TLG 0530 012 :: Pseudo–GALENUS :: Introductio seu medicus

Pseudo–GALENUS Med.
(p. A.D. 2)

Introductio seu medicus

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 14. Leipzig: Knobloch, 1827 (repr. Hildesheim: Olms, 1965): 674–797.

Citation: Volume — page — (line)

14

.

674

(t)

ΓΑΛΗΝΟΥ ΕΙΣΑΓΩΓΗ Η ΙΑΤΡΟΣ.
1 Κεφ. αʹ. [Πῶς εὕρηται ἡ ἰατρική.] Ἕλληνες τῶν τεχνῶν τὰς εὑρέσεις ἢ θεῶν παισὶν ἀνατι‐ θέασιν, ἤ τισιν ἐγγὺς αὐτῶν οἷς πρῶτοι οἱ θεοὶ πάσης τέχνης ἐκοινώνησαν. οὕτως οὖν καὶ τὴν ἰατρικὴν πρῶτον
5μὲν Ἀσκληπιὸν παρ’ Ἀπόλλωνος τοῦ πατρός φασιν ἐκμαθεῖν καὶ ἀνθρώποις μεταδοῦναι, διὸ καὶ δοκεῖ εὑρετὴς γεγονέναι αὐτῆς· πρὸ δὲ Ἀσκληπιοῦ τέχνη μὲν ἰατρικὴ οὔπω ἦν ἐν
ἀνθρώποις, ἐμπειρίαν δέ τινα οἱ παλαιοὶ εἶχον φαρμάκων674

14

.

675

καὶ βοτανῶν, οἷα παρ’ Ἕλλησι Χείρων ὁ κένταυρος ἠπί‐ στατο καὶ οἱ ὑπὸ τούτου παιδευθέντες ἥρωες, ὅσα τε εἰς Ἀριστέα καὶ Μελάμποδα καὶ Πολύειδον ἀναφέρεται. παρὰ δὲ Αἰγυπτίοις ἦν μὲν καὶ ἡ τῶν βοτανῶν χρῆσις καὶ ἡ
5ἄλλη φαρμακεία, ὡς καὶ Ὅμηρος μαρτυρεῖ λέγων, Αἰγυπτίη γῆ πλεῖστα φέρει, ζείδωρος ἄρουρα Φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά. ἐκ δὲ τῆς ἐν ταῖς ταριχείαις ἀνασχίσεως τῶν νεκρῶν πολλὰ καὶ τῶν ἐν χειρουργίᾳ παρὰ τοῖς πρώτοις ἰατροῖς εὑρῆ‐
10σθαι δοκεῖ. τινὰ δὲ ἐκ περιπτώσεώς φασιν ἐπινενοῆσθαι, ὡς τὸ παρακεντεῖν τοὺς ὑποκεχυμένους, ἐκ τοῦ περιπεσεῖν αἶγα, ἥτις ὑποχυθεῖσα ἀνέβλεψεν ὀξυσχοίνου ἐμπαγείσης εἰς τὸν ὀφθαλμόν. καὶ τὸ κλύζειν δὲ ἀπὸ τῆς ἴβεώς φασιν εὑρεθῆ‐ ναι, πληρούσης τὸ περὶ τὸν τράχηλον δέρμα, ὡς κλυστῆρος
15ἄσκωμα θαλασσίου ὕδατος καὶ Νειλαίου καὶ διὰ τοῦ ῥάμ‐ φους ἐνιείσης ἑαυτῇ ὄπισθεν. φησὶ δὲ καὶ Ἡρόδοτος ὁ ἱστο‐
ριογράφος τὸ παλαιὸν ἐν ταῖς τριόδοις προτίθεσθαι τοὺς675

14

.

676

νοσοῦντας, τοὺς δὲ περιπεσόντας τοῖς αὐτοῖς νοσήμασιν ὑφη‐ γεῖσθαι οἷς χρησάμενος ἕκαστος ἐθεραπεύθη, καὶ οὕτως ἐκ τῆς τῶν πολλῶν πείρας συνηρανίσθαι τὰ τῆς ἰατρι‐ κῆς. ἀλλ’ αὕτη μὲν ἄλογος ἡ πεῖρα καὶ οὔπω λογική. τελείαν
5δὲ ἰατρικὴν καὶ τοῖς ἑαυτῆς μέρεσι συμπεπληρωμένην, τὴν μὲν ὡς ἀληθῶς θείαν Ἀσκληπιὸν μόνον εὑρεῖν, τὴν δ’ ἐν ἀνθρώποις τοὺς Ἀσκληπιάδας παρὰ τούτου διαδεξαμένους τοῖς ἔπειτα παραδοῦναι, μάλιστα δὲ Ἱπποκράτης, ὃς πάν‐ των ὑπερήνεγκε καὶ πρῶτος εἰς φῶς ἐξήνεγκε τὴν τελείαν
10παρ’ Ἕλλησιν ἰατρικήν. Κεφ. βʹ. [Τίνες ἀρχαὶ ἰατρικῆς.] Ἀρχαὶ οὖν τῆς ἰατρικῆς τρεῖς· ἡ μὲν εὑρέσεως, ἡ δὲ ἐκ τοῦ συστήσασθαι τὴν τέχνην, ἡ δὲ ὑφηγήσεως. εὑρέσεως μὲν οὖν ἁπλῶς τῆς ἐν τῇ ἰατρικῇ ἡ παλαιοτάτη καὶ ἄνευ λόγου ἀρχὴ ἡ πεῖρα,
15ὡς παρὰ Αἰγυπτίοις καὶ πᾶσι βαρβάροις. τοῦ δὲ εἰς σύ‐ στημα τέχνης ἀγαγεῖν, ὡς τὴν τῶν Ἀσκληπιαδῶν ἰατρικὴν,
ταύτης δὲ ἀρχὴ λόγος καὶ πεῖρα. ὑφηγήσεως δὲ, ὥς φησιν676

14

.

677

Ἀθήναιος, ἢ παραδόσεως, καθώς τινες λέγουσιν, ἀρχὴ ἡ φυσικὴ θεωρία. ἁπλῶς δὲ καὶ Ἱπποκράτης ἔφη, ἀρχὴ τοῦ ἐν ἰατρικῇ λόγου ἡ φύσις πρώτη· ἀπὸ γὰρ τοῦ φυσιολο‐ γεῖν ἄρχονται οἱ δογματικοὶ, ἐπειδὴ ἐκ τῶν κατὰ φύσιν καὶ
5τὰ παρὰ φύσιν δύνανται εἰδέναι, ἄνευ δὲ τοῦ γνῶναι τὸ κατὰ φύσιν τὸ παρὰ τοῦτο ἔχον, οὐχ οἷόν τε ἐπίστασθαι. καὶ ἐν τῷ θεραπεύειν ὁμοίως δέονται τῆς φυσιολογίας, ἐπειδὴ ἀπὸ τῆς φυσικῆς δυνάμεως τῶν προσφερομένων βοη‐ θημάτων τὸ κατάλληλον αὐτῶν πρὸς τὰ πάθη λαμβάνου‐
10σιν. οἱ δὲ κατὰ τὰς ἄλλας αἱρέσεις παραιτησάμενοι τὸ φυ‐ σιολογεῖν ἄρχονται ἑκάτεροι ἀφ’ ὧν τὴν ἕξιν τοῦ προσφέ‐ ρειν τὰ βοηθήματα περιεποιήσαντο· οἱ μὲν μεθοδικοὶ ἐκ τῆς τῶν κοινοτήτων ἐνδείξεως, οἱ δ’ ἐμπειρικοὶ ἐκ τῆς κατὰ τὴν πεῖραν τηρήσεως. ὥσπερ γὰρ τοῖς δογματικοῖς ἀρχὴ
15τοῦ ἐν ἰατρικῇ λόγου ἡ φύσις, οὕτω τοῖς ἐμπειρικοῖς ἀρχὴ ἡ πεῖρα, ἡ πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως
ἔχουσα. ἀπὸ ταύτης γὰρ καὶ ἡ ἱστορία ἄρχεται καὶ677

14

.

