TLG 0530 026 :: Pseudo–GALENUS :: De pulsibus ad Antonium disciplinae studiosum ac philosophum Pseudo–GALENUS Med. De pulsibus ad Antonium disciplinae studiosum ac philosophum Citation: Volume — page — (line) | ||
19.629(t1) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΣΦΥΓΜΩΝ ΠΡΟΣ | |
t2 | ΑΝΤΩΝΙΟΝ ΦΙΛΟΜΑΘΗ ΚΑΙ | |
---|---|---|
t3 | ΦΙΛΟΣΟΦΟΝ. | |
1 | Σκοπὸν ἔχομεν ἐν τῷ παρόντι συγγράμματι περὶ τῆς τῶν σφυγμῶν πραγματείας σύντομον ἐκθέσθαι παράδοσιν, καὶ εἰπεῖν πρῶτον μὲν τί ἐστι σφυγμός· καὶ διὰ τί εἴρηται σφυγμός· καὶ τίς ἡ χρεία τοῦ σφυγμοῦ· καὶ | |
5 | τί ἐστιν ἡ ἀρτηρία. καὶ ἔλθωμεν ἐπὶ τὸν σκοπὸν καὶ ἀρ‐ κτέον ἀπὸ τοῦ πρώτου. σφυγμός ἐστι κίνησις καρδίας καὶ ἀρτηρίας κατὰ διαστολὴν καὶ συστολὴν γινομένη, πρὸς ἔμ‐ | |
ψυξιν τοῦ ἐμφύτου θερμοῦ καὶ ἀπόκρισιν τῶν λιγνυωδῶν | 629 | |
19.630 | περιττωμάτων. εἴρηται δὲ σφυγμὸς παρὰ τὸ σφύζειν καὶ κινεῖσθαι. τριχῶς δὲ διαιροῦσιν αὐτοῦ, δύναμις ἡ ποιοῦσα τὴν κίνησιν, χρεία κατεπείγουσα, καὶ ὄργανον ὑπήκοον. ἔλ‐ θωμεν δὲ ἐπὶ τὴν ἀρτηρίαν. ἀρτηρία ἐστὶ σώματος ἐπί‐ | |
5 | μηκες κυκλικὸν, δίκην σωλῆνος διχῆ διαιρούντων ἀπὸ καρ‐ δίας ἐρχόμενον καὶ ἐπὶ τὸ πᾶν σῶμα καταμεριζόμενον, ἀέρα καὶ πνεῦμα ζωτικὸν περιέχον. ἀρτηρία δὲ εἴρηται παρὰ τὸ τηρεῖν τὸν ζωτικὸν ἀέρα· αὕτη δὲ ἐκ τοῦ ἀριστεροῦ ὠτίου τῆς καρδίας ἐκ τῆς λεγομένης ἀορτῆς ἐκφύεται, ἥτις | |
10 | σχίζεται διχῆ, καὶ τὸ μὲν κάτω φέρεται διὰ τῶν ἔνδοθεν κάτω, καὶ μερίζεται δεξιὰ καὶ ἀριστερὰ ἐπὶ μηροὺς καὶ ἕως περάτων τῶν ποδῶν καὶ δακτύλων· τὸ δὲ ἕτερον αὐτῆς πάλιν ἄνω φερόμενον διαιρεῖται ὁμοίως δεξιὰ καὶ ἀριστερὰ εἰς χεῖρας καὶ κεφαλὴν φερόμενον, ποιεῖ τὰς καρωτίδας λε‐ | |
15 | γομένας ἀρτηρίας. τὸ δὲ ἐπὶ δεξιὰ καὶ ἀριστερὰ ἔσωθεν φερόμενον· ἔρχεται ἐπὶ βραχίονας καὶ πήχεις καὶ μέχρι καρπῶν καὶ ἄκρων χειρῶν καὶ δακτύλων. εἶτα μετὰ τὸ εἰ‐ | |
