TLG 0530 023 :: Pseudo–GALENUS :: Praesagitio omnino vera expertaque

Pseudo–GALENUS Med.
(p. A.D. 2)

Praesagitio omnino vera expertaque

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 19. Leipzig: Knobloch, 1830 (repr. Hildesheim: Olms, 1965): 512–518.

Citation: Volume — page — (line)

19

.

512

(t1)

ΓΑΛΗΝΟΥ ΠΡΟΓΝΩΣΙΣ ΠΕΠΕΙΡΑ‐
t2ΜΕΝΗ ΚΑΙ ΠΑΝΑΛΗΘΗΣ.
1 Κεφ. αʹ. Τὸν θέλοντα προγινώσκειν οὐ μόνον τὴν ἡμέραν τοῦ θανάτου, ἀλλὰ καὶ τὴν ὥραν σκοπεῖν χρὴ ἐν τίνι μάλιστα καιρῷ τοῦ παροξυσμοῦ βαρύνοιτο μεγάλως ὁ κάμνων. εἰ μὲν γὰρ κατὰ τὴν εἰσβολὴν αὐτοῦ καταψύχει,
5τότε σφοδρῶς καὶ δυσεκθέρμαντος καὶ ἄχρους ἄχρι πλείστου μένει καὶ μικρόσφυκτος γένοιτο καὶ κοιμηθῆ νωθρῶς καὶ κωματώδης ἤ τι τοιοῦτον ἕτερον πάσχοι· τοῦτον ὑφορᾶσθαι μάλιστα τὸν καιρὸν, εἰ καὶ οὗτος μέτριος εἴη. περὶ δὲ τὴν
ἀκμὴν ἤν τε καταφερόμενον τὸν ἄῤῥωστον ἢ παραπαίοντα512

19

.

513

ἢ ἀλύοντα βλέπῃς ἢ τοῦ πυρετοῦ τὸ μέγεθος οὐχ ὑπομέ‐ νοντα· διακαιόμενόν τε σφοδρῶς καὶ σκοτοδινιῶντα καὶ κεφαλαλγοῦντα καὶ καρδιώσσοντα ἤ τι τοιοῦτον ἕτερον πά‐ σχοντα, τοῦτον ὑποπτεύειν μάλιστα τὸν καιρὸν, εἰ δὲ καὶ
5τῆς ἀρχῆς τοῦ παροξυσμοῦ καὶ τῆς ἀκμῆς μετρίας γινομένης. περὶ δὲ τὴν παρακμὴν, λειποψυχίας τε καὶ ἱδρῶ‐ τας ἀνωμάλους ἢ ψυχροὺς ἢ περὶ κεφαλὴν ἢ στέρνον ἐπι‐ φέροιτο καὶ τοὺς σφυγμοὺς ἀμυδροὺς καὶ μικροὺς ἐργάζοιτο καὶ τὰ τούτοις ἐοικότερα, τοῦτον ὑφορᾶσθαι μάλιστα τὸν
10καιρόν. καὶ μὴν εἰ τοῦτο διορισθείη, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ τὴν ἡμέραν εἰπεῖν τοῦ θανάτου. καὶ γὰρ εἰ τῆς δευ‐ τέρας ἡμέρας, εἰ τύχῃ, τὸν σφοδρότερον παροξυσμὸν ἐνεγκού‐ σης ὑπὲρ τῆς πρώτης τε καὶ τρίτης καὶ πέμπτης, εἰς τὴν ἕκτην ἡμέραν ὁ θάνατος προδηλωθείη.
15 Κεφ. βʹ. Διὰ πέντε ἢ διὰ πρόσθεσιν ἐπιτηδείας ὕλης ἢ διὰ κίνησιν ἢ διὰ στέγνωσιν ἢ διὰ σῆψιν ἢ διὰ προσο‐ μιλίαν ἑτέρου θερμοῦ. καὶ διὰ μὲν πρόσθεσιν, ὡς ὅταν
προσενεχθῇ τῷ θερμὴν ἔχοντι κρᾶσιν, οἷον πέπερι, νᾶπυ,513

19

.