678

κατὰ ταύτην ἡ τοῦ ὁμοίου μετάβασις. τοῖς δὲ μεθοδικοῖς ἀρχὴ ἡ κατὰ τὰ φαινόμενα τοῦ ὁμοίου θεωρία, ἢ γνῶσις φαινομένων κοινοτήτων. Κεφ. γʹ. [Πόσαι αἱ αἱρέσεις ἐν ἰατρικῇ καὶ τίνα χαρα‐
5κτηρίζοντα αὐτάς.] Αἱρέσεις δὲ ἐν ἰατρικῇ τρεῖς, λογικὴ, ἐμ‐ πειρικὴ, μεθοδική· λογικὴ μὲν ἡ φυσιολογίαν παρέχουσα καὶ τὰς αἰτίας τῶν νόσων ἐξετάζουσα καὶ σημειώσει πρὸς εὕρε‐ σιν τῶν αἰτίων χρωμένη τήν τε θεραπείαν ἐξ ὧν ὑπαγο‐ ρεύουσιν αἱ αἰτίαι, παραλαμβάνουσα καθ’ ὑπεναντίωσιν. τὰ
10γὰρ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. τέσσαρα οὖν ἐστὶ τὰ χαρακτηρίζοντα τὴν λογικὴν αἵρεσιν· φυσιολογία, αἰτιο‐ λογία, σημείωσις καὶ τέταρτον τὸ ὑπαγορεύειν αὐταῖς τὰ αἴτια τῆς θεραπείας. ἐμπειρικὴ δέ ἐστιν ἡ εἰς τὰς συνδρο‐ μὰς τῶν συμπτωμάτων, τῶν συνεδρευόντων ἐπὶ τῶν νοσούν‐
15των ἀφορῶσα καὶ τὴν κατάλληλον πρὸς τὰ συμπτώματα θεραπείαν τετηρηκυῖα, οὔτε δὲ πάθος εἰδυῖα οὔτε αἰτίας ἐξετάζουσα, ἀρκουμένη δὲ τῇ ἐπὶ τῶν συμπτωμάτων, κατὰ
πεῖραν τῶν προσφερομένων τηρήσει, χρωμένη δὲ678

14

.

679

καὶ ἱστορίᾳ τῇ τῶν προπεπειραμένων καὶ τῇ τοῦ ὁμοίου με‐ ταβάσει ἀπὸ τοῦ πεπειραμένου ἐπὶ τὸ ἀπείραστον, ὅμοιον δὲ κατὰ τὸ φαινόμενον εἶδος. ὅσων τε γὰρ αὐτοὶ διὰ τῆς τῶν αὐ‐ τῶν πείρας τῆς ἐπὶ πολλῶν καὶ πλειστάκις καὶ ἀεὶ κατὰ τὰ αὐτὰ
5καὶ ὡσαύτως ἐχούσης ἐπειράθησαν, ἢ περιπεσόντες κατὰ τύχην παρεφύλαξαν καὶ ταὐτὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα, θαῤῥοῦν‐ τες τούτοις χρῶνται, οὐ πολυπραγμονοῦντες τὰς ἐκ τῶν ποιοτήτων δυνάμεις αὐτῶν. πεπιστεύκασι δὲ καὶ τοῖς παλαι‐ οτάτοις, ἀναγραψαμένοις τὰ διὰ πείρας αὐτοῖς τετηρημένα,
10ἣν καλοῦσιν ἱστορίαν. χρῶνται δὲ καὶ τῇ τοῦ ὁμοίου μετα‐ βάσει, μεταβαίνοντες ἐπὶ τὰ μήπω εἰς πεῖραν αὐτοῖς ἐλ‐ θόντα, ὁπόταν ὅμοια φαίνηται τῇ κατὰ τὸ πρόχειρον ἰδέᾳ· ὡς μαλάχη καὶ βλίτον καὶ τεῦτλον καὶ λάπαθον. ἐπί τε τῶν δημητρίων, ὡς χόνδρος καὶ ὄρυζα· καὶ τράκτυον. καὶ
15πάλιν ἐν τοῖς ἀκροδρύοις, ὡς ἄπιος καὶ μῆλον κυδώνιον. χαρακτηρίζει οὖν καὶ τὴν ἐμπειρικὴν αἵρεσιν ταῦτα, τὸ εἰς τὰς συνδρομὰς ἀφορᾷν τῶν συμπτωμάτων, μήτε εἰς πάθος
μήτε εἰς αἴτια. δεύτερον ἡ ἐπὶ ταῖς συνδρομαῖς τήρησις679

14

.

680

τῶν διὰ πείρας ἁρμοζόντων. τρίτον ἱστορία τῶν προπεπει‐ ραμένων. τέταρτον ἡ τοῦ ὁμοίου μετάβασις. μεθοδικὴ δέ ἐστιν ἡ κοινότησιν προσέχουσα καὶ τῇ τοῦ ὁμοίου θεωρίᾳ. πάντα γὰρ τὰ ἐπὶ μέρους πάθη εἰς δύο καθολικὰ ἀνάγου‐
5σιν, εἴς τε τὸ στεγνὸν καὶ τὸ ῥοῶδες, ἃ καλοῦσι κοινότη‐ τας. γνωρίζουσι δὲ αὐτὰς ἀπὸ τῶν περὶ τὸ σῶμα γινομένων διαθέσεων, καθ’ ἑκάτερον φαινομένων καὶ οὐκ ἀδήλων. διὸ οὐ δέονται σημειώσεως, οἷον τὸ μὲν στεγνὸν, ἐκ τοῦ πεπυ‐ κνῶσθαι τὸ σῶμα πᾶν καὶ ἐπισχέσθαι αὐτοῦ τὴν διάῤῥοιαν
10καὶ πᾶσαν φαινομένην ἔκκρισιν παραποδίζεσθαι. τὸ δὲ ῥοῶ‐ δες ἐκ τοῦ τήν τε ἐπιφάνειαν τοῦ σώματος ἀραιῶδες καὶ τὰς αἰσθητὰς ἐκκρίσεις ἐπιτετάσθαι καθ’ ὁτιοῦν μέρος τοῦ σώματος. διττὸν οὖν θεραπείας εἶδος ἐνδείκνυται αὐτοῖς τὰ γενικὰ δύο πάθη, χαλᾷν μὲν τὰ στεγνὰ, στέλλειν δὲ τὰ
15ῥοώδη. ὅταν δὲ ἐπιπεπλεγμένα ᾖ, πρὸς τὸ κατεπεῖγον ἵστα‐ σθαι. κοινότητας δὲ πάσας μὲν φαινομένας λέγουσιν· τού‐ των δὲ τὰς μὲν παθητικὰς, ὡς τὸ στεγνὸν καὶ ῥοῶδες· τὰς
δὲ θεραπευτικὰς, ὡς τὸ χαλᾷν καὶ στέλλειν· τὰς δὲ καιρι‐680

14

.