πεῖν ἡμᾶς ταῦτα εἴπωμεν καὶ περὶ τοῦ σκοποῦ· σκοπὸν | 630 | |
19.631 | ἔχει τὸ παρὸν σύγγραμμα διαγνώσεις εἰπεῖν, καὶ οἱονεὶ αἰτίας ἀπὸ τῆς τῶν σφυγμῶν κινήσεως ποιήσωμεν τῶν κατὰ φύ‐ σιν καὶ παρὰ φύσει καὶ τῶν οὐ φύσει, οἷον κράσεων, ἀν‐ δρῶν τε καὶ γυναικῶν καὶ ἡλικιῶν καὶ ἄλλων συστοίχων. | |
5 | τῶν γὰρ ἀνθρώπων οἱ μὲν ἄῤῥενες, αἱ δὲ θήλειαι· καὶ τού‐ των αὐτῶν οἱ μὲν γὰρ θερμότεροι κατὰ φύσιν, οἱ δὲ ψυ‐ χρότεροι. καὶ οἱ μὲν ἰσχνοὶ φύσει, οἱ δὲ πιμελώδεις καὶ πολύσαρκοι· καὶ οἱ μὲν ἄνδρες τῶν γυναικῶν ὡς ἐπίπαν θερμότεροι καὶ ἐῤῥωμενέστεροι κατὰ φύσιν εἰσίν. εἰκότως | |
10 | οὖν ἐπ’ αὐτῶν οἱ σφυγμοὶ ταχύτεροι καὶ σφοδρότεροι· τῶν δὲ γυναικῶν ὡς ψυχροτέρων βραδύτεροι καὶ ἀμυδρότεροι· ἐφ’ ἑκατέρων δὲ τούτων ἢ καθ’ ἑτέρων, λέγω δὴ ἀνδρῶν τε καὶ γυναικῶν, ἐπιταθεῖσα ἡ κρᾶσις ἐπιτείνει καὶ τοὺς σφυγμούς· εἰ μὲν ἐπὶ τὸ θερμότερον, μείζονας καὶ σφοδρο‐ | |
15 | τέρους ποιοῦσα. τὸ μὲν θερμὸν ταχυκίνητον. εἰ ἐπὶ τὸ ψυχρότερον, μικροτέρους καὶ βραδυτέρους· τὸ γὰρ ψυχρὸν βραδυκίνητον. τὸ δὲ τῆς ἕξεως τοῦτ’ ἔστιν ἐπ’ ἀμφοῖν | |
εὑρίσκεται, οἷον τὸ ἰσχνὸν καὶ τὸ πολύσαρκον. ἐπὶ γὰρ | 631 | |
19.632 | τῶν ἰσχνῶν ὑψηλότεροι ὑποπίπτουσι τῇ ἁφῇ οἱ σφυγμοὶ, ἐπὶ δὲ τῶν πιμελωδῶν καὶ πολυσάρκων ταπεινότεροι. ἐπι‐ σκεπτέον οὖν καὶ τὰ σύστοιχα οἷον ὡρῶν, χωρῶν, ἡλικιῶν μερικῶν καταστήματα, καὶ ἔτι εἰπεῖν ἐπὶ μὲν τῶν | |
5 | ὡρῶν τοῦ ἔτους τεσσάρων ὄντων, οἷον ἔαρος, θέρους, φθι‐ νοπώρου, χειμῶνος· ὅτι τούτων εὔκρατοί εἰσι δύο, ἔαρ καὶ φθηνόν· δύσκρατοι δὲ δύο, χειμὼν καὶ θέρος. εἰκότως οὖν ἐν τῷ ἔαρι καὶ τῷ φθινοπόρῳ οἱ σφυγμοὶ μεγάλοι τέ εἰσι καὶ σφοδροὶ διὰ τὸ εὔκρατον τοῦ καταστήματος· δῆλον ὅτι | |