514

σκόροδον καὶ τὰ τούτοις ὅμοια· καὶ ἀναδοθῇ τούτων ἡ ποιότης ἐν τῇ καρδίᾳ καὶ ἐκπυρώσει τὸ ἐν αὐτῇ ἔμφυτον θερμὸν καὶ ἐξάψει πυρετόν. διὰ δὲ κίνησιν διχῇ, ἢ γὰρ ψυχικῶς ἢ σωματικῶς· καὶ ψυχικῶς μὲν ὡς ἐπὶ θυμῷ καὶ
5φροντίδι, σωματικῶς δὲ ὡς ἐπὶ ἀμέτρῳ κόπῳ. διὰ δὲ στέγνωσιν ὅταν διὰ γλισχρότητα ἢ διὰ παχύτητά τινα ξη‐ ρανθῶσι καὶ ἐμφραχθῶσιν οἱ ἄδηλοι πόροι τοῦ σώματος ἢ τὰ πέρατα τῶν ἀγγείων καὶ ἐπὶ τῇ διαπνευστίᾳ τοῦ βάθους ἐξαφθῇ πυρετός. διὰ δὲ σῆψιν, ὡς ὅταν ἡ ὑποκειμένη καὶ
10πλεονεκτοῦσα ὕλη σαπῇ ἐν τῷ βάθει, καὶ ἀναδοθῇ τῇ καρ‐ δίᾳ καὶ ἀνάψῃ πυρετόν. διὰ δὲ προσομιλίαν ἑτέρου θερμοῦ, ὡς ὅταν ἐν ἡλιοκαΐᾳ ὑπερφλεχθείη ἡ κεφαλὴ καὶ μάλιστα τὸ δικτυοειδὲς πλέγμα καὶ διὰ τῶν ἀρτηριῶν μεταδοθῇ τῇ καρδίᾳ καὶ ἀνάψῃ πυρετόν.
15 Κεφ. γʹ. Σημεῖα δὲ εἰσβολῆς πυρετοῦ χάσμαι, φρῖ‐ και, σκορδινισμοὶ, εἴτουν ἀποδιακλασμοὶ, ναυτίαι, καταφορὰ
ὕπνου, βηχίον μικρὸν καὶ ὑπότραχυ, ἄκρων κατάψυξις καὶ514

19

.

515

ταῦτα μὲν ἔξωθεν τὰ γνωρίσματα. ἀπὸ δὲ τῶν σφυγμῶν ἔκ τε τῆς σμικρότητος καὶ τῆς ἀνωμαλίας διαγινώσκεται καὶ τὸ διαλεῖπον. καὶ ἐν μὲν τῇ εἰσβολῇ κατεπάγει μᾶλλον ἡ συστολὴ τοῦ σφυγμοῦ κατά τινος ἀνωμαλίας καὶ σμικρότητος.
5ἐν δὲ τῇ ἀναβάσει μοχθηροί πώς εἰσιν ἐπαυξομένης τῆς διαστολῆς μέχρι τελείας ἀκμῆς, ἐπιτεινομένης δὲ τῆς θερμα‐ σίας πρῶτον τὸ μέγεθος αὔξεται, εἶτα προσλαμβάνεται καὶ τὸ τάχος. ὅταν γὰρ ἱκανῶς ἐκπυρωθῇ ὁ πυρετὸς, μεγάλους ἅμα καὶ ταχεῖς ἐργάζεται τοὺς σφυγμούς· ἢν δὲ ἐπὶ πλεῖον,
10καὶ πυκνούς. καὶ ποίῳ τρόπῳ πρὸ τῶν πυρετῶν αἱ χάσμαι προγίνονται; χασμῶνται πρὸ τῶν πυρετῶν οἱ νοσοῦντες καὶ διακινουμένων καὶ βίᾳ διατεινόντων αὐτούς. ὥσπερ γὰρ ἐκ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἐφεψημένου τοῦ ἐν αὐ‐ τοῖς ὕδατος, οὕτω καὶ ἐκ τῶν ἔνδοθεν τοῦ σώματος ἀνα‐
15βαινόμενος ὁ ἀτμὸς διατείνει καὶ διασείει καὶ συστρέφει τοὺς μύας τοῦ σώματος. εἰώθασι γὰρ τὰ νεῦρα χλιαινόμενα διΐ‐ στασθαι καὶ οὕτως αἱ χάσμαι γίνονται.
Κεφ. δʹ. Ὅταν αἱ φλέβες πλησθῶσι καὶ πρι‐515

19

.