681

κὰς, ἀρχὴν, ἐπίδοσιν, ἀκμὴν, παρακμήν. αἱ δὲ ἐν χειρουρ‐ γίαις κοινότητες κατὰ τὴν τοῦ ἀλλοτρίου ὑπεξαίρεσιν. διτ‐ τὸν δὲ τὸ ἀλλότριον, ἤτοι γὰρ ἔξωθέν ἐστιν, ἢ τῶν ἐν τῷ σώματι τὸ μὲν ἔξωθεν ἁπλοῦν, τρία δὲ εἴδη τῶν ἐν σώ‐
5ματι. ἀλλὰ τὸ μὲν ἔξωθεν, ὡς σκόλοψ καὶ βέλος καὶ πᾶν ὅπερ ἀλλότριον, ἐνδείκνυται τὴν τελείαν ἐξαίρεσιν. τῶν δὲ ἐν τῷ σώματι τὸ μὲν τῷ τόπῳ ἀλλότριον, ὡς ὑπόχυμα καὶ ἐξάρθρημα καὶ κάταγμα, ἅπερ ἐνδείκνυται τὴν μετάθεσιν ἢ ἀποκατάστασιν εἰς τὸν ἴδιον τόπον. τὸ δὲ τῷ μεγέθει
10ἀλλότριον, ὡς τὰ ἀποστήματα πάντα καὶ οἱ ὄγκοι οἱ περὶ ὄσχεον, ἀκροχορδόνες τε καὶ φύματα καὶ κονδυλώματα, ἅπερ ἐνδείκνυται, τὰ μὲν διαιρέσει μόνῃ χρῆσθαι, τὰ δὲ περιαι‐ ρέσει τελείᾳ τῶν περιττῶν. τὸ δὲ τῇ ἐλλείψει ἀλλότριον οὐχ ὡς περιττεῦον, ἀλλ’ ὡς ἐνδεὲς, οἷον τὰ κολοβώματα πάντα,
15ὡς ἐπὶ τῶν χειλῶν καὶ ὀφθαλμῶν, διὸ καλοῦνταί τινες λα‐ γώφθαλμοι καὶ λαγώχειλοι. ὁμοίως δὲ καὶ αἱ σύριγγες καὶ ὅσα ὑπόφορα καὶ κόλποι καὶ ἕλκη καὶ πάντα τὰ τοιαῦτα
ὅσα κατ’ ἔνδειαν τὸ ἀναπληροῦσθαι ἐπιζητεῖ καὶ ἐνδείκνυ‐681

14

.

682

ται. ἔστι δὲ παρὰ τὰς ἐν χειρουργίαις τέσσαρας κοινότητας καὶ τὸ λεγόμενον προφυλακτικὸν εἶδος, ὃ καὶ αὐτὸ εἰς κοι‐ νότητα τάττεται ἐπὶ τῶν δηλητηρίων καὶ τοξικῶν καὶ ἰοβό‐ λων πάντων καὶ δακετῶν πτηνῶν τε καὶ χερσαίων καὶ ἐνύ‐
5δρων. κοινὸν γὰρ πάντων γένος τὸ εἶναι τὰ φθορο‐ ποιὰ, οὐχ ὑπαγόμενα τῷ στεγνῷ ἢ ῥοώδει, ἀλλὰ ἕτερον παρὰ ταῦτα τὸ γένος· διὸ καὶ ἡ θεραπευτικὴ αὐτῶν κοι‐ νότης ἑτέρα παρ’ ἐκείνην, ἡ προφυλακτικὴ λεγομένη. χα‐ ρακτηρίζει οὖν καὶ τὴν μεθοδικὴν αἵρεσιν πρῶτον μὲν ἡ
10τοῦ ὁμοίου θεωρία ἐπὶ τῶν φαινομένων, ἀλλ’ οὐκ ἐπὶ τῶν ἀδήλων, ὡς ἐν τῇ λογικῇ αἱρέσει. ταύτῃ γὰρ καὶ διορίζε‐ ται, ἐπεὶ καὶ ἐν ἐκείνῃ ἐστὶν ἡ τοῦ ὁμοίου θεωρία, ἀλλὰ ἐπὶ τῶν ἀδήλων. δεύτερον ὅτι ἐκ τοῦ ἐν τοῖς φαινομένοις ὁμοίου ἀνάγει εἰς τὰ καθόλου πάντα τὰ ἐπὶ μέρους, τά
15τε πάθη καὶ τὰ βοηθήματα καὶ τοὺς καιρούς. ἀλλ’ οὐχ ὡς οἱ ἐμπειρικοὶ τοῖς φαινομένοις μόνον προσέχουσιν· ἵστανται
δὲ ἐν τοῖς ἐπὶ μέρους καὶ οὐδὲν καθολικὸν ἴσασιν. τρίτον682

14

.

683

τὸ ἐκ τῆς τῶν κοινοτήτων ἐνδείξεως τὴν θεραπείαν λαμ‐ βάνειν καὶ μήτε τὰ αἴτια αὐτοὺς ὑπαγορεύειν, ὡς τοὺς λο‐ γικοὺς, μήτε τῇ ἐπὶ ταῖς συνδρομαῖς τηρήσει τῶν διὰ πείρας ἁρμοζόντων ἀρκεῖσθαι, ὡς τοὺς ἐμπειρικούς.
5 Κεφ. δʹ. [Τίνες προέστησαν τῶν τριῶν αἱρέσεων.] Προέστησαν δὲ τῆς μὲν λογικῆς αἱρέσεως Ἱπποκράτης Κῶος, ὃς καὶ αἱρεσιάρχης ἐγένετο καὶ πρῶτος συνέστησε τὴν λογικὴν αἵρεσιν, μετὰ δὲ τοῦτον Διοκλῆς ὁ Καρύστιος, Πραξαγόρας Κῶος, Ἡρόφιλος Χαλκηδόνιος, Ἐρασίστρατος
10Χῖος, Μνησίθεος Ἀθηναῖος, Ἀσκληπιάδης Βιθυνὸς, Κια‐ νὸς, ὃς καὶ Προυσίας ἐκαλεῖτο. τῆς δὲ ἐμπειρικῆς προέστη‐ σε Φιλῖνος Κῶος, ὁ πρῶτος αὐτὴν ἀποτεμνόμενος ἀπὸ τῆς λογικῆς αἱρέσεως, τὰς ἀφορμὰς λαβὼν παρὰ Ἡροφίλου, οὗ καὶ ἀκουστὴς ἐγένετο. θέλοντες δὲ ἀπαρχαΐζειν ἑαυτῶν τὴν
15αἵρεσιν, ἵνα ᾖ πρεσβυτέρα τῆς λογικῆς, Ἄκρωνα τὸν Ἀκρα‐ γαντῖνόν φασιν ἄρξασθαι αὐτῆς. μετὰ Φιλῖνον ἐγένετο Σε‐ ραπίων Ἀλεξανδρεὺς, εἶτα Ἀπολλώνιοι δύο, πατήρ τε καὶ
υἱὸς, Ἀντιοχεῖς. μεθ’ οὓς Μηνόδοτος καὶ Σέξστος, οἳ καὶ683

14

.