10 | κατὰ τὸ τῆς ἡλικίας ἀνάλογον. ἐν δὲ τῷ θέρει ταχύτεροι καὶ πυκνότεροι διὰ τὴν τοῦ περιέχοντος ἡμᾶς ἔξωθεν ἀέ‐ ρος θερμότητα· ἐν δὲ τῷ χειμῶνι μικροὶ μὲν διὰ τὸ βαρῦ‐ σθαι τὴν δύναμιν, πυκνοὶ δὲ καὶ ταχεῖς διὰ τὴν κατεπεί‐ γουσαν χρείαν τῆς ἐγκυμονούσης καὶ τοῦ βρέφους, ἐπὶ δὲ | |
15 | τοῦ ὕπνου ἐπινενευκότες. πῶς γίνονται οἱ σφυγμοὶ καὶ μι‐ κροὶ καὶ ἀμυδρότεροι; δῆλον ὅτι τῆς ἐμφύτου θερμότητος εἰσδυνούσης ἐπὶ τὸ βάθος· ἐπὶ δὲ τῶν ἐπικτήτων κράσεων | |
πρὸς τὰ ἐπελθόντα μεταβάλλονται καὶ αἱ κράσεις. ὡσαύτως | 632 | |
19.633 | καὶ ἐπὶ τῶν ἰσχνώσεων, ὡς ὅταν ἡ κατὰ φύσιν δύναμις πά‐ σχῃ κατ’ οὐσίαν τινὸς κυρίου μορίου ἢ ὑπό τινος αἰτίου ποιοῦντος καὶ βαίνοντος αὐτήν. ἔλθωμεν οὖν καὶ ἐπὶ τὰ οὐ φύσει, ταῦτά εἰσι γυμνάσια, λουτρὰ, σιτία πολλὰ, οἴνου | |
5 | πόσις, ὕδατος πολλοῦ πόσις· ὡσαύτως δὴ καὶ ἐπὶ τὰ παρὰ φύσει, τουτέστιν αἴτια, νοσήματα, ἅπερ ὁμοίως κατὰ τὰ προλεχθέντα ἐπισκέπτεσθαι δεῖ. ἰστέον δὲ ὅτι τὰ κατὰ φύσιν καὶ οὐ φύσει ἀμέτρως γινόμενα εἰς τὸ παρὰ φύσιν τρέπουσι τοὺς σφυγμούς. περὶ δὲ τῆς τῶν ἁπάντων ἀπο‐ | |
10 | λογίας τε καὶ διαφορᾶς τῶν κινήσεων. ὅταν οὖν ἐπ’ ἄῤ‐ ῥωστον κληθεὶς ὃν οὔπω τεθέασαι, ἐπισκόπει πρῶτον μὲν ἢ ἄρσεν ἢ θῆλύ ἐστι· καὶ εἰ μὲν ἄρσεν, ἐννόει τὸν σφυγμὸν τοῦ ἄῤῥενος· εἰ δὲ θῆλυ, τῆς θελείας· εἶτα τὴν φύσιν τοῦ κάμνοντος καὶ τὴν ἡλικίαν αὐτοῦ καὶ μετὰ ταῦτα τὴν ὥραν | |
15 | τοῦ ἔτους καὶ τὴν χώραν καὶ συγκρίνας ἅπαντα καὶ στοχα‐ σάμενος ὁποῖον ἔδει σφυγμὸν ἔχειν τὸν κάμνοντα, ὁπότε ἦν | |
ὑγιὴς, τότε γνώσεις ἀκριβῶς τὸ μέγεθος τῆς παρὰ φύσιν | 633 | |
19.634 | γινομένης παρατροπῆς τοῦ σφυγμοῦ· τούτων οὕτω προτεθέν‐ των εἴπωμεν καὶ τὰ γένη τῶν σφυγμῶν. γένη τῶν σφυγμῶν εἰσι δέκα. πρῶτον μὲν γένος τῶν σφυγμῶν ἐστι τὸ παρὰ τὸ ποσὸν τῶν διαστάσεων· τὸ δὲ ποσὸν κατὰ τὸ τρίτον | |