516

σθῶσιν ὑπὸ τῶν πνευμάτων, ἐξοιδαινόμεναι τοὺς πόνους ἐπιφέρουσι περὶ τὴν κεφαλὴν τῇ βίᾳ καὶ τάσει τῶν ἀνα‐ πεμπομένων ἔνδον πνευμάτων. τὸν δὲ διὰ τῶν ἱδρώτων μέλλοντα λυθήσεσθαι πυρετὸν γνωσόμεθα ἐκ τοῦ τὸ νόσημα
5εἶναι διακαέστατον, οἷον ὁ προσαγορευόμενος καῦσος. χολῶ‐ δες γὰρ τοῦτο δηλονότι τὸ νόσημα καὶ ὁπόταν μέλλει σφο‐ δρῶς κινεῖσθαι, ῥῖγος ἐργάζεται· καὶ εἰ μὲν οὖν ἐπισχεθείη γαστὴρ ἢ οὖρα τῆς κρίσεως ἐγγὺς οὔσης, ἐλπίζειν χρὴ ῥῖγος· εἰ δὲ καὶ ἀμφοτέρων ἡ ἐπίσχεσις γέγονε καὶ οὐ πάρεστιν
10ἔμετος ἢ αἱμοῤῥαγία, ἱδρὼς ἐξ ἀνάγκης ἔσται πολὺς καὶ μᾶλλον ἐπειδὰν οἱ κάμνοντες παραπέσωσιν ἐπιδιδόντος τοῦ παροξυσμοῦ καὶ θερμότεροι ἐκ τούτου γινόμενοι καί τις ἀτ‐ μὸς ἐκ τοῦ σώματος ἀνείη θερμὸς, οἷος οὐ πρόσθεν ἐγένετο ἐπὶ τῶν νεωστὶ λελουμένων. οἵ τε σφυγμοὶ μεγάλοι καὶ
15ὑψηλοὶ καὶ ταχεῖς καὶ εἰς διαστολὴν μᾶλλον ἐπιγινόμενοι καὶ οἷον κυματώδεις. ὅ τε τῆς ἀρτηρίας χιτὼν μαλακός τε καὶ δίϋγρος φαίνεται, ἡ δὲ ἐπιφάνεια τοῦ παντὸς σώματος
κνησμώδης καὶ μαλθακὴ καὶ κατά τινας ὥρας ἐρυθραινο‐516

19

.

517

μένη· καὶ ταῦτα μὲν ἐν τῷ κριτικῷ παροξυσμῷ γιγνόμενα πέψεως προηγησαμένης καὶ τῆς κριτικῆς ἡμέρας ἀγαθῆς οὔσης σωτηρίων καὶ λυτικῶν ἱδρώτων ἔσται δηλωτικά· δῆ‐ λον δ’ ὅτι θερμὸν εἶναι δεῖ συμμέτρως τὸν λυτικὸν ἱδρῶτα
5καὶ δι’ ὅλου τοῦ σώματος συνιστάμενον καὶ πρὸς λόγον κου‐ φίζοντα καὶ εὐφορώτερον ἀποφαίνοντα τὸν ἄνθρωπον. οἱ δὲ ψυχροὶ ἱδρῶτες σὺν μὲν ὀξεῖ πυρετῷ γινόμενοι θάνατον σημαίνουσι, σὺν δὲ πρηϋτέρῳ, μῆκος νόσου. ἱδρῶτες πυ‐ ρεταινόντων ἢν ἄρξωνται ἀγαθοὶ καὶ τριταῖοι καὶ πεμ‐
10πταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι καὶ ἑνδεκαταῖοι καὶ τεσ‐ σαρεσκαιδεκαταῖοι καὶ εἰκοστῇ ἑβδόμῃ καὶ τριακοστῇ τε‐ τάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νόσους κρίνουσιν, εἰ δὲ μὴ οὕτω γιγνόμενοι, πόνον σημαίνουσι καὶ μῆκος νόσου καὶ ὑποτροπιασμόν· καὶ ὅκου ἔνι τοῦ σώματος ἱδρὼς, ἐκεῖ
15φράζε τὴν νοῦσον· καὶ ὅκου ἔνι τοῦ σώματος ψυχρὸν ἢ θερμὸν, ἐνταῦθα ἡ νοῦσος· καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολὴ καὶ ἢν τὸ σῶμα ψύχηται ἢ αὖθις θερμαίνηται ἢ
χρῶμα ἕτερον ἐξ ἑτέρου γίγνηται, μῆκος νόσου σημαίνει.517

19

.

518

ἱδρὼς ἐξ ὕπνου γιγνόμενος ἄνευ φανερῆς αἰτίης τὸ σῶμα σημαίνει, ὅτι πλείονι τροφῇ χρῆται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίνηται, σημεῖον ὅτι κενώσεως δεῖται τὰ σώματα. πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος μηδὲ ἐκλείπων τὸν
5πυρετὸν κακόν. μηκύνει γὰρ ἡ νόσος καὶ ὑγρασίαν πλείω
σημαίνει.518