφύσησον εἰς τὰς ῥῖνας, εἰ μὲν ἀνδρὸς εἴη μετὰ χάρτου, εἰ δὲ γυναικὸς εἴη, μετὰ ἄλλου τινός. οἷον δὲ μέρος ἐκβάλει τὸ αἷμα, τὸ βυζὶν δῆσον. [Πρὸς βιασμοὺς καὶ αἱμοῤῥοίας.] Κηκίδας ἀλέσας καὶ ῥοιᾶς φλοιὸν, τοὺς δὲ κόκκους κοπανήσας καὶ μίξας ἐλαίῳ | |
10 | σχιστῷ καὶ μέλιτι καὶ φυράσας, δὸς πρωῒ καὶ ὀψὲ ὡς κη‐ κίδων μέλιτος. [Πρὸς κοιλίας στρόφους καὶ ἐμπνευματώσεις.] Λαβὼν πηγάνου, πεπέρεως, ζιγγιβέρεως, ἴσα λειώσας μεθ’ ὕδατος θερμοῦ δίδου, ἢ ἀρτεμισίαν κόψας καὶ σήσας δίδου, ἢ νί‐ | |
15 | τρον καύσας καὶ λειώσας ἐγχυμάτισον. [Εἰς τὸ μὴ νοσεῖν βόας.] Ἐλάφου κέρας θὲς ἐπάνω | |
πανίου καὶ ἐπάνω ἅψον κανδήλαν καὶ μὴ ἐπιλάθου τὴν | 525 | |
14.526 | ἡμέραν καὶ κατὰ χρόνον ἐπικαλοῦ τὸν ἅγιον Δημούσαριν καὶ Ἄρσον, φυλάξοντας τὰ κτήνη καὶ τὸν βίον σοῦ. [Εἰς τὸ μὴ νοσεῖν χοίρους.] Ῥάσδου ῥίζαν κοπανή‐ σας βάλλε εἰς τὸ πλύμμα αὐτῶν. | |
5 | [Εἰς τὸ ποιῆσαι σαρκόκολλαν.] Τρίψας σκώληκας ἐκ γῆς, μετὰ τὸ φρύξαι ἐπίπασον. [Θεραπεία πληγῶν.] Σμύρναν καὶ ἀλόην τρίψας ἐπί‐ πασον, ἢ ῥητίνην πεύκης, ἢ καὶ μαστίχην καὶ κισσοῦ δά‐ κρυον ποιήσας ἔμπλαστρον ἐπίθες, ἢ τράγειον ἀξούγγιον | |
10 | ἄλειφε τὴν πληγὴν καὶ κέρας αἰγὸς μελαίνης ἐπίπασον. ἄλλο. κόστον στάχυν, κιννάμωμον, ζιγγίβερ, κύμινον ἐξ ἴσου τρί‐ ψας καὶ πίσσῃ φυράσας ἐπίθες, ἢ ὄψιν ἄρτου ξηρὰν τρίψας καὶ σὺν οἴνῳ καὶ ἐλαίῳ φυράσας ἐπίθες ἐπὶ ἡμέρας καθ’ ἑκάστην ἀλλάσσων. | |
15 | [Εἰς ψώραν ἵππου.] Σχίσας ὄφιν καὶ λαβὼν τὸ στέαρ αὐτοῦ ἄλειψον μετὰ ξύλου τὸ στεφάνιον τῶν ὀνύχων αὐτοῦ. | |
[Εἰς τὸ κοιμηθῆναι τὸν ἀγρυπνοῦντα.] Γράψον εἰς | 526 | |
14.527 | φύλλα δάφνης τὰ στοιχεῖα ταῦτα καὶ θὲς ὑποκάτω τῶν σω‐ γιῶν αὐτοῦ μὴ νοοῦντος τοῦ ἀνακειμένου. ξστʹ. χστστʹ. φθʹ. [Εἰς τὸ μὴ φαντάζεσθαι ἄνθρωπον τὴν νύκτα.] Πη‐ γάνου σπέρμα κρέμασον εἰς τὸ προσκεφάλαιον αὐτοῦ μὴ | |
5 | νοοῦντος καὶ οὐ φαντάζεται. [Πρὸς θώρακα.] Ὠῷ ἀρσενικὸν μίξας σχι‐ στὸν καὶ πέπερι, κριθάλευρον καὶ δαφνόκοκκα καὶ κωνάρια καὶ δίδου. ἄλλο. σκόροδος κοκκία ζʹ. ἀρσενικοῦ σχιστοῦ καὶ πεπέρεως ἀνὰ κοκκία ιγʹ. βάμβικα, κωνάριον, κηρὸν ὀλίγον | |
10 | μίξας μετὰ κρόκου ὠοῦ λάβε συχνόν. [Πρὸς ὀδόντας βεβρωμένους.] Ἀρσενικὸν, πέπερι, τυ‐ ρὸν, ἄσβεστον ζῶσαν ζυμώσας μετ’ ὄξους πρόπλασον. [Ἐργαλεῖον νεφριτικόν.] Γλήχωνος, ὀριγάνου, σαμψύ‐ χου, ἑρπύλλου, χαμαιμήλου, ἀψινθίον, κενταυρίου, δάφνης | |
15 | φύλλων, συκῆς ἀγρίας, πέπονος ὁμοῦ ἑψήσας μέλιτι σὺν ὕδατι, προανακόψας μέλιτι σὺν ἐλαίῳ καὶ ἅλατι ἐπίβαλλε | |
ἐκ τοῦ ἀποζέματος τὸ ἀρκοῦν. | 527 | |
14.528 | [Ἐργαλεῖον ἰσχιαδικόν.] Σικύου ἀγρίου ῥίζας, δάφνης φύλλα, πηγάνου φύλλα, ἀψινθίου, πεντανεύρου, χαμαίδρυος, πρασίου, καλαμίνθης, γλήχωνος, ὀριγάνου, θύμου, θρίθακος, εὐφορβίου, ἀνήθου, πυρέθρου, σταφίδος ἀγρίας· ταῦτα πάντα | |
5 | ἑψήσας ἐν ὕδατι καὶ μίξας μετὰ μέλιτος, ἐλαίου καὶ ἅλατος δίδου εἰς ἐργαλεῖον. [Εἰς τὸ λευκᾶναι ὀδόντας σαθροὺς καὶ μέλανας.] Λα‐ βὼν ἅλατος λείου μέρος αʹ. ῥόπου μέρος αʹ. σηπίας ὀστρά‐ κου μέρος αʹ. λειώσας ὁμοῦ ἀνάτριβε, προδιακλύσας ὄξει | |
10 | καθαρῷ. [Κατάπλασμα εἰς ῥευματιζομένην κεφαλήν· τοῦτο τὸ σμῆγμα οὐκ ἐᾷ κεφαλὴν ῥευματισθῆναι οὔτε ὀφθαλμὸν ἀδι‐ κηθῆναι ποτέ.] Λαβὼν μαστίχης γο. αʹ. σμύρνης γο. αʹ. σαρκοκόλλης γο. αʹ. λιβάνου γο. αʹ. λαδάνου γο. αʹ. νίτρου | |
15 | γο. αʹ. ψιμυθίου γο. αʹ. κιμωλίας γο. αʹ. στύρακος γο. αʹ. ῥόδων γο. αʹ. σάπωνος σάγκου λίτρ. αʹ. μέλιτος λίτρ. αʹ. θέρμων πικρῶν ἀπόζεμα τὸ ἀρκοῦν, ἑνώσας ἀντὶ σάπωνος | |
ἐν λουτρῷ. | 528 | |
14.529 | [Τροχίσκος ὁ διὰ σπερμάτων εἰς βηχικούς.] Λαβὼν ἀνίσου πικροῦ γο. αʹ. μαράθρου σπέρμα, ὑοσκυάμου σπέρ‐ μα, ἄμμεως ἀνὰ 𐅻 αʹ. σελίνου σπέρμα 𐅻 γʹ. ὀπίου 𐅻 αʹ. λειοτρίβει ἕκαστον καὶ παράχεε ὕδωρ χλιαρὸν μέχρις ἂν γέ‐ | |
5 | νηται γλοιῶδες καὶ ποίει τροχίσκους, κυάμου τὸ μέγεθος ἡ δόσις αʹ. ὠφελεῖ γὰρ τοῖς βήσσουσιν. [Ἡπατικὰ ἐκλελεγμένα διὰ πείρας.] Κηκίδας ἑψήσας κατὰ λόγον τὸν ζωμὸν δὸς πιεῖν μετὰ κωδείας, ἐν βαλα‐ νείῳ σκεπαζόμενος καὶ πίπτων ἐπὶ τὸ πάσχον μέρος· ἢ | |
10 | κισσοῦ ῥίζαν ἑψήσας μετὰ οἴνου δὸς πιεῖν. ἄλλο. δάφνης κόκκους ζʹ. πεπέρεως κόκκους κʹ. λειώσας μετὰ οἴνου δίδου πιεῖν. ἄλλο. ἀλόης 𐅻 δʹ. ἀσάρου, κόστου, εὐπατορίου, ἡδυ‐ σάρου, μελιλώτου, μαστίχης, κρόκου, ὠκίμου σπέρμα ἀνὰ 𐅻 βʹ. κόψας καὶ σήσας δίδου μετὰ εὐκράτου. | |
15 | [Ἄλλο εἰς ἧπαρ ἐνεργὲς καὶ εὐστόμαχον.] Δαφνίδων, κινναμώμου καλοῦ, καρυοφύλλου, ἀλόης, ἡδυσάρου, κόστου | |
ἀνὰ 𐅻 αʹ. κόψας καὶ μέλιτι ἑνώσας μετὰ οἴνου παλαιοῦ | 529 | |
14.530 | πότισον. ἄλλο. ἀκόρου 𐅻 αʹ. λινοσπέρμου 𐅻 αʹ. ζιγγιβέ‐ ρεως 𐅻 αʹ. ἀνίσου 𐅻 δʹ. πηγάνου φύλλων τῶν ἁπαλῶν 𐅻 αʹ. σὺν μελικράτῳ δίδου. ἄλλο. ἀρτόμελι κατάπλαττε θερ‐ μὸν ὡς ἔμπλαστρον, ἢ ἀψινθίου κοχλιάριον αʹ. μίξας | |
5 | σὺν εὐκράτῳ μέλιτι, δὸς πιεῖν καὶ ἀναπαυθήτω ἐπάνω τοῦ ἥπατος. [Πρὸς γλῶσσαν ῥευματιζομένην.] Φύλλα κυνάρων τρί‐ ψας μετὰ μέλιτος, ἄλειφε τὴν γλῶσσαν, ἢ φλεβοτόμησον τὴν φλέβα τοῦ μέρους, οὗ ῥέῃ, καὶ ὠφεληθήσεται. | |
10 | [Πρὸς ξηρότητα στόματος.] Σῦκα ἑψήσας ἐν ἑψήματι φοινίκων πτερῷ διάχριε καὶ διακρατείτω. [Πρὸς χείλη ῥηγνύμενα.] Λινόσπερμα κοπανήσας μετὰ μέλιτος ἐπίθες. [Πρὸς τοὺς λιποτριχοῦντας τὸ γένειον, οὓς καλοῦσι | |
15 | σπανοπώγωνας.] Πεπέρεως, εὐφορβίου, πυρέθρου ἀνὰ γο. αʹ. καλάμων φύλλων ἁπαλῶν χυλὸν, μυοχόδου, ἐλαίου ἐξ ἀποκαύ‐ | |
ματος λειώσας πρόστριβε καὶ συνεχῶς ἐπιξύρα. | 530 | |
14.531 | [Ἐμετικὸν ὃ παρείληφα ὡς μύστρον.] Ἀφρόνιτρον λευκὸν βάλλε εἰς χλιαρὸν ὕδωρ, ἕως οὗ λυθῇ, καὶ βραχύ τι ἐλαίου ἐπίβαλλε καὶ παράσχου πιεῖν. [Σταλτικὰ ἐμέτων.] Ἡδύοσμον κόψας καὶ σήσας καὶ | |
5 | μίξας ἐλαίῳ ῥοδίνῳ χρῖε τὰς ῥῖνας καὶ τὸ στῆθος. ἄλλο. φοίνικας Θηβαϊκὰς καὶ ἡδυόσμου κλῶνας ἑψήσας μεθ’ ὕδα‐ τος ὡσεὶ ποτηρίων βʹ. μέχρι γλοιώδους συστάσεως, τὸ ἥμισυ πότισον. ἄλλο. φοινίκων βαλάνων λειῶν τὸ αὔταρκες κατ’ ὀλίγον παράσταξον οἴνου μυρτίνου καὶ ἀναλαβὼν δίδου | |
10 | μετ’ οἰνομέλιτος καὶ ὕδατος κοτύλης μιᾶς. [Πρὸς τοὺς ἐμοῦντας αἷμα.] Σχοίνου ἄνθος ἑψήσας μεθ’ ὕδατος πότισον. [Ἐμετικὰ φλέγματος.] Ἡδύοσμον χλωρὸν, ἢ ξηρὸν μετὰ εὐκράτου πινέτω. πρὸς δὲ τὸ ἀλύπως σαμψύχου φύλλα | |
15 | δὸς πιεῖν καὶ ῥαφάνου σπέρμα δὸς φαγεῖν. ἐμέσει δὲ πλῆ‐ θος φλέγματος. | |
[Σύνθεσις κοκκίων καθαρτικῶν κενούντων φλέγμα.] | 531 | |
14.532 | Λαβὼν ἀλόης γο. στʹ. μαστίχης γο. βʹ. ἀψινθίου χυλοῦ γο. βʹ. κολοκυνθίδος γο. δʹ. ἡ δόσις κοκκία κθʹ. [Πρὸς καρδιακούς.] Φακὴν σὺν σπατητοῖς φοίνιξι καὶ οἴνῳ Μενδησίῳ πότισον ἑψητόν. | |
5 | [Πρὸς δὲ τοὺς ὀδυνωμένους τὴν καρδίαν.] Πολύγονον λειώσας εὖ μάλα, ἢ μῆλα, ἢ κυδώνια σὺν ὄξει ἑψηθέντα καὶ λειωθέντα μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν κατάπλασσε, ἢ ἀνδράχνην μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν, ἢ μυρσινίνης ἐπίθες. | |