684

ἀκριβῶς ἐκράτυναν αὐτήν. μεθοδικῆς δὲ ἦρξε μὲν Θεμίσων ὁ Λαοδικεὺς τῆς Συρίας, παρ’ Ἀσκληπιάδου τοῦ λογικοῦ ἐφοδιασθεὶς εἰς τὴν εὕρεσιν τῆς μεθοδικῆς αἱρέσεως. ἐτελείωσε δὲ αὐτὴν Θεσσαλὸς ὁ Τραλλιανός. οἱ δὲ μετὰ
5τούτους Μνασέας, Διονύσιος, Πρόκλος, Ἀντίπατρος· διε‐ στασίασαν δὲ περί τινων ἐν αὐτῇ Ὀλυμπιακὸς ὁ Μιλή‐ σιος καὶ Μενέμαχος ὁ Ἀφροδισεὺς καὶ Σωρανὸς ὁ Ἐφέ‐ σιος. ἐγένοντο δέ τινες καὶ ἐπισυνθετικοὶ, ὡς Λεωνίδης ὁ Ἀλεξανδρεύς. καὶ ἐκλεκτοὶ, ὡς Ἀρχιγένης ὁ Ἀπαμεὺς τῆς
10Συρίας. Κεφ. εʹ. [Εἰ ἐπιστήμη ἡ ἰατρικὴ, ἢ τέχνη.] Τινὲς τῶν λογικῶν, ὧν ἐστι καὶ Ἐρασίστρατος, ὑπέλαβον τὸ μέν τι ἐπιστημονικὸν ἔχειν τὴν ἰατρικὴν, οἷον τὸ αἰτιολογικὸν καὶ φυσιολογικὸν, τὸ δὲ στοχαστικὸν, οἷον τὸ θεραπευτικὸν
15καὶ τὸ σημειωτικόν. οἱ δὲ μεθοδικοὶ καὶ δι’ ὅλου ἐπιστή‐ μην αὐτὴν ἀποκαλοῦσιν. διήμαρτον δὲ ἄμφω τοῦ ἀληθοῦς καὶ μάλιστα οἱ μεθοδικοί. ἐπιστήμη γάρ ἐστι γνῶσις ἀρα‐ ρυῖα καὶ βεβαία καὶ ἀμετάπτωτος ὑπὸ λόγου. αὕτη δὲ οὐδὲ
παρὰ τοῖς φιλοσόφοις ἐστὶ, μάλιστα ἐν τῷ φυσιολογεῖν·684

14

.

685

πολὺ δὲ δὴ μᾶλλον οὐκ ἂν εἴη ἐν ἰατρικῇ, ἀλλ’ οὐδ’ ὅλως εἰς ἀνθρώπους ἔρχεται. διὸ τέχνη εἰκότως ἂν λέγοιτο ἡ ἰατρική. τέχνη γάρ ἐστι σύστημα ἐγκαταλήψεων καὶ διανοιῶν, ποιόν τε καὶ ποσὸν συγγεγυμνασμένον, πρός τι
5τέλος νευουσῶν χρήσιμον τῷ βίῳ. καταλήψεις οὖν καὶ αὕτη ἔχουσα ἀνθρωπίνας καὶ ταύτας ἱκανὰς τῷ πλήθει, ὡς σύ‐ στημα αὐτῶν εἶναι, ἄλλως τε καὶ συγγεγυμνασμένας, του‐ τέστι προσεχεῖς ἀλλήλαις καὶ συνᾳδούσας, οὐχὶ ἀσυναρτή‐ τους, ἰδιώτατα ἂν τέχνη ὀνομάζοιτο, ἐφαρμόζοντος αὐτῇ
10τοῦ ὅρου τῆς τέχνης καὶ εἴς τι χρήσιμον τῷ βίῳ νεύουσιν αἱ ἐν αὐτῇ καταλήψεις. ἐπὶ γὰρ τὸ σώζειν καὶ ὑγιάζειν τοὺς ἀνθρώπους παρῆλθεν εἰς τὸν βίον. διττῆς δὲ οὔσης τεχνῶν διαφορᾶς, αἱ μὲν γὰρ τοῦ καθ’ ἑαυτὰς τέλους ἀεὶ τυγχά‐ νουσιν, ὡς τεκτονικὴ καὶ ναυπηγικὴ καὶ οἰκοδομική· αἱ δὲ
15ἐφίενται μὲν τοῦ ἑαυτῶν τέλους, ὡς σκοποῦ, οὐκ ἀεὶ δὲ αὐτοῦ τυγχάνουσιν, ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ, διὸ καὶ στοχαστι‐
καὶ λέγονται. τούτων ἂν εἴη καὶ ἰατρικὴ, ὡς ῥητορικὴ καὶ685

14

.

686

κυβερνητικὴ καὶ τοξική. ἔστι δὲ καὶ ἑτέρα διαφορὰ τῶν τεχνῶν, διττὴ καὶ αὐτή. αἱ μὲν γὰρ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν, μετὰ δὲ τὸ παύσασθαι τῆς ἐνεργείας οὐδὲν αὐτῶν ἀποτέλεσμα δείκνυται, ὡς ὀρχηστικὴ καὶ κιθαριστικὴ
5καὶ παλαιστρικὴ καὶ πᾶσα μουσικὴ τέχνη. αἱ δὲ ἐν τῷ ἐνεργεῖν οὐδὲν ἔχουσιν ὅλως φαινόμενον ἔργον, ἀλλ’ ὡς ἄν τινος μέλλοντος ἔσεσθαι παρασκευαστικαὶ, μετὰ δὲ τὸ ἀπο‐ στῆναι τῆς ἐνεργείας, τότε αὐτῶν τὸ ἀποτέλεσμα φαίνεται, ὡς ἀγαλματοποιητικὴ καὶ ζωγραφία καὶ τεκτονικὴ καὶ τῶν
10ἄλλων ὧν ὕστερον ἐπιμένει τὰ ἔργα. τούτων δ’ ἂν εἴη καὶ ἡ ἰατρική. ἐν γὰρ τῷ θεραπεύειν οὐδέπω αὐτῆς διαδεί‐ κνυται τὸ τέλος, ἐνισταμένης ἀεὶ πρὸς τὰς νόσους· ὅταν δὲ συντελέσῃ τὰς θεραπείας, τότε ὑγιῆ τὸν ἄνθρωπον ἀπέφηνεν. Κεφ. στʹ. [Τί ἐστιν ἰατρική.] Ὅροις μὲν ἐχρήσαντο
15οἱ λογικοί· ὑπογραφαῖς δὲ οἱ ἐμπειρικοί· τὸ δὲ περὶ τού‐ των ζητεῖν φιλοσόφοις μόνοις ἁρμόζει· ἁπλῶς δὲ καὶ οὕτως
ὡρίσαντο οἱ παλαιοὶ ἰατροὶ τὴν ἰατρικὴν, ἢ ὑπέγραψαν.686

14

.

687

ἰατρική ἐστι κατὰ μὲν Ἱπποκράτην πρόσθεσις καὶ ἀφαίρε‐ σις πρόσθεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ τῶν πλεο‐ ναζόντων ἐπὶ ἀνθρωπίνων σωμάτων. ὃν γάρ τινες ὅρον ἰα‐ τρικὸν ᾠήθησαν, οὐκ ἔστιν ὅρος· τό τε μὴ παράπαν ἀπαλ‐
5λάσσειν τῶν νόσων τοὺς κάμνοντας καὶ τὸ τὰς σφοδρότητας ἀμβλύνειν καὶ τὸ τοῖς κεκρατημένοις μὴ ἐγχειρεῖν. οὐ γὰρ ἐξ ὧν μὴ δύνανται αἱ τέχναι, ἀλλ’ ἐξ ὧν δύνανται οἱ ὅροι αὐτῶν εἰσιν. ἐρεῖ γὰρ αὐτῆς ὅσα μὴ δύναται, οὐ τὰ μὴ ὑπάρχοντα αὐτῇ ὁρίζει. οἱ δὲ νεώτεροι οὕτως ὡρίσαντο.
10ἰατρική ἐστιν ἐπιστήμη, ὑγιείας μὲν τηρητικὴ, νόσων δὲ ἀπαλλακτικὴ, οὐκ ὀρθῶς. οὐ γὰρ αὐτὴ ταῦτα ἐνεργεῖ, ἀλλ’ ἐξ ὧν ἐνεργεῖ ταῦτα ἀποτελεῖται καὶ οὐκ ἀεί. διὸ οὐκ ἐκ τούτων συνέστηκεν, ἀλλ’ ἐκ τῶν ὑπ’ αὐτῆς ἀεὶ παραλαμ‐ βανομένων. ταῦτα δέ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις. ὥσθ’
15ἅπερ λαμβάνει ἡ ἰατρικὴ, ταῦτα εἶπεν αὐτὴν εἶναι ὁ Ἱπ‐ ποκράτης, οἷς ἐπί τε τῶν ὑγιαινόντων χρῆται, ὅταν τὴν
ὑγείαν αὐτῶν συντηρῇ, καὶ ἐπὶ τῶν νοσούντων, ἵνα τῶν687

14

.