5 | διάστατον θεωρεῖται τυχὸν, κατά τε πλάτος καὶ μῆκος καὶ βάθος. εἰκότως οὖν ὁ οὕτως αὐξυνθεὶς κατὰ τὰς τρεῖς δια‐ στάσεις καὶ ὑπερβὰς τὸ μέτρον λέγεται μέγας. δεύτερον γένος σφυγμῶν τὸ παρὰ τὸ ποσὸν τῆς κινήσεως τῆς ἀρτη‐ ρίας τῆς τε διαστολῆς καὶ συστολῆς, ἐν ᾧ θεωρεῖται ὁ τα‐ | |
10 | χὺς καὶ ὁ βραδὺς καὶ ὁ σύμμετρος. τρίτον γένος τῶν σφυγμῶν τὸ περὶ τὸν τόνον τῆς δυνάμεως ἐν ᾧ θεωρεῖται σφοδρὸς καὶ ὁ ἀμυδρὸς καὶ ὁ σύμμετρος. ἡ γὰρ πυκνότης προλαβοῦσα τὸ μέγεθος ποιεῖ τὸν σφυγμὸν σφοδρόν· ὅτε γὰρ ἐπικρατήσει ἡ δύναμις τῶν αὐτῶν, τότε μᾶλλον γίνεται | |
15 | σφοδρὸς καὶ τὸ ἀνάπαλιν. τέταρτον γένος σφυγμῶν τὸ παρὰ τὴν σύστασιν τοῦ ὀργάνου, λέγω δὴ τοῦ τῆς ἀρτηρίας σώ‐ ματος, ἐν ᾧ θεωρεῖται ὁ σκληρὸς καὶ ὁ μαλακὸς καὶ ὁ | |
σύμμετρος. πέμπτον γένος σφυγμῶν τὸ παρὰ τὸ ποσὸν | 634 | |
19.635 | τῶν ἡρεμιῶν, ἐν ᾧ θεωρεῖται ὁ πυκνὸς καὶ ὁ ἀραιός· ὁ γὰρ βραχὺς χρόνος τῆς ἠρεμίας σημαίνει τὸ πυκνόν· ὁ δὲ μακρὸς τὸ ἀραιόν· ἀραιότεροι καὶ βραδύτεροι σφυγμοὶ γί‐ νονται διὰ τὴν τοῦ περιέχοντος ψύξιν ἤγουν πίλησιν. ὁμοίως | |
5 | δὲ καὶ ἐπὶ τῆς ἑκάστης χώρας κατὰ τὴν ἐκείνης κρᾶσιν καὶ οἱ σφυγμοὶ μεταβάλλονται· εἰ μὲν γὰρ θερμοτέρα ἐστὶ, με‐ γάλους τε καὶ παχεῖς ποιεῖ τοὺς σφυγμούς· εἰ δὲ καὶ ψυ‐ χροτέρα, ποιεῖ τὸ ἀνάπαλιν. εἴπωμεν καὶ περὶ τῶν ἡλι‐ κιῶν, ἐπεὶ οὖν καὶ αἱ ἡλικίαι διάφοροί εἰσι καὶ οἱ σφυγμοὶ | |
10 | ἐπὶ τούτων διάφοροι κινηθήσονται. οἱ μὲν γὰρ τῶν παί‐ δων σφυγμοὶ ταχεῖς εἰσιν, ἀμυδροὶ καὶ πυκνοί· κατὰ δὲ μέγεθος καὶ σφοδρότητα μέσοι· καὶ ταχεῖς μὲν ὅτι κατ’ οὐσίαν πλεονάζει ἐν αὐτοῖς τὸ ἔμφυτον θερμόν· πυκνοὶ δὲ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῖς κατὰ τὸ ποσὸν | |
15 | θερμότητα· ἀμυδροὶ δὲ καὶ ἀτελεῖς ἐπ’ αὐτῶν αἱ δυνάμεις. μεμαθήκαμεν γὰρ ὅτι οἱ ἀμυδροὶ ἐπ’ ἀῤῥωστίας δυνάμεως γίνονται. οἱ δὲ τῶν γερόντων τοὐναντίον βραδύτεροι καὶ | |