10 | [Ἕτερον θαυμάσιον διὰ πείρας.] Λινοσπέρμου κοτύ‐ λας δʹ. ὕδατος κοτύλας ζʹ. ἑψήσας χρῶ, τοῦτο δὲ τὸ φάρ‐ μακον ποιεῖ ὑγείαν. οὐδὲν γὰρ ὁ ἀσθενὴς ἐπὶ τὸ χεῖρον ἀπέλθον, ἀλλὰ ἐπὶ τὸ κρεῖττον. [Τροχίσκος δυπνοϊκοῖς καὶ τοῖς βήσσουσι πολλοῦ χρό‐ | |
15 | νου εἰς κάπνισμα.] Καρδάμου γο. αʹ. σινήπεως γο. αʹ. ἀβροτόνου γο. αʹ. πηγάνου ἀγρίου γο. αʹ. σανδαράχης γο. αʹ. λειώσας ὕδατι ποίει τροχίσκους καὶ χρῶ σπουδαίως. | |
[Πρὸς δύσπνοιαν καὶ αἵματος ἀναγωγάς.] Θύμον | 532 | |
14.533 | μετὰ πεπέρεως κόψας καὶ λειώσας μέλιτι ποίει ἔκλειγμα καὶ χρῶ σπουδαίως. πάνυ γὰρ καλόν ἐστι. ἄλλο. πράσων κεφαλὰς μέλιτι συνεψήσας δίδου νήστει ἐσθίειν, ἢ πηγάνου ξηροῦ γο. δʹ. ἡδυόσμου ξηροῦ γο. δʹ. λῦσον μετὰ | |
5 | μέλιτος καὶ λάμβανε κεράτια βʹ. εἰς κοίτην μετὰ εὐκράτου· ὠφελεῖ δὲ δυσπνοϊκοὺς καὶ πιστάκια ἐσθιόμενα. [Πρὸς αἱμοπτοϊκούς.] Λαβὼν συμφύτου 𐅻 δʹ. μα‐ στίχης κιῤῥᾶς 𐅻 δʹ. λημνίας σφραγῖδος 𐅻 βʹ. βαλαυστίων 𐅻 βʹ. κόψας καὶ σήσας δίδου κοχλιάριον ἓν σὺν ὀξυμέλιτι πίνειν. | |
10 | [Ἄλλο διὰ πείρας.] Λαβὼν λημνίας σφραγῖδος γο. αʹ. γῆς ἀστέρος γο. βʹ. κοραλλίου γο. βʹ. δίδου μετὰ ὀξυμέλιτος ἀκράτου κοτύλην αʹ. πρωῒ καὶ ἑσπέρας τοῦτο χρῶ. ἄλλο. ἀκακίας κιῤῥᾶς, ἀμύλου ἰατρικοῦ ἴσα λειώσας δίδου πιεῖν μετὰ εὐκράτου κοχλιάρια εʹ. | |
15 | [Ληξοπύρετον τοῖς ἐκ πυρετοῦ καυσουμένοις.] Λαβὼν ἀειζώου καὶ ἀνίσου φύλλα εʹ. ἢ ζʹ. ἀπόζεσον ἐλαίῳ ῥοδίνῳ | |
καὶ χρῖε ἀπὸ κεφαλῆς ἕως πέλματος καὶ θαυμάσεις· ἢ πυ‐ | 533 | |
14.534 | ρέθρου ῥίζαν λεάνας σὺν ἐλαίῳ σύγχρισον. τοῦτο γὰρ ἱδρῶ‐ τας κινεῖ καὶ τὰ χρόνια ῥίγη παύει καὶ τὰ κατεψυγμένα μέρη τοῦ σώματος, ἢ παρειμένα ἰᾶται. ἄλλο. δαφνίδας καὶ θύμον ἐν οἴνῳ τὰ ἀμφότερα λειώσας ἐπίχρισον καὶ περί‐ | |
5 | βαλλε ἱματίοις καὶ ἱδρώσει. [Πρὸς ἰσχὺν αἰδοίων καὶ χρονίας διαθέσεις.] Λαβὼν καλαμίνθην καὶ κόψας καὶ σήσας ἐπίβαλλε ἐν τρυβλίῳ καὶ ἀναλαβὼν μέλιτι ἕψει ἕως δίκην καταπλάσματος καὶ ἐπιπλά‐ σας λεπτῇ ὀθόνῃ ἐπίθες φασκιῶν, πεπείραται γὰρ παρὰ πολλοῖς. | |
10 | [Ἄλλο πρὸς ἰσχὺν αἰδοίων καὶ νεφρῶν· μὴ γοῦν τινὰ θεραπεύσεις πρὸ τοῦ τὸν μισθὸν ἆραι, πεπείραται γὰρ παρὰ πολλοῖς.] Ζιγγιβέρεως 𐅻 δʹ. βράθυος 𐅻 αʹ. πεπέ‐ ρεως λευκοῦ 𐅻 αʹ. δίδου μετ’ οἰνομέλιτος. ἄλλο. πίσσης ξηρᾶς, τηλεφίου, κολοφωνίας, μαστίχης, ὑέλου λευκοῦ ἴσα | |
15 | λείου καὶ ποίει ξηρίον καὶ προλούσας ἔτι θερμῶς ἔχοντος τοῦ χρωμένου ἐπιχρίσας ὑγρᾷ πίσσῃ, ἐπίπασον τὸ ξηρίον | |
καὶ ἄνωθεν ἐπίθες καὶ δέσμει καλῶς. | 534 | |
14.535 | [Εἰς τὸ σκορπίσαι τὰ ἐν τοῖς γόνασι ῥεύματα.] Ἀγρι‐ οσύκην κοπανήσας ἐκ τοῦ χυλοῦ τριβέσθω ἢ τῆς ῥίζης τὸν χυλὸν ἀνατριβέσθω ἐν βαλανείῳ. καὶ ἅλας καὶ περιστε‐ ρᾶς κόπρον λειώσας μετ’ ἐλαίου ἐπίχριε. | |
5 | [Κατάπλασμα πρὸς πόνον ποδῶν ἀπὸ προσκρούσματος ἢ ἀπὸ καταπτώσεως, ἢ ἄλλης τινὸς δριμείας ὀδύνης.] Ἅλα‐ τος ὀπτοῦ, ὀριγάνου, σποδὸν κληματίδων ἴσα λεκίθους ὠῶν βʹ. ἢ γʹ. σὺν οἴνῳ μίξας κατάπλασον. [Πρὸς λεπριῶντας ὄνυχας θειότατον βοήθημα.] Ὄνυξιν | |
10 | ἀποσπασθεῖσιν ἀπὸ προπτώματος καὶ εἰς παρωνυχίαν ὄχαρ λειώσας καὶ ξηρίον ποιήσας ἐπίπασον. ὄνυχας δὲ λεπρώ‐ δεις καθαρίσεις, εἰ θεῖον ἄπυρον καὶ κρόκον ὠοῦ ἴσα μίξας μετ’ ὄξους καὶ ἐπιθήσεις. [Πρὸς πυρίκαυστα.] Λιθαργύρου γο. βʹ. κρόκου γο. | |
15 | βʹ. ὠῶν ὀπτῶν λεκίθους γο. δʹ. ῥοδίνου τὸ ἀρκοῦν. ἄλλο. ὀθόνιον καύσας τὴν σποδιὰν ῥοδίνῳ μίξας καὶ κηρῷ καὶ ἀγχούσῃ ἑνώσας χρῶ. | |
[Πρὸς αἱμοῤῥοίας ἐκ παντὸς φερομένας.] Σώρεως, | 535 | |
14.536 | χαλκάνθου, στυπτηρίας, χαλκίτεως, μίσυος, γύψου κόμ‐ μεως, ἀνὰ 𐅻 ηʹ. λειώσας χρῶ. πάνυ γὰρ καλόν ἐστι καὶ πεπείραται. ἄλλο. χαλκίτεως 𐅻 στʹ. ῥητίνης φρυκτῆς 𐅻 δʹ. μάννης 𐅻 βʹ. ξηρῷ χρῶ. | |
5 | [Πρὸς λειχῆνας δόκιμον.] Λιβάνου ἄῤῥενος, ζιγγιβέ‐ ρεως, ἀλόης, θείου ἀπύρου, ἀνὰ 𐅻 βʹ. ὄξει ἀναλαβὼν χρῖε πτερῷ, προτρίψας ῥάκει ἐξ ἐρίου. ἄλλο. ἀμμωνιακοῦ θυ‐ μιάματος, ἀλκυονίου, θείου ἀπύρου ἴσα λειώσας χρῶ. [Εἰς τὸ λευκᾶναι πρόσωπον.] Ἀλκυονίου κεκαυμένου | |
10 | καὶ λειωθέντος σὺν μέλιτι καὶ ἀλεύρῳ μίξας σμήχου. ἄλλο. λυσσομούμουδον λειώσας μετ’ ὄξους χρῖε ἐν ἡλίῳ, ἢ ἄνθος κεράμων λειοτριβήσας μετ’ ὄξους, εἶτα τρίψας τὸν τόπον ῥάκει, ἕως ἐρυθρὸν γένηται, χρῖε ἐν ἡλίῳ. [Εἰς τὸ καθᾶραι πρόσωπον.] Βούτυρον σαπωνίῳ | |
15 | μίξας κατάχριε. [Πρὸς πόνον μήτρας τῶν ἁγίων ἀναργύρων.] Λαβὼν | |
ἄσαρον μετὰ γλήχωνος δὸς πιεῖν. | 536 | |
14.537 | [Παξαμάδων καθαρτικά.] Λαβὼν σκαμμωνίας 𐅻 βʹ. ἢ τρία, μαστίχης 𐅻 γʹ. σελίνου σπέρμα 𐅻 βʹ. πολυποδίου 𐅻 δʹ. κινναμώμου 𐅻 αʹ. ζύμης καθαρᾶς λίτραν μίαν, τὰ ξηρία ἐπίβαλλε καὶ μάλασσε ἐπιμελῶς. | |
5 | [Εἰς τὸ ἀποκτεῖναι κώνωπας.] Μελάνθιον καὶ χάλ‐ κανθον θυμίασον. [Εἰς τὸ διῶξαι ὄφεις.] Χαλβάνην καὶ κέρας ἐλάφου καὶ ὄνυχας αἰγὸς καὶ ῥίζαν κρίνου θυμίασον· ἐπὶ δὲ τοῦ δήγματος τοῦ ὄφεως ἅλας καὶ πράσον κατάπλασον. | |
10 | [Εἰς τὸ διῶξαι ψύλλας.] Σικύου ἀγρίου φύλλα ζέσας ῥαῖνε εἰς τὴν οἰκίαν. [Πρὸς δυσουρίαν κτηνῶν.] Ὄστρεα κολυμβάδων ἐλαιῶν θλάσας περιϊστάμενος κάπνιζε ἐπὶ ἡμέρας εʹ. [Πρὸς πληγὴν καλάμου.] Καλάμου ῥίζαν παύσας τὴν | |
15 | τέφραν ἐπίθες. [Πρὸς ἐπιληπτικοὺς πάνυ καλόν.] Ὀρτύγων ἐγκέφα‐ | |
λον μετὰ μυρσίνου μύρου λειώσας ἀπόθου ἐν ἀγγείῳ κασσι‐ | 537 | |
14.538 | τερινῷ, καὶ ὅταν ἴδῃς πεσόντα ἀπὸ τῆς ἐπιληψίας, περί‐ χριε τὸ πρόσωπον, καὶ θαυμάσεις τὴν ἐνέργειαν τοῦ φυσι‐ κοῦ τούτου βοηθήματος· καὶ γὰρ ἀναστήσεται ὁ νοσῶν παραυτίκα. | |
5 | [Πρὸς ἀνορεκτοῦντας.] Σμύρναν, λίβανον, ἀμμωνια‐ κὸν, μαστίχην μετὰ λευκοῦ ὠοῦ λειώσας ἐπὶ πλείστην ὥραν περίχριε τὸ στῆθος καὶ τὰ σπλάγχνα καὶ ἐπίθες στυππεῖα. [Περὶ βδελλῶν.] Τοὺς βδέλλας καταπιόντας χρὴ στῆ‐ | |
10 | σαι πρὸς τὸν ἥλιον καὶ κατανοῆσαι ἐν ποίῳ τόπῳ κρέμαν‐ ται καὶ ἐπιστάξαι αὐταῖς γάρος καὶ εὐθέως ἀφίστανται τοῦ τόπου καὶ ἀποπτύονται· ἢ ὄξος καὶ βούτυρον μίξας καὶ πυρώσας σίδηρον καὶ σβέσας ἐν αὐτοῖς δὸς πιεῖν καὶ βάλ‐ λει τὰς βδέλλας, ἢ βάλλε τὸν καταπιόντα τὴν βδέλλαν εἰς | |
15 | θερμὸν ὕδωρ ἕως τοῦ πώγωνος καὶ γεμώσας φιάλην ὕδατος ψυχροῦ στόματι πρόσαγε ταῖς χερσὶν αὐτοῦ, μὴ δὸς δὲ πιεῖν καὶ εὐθέως ἡ βδέλλα ἐξελεύσεται. ἄλλο. βδέλλας κατα‐ ποθείσας ἀνάγει ὄξος θερμὸν καταῤῥοφούμενον, ἢ ὀπὸς συ‐ | |
ριακὸς καταῤῥοφούμενος, ἢ κόριδες ὑποθυμιώμεναι. | 538 | |
14.539 | [Περὶ μελισσῶν δήγματος.] Χυλὸς μαλάχης τοὺς ὑπὸ μελισσῶν πληγέντας ἀπόνους ποιεῖ. [Πρὸς ὀφίτην.] Κέρας αἴγειον καύσας καὶ μετὰ ὄξους λειώσας κατάπλασον, ἢ καπνέαν φούρνου μετὰ | |
5 | μέλιτος κατάχριε, ἢ καλάμου ῥίζας καὶ ἐρεβίνθην καὶ φαι‐ ρία κυπαρίσσου καὶ κέρας ἐλάφου, κεκαυμένα τὰ πάντα λει‐ ώσας καὶ κενώσας πότισον σὺν ὄξει καὶ πράσῳ. [Πρὸς τὰς ἀπὸ φλεβοτόμου γινομένας φλεγμονὰς καὶ σκληρίας τῶν βραχιόνων καὶ πυρακτώσεις καὶ θρομβώσεις.] | |
10 | Ζύμην σιτίνην μετὰ ἀξουγγίου μαλάξας ἐπιμελῶς χρῶ, δό‐ κιμον γάρ ἐστι. [Πρὸς ὑδρωπικούς.] Λαβὼν βόλβιτον, ἐὰν ἀνὴρ πάσχῃ, ἄῤῥενος· εἰ δὲ θήλεια, θηλείας καὶ βαλὼν εἰς χύ‐ τραν καινὴν καὶ πωμάσας περίπλασον πηλὸν τῷ πόματι, | |