688

νόσων ἀπαλλάττωνται· ἃ τοίνυν ἀεὶ ἐνεργεῖ, ταῦτά ἐστι τὰ συνιστάντα αὐτὴν, οὐ τὰ ἀπὸ τούτων ἀποτελούμενα. ἕτερον γάρ τί ἐστιν ἡ τέχνη καὶ ἕτερον τὸ τέλος αὐτῆς. οὗ γὰρ ἐφίεται, τοῦτο ἄλλο τί ἐστι παρὰ ταύτην, ἀμέλει καὶ οὐκ
5ἀεὶ τοῦτο σὺν αὐτῇ ἔχει. διὸ μέχρι μὴ τυγχάνει αὐτοῦ, οὐδὲ τὸ τέλος αὐτῆς λέγεται, ἀλλὰ σκοπὸς, ὅταν δὲ τύχῃ, τέλος. οὕτως οὖν καὶ κυβερνητικὴ καὶ τοξικὴ οὐκ ἀπὸ τῶν τελῶν ὁρίζονται. οὐ γὰρ ἀεὶ τούτου τυγχάνουσιν, ἀλλ’ ἐξ ὧν συνεστήκασι καὶ δι’ ὧν ἐνεργοῦσιν, ἵνα τῶν τελῶν περι‐
10γίνωνται. δοκεῖ δὲ τοῖς μετὰ Ἱπποκράτην σχεδὸν ἅπασιν οὗτος ὁ ὅρος ὀρθῶς ἔχειν. Ἡροφίλῳ δὲ, ὅτι ἰατρική ἐστιν ἐπιστήμη ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων. τριῶν γὰρ τούτων γνῶσιν ἔχει, ὑγιεινῶν μὲν ὅσα τῶν κατασκευαζόντων τὰ ἐν ἀνθρώπῳ οὕτως ἔχειν, ἐξ ὧν εὖ ἡρμοσμένων πρὸς
15ἄλληλα τὸ ὑγιαίνειν συνίσταται. νοσωδῶν δὲ τῶν τὴν ὑγιει‐ νὴν ἁρμονίαν διαλυόντων. οὐδετέρων δέ ἐστιν ἅπαντα τὰ
προσφερόμενα ἐν ταῖς νόσοις βοηθήματα καὶ ἡ ὕλη αὐτῶν.688

14

.

689

ταῦτα γὰρ πρὶν ἢ παραληφθῆναι ὑπὸ τοῦ ἰατροῦ, οὐδέτερά ἐστιν, οὐδὲ ὑγιεινὰ οὐδὲ νοσώδη. Κεφ. ζʹ. [Πόσα μέρη ἰατρικῆς.] Μέρη ἰατρικῆς τὰ μὲν πρῶτά ἐστι, τό τε φυσιολογικὸν καὶ τὸ αἰτιολογι‐
5κὸν, ἢ παθολογικὸν καὶ τὸ ὑγιεινὸν καὶ τὸ σημειωτικὸν καὶ τὸ θεραπευτικόν. Ἀθήναιος δὲ ἀντὶ τοῦ σημειωτικοῦ τὸ ὑλικὸν τάττει, ὅ ἐστιν ἐν τῷ θεραπευτικῷ. ἄνευ γὰρ τοῦ ὑλικοῦ τὸ θεραπευτικὸν οὐκ ἂν εἴη. σημείωσις δὲ καὶ εἰς θεραπείαν μὲν ἀναγκαία, ἀλλ’ οὐκ ἔστιν αὐτὴ ἡ θεραπεία.
10διὰ γὰρ τῆς ὕλης ἡ θεραπεία συντελεῖται καὶ τὸ μὲν ὑλι‐ κὸν ἄνευ θεραπείας οὐδὲν ἕτερον συμβάλλεται. τὸ δὲ ση‐ μειωτικὸν καὶ ἄνευ θεραπείας ἀναγκαῖον πρὸς τὸ εἰδέναι τίνα θεραπευτικὰ καὶ τίνα ἀθεράπευτα καὶ περιΐστασθαι αὐτὰ, ὅπως μὴ ἐπιβαλλόμενοι ἀδυνάτοις σφαλλώμεθα. ἔστι
15δὲ καὶ τῶν πέντε μερῶν τῆς ἰατρικῆς ὑποδιαίρεσις ἑκάστου. φυσιολογικὸν μὲν οὖν ἐστιν αὐτῆς μέρος, ἐν ᾧ περὶ τῆς φύσεως τοῦ ἀνθρώπου διαλαμβάνομεν. διαιρεῖται δὲ εἰς τὸν
περὶ τῶν στοιχείων λόγον, ἐξ ὧν συνέστηκεν ὁ ἄνθρωπος,689

14

.

690

καὶ εἰς τὸν περὶ γενέσεως καὶ διαπλάσεως ἐμβρύου καὶ τρί‐ τον εἰς τὴν τῶν ἐκτὸς μερῶν τοῦ σώματος ἐπίσκεψιν, ὅτε ἀνατέμνομεν, ἢ ὀστεολογοῦμεν. αἰτιολογικὸν δέ ἐστιν, ὃ καὶ παθολογικὸν, ἐν ᾧ τὰ παρὰ φύσιν ἐξετάζομεν καὶ τὰς αἰ‐
5τίας τῶν νόσων ἐρευνῶμεν καὶ τὰς συνδρομὰς τῶν συμπτω‐ μάτων καὶ τὰς καταστάσεις τῶν παθῶν πολυπραγμο‐ νοῦμεν. ἄνευ γὰρ τούτων οὐκ ἔστιν ὀρθῶς ἐνίστασθαι πρὸς αὐτὰ τὴν θεραπείαν. διαιρεῖται δὲ καὶ τὸ ὑγιεινὸν μέρος τῆς ἰατρικῆς εἴς τε τὸ συντηρητικὸν ὑγείας καὶ εἰς τὸ προ‐
10φυλακτικὸν τῶν νόσων καὶ εἰς τὸ ἀναληπτικὸν ἀπὸ τῶν νόσων. διαιρεῖται δὲ καὶ τὸ σημειωτικὸν εἰς τρία, εἴς τε ἐπίγνωσιν τῶν παρεληλυθότων καὶ εἰς τὴν ἐπίσκεψιν τῶν συνεδρευόντων καὶ εἰς πρόγνωσιν τῶν μελλόντων. τὸ δὲ θε‐ ραπευτικὸν ὁμοίως καὶ αὐτὸ εἰς τρία διαιρεῖται, εἴς τε
15δίαιταν καὶ χειρουργίαν καὶ φαρμακείαν. Κεφ. ηʹ. [Εἰ ἀναγκαία ἡ εἰς τὰ πέντε μέρη τῆς ἰατρικῆς διαίρεσις.] Τὸ μὲν οὖν φυσιολογεῖν ἀναγκαῖόν ἐστιν, ὅτι οὐχ οἷόν τε τὰ παρὰ φύσιν εἰδέναι μὴ πρότερον
ἐπιστάμενον τὰ κατὰ φύσιν. παρὰ γὰρ τὴν τούτων φύσιν690

14

.