ἀραιότεροι πρὸς τοὺς παῖδας διὰ τὴν ἐν ἑαυτοῖς ψυχρό‐ | 635 | |
19.636 | τητα. οἱ δὲ τῶν ἀκμαζόντων μεγάλοι τε καὶ σφοδρότατοι διὰ τὸ ἐῤῥῶσθαι ἐπ’ αὐτῶν μᾶλλον τὰς δυνάμεις· ὁμοίως δὲ καὶ τὰ καταστήματα συμμεταβάλλουσι τὰς κράσεις καὶ τοὺς σφυγμοὺς, ὡς γὰρ προείρηται, τὸ περιέχον συμμετα‐ | |
5 | βάλλει τὸ περιεχόμενον πρὸς τὴν οἰκείαν αὐτοῦ κρᾶσιν. ἐπεὶ δὲ τῶν ἐγκυμονουσῶν γυναικῶν οἱ σφυγμοὶ μικροί τέ εἰσι καὶ πυκνοὶ καὶ ταχεῖς. ἕκτον γένος σφυγμῶν τὸ παρὰ τὴν ὁμαλότητα καὶ τὴν ἀνωμαλίαν, ἥτις θεωρεῖται καὶ ἐν ἑνὶ σφυγμῷ καὶ ἐν πλείοσιν. ἐν ἐνὶ μὲν ὡς ἐπὶ δορκαδί‐ | |
10 | ζοντος καὶ τοῦ δικρότου· ἡ δὲ ἐν πλείοσι γινομένη λέγεται συστηματικὴ ἀνωμαλία· ὅπου δέ ἐστιν ἀνωμαλία, ἐκεῖ καὶ ἀταξία ὡς ἐπίπαν. εἰ γὰρ διαπίπτει ἡ μία πληγὴ ἢ παρ‐ εμπίπτει καὶ τοῦτο γίνεται βαρυνομένης τῆς δυνάμεως καὶ θλιβομένης ὑπό τινος αἰτίας. ἕβδομον γένος σφυγμῶν ἐστι | |
15 | τὸ παρὰ τὴν τάξιν καὶ ἀταξίαν. τμηθέντος γὰρ τοῦ ἀνω‐ μάλου σφυγμοῦ εἰς τὸ κατὰ περιόδους ἴσον τε καὶ ἄνισον ὁ ἄτακτος γίνεται, καὶ οὕτως θεωρεῖται πάλιν κατὰ μίαν | |
πληγὴν καὶ κατὰ τὰς ἀνταποδόσεις. ὄγδοον γένος σφυγμῶν | 636 | |
19.637 | τὸ παρὰ τὸ πλῆρες καὶ κενὸν, τουτέστι τῷ παρὰ τῆς ἀρ‐ τηρίας χύματι, πᾶν γὰρ ἀγγεῖον ἢ πλῆρες ἢ κενόν ἐστιν. ἔννατον γένος σφυγμῶν τὸ παρὰ τὸν ἀριθμὸν, ἐν ᾧ μετρεῖ‐ ται ἀναλογία χρόνου πρὸς χρόνον, ὅθεν οἱ παρεμπίπτοντες, | |
5 | οἱ διαλείποντες. δέκατον γένος σφυγμῶν ἐστι τὸ παρὰ τὴν θερμασίαν τὴν ἀναδιδομένην διὰ τοῦ σώματος τῆς ἀρτηρίας, ἐν ᾧ θεωρεῖται τὸ ποιὸν τῆς ὑποκειμένης ὕλης τοῦ σώματος διὰ τῆς ἁφῆς οἷον τὸ δύσκρατον καὶ τὸ δακνῶδες. εἰπόντες οὖν τὰ δέκα γένη τῶν σφυγμῶν εἴπωμεν καὶ ἐν ἐπιτόμῳ ὀλίγας αἰτίας | |