15 | ὥστε μὴ διαπνεῖν, εἶτα λαβὼν τὴν χύτραν θὲς ἐπὶ τέφραν ἀσβέστου ἐπὶ ἡμέρας ζʹ. περὶ δὲ τὴν ὀγδόην ἀνοίξας ἔξελε τὸν βόλβιτον καὶ ποιήσας ξηρίον ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, | |
ἐπὶ δὲ τῆς χρείας δίδου κοχλιάρια γʹ. μετ’ οἴνου ἐπὶ ἡμέρας | 539 | |
14.540 | ζʹ. δέον δὲ τὸν οἶνον εἶναι ἀπεζεσμένον ἐν πηγάνῳ. τοῦτο τὸ πόμα ποιεῖ καὶ ἐὰν ὦσιν ὄγκοι καὶ οἰδήματα, ξηραίνει καὶ κενοῖ διὰ τῶν οὔρων· ὁ δὲ πάσχων μὴ πινέτω δι’ ὅλης τῆς ἡμέρας, εἰ μὴ τρία μόνον· δόκιμον γάρ ἐστι. | |
5 | [Πρὸς τὸ μισῆσαι τὸν οἶνον, τοῦ μὴ μεθύσαι.] Ἐγ‐ χέλυς ἰχθὺς πνιχθεὶς ἐν οἴνῳ καὶ δοθεὶς ὁ οἶνος εἰς πόμα μῖσος οἴνου ποιεῖ. ὁμοίως καὶ σταφυλὴ ἀπεζεσμένη. ἀμέ‐ θυσος διατηρηθῆναι εἰ θέλεις καὶ ἄνοσος, φύλλα πηγάνου ἔσθιε· παύει δὲ καὶ κεφαλαλγίαν τὴν ἐξ οἴνου. ὁμοίως καὶ | |
10 | ἡ ἄκορος ἐσθιομένη καὶ ἡ Θηβαία. ἀμέθυσος διατηρεῖται ὁ προφαγὼν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ζʹ. ἢ θʹ. ἢ ιαʹ. ἀμέθυστος διατηρεῖται ὁ πνεύμονα προβάτου νήστης ἐσθίων ἑφθὸν, ὅσα γὰρ πίῃ, οὐ μεθύσει. [Εἰς τὸ μεθύειν ἐξ ἑνὸς ποτηρίου.] Κληματίδων ἀμ‐ | |
15 | πέλων χλωρῶν ἢ ξηρῶν μικρὸν καύσας ἀπόσβεσον ἐν τῇ φιάλῃ ἔνθα ἐστὶν ὁ οἶνος, καὶ εὐθέως μεθύσει. | |
[Πρὸς φακοὺς ἐν προσώπῳ.] Δαφνίδων τὸ ἐντὸς λει‐ | 540 | |
14.541 | ώσας μετὰ μέλιτος ἐπίχριε, ἢ στρόβιλον μέλιτι συνεψήσας ἐπίχριε τοὺς ὀφθαλμούς. [Πρὸς τὰς ἐκπιπτούσας ἕδρας τῶν βρεφῶν.] Τὸ τῶν χαλκέων ὕδωρ, εἰς ὃ τὸν σίδηρον ἀποσβεννύουσι, θερμάνας | |
5 | πρόκλυζε. εἶτα οὕτως κοχλίαν καύσας καὶ ποιήσας ξηρίον ἐπίπασον. [Πρὸς οὖλα παιδὸς καὶ ὀδόντας φυομένους.] Ῥόδων ἄνθη λεάνας μετὰ μέλιτος ἔγχριε, ἢ ἐγκέφαλον προβάτου μετὰ μέλιτος ἔγχριε, ἢ βούτυρον μετὰ μέλιτος. | |
10 | [Εἰς τὸ πλεονάσαι γάλα.] Σήσαμος λειωθεὶς μετὰ γλυκέος καὶ πινόμενος, ἢ πτισάνη ἑφθὴ σὺν μαράθρῳ ῥοφουμένη, ἢ κάρδαμον μετὰ κράμβης πινόμενον. [Πρὸς τὰ ἀπὸ χειμῶνος ἀποκαύματα.] Ἅλμην κα‐ τάντλα καὶ φακὴν ἑφθὴν καὶ ψίχια καὶ ῥόδινον λειώσας | |
15 | κατάπλαττε. [Πρὸς ὑδροκήλην.] Μολίβδιν ἑψήσας μετὰ θείου καὶ ὄξους ὀλίγου καὶ ἐλαίου περίχριε τὸν τόπον. ἄλλο. κάρυα | |
παλαιὰ σεσηπότα λειώσας ἔμβαλλε εἰς τρυβλίον καὶ χρῖε. | 541 | |
14.542 | ἄλλο. ὄξος πότιζε καὶ ἐλάφου κέρας καύσας κατάπλασον, ἢ λιθάργυρον καὶ ὄξος καὶ ἔλαιον μίξας χρῖε εἰς ἥλιον. [Πρὸς τραῦμα ἀνιάτως ἔχον ἐν οἵῳ δήποτε μέρει τοῦ σώματος.] Βούγλωσσον βοτάνην ἀνάσπασον καὶ κόψας τὰς | |
5 | ῥίζας πλῦνον καλῶς καὶ ὁλμοκοπήσας πρόσπλεξον χοίρειον ἀξούγγιον καὶ μαλάξας καλῶς ἐπίθες τῷ τραύματι. [Πρὸς ἔμετον.] Σελίνων ῥίζας εʹ. μαράθρου ῥίζας τρυφερὰς δʹ. ἀνίσου 𐅻 αʹ. ὄξος καὶ μέλι καὶ κρόκος ἀληθινὸς, ἑψείσθωσαν πάντα χωρὶς τοῦ κρόκου καὶ μετὰ | |
10 | τὴν ἕψησιν ἐμβληθήτω ὁ κρόκος καὶ δοθήτω ἥμισυ φιάλης. [Πρὸς ἄφθας.] Ἐλαῖαι μαῦραι διαμασώμεναι, ἢ ἀγριοσταφίδες ἐν ὄξει ἑψηθεῖσαι καὶ διακλυζόμεναι. [Πρὸς ἀσφαλακίας.] Πλῦνον αὐτὰς πρῶτον μετ’ οἰ‐ νομέλιτος, εἶθ’ οὕτως ἔμβαλλε χολὴν βοείαν καὶ λαγωοῦ ἀφό‐ | |
15 | δευμα, ἢ τὸ διὰ σάπωνος, ἢ πηγάνου χυλὸν ἔνσταξον εἰς τὰς ὀπὰς, ἢ ἀριστολοχίαν τρίψας γέμισον ἐν αὐταῖς τὰς | |
τρυπὰς μετ’ ὄξους. | 542 | |
14.543 | [Περὶ πηγάνου.] Τὸ πήγανον πρῶτον μὲν ἐσθιόμενον καὶ πινόμενον ὀξυδορκίαν ποιεῖ καὶ συνουσίας ἀποστρέφει, πόνον δὲ κεφαλῆς ἰᾶται, εἴ τις τοῖς ἁπαλοῖς τῆς κεφαλῆς τὰ ὀστᾶ ἐμφράσσει. ἑνωθεὶς δὲ χυλὸς τοῦ πηγάνου μετὰ χυλοῦ | |
5 | μαράθρου καὶ μέλιτος καὶ καταχριόμενος ἀμβλυωπίας ἰᾶται· τὸ αὐτὸ ποιεῖ καὶ ὁ χυλὸς τοῦ καρποῦ τῆς ῥάμνου μετ’ οἰνομέλιτος χριόμενος, καὶ ἡδύοσμον μετ’ ἀλφίτου κατα‐ πλασθὲν ἰᾶται ἀποστήματα. [Πρὸς τὸ στῆσαι αἷμα.] Βερονίκην μέλιτος ἀκάπνου | |
10 | πληρώσας δὸς φαγεῖν· καὶ κράμβης σπέρμα καὶ βασιλικοῦ σπέρμα τρίψας ἀνὰ κόκων στʹ. μετὰ οἴνου δὸς πιεῖν γυναικὶ ὑπὸ πολλοῦ αἵματος πασχούσῃ. [Προγνωστικὸν ἀῤῥώστου.] Ἰτέας ἁπλᾶ φύλλα κόψας ἐπίχριε. καὶ ἐὰν ῥόδινον γένηται, ζῇ· εἰ δὲ χλωρὸν, τελευτᾷ. | |
15 | [Πρὸς τὸ μὴ δύνασθαι συνουσιάζειν.] Τὸ εὔζωμον οἱ ἱερεῖς ἐσθίουσι καὶ τὸ πήγανον καὶ τὸ ἄγνον· τὸ οὖν σπέρμα τοῦ εὐζώμου σὺν μέλιτι, νήστει καὶ σὺν τήλει χριό‐ | |
μενον οὐκ ἐᾷ ὀρθοῦσθαι. | 543 | |
14.544 | [Πρὸς πόνον ὀφθαλμῶν.] Κρόκον συντρίψας καὶ ἀνα‐ ζυμώσας μετὰ ῥοδοστάγματος ἐπάλειφε. [Πρὸς πόνον κεφαλῆς ἀνθρώπου.] Ἐὰν γένηται τὰ σημεῖα ταῦτα, σκοτισμὸς ὀφθαλμῶν καὶ πόνος αὐτῆς τῆς | |
5 | κεφαλῆς, ὤτων ἦχος καὶ ῥινῶν ἔμφραξις καὶ ὀφθαλμοὶ δα‐ κρύουσι τῷ πρωῒ, τινὲς δὲ καὶ ἀμβλυωποῦσιν· ὅτε ταῦτα γίγνονται, τὴν κεφαλὴν καθάρισον τρόπῳ τοιῷδε, λαβὼν ὀρίγανον καὶ ὕσσωπον καὶ ἅλας τὰς ῥῖνας ἀνάτριψον καὶ οὐκέτι ἀλγήσει κεφαλή· εἰ δ’ ἀμελὴς γένοιο, παρέπονται αἱ | |
10 | νόσοι αὗται, ἀμβλυωπία, ὤτων ἦχος, τριχῶν ἔκρυσις καὶ πόνος ὀδόντων. [Περὶ στήθους ἀνθρώπου.] Ἡνίκα ἐπὶ τὸ στῆθος μέλλει πάθος γενέσθαι, τὸ πρῶτον φαίνεται ἐν αὐτῷ ὑγρό‐ τητα ἔχειν καὶ εἰς τὰς πλευρὰς ὠμοὺς χυμοὺς, ἔκκαυσιν καὶ | |
15 | δίψαν ἔχων, καὶ ἡ γλῶσσα αὐτοῦ τραχεῖα, ἀφρὸν ἔχουσα, καθ’ ἑκάστην ὥραν πτύων, ἔξεστι δ’ αὐτὸν μετὰ τὸ δειπνῆ‐ σαι ἐμέσαι, εἴτε τῷ πρωῒ ξεράσαι, προλαμβάνων λεπτοῤῥίζα | |
ῥαφάνου, εἴτε σίνηπι χλωρὸν, ἢ εὔζωμον, ἢ κάρδαμον μετὰ | 544 | |
14.545 | χλιαροῦ ὕδατος καὶ ἐμέσας εὐθέως σωθήσεται· εἰ δ’ ἀμε‐ λήσῃ, γίνεται αὐτῷ δύσπνοια καὶ πλευροῦ πόνοι καὶ πυρε‐ τοὶ ὀξεῖς καὶ πάντοτε ἄϋπνος γίνεται. [Περὶ κοιλίας.] Ὁπόταν δὲ περὶ τὴν κοιλίαν μέλλῃ | |
5 | πάθος τι συνίστασθαι, τὸ πρῶτον γίνονται αὐτῷ στρόφοι καὶ πόνοι περὶ αὐτὴν τὴν κοιλίαν καὶ στένωσις γα‐ στρὸς καὶ ἀνάδοσις καὶ ταράσσονται ἐν αὐτῷ τὰ σιτία καὶ τὰ ποτὰ πικρὰ φαίνονται καὶ βάρος ἐπὶ τῶν γονάτων καὶ ἐπὶ τὰς ψόας καὶ τοὺς νεφροὺς πόνοι καὶ πυρέσσει πάντο‐ | |
10 | τε· τούτου οὖν οὕτως γινομένου, δεῖ τοῖς ἁπλοῖς φαρμάκοις καθαίρειν. λαβὼν κνίκον, κόψας καὶ διαλύσας ὕδατι θερμῷ δίδου πίνειν· ἢ κράμβης ἢ σεύτλου χυλὸν μετὰ μέλιτος γλυκάνας πρόσβαλλε καὶ ἅλας ὀλίγον καὶ δὸς πιεῖν καὶ θαυ‐ μάσεις. εἰ δ’ ἀμελὴς γένηται, ἐπέρχεται, αὐτῷ δυσεντερία καὶ | |
15 | τεινεσμοὶ καὶ ἀρμοπονίαι. [Πρὸς βαρυηκοΐαν καὶ ἦχον ὤτων.] Ἀφρὸν νίτρου | |
εἰς ὄξος ἐμβαλὼν ἐπίσταξον ῥοδέλαιον καὶ οἶνον καὶ ἄλειφε | 545 | |
14.546 | τὰ ὀπίσθια τῆς κεφαλῆς. ἄλλο. ἐλλεβόρου μέλανος ῥίζαν ἔμβαλλε εἰς τὸ οὖς καὶ ὑγιαίνει. δόκιμον γάρ ἐστι. [Πρὸς τὸ φυλαχθῆναι ἄμπελον.] Κενταυρίου τὸ ἀπό‐ ζεμα ῥαινόμενον τοῖς κλήμασι. τοῦτο καὶ κύνας καὶ ἀλώπε‐ | |
5 | κας καὶ πετεινὰ τοῦ οὐρανοῦ ἀποδιώκει. [Περὶ ὑστερικῶν πνίγων.] Ὀστοῦν ἐλάφου ὃ ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ, λαβὼν τρῖψον καὶ πότισον τὴν γυναῖκα καὶ ὄψει τὴν δόξαν τοῦ θεοῦ. [Πρὸς ἕλμινθας θαυμαστόν.] Μελάνθιον τρίψας μετὰ | |