691

συνίσταται τὰ νοσήματα. τὸ δὲ αἰτιολογεῖν καὶ παθολογεῖν καὶ αὐτὰ ἀναγκαῖα· τὸ μὲν ἵνα τὰς αἰτίας τῶν παθῶν ἴδω‐ μεν, πρὸς ἃς δεῖ ἐνίστασθαι, τὸ δὲ ἵνα καὶ αὐτὰ πάθη γνωρίζωμεν τὰ κατωνομασμένα τοῖς παλαιοῖς καὶ τὰς
5καταστάσεις αὐτῶν. εὔχρηστος δὲ καὶ ἡ τῶν συμπτωμάτων συνεδρευόντων τοῖς πάθεσιν ἐπίγνωσις· ἀπὸ γὰρ τῆς τού‐ των συνελεύσεως, ἣν συνδρομὴν καλοῦσιν οἱ ἐμπειρικοὶ, τὰ πάθη εἰδοποιοῦνται. ἀλλ’ οἱ μὲν ἐμπειρικοὶ ἐπὶ ταῖς συνδρο‐ μαῖς ἐτήρησαν τὰ πρὸς ἕκαστον συμπτώματα ἁρμόζοντα·
10τοῖς δὲ μεθοδικοῖς τὰ πάθη ἐνδείκνυται τὴν θεραπείαν, ὡς τοῖς λογικοῖς τὰ αἴτια. ἐξετάζουσι δὲ οὐδὲν ἧττον οἱ λογικοὶ καὶ τὰ πάθη καὶ τὰς συνδρομάς. τὸ δὲ πᾶν τοῖς αἰτίοις παρέχουσιν, αἰτίων δὲ τὰ μὲν προκαταρκτικὰ, τὰ δὲ συν‐ εκτικὰ, τὰ δὲ συνεργὰ, τὰ δὲ συναίτια, τὰ δὲ προηγού‐
15μενα. προκαταρκτικὰ μὲν οὖν ἐστιν ὅσα προκατάρχει καὶ ποιήσαντα ἀπαλλάσσεται, ὡς ψύξις, κόπος, ἔγκαυσις, ἀπεψία· συνεκτικὸν δὲ αἴτιόν ἐστιν, οὗ παρόντος πάρεστι καὶ τὸ
νόσημα καὶ ἐξαιρουμένου λύεται, ὡς σκόλοψ καὶ βέλος· συν‐691

14

.

692

αίτιον δὲ τὸ καθ’ αὑτὸ μὲν δυνάμενον ποιεῖν τὸ πάθος, ποιοῦν δὲ καὶ σὺν ἑτέρῳ, ὡς λίθος ἐν κύστει καὶ φλεγμονή. ἀμφότερα γὰρ ἰσχουρίας αἴτια. δύναται δὲ καὶ καθ’ ἑαυ‐ τὸ ἑκάτερον τὴν ἐποχὴν τῶν οὔρων ἐπιφέρειν. συν‐
5εργὸν δέ ἐστι μέρος αἰτίου, καθ’ ἑαυτὸ μὲν οὐ δυνάμενον ἐπιτελέσαι τὸ πάθος, συνεργαζόμενον δὲ ἑτέρῳ, ὡς συνεργεῖ λαγνεία πρὸς ἀρθρῖτιν καὶ εἰρεσία πρὸς αἵματος ἀναγω‐ γήν. προηγούμενον δέ ἐστι αἴτιον τὸ ὑπὸ τοῦ προκαταρκτι‐ κοῦ ἢ κατασκευαζόμενον ἢ συνεργούμενον, οἷον πλεονασμὸς
10αἵματος γίνεται μὲν ὑπὸ πλήθους τροφῆς, προηγεῖται δὲ τῆς κατ’ Ἐρασίστρατον παρεμπτώσεως, ἥτις ἐστὶ συνεκ‐ τικὴ αἰτία τῶν νοσημάτων πάντων· ἄνευ δὲ τοῦ προηγου‐ μένου οὐ γίνεται. τὸ δ’ ὑγιεινὸν οὐ μόνον ὡς μέρος ἰατρι‐ κῆς, ἀλλὰ καὶ ὡς κάλλιον τοῦ θεραπευτικοῦ προτάττεται
15αὐτοῦ. πολὺ γὰρ ἄμεινον τοῦ ἀπαλλάξαι τῆς νόσου τὸ μηδὲ τὴν ἀρχὴν ἐᾶσαι νοσῆσαι. ὥσπερ καὶ κυβερνήτῃ αἱρετώτε‐
ρον τὸ πρὶν ἐς χειμῶνα ἐμπεσεῖν διαπεραιώσασθαι ἢ692

14

.

693

χειμασθέντα καὶ κινδυνεύσαντα ἐκφυγεῖν. διαφέρει δὲ ἐν τῷ ὑγιεινῷ πάλιν τὸ ἐν ὑγείᾳ διατηρῆσαι τοῦ προφυλάξαι νό‐ σους ἐπιούσας. τὸ μὲν γὰρ διὰ τῆς συνήθους διαίτης περι‐ γίνεται, τὸ δὲ ἤδη δεῖται θεραπευτικῶν βοηθημάτων εἰς τὸ
5προκαταλαμβάνεσθαι καὶ προδιαλῦσαι, μέλλουσαν συνίστα‐ σθαι νόσον. ὅσα γὰρ ἤδη γενόμενα πάθη ἰᾶται, ταῦτα καὶ πρὶν ἢ γενέσθαι κωλύει συστῆναι. ὁμοίως δὲ καὶ τὸ ἀνα‐ ληπτικὸν τούτων διαφέρει. ὁ γὰρ ἀναλαμβάνων οὐκέτι μὲν παρὰ φύσιν ἔχει, οὔπω δὲ κατὰ φύσιν, ἀλλ’ ὁδεύει, ἄρτι
10ἀπαλλαγεὶς τοῦ παρὰ φύσιν, εἰς τὸ κατὰ φύσιν, διόπερ ἑτέρας ἀγωγῆς δεῖται, οὔτε θεραπευτικῆς, οὐ γὰρ νοσεῖ, οὔτε τῆς ἐπὶ τῶν ὑγιαινόντων, οὔπω γὰρ τελείως ὑγιαίνει. διὸ οὐ δύναται ἐπ’ αὐτῶν παραλαμβάνεσθαι, οἷα καὶ ὅσα ἐπὶ τῶν ὑγιαινόντων. ὁ δὲ σημειωτικὸν μέρος τῆς ἰατρικῆς
15ἀναγκαιότατόν ἐστιν εἰς θεραπείαν τὴν κατὰ δίαιταν. τά τε γὰρ προγεγονότα συμπτώματα καὶ τὰ παρόντα πολυπρα‐
γμονοῦμεν εἰς τὸ εὑρεῖν τὴν αἰτίαν τῆς νόσου. ἀναγκαιότα‐693

14

.