10 | καὶ διαφορὰς αὐτῶν διὰ τὸ μηκῦναι τὴν πραγματείαν, ἵνα μὴ γένηται εἰς ὄγκον τῶν εἰσαγομένων. εἰ γάρ τις ἐπὶ τὸ ἀκριβέστερον αὐτῶν ἔρχεσθαι βούλοιτο ἓξ καὶ δέκα εἰσὶ βί‐ βλοι περὶ τῆς τῶν σφυγμῶν πάσης πραγματείας. ἐγὼ δὲ τοῦ μήκους φειδόμενος ἐν ὀλίγοις κεφαλαίοις ὀλίγας τινὰς | |
15 | διαφορὰς καὶ αἰτίας σφυγμῶν ἐν ἐπιτόμῳ εἴπω. διὰ ποίαν αἰτίαν σφύζουσιν αἱ ἀρτηρίαι; διὰ τὸ φυλάττεσθαι σύμμε‐ τρον τὴν κατὰ φύσιν θερμότητα τῇ τε καρδίᾳ καὶ πᾶσι | |
τοῖς μέρεσι. τί διαφέρει παλμὸς σφυγμοῦ; ὅτι ὁ μὲν παλ‐ | 637 | |
19.638 | μὸς δι’ ἔκπτωσιν τοῦ πνεύματος γίνεται καὶ ἐν παντὶ τῷ σώματι· ὁ δὲ σφυγμὸς ἐνεργείᾳ δυνάμεως κινεῖται καὶ ἐν ἀρτηρίαις μόναις. τί διαφέρει ὁ μέγας σφυγμὸς τοῦ σφο‐ δροῦ; ὅτι ὁ μὲν μέγας κατὰ τὰς τρεῖς διαστάσεις θεωρεῖ‐ | |
5 | ται, ὁ δὲ σφοδρὸς κατὰ τὴν κίνησιν, τόνον γὰρ δυνάμεως σημαίνει. τί διαφέρει ὁ πυκνὸς σφυγμὸς τοῦ ταχέος; κατὰ τὸ συνεχὲς καὶ διωρισμένον, τὸ γὰρ πυκνὸν ὃ καὶ συνεχὲς λέγεται, τὸ δὲ ταχὺ διωρισμένον, οἷον τρέχει τις ὀξέως καὶ ἵσταται. τί διαφέρει ὁ ἀραιὸς σφυγμὸς τοῦ βραδέος; ὅτι | |
10 | ὁ ἀραιὸς ἐπὶ ἀσθενεστέρας μᾶλλον δυνάμεως γίνεται καὶ οἱ ἀραιοὶ σφυγμοὶ χαλεπώτεροι. πόσαι γε διαφοραὶ γίνονται ἐν τῇ διαστολῇ τοῦ σφυγμοῦ; ὀκτὼ, μέγεθος, σμικρότης, σφοδρότης, ἀμυδρότης, ταχύτης, βραδύτης, σκληρότης, μα‐ λακότης. πόσα ἐστὶ ποιητικὰ αἴτια σφυγμοῦ; δύο, ἡ δύ‐ | |
15 | ναμις ἡ ποιοῦσα καὶ κινοῦσα τὸ σῶμα τοῦ ἀγγείου καὶ ἡ χρεία δι’ ἣν κινοῦται τὸ κινούμενον. πόσα κριτήρια σφυ‐ γμῶν; δύο· νοῦς καὶ αἴσθησις, καὶ ἡ μὲν αἴσθησις κρίνει | |
τὰ παρόντα, ὁ δὲ νοῦς τὰ προγεγονότα καὶ τὰ μέλλοντα. | 638 | |
19.639 | ποσαχῶς θεωρεῖται ὁ σύμμετρος σφυγμός; τετραχῶς, κατὰ τὸ μέγεθος, κατὰ τὸ τάχος, κατὰ σφοδρότητα καὶ πυ‐ κνότητα. τί διαφέρει ὁ ἀνώμαλος σφυγμὸς τοῦ ἀτάκτου; ὅτι ὁ μὲν ἀνώμαλος καὶ ἐν ἑνὶ σφυγμῷ θεωρεῖται καὶ ἐν | |