10 | γάρους δὸς πιεῖν. [Εἰς τὸ γνῶναι ἐκ τοῦ ἀνδρὸς καὶ γυναικὸς ὁποῖός ἐστιν ἄπαις.] Φακὴν ἀπόρεξον εἰς τῶν ἀμφοτέρων τὸ οὖρον χωρὶς καὶ ὁποῖον φύσει, ἐκεῖνός ἐστιν ὁ ποιῶν παῖδα, καὶ τὸ μὴ φύων ἄπαις. | |
15 | [Πρὸς ῥῖγος.] Γράψον εἰς μῆλα τρία ἢ πεπώ‐ πουλα οὕτως, φησὸν, σαὸς δράος δάνονος δανάβιος, καὶ δίδου τρώγειν. | |
[Κατασκευὴ γάρους Ἰωάχου τοῦ μαρτυροπολίτου.] Λα‐ | 546 | |
14.547 | βὼν ψωμίον ἄζυμον ἀνάρτυτον, σεσημμένον λίτρ. αʹ. με‐ λάνθιον τζιαρίκην αʹ. ἡμίκλου συγκεκομμένον ἡδύοσμον, καλαμίνθην, βουνίσην ἄνυδρον, ἀνὰ ἡμίλιτρον· πήγανον τράμια μʹ. ἀγριοθύμβρον τράμια μʹ. μάραθρον τράμια μʹ. | |
5 | ἄνισον τράμια λʹ. ναναχουὰν τράμια μʹ. σταφίδας, μαύρας λιπαρὰς ἡμίλιτρον· φοινίκια καθαρὰ τζιαρίκην αʹ. μέλι ἀλη‐ θινὸν, ἱλαροῦ μελισίου ἡμίλιτρον, σάκχαρ κάντιον τζιαρίκην αʹ. ῥόδα ξηρὰ ἢ ῥοδόσταγμα τράμια ρʹ. ταῦτα δεῖ τίθεσθαι ἐν πίθῳ μετὰ ὕδατος καὶ τίθεσθαι ἐν ἡλίῳ ἡμέρας μʹ. σὺν | |
10 | αὐτοῖς δὲ δεῖ βάλλειν ἐν ὀθονίῳ καθαρῷ ξυλαλόην τράμια εʹ. στάχυν τράμια ζʹ. καρυόφυλλα τράμια βʹ. κρόκον τράμια γʹ. μαστίχην τράμια ιʹ. λίβανον τράμια ιʹ. τρουτζίον φλοιὸν τράμια ιεʹ. μόσχου τράμιον αʹ. ἄμβαρ τάγκια βʹ. βάλλε ὁμοῦ ὅλα ἐν τῇ ὀθόνῃ καὶ θὲς μέσον τοῦ χυλοῦ ἐν τῷ πίθῳ καὶ | |
15 | τὰς μʹ. ἡμέρας καθ’ ἑκάστην τρῖβε καὶ ἀποπιάνειν κρεμά‐ μενον δηλονότι ἐν τῷ πίθῳ μέσον τοῦ χυλοῦ καὶ μετὰ μʹ. συνάγειν τὸ ὕδωρ τὸ ἐπάνω τοῦ χυλοῦ καὶ τιθεῖν εἰς ἕτερον | |
ἀγγεῖον· τῷ δὲ χυλῷ τιθεῖν ἕτερον ὕδωρ ἡλιαζόμενα ἀμφό‐ | 547 | |
14.548 | τερα. μετὰ δὲ τὸ συναχθῆναι τὸν ζωμὸν ὅλον εἰς ἕτερον ἀγ‐ γεῖον, βαλὼν ἐν κακκαβίῳ γανωτῷ ἢ ἐν χύτρᾳ, καὶ ἀπο‐ τριτώσας, κυδώνια ὥριμα πληροῖς, τὴν δὲ ὀθόνην μηδέποτε ἄρῃς ἐκ μέσου τοῦ γάρους καὶ λάβῃς γάρος ἄριστον καὶ | |
5 | ὠφέλιμον ἐν πᾶσιν ἀνθρώποις. [Περὶ κεφαλαλγίας Βαρλαμὰ μοναχοῦ.] Ἄλευρον κυά‐ μινον λεῖον χειροπληθὲς καὶ μαστίχης ὁμοίως ὀλίγον σὺν κυμίνῳ ὀλιγοστῷ· δεῖ ἑνῶσαι μετὰ τοῦ ζωμοῦ τῶν κυδω‐ νίων μήλων καὶ ποιῆσαι ἔμπλαστρον καὶ ἐπιθεῖναι | |
10 | τῷ μετώπῳ ἀπὸ μήνιγγος. [Περὶ δυσουρίας.] Μύρον χριστὸν βάλλε εἰς τὸν οὐ‐ ρητῆρα καὶ εὐθέως οὐρήσει· ἢ μέλι καὶ ἀγριοκάνναβον ἑνώ‐ σας ποίησον ὑπόθεμα καὶ θὲς ὑπὸ τὸν ἀφεδρῶνα, ἢ μόσχον θὲς ἐν τῷ οὐρητῆρι. | |
15 | [Πρὸς αἷμα ἐκ ῥινῶν.] Καννάβου φύλλα ξηράνας καὶ τρίψας ἐμφύσα εἰς τὸν ῥόθωνα, ἢ πάνην λινὸν καύσας | |
μετ’ ὄξους δριμέος ἐμφύσα εἰς τὰς ῥῖνας. | 548 | |
14.549 | [Περὶ ὑστέρας γυναικός.] Ὄψον ψωμίου καὶ ἀμανη‐ τάριον ἀληθινὸν καὶ καρδὶδ, καύσας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν. [Περὶ τοῦ μὴ ἀπολλύειν τὸ δένδρον τὸν καρπόν.] | |
5 | Κρίνου ῥίζαν κρέμασον εἰς τὸ δένδρον καὶ στήκει ὁ καρπὸς αὐτοῦ καὶ μὴ πίπτει. [Πρὸς τραῦμα γλυκύ.] Καρδίαν μετὰ τοῦ φλοιοῦ καὶ κέρας ἐλάφου καύσας μετὰ ἐλαίου ἄλειφε. [Πρὸς στόμαχον.] Πήγανον καὶ θύμβραν μετὰ ὠοῦ | |
10 | καὶ κύμινον καὶ ἡδυόσμου τὰς ῥίζας δὸς πιεῖν. [Πρὸς λειχῆνας.] Πέπερι τρίψας μετὰ γυναικείου γάλακτος ἐπάλειφε καὶ ἰᾶται. [Πρὸς πόνον ὀδόντων.] Λεπίδια ὠῶν καὶ σηπίαν καὶ ἔλαιον μίξας ἀποτρίτωσον καὶ χλιάνας βάλλε εἰς τὸν | |
15 | τόπον. [Πρὸς ἕλμινθας.] Κέρας ἐλάφου ῥηνίσας μετὰ οἴνου | |
παλαιοῦ δὸς πιεῖν ἀπὸ λουτροῦ. | 549 | |
14.550 | [Πρὸς δυσουρίαν.] Κορίανδρον καὶ ἡδύοσμον καὶ ὕδωρ μετὰ μέλιτος ἀποτριτώσας δός. [Πρὸς τραῦμα γλυκύ.] Ἀφόδευμα χοίρου μετ’ ἐλαίου καὶ ὄξους δριμέος μίξας καὶ τὸν τόπον ἐκδείρας μετὰ τρί‐ | |
5 | χινον πάνην ἐπάλειφε. [Πρὸς πόνον πλευροῦ.] Παλιουρέας ῥίζαν μετὰ οἴνου ἀποτρίτωσον καὶ δὸς πιεῖν ἀπὸ λουτροῦ. [Πρὸς ἧπαρ καὶ στόμαχον.] Ἀλόην καὶ στάχυν ἀνὰ μιλιαρίου ἑνὸς μίξας μετὰ οἴνου ἀπὸ λουτροῦ πότισον καὶ | |
10 | ἰᾶται. [Πρὸς ὕπνον.] Αἰγὸς κοπρίαν μετὰ χαμαιδρύος πηλὸν ποιήσας ἄλειφε τὸ πρόσωπον. [Πρὸς βῆχα.] Ῥαφάνου σπόρον καὶ μάραθρον μετὰ μέλιτος δὸς πιεῖν. | |
15 | [Πρὸς καρδιόπονον.] Πήγανον καὶ λινόσπερμα καὶ μάραθρον κατὰ τὴν καρδίαν θές. [Πρὸς ἕλμινθας.] Λυπινάρια καὶ δαφνόκοκκα καὶ | |
χολὴν ταύρου μίξας ἐπίθες εἰς τὸν ὀμφαλόν. | 550 | |
14.551 | [Περὶ αἱμοῤῥοούσης.] Χελώνης καύκαλον ὑποκάπνισον. [Πρὸς καύστραν.] Ὠὰ ὀπτὰ, τοὺς κρόκους καύσας εἰς τηγάνην καὶ ἀποπλάσας ἄλειφε. [Περὶ κνησμονῆς.] Γάρος καὶ θεῖον ἄπυρον | |
5 | καὶ ἔλαιον ἄλειφε καὶ θαυμάσεις. [Πρὸς ἴκτερον.] Χρυσολαχάνου σπόρον καὶ μέλι καὶ κρόκον ταράξας εἰς τὸ κραββάτιον χρῖε καὶ ὠφελεῖ. [Περὶ σκωλήκων.] Χαμαιλέοντος τὴν ῥίζαν βάλλε καὶ κνίδης τὰς κορυφὰς λειώσας ἐπίβαλλε. | |
10 | [Περὶ βηχός.] Μαράθρων τὰς ῥίζας τρίψας δὸς πιεῖν νήστει ἐπὶ ἡμέρας θʹ. καὶ θαυμάσεις. [Πρὸς κεφαλίου πλοκάμους.] Μολόχην καὶ ἐλελισφά‐ κου τὴν ῥίζαν λειώσας κατὰ λόγον καὶ βάλλε εἰς ἀγγεῖον μετὰ οἴνου καλοῦ καὶ ἀπὸ λουτροῦ χρῖε τοὺς πλοκάμους. | |
15 | [Πρὸς ὤτων πόνους.] Τοῦ βάτου ὁ χυλὸς ἐκπιεζόμε‐ νος καὶ χλιαινόμενος καὶ ἐνσταζόμενος εἰς τὸ οὖς παύει τὸν πόνον. | |
[Πρὸς ἴκτερον.] Χρυσολάχανον κοπανήσας κοχλιά‐ | 551 | |
14.552 | ριον ἓν καὶ μέλι κοχλιάριον ἓν καὶ οἶνον θερμὸν δὸς νήστει. [Ἄλλο πάνυ καλόν.] Εἰς τὸ δεξιὸν ὠτίον τοῦ ἐπι‐ κειμένου λεπτὴν φλέβα κόψον καὶ ἐξερχομένου τοῦ αἵματος | |
5 | θαυμάσεις, ἐὰν δὲ πονήσῃ σπλῆνα, ποίησον ὁμοίως εἰς τὸ ἀριστερόν. [Πρὸς ἡπατικοὺς, σπληνικοὺς καὶ στομαχικοὺς ἀπαρά‐ βατον.] Ἀγνοκούκκια δίδου ἐσθίειν καὶ πίνειν καὶ οἴνου πρωῒ καὶ ὀψέ. ἄλλο. σελίνου σπόρον καὶ μακεδονίου καὶ | |
10 | ἐρεβίνθην καὶ ἀγνόκοκκα πάντα συντρίψας μετὰ οἴνου θερ‐ μοῦ δὸς πιεῖν. [Βοήθημα πρὸς νεφριτικούς.] Εὐζώμου σπέρμα, καρ‐ δάμου σπέρμα, ῥαφάνου σπέρμα λειώσας ἕνωσον μετὰ μέλι‐ τος Ἀττικοῦ καὶ δίδου 𐅻 αʹ. μετὰ οἴνου παλαιοῦ. | |
15 | [Βασιλείου ἰκτοῦ τοῦ μελιτινιώτου δίαιτα πρὸς βασι‐ λέως νοτάριον τὸν γραμματικόν. σκευασία οἴνου εἰς τὸ ποιῆ‐ σαι εὔγνωστον καὶ κόκκινον.] Οἶνον ὡσεὶ μέτρα εἴκοσι | |
πληροῖς γέμισον πίθον καὶ ἄρον ἐξ αὐτοῦ μέτρα βʹ. καὶ | 552 | |
14.553 | βάλλε ἐν χύτρᾳ λιθίνῃ, ἐπίβαλλε μαράθρου μιλιάρια ρʹ. σε‐ λινόσπορον μιλιάρια ρʹ. ἄνισον μιλιάρια νʹ. μετὰ τούτων δεῖ βράσαι καλῶς καὶ σακκελίζειν καὶ ξέστου ὄντος ἐνστρέ‐ φειν ἐν τῷ πίθῳ, εἶτα ἔπαρον τριψίδιον μιλιάρια ρʹ. κα‐ | |
5 | ρυοφύλλων μιλιάρια εʹ. κρόκου μιλιάριον αʹ. μαστίχης μι‐ λιάρια γʹ. κύπερον μιλιάρια εʹ. ξυλαλόην μιλιάρια εʹ. τρίψας ὅλα ὁμοῦ καὶ σήσας ἔμβαλλε ἐν ὀθόνῃ λινῇ καὶ θὲς μέσον τοῦ πίθου καὶ χρῶ. [Τοῦ αὐτοῦ περὶ ἐνδυναμούμενα στομάχου διὰ τὸ | |
10 | πληθυνθῆναι τὰ φλέγματα ἐν αὐτῷ καὶ ἀνενέγκαι κεφαλαλ‐ γίαν.] Δεῖ σε λαβεῖν ῥοδόμελι καθ’ ἑκάστην ἡμέραν μιλιάρια κʹ. σελινόσπερμον μιλιάριον ἓν, ἄνισον μιλιάριον τὸ 𐅶ʹʹ. καὶ ἐπινη‐ στεύειν τὸν μεσημερίον καὶ τότε γεύεσθαι. καὶ γὰρ διὰ τοῦτο ὡρί‐ σαμεν ποιεῖν σε οὕτως, διὰ τὸ εἶναι τὸ ῥόδον ἐνδυναμοῦντα | |
15 | τὸν στόμαχον, τὸ δὲ μαστίχην θερμαῖνον τὸ μάραθρον καὶ τὸ σέλινον, διὰ τὸ ἐὰν εὕρωσιν ἐν τῷ ἥπατι καὶ τῷ σπληνὶ πλῆθος χυμῶν μελανικῶν, αἴρωσι καὶ κατάγωσι διὰ τῶν | |