694

τον δὲ καὶ εἰς τὸ προγνῶναι, εἴτε ὀλέθριον εἴτε περιεστη‐ κὸς εἴη τὸ νόσημα. ὁμοίως δὲ καὶ τὰ κατὰ χειρουργίαν καὶ τὰ διὰ φαρμάκων θεραπευόμενα, οὔτε ἄνευ σημειώσεως συντελεῖται καὶ τὰ ἐπ’ αὐτῶν ὁμοίως δεῖται τῆς προγνω‐
5στικῆς σημειώσεως πρὸς τὸ εἰδέναι τίνα αὐτῶν ἀθεράπευ‐ τά ἐστι καὶ τίνα θεραπευτὰ μὲν, βλάπτοντα δὲ μεγάλως, ἢ ἀναιροῦντα ἐὰν θεραπευθῇ. τοῦ θεραπευτικοῦ δὲ διαι‐ ρουμένου εἴς τε δίαιταν καὶ φαρμακείαν καὶ χειρουργίαν, δίαιτα μέν ἐστιν ἀγωγὴ διαφορητικῶν καὶ προσθετι‐
10κῶν καὶ συμπεπτικῶν βοηθημάτων, παραλαμβανομένη μὲν ἐπὶ τῶν νοσούντων πάντων, τὸ δὲ κῦρος ἔχουσα ἐπὶ τῶν πυρεττόντων. χειρουργία δέ ἐστι μόριον τοῦ θεραπευτικοῦ διὰ τομῶν καὶ καύσεων καὶ τῆς περὶ τὰ ὀστᾶ διορθώσεως ὑγιάζουσα τοὺς ἀνθρώπους. φαρμακεία δέ ἐστιν εἶδος θερα‐
15πείας διὰ ψιλῶν φαρμάκων τά τε ἐντὸς πάθη καὶ τὰ ἐκ‐ τὸς ἰωμένη. δεῖ μὲν γὰρ καταλλήλου διαίτης, ποτὲ δὲ καὶ
χειρουργίας προσδεομένη, ὥσπερ γε ἡ χειρουργία καὶ δίαιτα694

14

.

695

προσχρῶνται φαρμακείᾳ. ἄνωθεν οὖν ἀπὸ φυσιολογίας ἀρ‐ κτέον, ἐπειδή περ οὔτε ἐν ὑγιείᾳ συντηρεῖν, οὐδὲ ἐπὶ τῶν νοσούντων αἰτιολογεῖν, οὐδὲ σημειοῦσθαι, οὐδὲ θεραπεύειν ὀρθῶς δύναιτ’ ἄν τις, μὴ ἐπεσκεμμένος ἐκ τίνων στοιχείων
5ὁ ἄνθρωπος συνέστηκε καὶ πῶς τρεπομένων τούτων παρὰ τὴν ἐξ ἀρχῆς φύσιν αἱ νόσοι γίνονται. Κεφ. θʹ. [Περὶ στοιχείων ἐξ ὧν ὁ ἄνθρωπος συνέ‐ στηκεν.] Συνέστηκε τοίνυν ὁ ἄνθρωπος ἀκολούθως τοῖς φυσικοῖς καθ’ Ἱπποκράτην ἐκ τῶν κοσμικῶν τῶν πρώτων
10στοιχείων, ἐκ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· οὐχ ὡς ἐκ τούτων αὐτῶν, ἀλλὰ ἐκ τῶν ἀναλόγων αὐτοῖς συνεστῶ‐ τος τοῦ ἀνθρώπου. ἐν δὲ τῷ διαλύεσθαι εἰς ταῦτα τὰ πρῶτα ἀναλύεται, καθὼς αὐτὸς ὁ Ἱπποκράτης ἔφη· καὶ πάλιν ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑωϋτοῦ φύσιν ἕκαστον,
15τελευτῶντος τοῦ ἀνθρώπου, τό τε ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμόν. τοιαύτη δὲ καὶ τῶν ζώων
ἐστὶν ἡ φύσις καὶ τῶν ἄλλων ἁπάντων. γίνεταί τε ὁμοίως695

14

.

696

πάντα καὶ τελευτᾷ ὁμοίως. συνίσταται γὰρ αὐτῶν ἡ φύσις ἀπὸ τούτων τῶν εἰρημένων καὶ τελευτᾷ κατὰ τὰ εἰρημένα εἰς τὸ αὐτό· ὅθεν περ συνέστηκεν ἕκαστον, ἐνταῦθα καὶ ἀπεχώρησεν. καθὰ καὶ Ὅμηρος ἔφη,
5 Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. δηλῶν τὴν εἰς ταῦτα διάλυσιν. ὡς δὲ ἐκ τῶν δευτέρων καὶ ἐγγὺς ὄντων τῇ ἀνθρωπίνῃ φύσει, ἐκ τῶν τεσσάρων χυμῶν, αἵματος καὶ φλέγματος καὶ χολῆς ξανθῆς τε καὶ μελαίνης συνεστάναι φασὶ τὸν ἄνθρωπον, διότι ἐν τῇ πρώτῃ δια‐
10πλάσει τοῦ ἐμβρύου, ἔκ τε τοῦ γόνου καὶ τοῦ παρὰ τῆς μητρὸς ἐπιῤῥέοντος αἵματος διὰ τοῦ οὐραχοῦ ἡ σύστασις γίνεται τοῦ τικτομένου. ἐν δὲ τούτοις ἦσαν οἱ τέσ‐ σαρες χυμοί. οἱ δὲ ἐκ τῶν τριῶν καὶ συνθέτων τὸν ἤδη γενώμενον ἄνθρωπον ἐκ τῶνδέ φασι συγκεῖσθαι, ἔκ τε
15τῶν ὑγρῶν καὶ ξηρῶν καὶ πνευμάτων. καλεῖ δὲ αὐτὰ Ἱπ‐ ποκράτης ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα. ἴσχοντα μὲν
οὖν ἐστιν ὅσα στερεὰ, ὀστᾶ καὶ νεῦρα καὶ φλέβες καὶ ἀρτη‐696

14

.

697

ρίαι, ἐξ ὧν οἵ τε μύες καὶ αἱ σάρκες καὶ πᾶς ὁ τοῦ σώ‐ ματος ὄγκος πέπλεκται, τῶν τε ἐντὸς καὶ τῶν ἐκτὸς τὰ συγ‐ κρίματα. ἰσχόμενα δέ ἐστι τὰ ὑγρὰ τὰ ἐν τοῖς ἀγγείοις ἐμφερόμενα καὶ κατὰ πᾶν τὸ σῶμα διεσπαρμένα, ἅπερ καλεῖ
5Ἱπποκράτης χυμοὺς τέσσαρας τοὺς προειρημένους. ἐνορμῶν‐ τα δέ ἐστι τὰ πνεύματα. πνεύματα δὲ κατὰ τοὺς παλαιοὺς δύο ἐστὶ, τό τε ψυχικὸν καὶ τὸ φυσικόν. οἱ δὲ Στωϊκοὶ καὶ τρίτον εἰσάγουσι τὸ ἑκτικὸν, ὃ καλοῦσιν ἕξιν. καὶ Ἐρασίστρατος δὲ ὡς ἀρχὰς καὶ στοιχεῖα ὅλου σώματος ὑποτιθέμενος τὴν
10τριπλοκίαν τῶν ἀγγείων, νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, παραλείπει τά τε ὑγρὰ καὶ τὰ πνεύματα. δυσὶ γὰρ ὕλαις ταῦτα διοικεῖσθαι λέγει τὸ ζῶον, τῷ μὲν αἵματι ὡς τροφῇ, τῷ δὲ πνεύματι ὡς συνεργῷ εἰς τὰς φυσικὰς ἐνερ‐ γείας. οὐ παραλαμβάνει δὲ αὐτὰς ὡς ἀρχάς. πολλὰ δὲ καὶ
15ἄλλα τῶν σωμάτων εἴδη εὑρίσκεται, οὐκ ἐκ τῆς τριπλοκίας συγκείμενα, οἷον εὐθὺς ὁ ἐγκέφαλος καὶ ὁ μυελὸς καὶ πάντα τὰ ὀστᾶ. τὸν μὲν οὖν ἐγκέφαλον ἢ τὸν μυελὸν παρέγχυμα
τροφῆς τολμᾷ λέγειν, ὡς τὴν πιμελὴν, καὶ τοῦ ἥπατος καὶ697

14

.