5 | πλείοσιν· ἢ γὰρ κατὰ μίαν διαστολὴν πρὸς συστολὴν ἢ κατὰ πλείονας συναθροιζομένας, ἥτις λέγεται συστηματικὴ ἀνω‐ μαλία ἐν πλήθει σφυγμῶν θεωρουμένη, ὁ δὲ ἄτακτος γίνε‐ ται κατὰ ῥυθμόν. τί διαφέρουσιν οἱ διαλείποντες σφυγμοὶ τῶν παρεμπιπτόντων; ὅτι οἱ διαλείποντες σφυγμοὶ ἐπὶ τῇ | |
10 | ἀσθενεστέρᾳ δυνάμει γίνονται, βαρυνομένης γὰρ καὶ ἐκλυο‐ μένης τῆς δυνάμεως γίνονται οἱ διαλείποντες· οἱ δὲ παρεμ‐ πίπτοντες μαχομένης ἔτι καὶ ἀνθισταμένης. συντείνει γὰρ ἑαυτὴν ἐπαναστῆναι βουλομένην ἐξωθεῖν τὰ λυποῦντα· καὶ δοκοῦσιν εἶναι οἱ διαλείποντες σφυγμοὶ τῶν παρεμπιπτόν‐ | |
15 | των. τί διαφέρει ὁ σπασμώδης σφυγμὸς τοῦ κλονώδους; ὅτι ἐπὶ μὲν τοῦ σπασμώδους τείνεται ἡ ἀρτηρία δίκην χορ‐ δῆς τεταμένης, ἐπὶ δὲ τοῦ κλονώδους μεταφέρεται ἐπὶ δεξιὰ | |
καὶ ἀριστερά. πῶς γίνονται κυματώδεις οἱ σφυγμοί; ἐκ | 639 | |
19.640 | πλεονεξίας τοῦ περιεχομένου ὑγροῦ, διατρέχοντος τὸ σῶμα τῆς ἀρτηρίας ὡς ἐπὶ τῶν ἀσάρκων. τί διαφέρει ὁ δορκα‐ δίζων τοῦ δικροτίζοντος; ὅτι ὁ μὲν δορκαδίζων ἐν μιᾷ συ‐ στολῇ διαφόρους ποιεῖται τὰς κινήσεις, ὡς ἡ δορκὰς ἀνα‐ | |
5 | πηδῶσα ἅλλεται τοῖς ποσὶν εἰς τὸν ἀέρα· τοῦτο δὲ γίνεται βαρυνομένης τῆς δυνάμεως καὶ βαρυνομένης ὑπὸ τοῦ αἰτίου τοῦ θλίβοντος αὐτήν. ὁ δὲ δικροτίζων δὶς ἐν τῷ αὐτῷ κρούει τὴν πληγήν· τοῦτο δὲ γίνεται διὰ σκληρότητα τοῦ σώματος τῆς ἀρτηρίας, ἀνακρούοντος γὰρ καὶ παλινδρο‐ | |
10 | μοῦντος καὶ βίᾳ φερομένου τοῦ πνεύματος ἐπὶ δευτέραν ἔρχεται πληγὴν ὡς ἐπὶ ἀγκῶνα σφαῖρα. τί διαφέρει ὁ σκωληκίζων σφυγμὸς τοῦ μυρμηκίζοντος; ὅτι ὁ μὲν σκωλη‐ κίζων πολλάκις ἀνακάμπτει καὶ ἔρχεται ἐπὶ τὸ κρεῖττον καὶ φανερὰν μᾶλλον ἔχει τὴν ἀνωμαλίαν. ὁ δὲ μυρμηκίζων | |