οὔρων ἀνωδύνως, τὸ ἄνισον, διὰ τὸ διώκειν τὰ πνεύματα | 553 | |
14.554 | ἀπὸ τῆς γαστρὸς καὶ ῥωννύειν τὸν στόμαχον καὶ διὰ τοῦτο ὡρίσαμεν νηστεύειν ἐς τὸ μεσημέριον, ἵνα μὴ φανῇ ἕτερον νόσημα, καὶ ἀπομείνῃ ἡ δύναμις τῶν βοτανῶν· μετὰ δὲ τὸ διαβιβάσαι τὰς ιʹ. ἡμέρας τὴν αὐτὴν ἀκολουθίαν ἀεί | |
5 | ποτε ποίει μετὰ ῥοδοσάκχαρος διὰ τὸ ῥωννύειν τὸν στόμα‐ χον καὶ ζῇν ἀνωδύνως. ὡρίσαμεν δὲ καὶ περὶ τροφῆς δεκά‐ λογον τρόπῳ τοιῷδε. [Διαγωγὴ ἐν κρέασι καὶ νηστείαις.] Τὴν πρώτην ἡμέραν δεῖ σε φαγεῖν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ιʹ. σὺν | |
10 | ἄρτῳ καὶ οἴνῳ τὸ ἀρκοῦν· τῇ δευτέρᾳ ἡμέρᾳ φάγε μέλι μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν· τῇ τρίτῃ ἡμέρᾳ κρέας ἀμνοῦ ἐνιαυσιαίου ὠμοπλάτην κοπανήσας καὶ ἑψήσας, ὄπτα πυρὶ καὶ τρέφου σὺν οἴνῳ τῷ ἀρκοῦντι καὶ ἄρτῳ καὶ παξα‐ μαδίῳ· τῇ τε τετάρτῃ ἡμέρᾳ ὀρύζην μόνον ἕψει ἐν ὕδατι | |
15 | καὶ τίθει μέλι καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν· τῇ εʹ. ἡμέρᾳ ῥοΐδια καὶ ἀμύγδαλα καὶ σκόροδον μετὰ δαύκων καὶ σύκων, ἰσχάδων, σταφίδων καὶ μέλιτος ἕψει καὶ τρέ‐ | |
φου μετὰ ἄρτου καὶ οἴνου τοῦ ἀρκοῦντος· τῇ στʹ. ἡμέρᾳ | 554 | |
14.555 | κρέας ὅμοιον ἐνιαυσιαῖον τίθει ἐν τηγάνῳ μετὰ δαύκων καὶ ἕψει καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν, διὰ τὸ τὴν δύναμιν τῶν ῥοιῶν σε σβέσαι· ψυχραὶ γὰρ ὄντως εἰσὶ καὶ διὰ τοῦτο ὡρίσθησαν αἱ ῥοιαὶ πρὸς ψυχρασίαν, | |
5 | δηλονότι τῶν προωρισθέντων ἔμπροσθεν εἰς τὰς εʹ. ἡμέρας. θερμὰ γὰρ ὄντως. τῇ ἑβδόμῃ ἡμέρᾳ κρέας κοπανιστὸν μετὰ ἐρεβίνθων καὶ ἀρτυμάτων ἕψει, τρέφου τὸ ἀρκοῦν· τῇ ὀγ‐ δόῃ ἡμέρᾳ κρέας σὺν μέλιτι καὶ ὄξει, συκάδων, ἀμυγδάλων, καρύων συρικῶν, κρόκου, δαύκου, σταφίδων σὺν ἑτέροις | |
10 | κρέασι κοπανιστοῖς ἕψει μετὰ μέλιτος ἱκανοῦ καὶ τρέφου σὺν οἴνῳ τὸ ἀρκοῦν· τῇ ιʹ. ἡμέρᾳ ἐν κρέασι καὶ ἐν νη‐ στείαις ῥοὸς κόκον ὁμοίως τοῖς προειρημένοις ἕψει καὶ τρέ‐ φου σὺν οἴνῳ τὸ ἀρκοῦν. αὕτη ἐστὶν ἡ δίαιτα τῶν τροφῶν. ἐν τῇ ὥρᾳ τοῦ δείπνου ἀεὶ χρῶ ἡδυοσμόμελι, διὰ τὸ τὰς | |
15 | τροφὰς χωνεύειν καὶ οὐκ ἐᾷν πληθυνθῆναι φλέγμα ἐν τῷ στομάχῳ· καὶ ὡς ἂν ὑγιὴς μένῃς, μηκέτι φλεβοτόμει ἄνευ | |
πάθους. ὅταν δέ σοι συμβῇ νόσημα περὶ τὴν κεφαλὴν, | 555 | |
14.556 | φλεβοτόμησον τὴν κρανιακὴν φλέβα καὶ ἔμβαλε ὅσον μι‐ λιάρια ιʹ. συσκεύαζε δὲ τὸν χρόνον δὶς τὸν Ἀπρίλλον μῆνα καὶ τὸν Σεπτέμβριον ποιῶν ἀποχὴν ἡμέρας γʹ. ἔμ‐ προσθεν καὶ ὄπισθεν πίνειν καὶ βοήθημα τὸν χρόνον δὶς | |
5 | τοῖς προειρημένοις μησί. καὶ κωδείαις χρῶ διὰ τὸν ὕπνον· δεῖ σε ἀπέχεσθαι τῶν συνουσιῶν, εἰ δὲ βούλει, ἅπαξ τὴν ἑβδομάδα μετὰ τὸ διαβῆναι τὸ μεσόνυκτον· τὸν δὲ Ἰούλιον μῆνα καὶ τὸν Αὔγουστον δεῖ σε ἐμεῖν ἡμέρας βʹ. ἄμφω, διὰ τὸ εἰς μίαν ἡμέραν ὁ στόμαχος κάθαρσιν οὐ λαμβάνει· ὅταν | |
10 | δὲ ἐμεῖς, βλέπε μήποτε πίῃς ὕδωρ ἢ ἔμπροσθεν ἢ ὄπισθεν· ὅταν δὲ ἐμεῖς, τοὺς ὀφθαλμοὺς σκέπασον καὶ δῆσον καὶ ἱστάμενος ἔμει ἐν ὑψηλῷ τόπῳ ἢ ἐν ποταμῷ. μετὰ τὸ ἐμέ‐ σαι εἰ διψεῖς πιέζου λαβὴν καὶ ἐπινήστευσον· δεῖ σε λού‐ εσθαι τὸν Ἀπρίλλον μῆνα μέχρι καὶ ὅλου τοῦ Νοεμβρίου | |
15 | μηνὸς καὶ τοὺς ἀπηγορευμένους μῆνας ἀπέχου τοῦ λούεσθαι· ὅταν δὲ λούεσθαι τὴν ἑβδομάδα ἅπαξ, ἀεὶ δὲ πότε νήστης λούου. καὶ ἐὰν δίψῃς, πίε εὔκρατον ὕδωρ καὶ μετὰ τὸ ἐξελ‐ | |
θεῖν ἄλειφε τὴν κεφαλὴν ἔλαιον ἢ γάλα γυναικεῖον θηλυ‐ | 556 | |
14.557 | τρόφου, τοὺς δὲ πόδας κατὰ νύκτα ἄντλει θερμῷ ὕδατι σὺν πιτύροις. [Περὶ κεφαλαλγίας.] Ἀμύγδαλα λίτρ. γʹ. σπό‐ ρον κολοκύνθης λίτρ. αʹ. ἔκβαλον τὸ ἔλαιον τῶν ἀμφοτέ‐ | |
5 | ρων καὶ ἄλειφε τὴν κορυφὴν καὶ τοὺς μυκτῆρας, τὰς χεῖρας καὶ τοὺς πόδας. [Πρὸς βλαβὴν οἴνου βοήθεια.] Ἔπαρον κυδώνια ὥρι‐ μα καὶ γλυκέα καὶ καθαρὰ καὶ ἄρον τὸν ζωμὸν καὶ ἔνιε τῷ οἴνῳ. | |
10 | [Ἄλειμμα δόκιμον πρὸς ἁρμοπονίαν καὶ πρίσμα χει‐ ρῶν καὶ ποδῶν καὶ ἀποφθορὰς καὶ ἀπόκαυσιν χειμῶνος καὶ ἀνέμου καπουλίων χειρῶν τε καὶ ποδῶν, λεγομένου Σαρα‐ κινιστὶ τλεν. ἡ σκευασία αὕτη.] Ἔπαρον ἀξούγγιον χηνὸς μοίρας βʹ. μυελὸν ἐλάφων ἐκ τῶν ἀτζῶν καὶ μαρτασάγκην | |
15 | ταπαρὴν καὶ μέλι ἄκαπνον ὑλιστὸν καὶ τίθει ἐν πετρίνῳ τηγάνῳ καὶ βράσον, ὥστε λυθῆναι τὰ ῥηθέντα ἀλείμματα καὶ θερμοῦ ὄντος ἔμβαλλε τὸ μαρτασάγκην, καὶ ὅταν ψυ‐ | |
χρανθῇ τελικῶς, βάλε τὸ μέλι καὶ μάλαξον καλῶς δίκην μα‐ | 557 | |
14.558 | λάγματος καὶ ἄλειφε ἐν πυρὶ ἢ ἐν κλιβάνῳ καὶ τύλιξον καλῶς, ἄλειφε δὲ ἕως ὅτι ἀπέλθῃ ὁ πόνος. [Περὶ αἰγίλωπος.] Χολὴν βοὸς καὶ ὑγρόπισσον καὶ ὄξος ἑνώσας ποίει ἔμπλαστρον καὶ ἐπίθες· ἢ πηγάνου φύλλα | |
5 | μετὰ χωρυγίου ἐπίθες εἰς τὰς ὀπάς. [Πρὸς τραύματα ἀνίατα.] Ἀριορεπανίου ῥίζαν βάλλε μετ’ οἴνου γλυκέος καὶ δὸς πιεῖν τῷ κάμνοντι. [Πρὸς περιπνευμονίας.] Τρῖψον πέπερι κόκκους ιεʹ. καὶ ἅλας ὁμοίως βάλλε ἄπλυτον καὶ τεάφην καὶ ἑνώσας | |
10 | μετὰ ἀφοδεύματος ὀρνιθίου ξανθοῦ, σὺν ἐλαίῳ ἄλειφε· ἢ δαύκου σπέρμα καὶ μελάνθιον καὶ πράσον λειώσας πότισον. [Πρὸς ἀσπάλακας.] Λαβὼν χαμαίδρυν καὶ κριθάλευ‐ ρον καὶ ζυμώσας ταῦτα μέλιτι ἐπίχριε καὶ κατάπλαττε. [Πρὸς πόνον κοιλίας καὶ στομάχου.] Βάλλε δενδρο‐ | |
15 | λίβανον εἰς τζουκάλιον μετὰ οἴνου παλαιοῦ καὶ ἀποτριτώσας ἐν λουτρῷ πότισον· ἢ ἔλαιον καὶ οἶνον ὁμοίως ποίησον καὶ | |
πότισον ἐν λουτρῷ χλιαρόν. | 558 | |
14.559 | [Πρὸς στομαχικούς.] Κύμινον καὶ κιννάμωμον κο‐ πανήσας ἀμφότερα καὶ βαλὼν σμύρναν καὶ μαστίχην καὶ βλυσκούνην ὀλίγον καὶ ἑψήσας καὶ προσμίξας δὸς πιεῖν· ἢ ἡδυόσμου κλῶνας γʹ. καὶ ῥοΐδιον καὶ φοινίκια πότισον. | |
5 | [Πρὸς ἀδυναμίαν γονάτων.] Φέρε ὕδωρ καὶ βράσον λινόσπερμα μετὰ μέλιτος καὶ κατάπλασον εἰς τὴν καρδίαν. [Πρὸς πόνον πλευροῦ.] Κύμινον καὶ σίτινον ἄλευρον καὶ οἶνον παλαιὸν ποίησον κατάπλασμα καὶ τίθει ἐπάνω τῆς καρδίας. | |
10 | [Πρὸς σπληνικούς.] Κράμβης φύλλα καὶ ἀμμωνιακὸν καὶ ὄξος δριμὺ τρῖψον καὶ μίξας ἐπίχριε τὸν τόπον ἡμέρας γʹ. ἢ πλατάνου φύλλα ἕψησον μεθ’ ὕδατος, ἕως οὗ ἀποτριτω‐ θῇ, καὶ πότισον· ἢ κραμβίου φύλλα φλόγισον ἐν πυρὶ καὶ λειώσας μετὰ οἴνου πότισον. | |
15 | [Πρὸς αἱμόῤῥοιαν γυναικός.] Ταύρου κέρατα ξυόμενα καὶ μετὰ ὕδατος πινόμενα αἱμοῤῥοίας ἰᾶται, ἢ λουλάκην καὶ κραμβόσπερμα καὶ σκαμμωνίας, ἑνώσας τὰ τρία, δὸς πιεῖν. | |
[Πρὸς βιασμούς.] Κηκίδας τετριμμένας καὶ ῥοὸς | 559 | |
14.560 | ἄνθη. ἢ τὰ σίδια μετ’ οἴνου ἀποτριτώσας δὸς πιεῖν ἢ τῆλιν ἑψήσας μετὰ μέλιτος δὸς πιεῖν τὸν ζωμόν. [Πρὸς κοιλιακούς.] Βάλλε καρδαμοσπόρον εἰς καινὸν τζουκάλιον ἕως ἑψηθῇ, καὶ λαβὼν ὠὸν ἔκζεσον χωρὶς καὶ | |
5 | ἐκλέπισον καὶ ἔπαρον τὸ ἄσπρον αὐτοῦ χωρὶς καὶ κόψον αὐτὸ λεπτῶς καὶ ἔμβαλον τῷ ἑψηθέντι καρδαμοσπόρῳ καὶ βρασάτωσαν μίαν καὶ εἰ θέλει ὁ νοσῶν φαγέτω αὐτὸ, εἰ δὲ οὐχὶ, ἕως γένηται ὕδωρ καὶ ἀσπίει αὐτό· ἢ ταύρου νεφροὺς φρύξας πότισον, ἢ τυρὸν παλαιὸν ἐξέσας μετ’ ὄξους δριμέος | |
10 | δὸς φαγεῖν νήστει. [Πρὸς δυσουρίαν.] Πάγουρον ποτάμιον κοπανήσας καὶ εἰς πανίον ἀποπιάσας δὸς πιεῖν· ἢ μαράθρων ῥίζας ἀπο‐ τριτώσας δὸς πιεῖν τῷ πάσχοντι. [Πρὸς ἐξωχάδας.] Ἄσβεστον καὶ ἀρσενίκιον νέον | |
15 | ἑνώσας, ἐπίθες. [Πρὸς ἁρμοπονίας.] Πεντάνευρον καὶ σκορπίδιον καὶ ὄξος βραχὺ ἄλειφε τὸν τόπον, ἢ βάλλε σίνηπι καὶ ἰσχάδας | |
καὶ κοπάνησον καὶ ἐπίπλασον ἐν λουτρῷ. | 560 | |
14.561 | [Πρὸς πόνον γονάτων.] Μαλάχην καὶ κριθάλευρον καὶ λινόσπορον κοπανίσας καὶ τηγανίσας μετ’ ἐλαίου ἐπί‐ θες τῷ τόπῳ. [Πρὸς κλάσμα ὀστέων.] Λαβὼν πίσσαν καὶ κόνιν τοῦ | |
5 | λιβάνου καὶ φοινίκια καὶ ἄνθος μαλάχης καὶ τοῦ ὠοῦ τὸ λευκὸν ἐπίθες καὶ ἐπάνω στυππεῖα καὶ καλάμωσον καὶ φασκίωσον, καὶ ἰᾶται. [Ἄλλο πρὸς τεταρταῖον.] Χαμαίδρυν ἑψήσας μετ’ οἴνου παλαιοῦ δὸς πιεῖν τρίτον. | |
10 | [Πρὸς δῆγμα σκορπίου.] Ὄστρακον πυρωθὲν ἐπίθες, ἢ πτερύγιον μετὰ μέλιτος δὸς πιεῖν, ἢ κύψας οἷον λίθον πιάσῃς ἐπίθες. [Πρὸς φαρμακείας.] Καρίδιον καὶ πλατυκύμινον καὶ ζωχίου ῥίζαν ἀποτριτώσας δὸς πιεῖν μετ’ οἴνου παλαιοῦ καὶ | |
15 | φορείτω καὶ γλανέων ὀστᾶ, καὶ γὰρ καπνιζόμενα δαίμονας διώκει. [Εἰς σύλληψιν γυναικός.] Λαγωοῦ μήτραν φρύξας καὶ | |
λειώσας πότισον συνεχῶς. ἐχέτω δὲ καὶ τὸ αἷμα αὐτοῦ, ἢ | 561 | |
14.562 | ἀλώπεκος κόπρον μίξας μετὰ βοείου ἀλείμματος ἄλειφε τὸ αἰδοῖον τῆς γυναικὸς ὁμοίως καὶ τοῦ ἀνδρός. [Περὶ τεθνηκότος ἐμβρύου ἐν τῇ μήτρᾳ.] Γάλα γυ‐ ναικεῖον μετὰ μέλιτος καὶ ῥίζας ἀμαράνθου δὸς πιεῖν καὶ | |
5 | ἐξέρχεται. [Εἰς τὸ πλεονάσαι γάλα.] Μάραθρον καὶ ἄνηθον μετὰ μέλιτος ἑψήσας καὶ οἴνου χρῖε καθ’ ἡμέραν τοὺς μα‐ σθοὺς, καὶ ποιεῖ γάλα ἡ γυνή. [Πρὸς ὑστέρας.] Ὄρνιθα σφάξας καὶ καρφίον τυλίξας | |
10 | πανὴν λινοῦν καὶ βάλλε ἔσωθεν τῆς ὄρνιθος καὶ ἃς ἑψηθῇ καὶ δὸς πιεῖν τὸν ζωμὸν, ῥάψον δὲ τὴν ὄρνιν, ἢ ὄψιν ψω‐ μίου καὶ μανητάρην ἀληθινὸν, καὶ καρίδιον καύσας δὸς πιεῖν. [Περὶ τῶν ἀκουσίως ἐνουρούντων.] Κόψον | |
15 | γούλαν ἀλέκτορος καθώς ἐστι μετὰ τοῦ λάρυγγος καὶ καύσας καὶ τρίψας καλῶς μετ’ οἴνου παλαιοῦ δὸς πιεῖν. [Περὶ ἐνδυναμώσεως αἰδοίου.] Ῥεπαπόσπορον τρί‐ ψας ἔνιε μετὰ μέλιτος καὶ τίθου εἰς ῥάκος καὶ τύλιξον τὸ | |
αἰδοῖον. | 562 | |
14.563 | [Πρὸς λεπριῶντας ὄνυχας.] Σίνηπι καὶ ἡδύοσμον ἕψει μετ’ ὄξους καὶ τίθει. [Εἰς πρίσματα.] Ὕδωρ θαλάσσιον, βρύον θαλάσσης ἐκζέσας καὶ ὑποπιάσας ἐπίθες. | |
5 | [Περὶ ποδαλγίας.] Σμύρναν λεγόμενον μοὺρ καὶ ψύλ‐ λιον ἤτοι πυζουρκατοῦν μύστρον μετ’ ὄξους ἄλειφε τοὺς πόδας. [Περὶ ἐνδυναμώσεως στομάχου.] Λαβὼν ξυλαλόην καὶ ἄκαρον, κύπερον καὶ μαστίχην, λίβανον, μελάνθιον, μάρα‐ | |
10 | θρον καὶ σπάντως, τρῖψον λίαν καὶ ἕνωσον μεθ’ ὕδατος ῥοιᾶς καὶ μέλιτος ἀκάπνου, δίδου νήστει. [Περὶ πτύσεως.] Ῥοσάτον τοῦ ζουφὰ ἤτοι τοῦ ὑσ‐ σώπου, ὅπερ ὠφελεῖ εἰς τὸν βῆχα καὶ τὴν στένωσιν καὶ εἰς τὸν πόνον τοῦ στήθους, ἡ σκευασία. μανουσιάκων 𐅻 βʹ. | |
15 | οὐνάπια ἤτοι ξύντζιφα κʹ. ζεπιστάνια ἤτοι μυξία κʹ. συ‐ κάδια ἀσπρ. γλυκέα ιεʹ. ἤτοι γλυκύῤῥιζαν μεσότριπτον 𐅻 αʹ. | |
χασχάσιν κεκοπανισμένον ἤτοι κωδείαν 𐅻 εʹ. παρήσαυσα | 563 | |
14.564 | ἤτοι πολύτριχον 𐅻 βʹ. ἀνησούειν ἤτοι γλυκάνισον 𐅻 βʹ. τόλμη καραὺς ἤτοι σελινόσπερμον 𐅻 βʹ. σταφίδας, κοκκία καλὰ λογαρικῆς 𐅶ʹʹ. ζουφὰν ἤτοι ὕσσωπον 𐅻 γʹ. ῥαζανὸν ἤτοι μαραθρόσπορον 𐅻 βʹ. σταφίδας κόκκια, τὰ ἀμφότερα | |
5 | ἀναμίξας πλῦνον καὶ αἱμοσχάσουν μεθ’ ὕδατος κρύου ἡμέ‐ ραν αʹ. καὶ τῷ πρωῒ, ἵν’ ἑψηθῇ μετὰ τοῦ ῥηθέντος δηλονότι λογαρικύου γο. δʹ. καὶ ἀνεψηθῇ ἕως γένηται τὸ ὕδωρ λο‐ γαρικὴ α𐅶ʹʹ. καὶ τότε σακκελισθῇ καὶ ἵνα κατασταθείη μὴ ἔχειν ὕλην καὶ ἔπειτα βάλλε σάκχαρ λογαρικὴν αʹ. ἵνα γέ‐ | |
10 | νηται ζουλάπιον καὶ καθ’ ἑκάστην ἡμέραν αʹ. πίε ἐξ αὐτοῦ ἕως ἡμέρας ηʹ. ἐπίσταξον ἀμυγδαλέλαιον. [Περὶ χολεμεσίας.] Τοῖς χολὴν ἐμοῦσι κατάπλασμα προσεκτέον διὰ φοινίκων, συκιδίων, κηκίδων ἡψημένων ἐν οἴνῳ, ἢ ὀξυκράτῳ συνελεομένων ἄρτῳ· καὶ ἀκακία δὲ καὶ | |
15 | ὑποκυστὶς καὶ βαλαύστιον καὶ ῥοῦς συμπλεκέσθω τῷ κατα‐ πλάσματι καὶ σικύα δὲ προσβαλλομένη μεγάλη ὠφελεῖ μετὰ | |
φλογὸς πολλῆς. τὴν δὲ τροφὴν πολλάκις κατὰ βραχὺ δώσα‐ | 564 | |
14.565 | μεν. ἐπὶ δὲ τῶν χολὴν μέλαιναν ἐμούντων καὶ φυσωμένων τὸν στόμαχον σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμέ‐ νους ἐντίθει· ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε. [Περὶ λυγμοῦ.] Λυγμὸς γίνεται ἤτοι διὰ πλήρωσιν | |
5 | ἢ διὰ κένωσιν, ἢ δριμέων χυμῶν δακνόντων τὸν στόμαχον, ὧν ἐμεθέντων παύεται· πολλοὶ δὲ καὶ τὸ διὰ τριῶν πεπέ‐ ρεων λαβόντες, εὐθέως ἂν ἐπιπίνωσιν οἶνον, λύζουσιν. ὅτι δὲ καὶ διαφθείροντες τινὲς λύζουσιν, ἔμετον μὲν ἂν εὕρομεν αὔταρκες ἴαμα τῶν διὰ πλῆθος ἢ δῆξιν λυζόν‐ | |
10 | των, θερμασίαν δὲ τῶν διὰ ψύξιν· ὅταν δὲ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμὸς, βιαίας δεῖται κενώσεως. τοῦτο δὲ ὁ πταρμὸς ἐργάζεται. τοὺς δ’ ἐπὶ κενώσει λυγμοὺς οὐκ ἰᾶται πταρμὸς, διδόναι δὲ τοῖς λύζουσι πήγανον μετ’ οἴνου, ἢ νίτρον ἐν μελικράτῳ, ἢ σέσελι, ἢ δαῦκον, ἢ κύμινον, ἢ | |
15 | ζιγγίβερ, ἢ καλαμίνθην, ἢ νάρδον Κελτικήν· ταῦτα τῶν ἐπὶ διαφθορᾷ σιτίων, ἢ ἐπὶ ψύξεσιν, ἢ ἐπὶ πληρώσει, βοη‐ | |
θήματα. τοῖς δὲ ὑπὸ πλήθους λύζουσιν ἐπὶ ψυχροῖς, ἢ | 565 | |
14.566 | γλισχροῖς χυμοῖς καστόριον δίδου πίνειν δι’ ὀξυκράτου. καὶ κατὰ τοῦ δέρματος δὲ ἐπιτιθέμενον ὠφελεῖ ἅμα σικυωνίῳ παλαιῷ ἐλαίῳ. ἁρμόζει καὶ τὸ σκιλλητικὸν ὄξος, ἢ ὀξύμελι πινόμενον, καὶ κατοχὴ πνεύματος μεγάλως ὀνίνησι. | |
5 | [Πρὸς πρήσματα ποδῶν καὶ ῥαγάδας καὶ πτέρνας.] Μιλτάριον ἤτοι συνωπίδα καὶ κιμωλίαν τὸ ἴσον μετὰ χυ‐ λοῦ ἀγριοσύκης χρῖε. ἄλλο. κισσὸν καὶ καλαμίνθην καὶ ἅλας συνεψήσας ὕδατι καλῶς νίπτε τοὺς πόδας ἅπαξ καὶ δὶς καὶ ἀποπρίσκονται. ἄλλο. ποιήσας ἅλμην δασεῖαν μετὰ θερμοῦ | |
10 | ἄντλει τοὺς πόδας καὶ τὰς πτέρνας τρίτον, ἅλας καὶ κύμι‐ νον καὶ ἐμβαλὼν ἔλαιον ἀνάλαβε, καὶ προαλείψας τοὺς πόδας κατάχρισον καλῶς· καὶ διὰ τῶν ἀδήλων πόρων ἐξέρχεται ἡ ὕλη. [Πρὸς ποδαλγίαν.] Ἀειζώου τὸν χυλὸν ἕψει καλῶς | |
15 | καὶ χρῶ. ἄλλο. οἴνου χυλὸν μίξας ὀνείῳ γάλακτι καὶ γλυκεῖ οἴνῳ κατάχριε. ἄλλο. φώκης δέρμα, ἢ λέοντος, ἢ λύκου, ἢ ἀλώπεκος, ἐάν τις ἐργάζηται καὶ φορῇ ὑποδήματα, οὐκ ἀλ‐ | |
γήσει τοὺς πόδας. ἄλλο. νυκτερίδας πιάσας ἕψει ἐν ὕδατι | 566 | |
14.567 | ὀμβρίμῳ ὡσεὶ γʹ. εἶθ’ οὕτως ἐν αὐτῷ τῷ ὕδατι βάλλε λινό‐ σπερμον τριπτὸν γο. δʹ. εἶτ’ ὠὰ ὠμὰ γʹ. καὶ ἐλαίου κύαθον, βοείαν κόπρον γο. δʹ. κηροῦ γο. δʹ. ἑνώσας ἀμφότερα καὶ μαλάξας, χρῶ εἰς κοίτην ἅπαξ καὶ δίς. | |
5 | [Γαλήνου σκευασία σκιλλητικοῦ ὄξους.] Ὑγιεινὸν κάλ‐ λιστον τὸ περὶ σκίλλης Πυθαγόρᾳ γραφὲν, ᾧ πᾶς μὲν αὐ‐ τοκράτωρ κέχρηται, λέγεται δὲ παρὰ τοῦ δεδωκότος ὅτι μα‐ κροβίους ποιεῖ τοὺς τοῦτο λαμβάνοντας καὶ τὰ ἄκρα ἄρτια ὑπάρχει ἕως τέλους. καὶ αὐτὸς μὲν ὁ Σάμιος γέρων (οὐκ | |
10 | ἀγνοεῖς γὰρ ὅσον χρόνον προέκοψεν) μέμνηται ἐν τῷ συν‐ τάγματι, ὡς τῷ κατ’ αὐτὸν γένει μεταδεδωκὼς τὴν δύναμιν. ὅταν δὲ ἤρξατο τούτῳ χρῆσθαι, πεντηκονταετὴς ὑπῆρχεν. καὶ ἐβίωσεν εἰς ἑπτακαιδέκατον καὶ ἑκατοστὸν ἔτος ἄρ‐ τιος καὶ ἄνοσος διατελέσας. καὶ ταῦτα μὲν ὁ πατὴρ τοῦ | |