15 | δυσχερῶς ἀνακάμπτει ἐπὶ τὰ μείζονα ὑποκειμένων τῶν λει‐ ποθυμιῶν, ἀφανῆ δὲ ἔχει τὴν ἀνωμαλίαν, διὰ τὴν ὑπερβάλ‐ λουσαν τούτῳ κατάπτωσιν τῆς δυνάμεως, ἔτι δ’ ὅτι καὶ | |
θάνατον σημαίνει. ποῖοι σφυγμοὶ κάκιστοι; οἱ ἀραιοὶ καὶ | 640 | |
19.641 | οἱ διαλείποντες, ἐπιτεινομένης γὰρ ἀραιότητος οἱ διαλεί‐ ποντες γίνονται, χαλεπωτέρα δέ ἐστιν ἡ ἀραιότης τοῦ σφυ‐ γμοῦ καὶ μάλιστα ἐπὶ τῶν ἀκμαζόντων. περὶ τοῦ γνῶναι σφυγμῶν. κράτησον τὸν σφυγμὸν καὶ εἰ μὲν ῥίπτει πυκνὰ | |
5 | καὶ πολλὰ, ἕως ὀψὲ τελευτᾷ· κράτησον τὸν σφυγμὸν καὶ εἰ μὲν ῥίπτει δύο ἔξω καὶ μίαν ἔσω, ἕως ἡμέρας δύο ἐστὶν ἡ ζωὴ αὐτοῦ· εἰ δὲ ῥίπτει μίαν ἔξω καὶ δύο ἔσω, ἀδυναμίαν ἔχει τὸ σῶμα καὶ ὑγιαίνει· εἰ δὲ γαληνόν ἐστι τὸ σύνολον, εἰς τὰς πύλας τοῦ θανάτου ἐστίν. περὶ σφυγμῶν· οἱ σφυ‐ | |
10 | γμοὶ τῶν χυμῶν· τοῦ αἵματος κάθυγρος, μέγας, πυκνὸς καὶ γέμων· καὶ τὰ μὲν συμπτώματα αὐτοῦ κεφαλῆς ὀδύναι σφοδρόταται καὶ ὅλον τὸ σῶμα πυρῶδες. τῆς ξανθῆς χο‐ λῆς ὁ σφυγμὸς λεπτὸς, ξηρὸς πίπτων· συμπτώματα δὲ αὐ‐ τοῦ γαστρὸς στένωσις καὶ στρόφος περὶ τὴν κοιλίαν. τῆς | |
15 | μελαίνης χολῆς ὁ σφυγμὸς λεπτότερος καὶ ξηρότερος καὶ ἀραιὸς, συμπτώματα δὲ αὐτοῦ γονάτων βάρος καὶ πόνοι περὶ τὴν ψυχήν. τοῦ φλέγματος ὁ σφυγμὸς μέγας καὶ | |
σπαραγμώδης, ὑγρὸς, ὑδατώδης, ἀραιὸς καὶ ἰσόσταθμος· | 641 | |
19.642 | συμπτώματα δὲ τούτου πλευρῶν πόνοι καὶ ὑγρὰ τὰ διὰ γαστρὸς φερόμενα καθ’ ἑκάστην ἡμέραν καὶ ὀδύναι σφοδραὶ τὴν κεφαλὴν αὐτοῦ λαμβάνουσι καὶ ὁ πυρετὸς ἐπὶ πλεῖον μακρύνει, καὶ ἐπὶ μὲν τοῦ αἵματος φλεβοτομείτω ὁ νοσῶν· | |
5 | ἐπεὶ δὲ αἷμα θερμὸν καὶ ὑγρὸν ὑπάρχει, μεταλύει ἡ τροφὴ αὐτοῦ ψυχρὰ καὶ ὑγρὰ καὶ γλυκεῖα· ἡ χολὴ ἡ μέλαινά ἐστι ψυχρὰ καὶ ξηρὰ καὶ μεταλύει ἡ τροφὴ αὐτῆς κάτω ἄνω‐ θεν· εἴπομεν θερμὰ καὶ ὑγρὰ καὶ γλυκέα ὁμοίως καὶ τῶν | |
ἑτέρων χυμῶν. | 642 |