15 | φαρμάκου καὶ τάχ’ ἀνὴρ φιλόσοφος καὶ ψεύσασθαι μὴ δυ‐ νάμενος. ἡμεῖς δὲ τῆς τοῦ ἀνδρὸς πίστεως πεῖραν ἐπιθέν‐ | |
τες βεβαίαν καὶ ἀδιάπτωτον τὴν δύναμιν ἐπιφαίνομεν. χρὴ | 567 | |
14.568 | τοίνυν λαβόντα σκίλλαν ὀρεινὴν λίτρ. αʹ. περιελεῖν τὰ σκληρὰ καὶ κατατεμεῖν τὰ ἁπαλὰ καὶ βαλεῖν ὄξους δριμυτάτου ξέστας ηʹ. εἰς ἄγγος ὑέλινον. εἶθ’ οὕτως καταδύσας ἔασον ἀποβρέχεσθαι ἐν τοῖς τοῦ ἀπὸ κυνὸς καύμασιν ἡμέρας λʹ. | |
5 | εἶτα ἐξελὼν τὴν σκίλλην καὶ ἀποπιάσας, ἐκ τούτου δεῖ τῷ πρωῒ μικρὸν καταῤῥοφεῖν. συμβήσεται δέ σοι περὶ τὸν φάρυγγα, ἢ τὸ στόμα μηδέποτε μαλακισθῆναι. καὶ τὰ περὶ τὸ στόμα τῆς κοιλίας ὑγιαίνειν. εὔπνους τε ὑπάρ‐ ξεις καὶ τὰ περὶ τὴν φωνὴν εὐεκτεῖν, σπουδαῖον καὶ τὰ | |
10 | περὶ ὄμματα ὀξυδερκέστατον καὶ περὶ τὴν ἀκοὴν ὀξύηκοον. οὐδὲν γὰρ πνεῦμα ἐν κοιλίᾳ ποτὲ συστήσεταί σοι οὔτε σπλάγχνον μετέωρον ἕξεις. εὔπνους τε καὶ εὔχρους διαμεί‐ νεις καὶ πρὸς τὰ ἀστεῖα πάντοτε εὖ διακείμενος. οὐκ ὀξυ‐ ρεγμίσεις, οὐ λύξεις ἁλυκῶς. ἐὰν πᾶς τίς τι δὸς ἐξ αὐτοῦ | |
15 | καὶ κελεύω μετὰ τὸ ῥοφῆναι τοῦτον νηστικὸν ὄντα κινεῖσθαι σταδίους ζʹ. καὶ διαλυθήσεται. ὁ δὲ τούτῳ χρώμενος περὶ τὴν δίαιταν παῤῥησίαν ἀγέτω ἥντινα βούλεται, πάντα γὰρ | |
κατεργάζεται ταῦτα, ὡς ἀπὸ μηδενὸς βλαβῆναι ποτὲ, μήτε | 568 | |
14.569 | εἰς πλησμονὴν ἐλθόντα μήτ’ ἐφ’ ᾧ δοκοῦμεν συμφέρειν, περισσὸν δὲ οὐδὲν καταλειφθήσεται ἐν τῷ σώματι, οὐ πνεῦμα, οὐ χολὴ, οὐ σκύβαλον, οὐκ οὖρον. ἀλλὰ πάντα εὐέκκριτα καὶ εὐανάγωγα ποιεῖ, κοιλία διὰ παντὸς εὔλυτός | |
5 | ἐστι. καθαρτικὸν δὲ τοῦ σώματος τὸ βοήθημα, κᾂν ἐν τοῖς ὀστέοις ᾖ ῥυπαρία. φθισικοὺς δὲ τοὺς ἐκ πάντων ἀπηγορευ‐ ομένους ἀπὸ τοῦ φαρμάκου τούτου θεραπευθέντας εἴδομεν. ἐπιληψίας τὰς μακρὰς ὤνησεν ἱκανῶς, ὥστε ἀπὸ διαλειμ‐ μάτων χρόνου πολλοῦ γίνεσθαι. τὰς δὲ ἀρχομένας καὶ νέας | |
10 | εἰς τέλος ἰᾶται. καὶ τὸ πάθος γίνεσθαι οὐκ ἐᾷ, ποδάγρας τε καὶ ἀρθριτίδας καὶ σκληρίας ἥπατος καὶ σπληνὸς ἐθε‐ ράπευσε. καὶ αἱ μὲν κατὰ μέρος ἐνέργειαι αὗται· αἱ δὲ κοι‐ ναὶ καὶ πλεῖσται καὶ ὑφ’ ὧν κινηθέντες ἐκδεδώκαμέν σοι τὸ ὑγιεινὸν φάρμακον τοῦτο, ὑγείας καὶ ἀρτιότητος ἕνεκα ἀπο‐ | |
15 | τελεοῦται. [Γαλήνου σκευασία οἴνου τοῦ σκιλλητικοῦ.] Οὗτος ὁ | |
οἶνος πινόμενος πάσης ὑγείας ἐστὶ παροχηκώς. λεπτύνει | 569 | |
14.570 | γὰρ τοὺς χυμοὺς καὶ ἐξαιρέτως τὸ φλέγμα καὶ οὐκ ἐᾷ συ‐ στῆναι ἐν τῷ στομάχῳ, ἢ ἐν τῇ κοιλίᾳ, ἢ ἐν κεφαλῇ, ἢ ἥπατι, ἢ σπληνὶ, ἢ νεύροις, ἢ ὀστέοις, ἤ τι τοιοῦτον γλί‐ σχρον χυμὸν καὶ ποιοῦντα τὰς ἐμφράξεις· ἀλλὰ πάντα λύει | |
5 | καὶ γαστέρα μαλάσσει καὶ οὕτως ὑπάγει καὶ οὖρα κινεῖ καὶ δι’ αὐτῶν τὰς αἰτίας λεπτομερεῖ καὶ ἐκκρίνει. οὕτως δὲ κα‐ θαίρει κεφαλὴν, ὡς μηδὲ τοὺς μυξωτῆρας ὑγρότητα ἔχειν. πεποίηται δὲ ποδαγρικοῖς, ἀρθριτικοῖς, ἐπιληπτικοῖς, οὕτως γὰρ πάσης ὑγείας ἐστὶ περιποιητικός. ἔχει δὲ οὕτως. λαβὼν | |
10 | σκίλλαν ἐξ ὀρέων λευκὴν περὶ τὴν κυνὸς ἐπιτολὴν λίτρ. αʹ. διάψυξον ἐν σκιᾷ ἡμέρας ιʹ. καὶ δι’ ἐμβάλλας εἰς ὕελον τὰ φύλλα τὰ διαψυχθέντα τῆς σκίλλης, βάλλε οἴνου λευκοῦ παλαιοῦ ξέστας ιβʹ. καὶ κρεμάσας ἡμέρας μʹ. ἔπαγον τὴν σκίλλην ἐκ τοῦ οἴνου καὶ ῥῖψον καὶ τὸν οἶνον χρῶ πρὸς τὰ | |
15 | ἐπαγγελθέντα καὶ εὑρήσεις αὐτοῦ τὴν δύναμιν, χρώμενος ἑκάστοτε πρὸ σιτίων ἐκ τοῦ οἴνου γο. βʹ. εἰ δ’ ἀπὸ κοίτης γο. 𐅶ʹʹ. εἰ δὲ βούλει πρὸς πόμα αὐτὸ ποιῆσαι, διὰ τὴν | |
ἡδύτητα πρόσμιξον καὶ μέλιτος ξέστας δύο, ἢ γʹ. | 570 | |
14.571 | [Ἀποφλεγματισμὸς ἀνασπῶν ἐκ τοῦ στομάχου φλέγμα ἐσθιόμενος· ἀπὸ δὲ τῆς κεφαλῆς, ἀναγαργαριζόμενος.] Ὀρι‐ γάνου, κόμμεως, ὑσσώπου, σαμψύχου, γλήχωνος, θύμου, ταῦτα ἕψει μετὰ γλυκέος γο. γʹ. ἕως οὗ γένηται αʹ. καὶ δί‐ | |
5 | δου ἀναγαργαρίζεσθαι. ἐκτινάσσει γὰρ καὶ τὰ ἐν τῷ πνεύ‐ μονι ἐσθιόμενος. ποιεῖ δὲ τοῦτο ἐπὶ ἡμέρας, πεπείρα‐ ται γάρ. [Πρὸς δυσουριῶντας καὶ μὴ δυναμένους οὐρῆσαι.] Κό‐ ριδας ἀπὸ κλίνης λειώσας κατάχριε τὸν οὐρητήρα καὶ εὐ‐ | |
10 | θέως οὐρήσει. τοῦτο δὲ καὶ παιδίοις μὴ δυναμέ‐ νοις οὐρῆσαι ποιεῖ. [Πρὸς λιθιῶντας καὶ διουρητικὸν δόκιμον.] Δαφνί‐ δων καὶ πεπέρεως ἴσα κόψας καὶ σήσας μετὰ ὑδρομέλιτος μέτρον αʹ. δίδου. ἑκάστῳ δὲ τὸ ὑδρομέλι θερμόν. | |
15 | [Ἄλλο θρύπτον λίθους καὶ παρασκευάζον οὐρεῖν ἄν‐ δρας καὶ γυναῖκας.] Δάφνης φλοιὸν ἀναζέσας ὕδατι συμ‐ φύρα καὶ δίδου ἐκ τούτου ῥοφᾷν. ἐνεργεῖ γὰρ λίαν. | |
[Πρὸς αἷμα οὐροῦντας.] Ζιγγιβέρεως 𐅻 βʹ. κράμ‐ | 571 | |
14.572 | βης σπέρμα 𐅻 δʹ. μήκωνος 𐅻 αʹ. χυλὸν ἀναλαβὼν ποίει καταπότια καὶ δίδου τῷ πάσχοντι. [Οὐρητικὸν στραγγουριῶσιν.] Θύμου καὶ μαράθρου ἐξ ἴσου κόψας ἐν εὐκράτῳ θερμῷ δὸς πιεῖν. | |
5 | [Πρὸς πόνον οὐρητῆρος καὶ δυσουρίαν καὶ δύσπνοιαν καὶ οὐροῦντας αἷμα καὶ λιθιῶντας.] Ἀσάρου, μίσυος, νάρ‐ δου Κελτικῆς ἴσα ἀναλάμβανε μέλιτι Ἀττικῷ ἀπηφρισμένῳ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος, εὐρωστεῖν γὰρ ποιεῖ καὶ πρεσβύτας, τοὺς ξηρὰν ἔχοντας ῥύσιν καὶ εὐτο‐ | |
10 | νωτέραν ποιεῖ. [Πρὸς ἐνουροῦντας.] Ῥίζαν κρίνου δὸς πιεῖν προ‐ αναζέσας, ἢ ὑοσκυάμου χυλὸν ἢ καρπὸν μετὰ οἰνογάλακτος φυράσας ἔμβαλλε εἰς δέρμα ἐλάφου καὶ περίαπτε τὸν δε‐ ξιὸν μηρὸν καὶ θαυμάσεις. ἄλλο. συάγρου ὄνυχας ὀπτήσας | |
15 | μετ’ οἴνου πότισον, ἢ ἀλέκτορος ὄρχιν ὀπτήσας δὸς φαγεῖν. ἄλλο. κοχλίαν καύσας μετὰ τοῦ ὀστράκου καὶ λειώσας δίδου πιεῖν μετὰ οἴνου εἰς κοίτην. | |
[Εἰς δυσουρίαν καὶ λιθίασιν.] Λινοσπέρμου, πεπέ‐ | 572 | |
14.573 | ρεως, πετροσελίνου κόψας καὶ σήσας μετὰ κονδίτου λάμ‐ βανε κοχλιάριον αʹ. [Λίθων θρυπτικὸν δόκιμον.] Σκορπίδια θαλάσσια τρία μικρὰ καύσας ὁλόκληρα τὴν τέφραν πότιζε μετὰ | |
5 | κονδίτου. [Ἐς τὸ στῆσαι κοιλίαν.] Ῥοῦν μετὰ οἴνου καὶ ὀρύζης ἑψήσας καὶ ἀποτριτώσας ἔνιε, ἢ τράγου ἧπαρ ἑψήσας μετὰ οἴνου αὐστηροῦ δὸς πιεῖν, ἢ κηκίδας καύσας λείωσον κα‐ λῶς καὶ μίξας στέαρ χοίρειον καὶ τηγανίσας μετὰ ὄξους δὸς | |
10 | φαγεῖν τῷ πάσχοντι, ἢ λαβὼν πεπέρεως 𐅻 αʹ. θερμίνου ἀλεύρου ἤτοι λουπιναρίου 𐅻 γʹ. καὶ μέλιτος κοχλιάριον αʹ. [Πρὸς τὸ κινεῖν ἱδρῶτας καὶ ἀποπαύειν πυρετούς.] Κάχρυος σπέρμα μετ’ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετ’ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν μετὰ μίαν ὥραν τῆς | |
15 | ἐπισημασίας. [Πρὸς κυνοδήκτους.] Κνίδης σπέρμα καταπλασσόμε‐ νον, ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ με‐ | |
λισσόφυλλον σὺν οἴνῳ πινόμενον, ἢ τοῖς δήγμασι ἐπιτιθέ‐ | 573 | |
14.574 | μενον, ἢ σκόροδα καταπλαττόμενα καὶ ὀπτὰ ἐσθιόμενα καὶ πινόμενα. [Πρὸς λυσσοδήκτους.] Λυσσοδήκτων τοῖς τραύμασι κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω· | |
5 | καθ’ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ. καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον. ἑφθὴ δὲ κράμβη προτρωγομένη φθισικοὺς θεραπεύει. καὶ τὰς περὶ ἀρτηρίαν διαθέσεις ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς τοῦτο ὑπεκτήκει. | |
10 | [Πρὸς συνάγχην καὶ πόνον τραχήλου.] Λεύκη ξηρὰ μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδάμου σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσόμενον. [Πρὸς ἐσωχάδας.] Ἀμάραντον ἀποβρέξας μεθ’ ὕδα‐ τος ὀψὲ καὶ πρωῒ πότισον. | |
15 | [Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν.] Ἐλενίου, σι‐ νήπεως, δαφνίδων κατὰ λόγον κοπανίσας, εἶτα ἐξελὼν φλοῦν καρύας νέας κόψον μικρά. εἶτα βάλλε ἐν ὅλμῳ καὶ κόψον | |
αὐτὸν ἰσχυρῶς καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέ‐ | 574 | |
14.575 | ρας τρεῖς καὶ ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει ἕως γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τῆς σπληνὸς ἀπὸ πρωῒ ἕως ἡμέρας ηʹ. προκενώσας τὴν γαστέρα καὶ θαυ‐ μάσεις. | |
5 | [Ἄλλο πρὸς τῆξιν σπληνός.] Καππάρεως ῥίζης γο. γʹ. ἀσβέστου γο. δʹ. κόψας καὶ σήσας καὶ ὄξει μίξας ἐπίθες μὴ πλέον ὥρας μιᾶς καὶ ὅλον τήκεται. ἄλλο. κράμβης ζωμὸν ἕψει μόνον, μετὰ δὲ ὀξυμέλιτος πότισον νηστικῷ, ἢ βάτου ῥίζαν μετ’ ὄξους ἀποτριτώσας δίδου πιεῖν ἡμέρας τρεῖς. | |
10 | ἄλλο. φλοῦν καρύας μετ’ ὄξους καὶ μέλιτος ἑψήσας πότισον νηστικῷ, ἢ σίδηρον πυρώσας ἐν οἰνομέλιτι σβέσας ἐν πο‐ τηρίῳ δὸς πιεῖν καὶ θαυμάσεις. [Πρὸς ὀδόντας μέλανας.] Φοινίκων ὀστᾶ καὶ μαστί‐ χην καὶ μέλι τρῖβε, τοὺς ὀδόντας ἐπὶ ἡμέρας ζʹ. καὶ λευ‐ | |
15 | καίνονται. [Πρὸς ἕλμινθας.] Θέρμους καὶ δάφνης φύλλα καὶ χολὴν ταύρου μίξας ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν τῆς κοιλίας καὶ | |
ὠφελεῖ. | 575 | |
14.576 | [Πρὸς ἐσωχάδας καὶ ἐξωχάδας.] Ἄμυλον καὶ πίσσαν καὶ ὕδωρ ζεννύμενα δὸς πιεῖν ἐπὶ ἡμέρας ἑπτὰ μετὰ τὸ ἀποτριτωθῆνα τὸ εἰς τὸ ἕψημα. [Πρὸς πόνον ὀδόντων.] Ἀμπελοβόθρακα κρατήσας | |
5 | τηγάνισον μετ’ ἐλαίου καὶ ἔμβαλλε τῷ ὠτίῳ καὶ ὑγιαίνει. [Πρὸς βδέλλας.] Τρίψας ἀριστολοχίαν ἁλάτιζε. [Πρὸς λιθιῶντας διουρητικά.] Δαφνίδων πεπέρεως ἴσα δίδου μύστρον αʹ. μετὰ ὑδρομέλιτος. [Ἄλλο θραῦον λίθους.] Δάφνης φλοιὸν ἀνάζεσον ὕδατι | |
10 | ἕως ἀποτριτώσεως καὶ δίδου ῥοφεῖν. ἄλλο ὅμοιον. τρυγό‐ νος ὀρνέου κόπρον καύσας πάρεχε μετὰ μελικράτου, ποιεῖ γὰρ ἐξουρεῖσθαι τοὺς λίθους. [Πεπειραμένον εἰς λιθιῶντας.] Στρουθίου, ῥέου Πον‐ τικοῦ, καππάρεως, ἀνὰ 𐅻 αʹ. δίδου σὺν οἴνῳ λευκῷ καθ’ | |
15 | ἡμέραν 𐅻 αʹ. καὶ οὐρήσεις ὑπόστασιν ἐν τῷ οὔρῳ λιθώδη. ἄλλο. ὀρίγανον ἀποζέσας ἕως ἀποτριτώσεως μεθ’ ὕδατος | |
πάρεχε κύαθον ἐκ τοῦ ἀποζέματος πιεῖν. | 576 | |
14.577 | [Εἰς στραγγουρίαν.] Μαράθρου σπέρμα, δαφνίδων Θηβαϊκῶν ἐξ ἴσου κόψας σὺν εὐκράτῳ δίδου θερμόν. [Πρὸς δυσουρίαν καὶ στραγγουρίαν.] Κόστου, μέλιτος, ὕδατος κυάθους θʹ. δίδου πιεῖν κρατῆρα, τὸν μισθὸν προα‐ | |
5 | παιτῶν. ἄλλο. Κυπέρου Ἀσιατικοῦ κοχλιάριον αʹ. μετὰ ἀκράτου δίδου λεῖον ἢ μετὰ μέλιτος· ἔστι γὰρ δόκιμον. [Πρὸς δυσουρίαν.] Πετροσελίνου Μακεδονικοῦ κόψας δίδου κοχλιάριον αʹ. [Πρὸς στραγγουρίαν.] Κολοκύνθην κοπάνισον ξηρὰν | |
10 | ὡς ἀλεύρου καὶ κοχλιάριον μικρὸν μεθ’ ὕδατος δὸς πιεῖν. [Πρὸς τοὺς ἐνουροῦντας εἰς τὰ σάγια.] Λαγωοῦ ἐγ‐ κέφαλον σὺν οἴνῳ πότισον. ἄλλο. φῦσαν ὀπτήσας δὸς φα‐ γεῖν ἐπὶ ἡμέρας γʹ. ἢ κύπερον λειώσας πότισον, ἢ λαγωοῦ ὄρχιν ἐν οἴνῳ εὐώδει χλιαρῷ δὸς πιεῖν. | |
15 | [Πρὸς στραγγουρίαν.] Δενδρολίβανον λαβὼν βράσον μετ’ οἴνου πλεῖστον ἐπὶ ἡμέρας τρεῖς πάρεχε πίνειν. λαβὼν | |
ῥαφίδα τὸ θαλάσσιον ὀψάριον καύσας καὶ τὴν σποδιὰν δὸς πιεῖν. | 577 | |
14.578 | [Περὶ λειχήνων.] Κέρας ἐλάφου ῥινήσας μετ’ ὄξους δριμυτάτου ἀποτριτώσας ἐπάλειφε. [Πρὸς ἀγρίου λειχῆνας.] Κριθάλευρον μετ’ ὄξους δρι‐ μέος ἐμμίξας ἄλειφε, ἢ ἀκροσφοδείλου ῥίζαν σὺν ὄξει λειώ‐ | |
5 | σας χρῖε συχνῶς, ἢ καῦσον λινοῦν πανίον ἐπάνω σιδήρου καὶ ἄλειφε, ἢ φύλλα καρύας χλωρὰ ἀποζέσας κατάπλαττε. τοῦτο καὶ ἐπὶ ψώρας. [Πρὸς αἰδοίου πόνον καὶ φλεγμονήν.] Κύμινον ἑψήσας πολλὰ καὶ λέπυρα ὠῶν ἐπάντλει, καὶ θαυμάσεις. | |
10 | [Πρὸς λειχῆνας.] Σκόροδον καὶ θεάφην, ὕδωρ καὶ ἔλαιον σμήξας ἄμφω ἄλειφε. [Κατάπλασμα πρὸς τραύματα πρόσφατα ἀπὸ ξίφους ἢ ξύλου.] Ἰτέας φύλλα τρίψας ἐπίθες καὶ τὸ αἷμα στήσεις καὶ τὰ τραύματα παρακολλᾷ καὶ ὑγιαίνει. ἢ βολβοὺς προ‐ | |
15 | βάτων ἅμα ἐλαίῳ λειώσας κατάπλασον. [Πρὸς δηλητήρια φάρμακα.] Πήγανον καὶ σῦκον καὶ | |
κάρυον τρίψας πότισον μετ’ οἴνου, ἢ τῆς νύσσης τὸ αἷμα | 578 | |
14.579 | ὑγρὸν σὺν ἐλαίῳ πινόμενον σώζει τοὺς πιόντας δηλητήριον φάρμακον καὶ τοὺς ὑπὸ ἐχίδνης δηχθέντας. [Πρὸς ῥεῦμα ἐν τῷ λαιμῷ.] Χελιδόνος νεοττιὰν λει‐ ώσας μετ’ ὄξους κατάχριε. | |
5 | [Πρὸς μαστῶν γυναικῶν ὄγκους.] Αἰγὸς ἀφόδευμα ξηρὸν μετὰ οἴνου ἀκράτου ἐπίθες καὶ λύει τὴν φλεγμονήν. [Εἰς λυκοκεφαλίαν.] Χοίρου ἀφόδευμα καύσας καὶ λαβὼν σποδὸν, μίξας μετὰ μέλιτος, ξυρήσας τὴν κεφαλὴν ἄλειφε καὶ ἐπίθες ἐπάνω κράμβης φύλλα. | |
10 | [Βηχικοῖς καὶ ἑκτικοῖς.] Στύρακος καὶ κράμβης χυ‐ λοῦ συντρίψας καὶ ζυμώσας δίδου νήστει καὶ εἰς κοίτην, ἢ δαφνελαίου καὶ οἴνου καλοῦ, ἀνὰ 𐅻 γʹ. σμήξας καὶ χλιάνας ἐν λουτρῷ ἔσωθεν καὶ οἰνελαίου θερμοῦ κέρα καὶ συμπυριά‐ σας τῷ στομάχῳ. ἄλλο. θερμῶν πυρίαν στακτὴν βρέξας, | |
15 | πυρία πόδας τοῦ βήσσοντος καὶ ἀποσπογγίσας αὐτοὺς ἐπά‐ λειφε καὶ πυρίαζε. τοῦτο δὲ βῆχας ἰαθήσεται. | |
[Εἰς βῆχας.] Ῥητίνην συντρίψας μετὰ οἴνου παλαιοῦ | 579 | |
14.580 | πότισον νήστει. καὶ γλήχωνα μετ’ ὀξυκράτου προεψήσας δὸς πιεῖν, ἢ βερονίκην ζυμώσας μετὰ μέλιτος δίδου φαγεῖν, ἢ ῥαφανὴν ὀπτὴν ἐσθιομένην δίδου πρωῒ καὶ ὀψὲ, ἢ βούτυρον ἄναλον καπινέτω βασιλικοῦ καρύου μέγεθος. | |
5 | [Πρὸς τοὺς ἐν τῷ θώρακι χυμούς.] Κνίδης τὰ φύλλα συνεψηθέντα πτισάνῃ δίδου πίνειν. ποιεῖ δὲ καὶ πρὸς πνευ‐ ματώσεις καὶ ἀνάγει τὰ ἐν τῷ θώρακι. [Πρὸς βῆχας.] Τῆλιν ἑψήσας ἕως ὅτου ἀποτριτωθῇ, τὸ ζεμάτιον λάβε τῷ πρωῒ μετὰ μέλιτος. | |
10 | [Εἰς καλλιφωνίαν.] Τραγάκανθα ἀποβραχεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα φωνὴν λαμπρύνει. [Πρὸς ἀποκοπὰς φωνῆς.] Στύρακα λειώσας μετὰ ὕδατος ποίει καταπότια ἴσα ἐρεβίνθοις καὶ δίδου τρίτον καὶ εὐθέως λαλήσει. | |
15 | [Αὐξητικὰ πλοκάμων καὶ πώγωνος, εἰ ἐπιῤῥέουσι.] Τεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχου μίξας κατάχριε | |
τὰς τρίχας, ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ’ ἐλαίου | 580 | |
14.581 | ὀμφακίνου ἢ μυρσίνου ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον ἀποβρέξας σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ, λειώσας ἄμφω, ποίει πάχος μέλιτος καὶ ἐπίχριε τὴν κεφαλὴν ἐν βαλανείῳ. βέλτιόν ἐστι καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον, | |
5 | τὸ ἕβδομον μέρος λαδάνῳ ἐπίβαλλε καὶ χρῖε. [Πρὸς ὀδύνας νεφρῶν.] Γλήχωνι συνεψείσθωσαν πί‐ τυρα ἐξ ἀλεύρων καὶ σακκελίσας τὸν ζωμὸν καὶ σπόγγῳ | |
τοῦτο βρέξας, πυριαζέσθω οὕτως. | 581 |