698

σπληνὸς καὶ πνεύμονος τὴν σύστασιν. τὰ δὲ ὀστέα οὐδὲ παρέγχυμα τῆς τροφῆς δύναιτ’ ἂν λέγειν, οὐδ’ ἐκ τῶν προ‐ ειρημένων τριγενῶν ἀγγείων πεπλέχθαι. κατὰ δὲ Ἀσκληπιά‐ δην στοιχεῖα ἀνθρώπου, ὄγκοι θραυστοὶ καὶ πόροι. κατὰ δὲ
5τὸν Ἀθήναιον στοιχεῖα ἀνθρώπου οὐ τὰ τέσσαρα πρῶτα σώματα, πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ, ἀλλ’ αἱ ποιότητες αὐτῶν, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ὧν δύο μὲν τὰ ποιητικὰ αἴτια ὑποτίθεται, τὸ θερ‐ μὸν καὶ τὸ ψυχρὸν, δύο δὲ τὰ ὑλικὰ, τὸ ξηρὸν καὶ τὸ ὑγρὸν,
10καὶ πέμπτον παρεισάγει κατὰ τοὺς Στωϊκοὺς τὸ διῆκον διὰ πάντων πνεῦμα, ὑφ’ οὗ τὰ πάντα συνέχεσθαι καὶ διοικεῖ‐ σθαι. Ἱπποκράτης μὲν οὖν διὰ τριῶν κεχώρηκεν, εἰπὼν στοιχεῖα ἀνθρώπου ἴσχοντα, ἰσχόμενα, ἐνορμῶντα, δι’ ὧν τὰ πάντα τῶν μετ’ αὐτὸν περιείληφε στοιχεῖα καὶ τὴν κατὰ
15στοιχείων φυσιολογίαν τε καὶ αἰτιολογίαν τῶν παρὰ φύσιν· οἱ δὲ μετ’ αὐτὸν οὐκ οἶδ’ ὅπως μίαν οὖσαν τὴν θείαν ταύ‐ την καὶ ἀληθῶς Ἀσκληπιοῦ ἰατρικὴν τριχῇ διανειμάμενοι
καὶ διασπάσαντες τὰ ἐν αὐτῇ συμφυῆ μέρη, οἱ μὲν μόνοις698

14

.

699

τοῖς χυμοῖς τῶν τε κατὰ φύσιν τὴν σύστασιν καὶ τῶν παρὰ φύσιν τὴν αἰτίαν ἀνέθεσαν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος. οἱ δὲ τὰ στερεὰ σώματα τὰ ἀρχικὰ καὶ στοιχειώδη ὑπο‐ θέμενοι, τά τε φύσει συνεστῶτα ἐκ τούτων καὶ τῶν νόσων
5τὰς αἰτίας ἐντεῦθεν λαμβάνουσιν, ὡς Ἐρασίστρατος καὶ Ἀσκληπιάδης· οἱ δὲ περὶ Ἀθήναιον καὶ Ἀρχιγένην μόνῳ τῷ διήκοντι δι’ αὐτῶν πνεύματι καὶ τὰ φυσικὰ συνεστά‐ ναι τε καὶ διοικεῖσθαι καὶ τὰ νοσήματα πάντα, τούτου πρωτοπαθοῦντος γίνεσθαι ἀπεφήναντο, ὅθεν καὶ πνευματι‐
10κοὶ χρηματίζουσι. Κεφ. ιʹ. [Ὀνομασίαι τῶν ἐκτὸς μερῶν τοῦ σώματος.] Περὶ δὲ τῶν ἐκτὸς μερῶν τοῦ σώματος ἢ μορίων καὶ τίνες αἱ ὀνομασίαι αὐτῶν, πρῶτος μὲν ὁ Ἀριστοτέλης ὑπελάβετο διδάξαι τε καὶ συγγράψαι. ἀναγκαῖον δὲ καὶ τοῖς μεταγε‐
15νεστέροις ἰατροῖς ἔδοξε καὶ αὐτοῖς τὰ αὐτὰ πραγματεύ‐ εσθαι, ὅπως μὴ τὴν χεῖρα ἐπιφέροντες δεικνύωσιν ἕκαστον τῶν μερῶν ἢ τῶν μορίων, ἀλλ’ ἐκ τῆς ὀνομασίας αὐτάρκη
ἔχωσι τὴν δήλωσιν αὐτῶν. μάλιστα δὲ τοῦτο οἱ περὶ Ἐρα‐699

14

.

700

σίστρατον ἐζήλωσαν, ὡς Ἀπολλώνιος ὁ Μεμφίτης καὶ Ξενο‐ φῶν ὁ πρὸ αὐτοῦ. διαιροῦσι τοίνυν τὸ ὅλον σῶμα οἱ μὲν Αἰγύπτιοι ἰατροὶ εἰς τέσσαρα, κεφαλὴν, χεῖρας, θώρακα καὶ σκέλη, οἱ δὲ ἄλλοι εἰς πλείονα καταδιαιροῦντες τὰ προειρη‐
5μένα τέσσαρα εἰς ἕτερα μέρη τοῦ ὅλου, οὐχ ὡς ἐκείνων μόρια. κεφαλῆς γοῦν τὸ μὲν πᾶν κύτος μέρος ἂν λέγοιτο τοῦ ὅλου σώματος. ταύτης δὲ μόρια τὸ μὲν ἔμπροσθεν ὑπὲρ τὰς ὀφρῦς ψιλὸν τριχῶν ἀπὸ ὠτὸς ἐπὶ οὖς μέτωπον κα‐ λεῖται, τὸ δὲ ἐπάνω τούτου τετριχωμένον βρέγμα. τὰ δὲ
10παρ’ ἑκάτερα τούτου ἐπάνω τῶν ὤτων κρόταφοι. τὸ δὲ ὑπὲρ τὸ βρέγμα κατὰ μέσον τῆς κεφαλῆς κορυφὴ, ἀφ’ ἧς καὶ δοκεῖ ἄρχεσθαι ἡ ἔκφυσις τῶν τριχῶν, ὡς ἀπὸ κέντρου κύκλος. τὸ δὲ μετὰ τὴν κορυφὴν ἐκ τῶν ὄπισθεν ὡς ἐπὶ τοὺς τένοντας καταβαῖνον ἰνίον. ἐκ δὲ τῶν ἔμπρο‐
15σθεν πρόσωπον μὲν τὸ ὑπὸ μέτωπον πᾶν λέγεται, περι‐ οριζόμενον ὠσὶ καὶ ὀφθαλμοῖς καὶ ῥινὶ καὶ στόματι μέχρι γενείου. ἄρχεται δὲ ἀπ’ ὀφρύων· καθ’ ἃ γὰρ λήγει τὸ μέ‐
τωπον ἀπὸ τῶν ἄνω κατιὸν, αἱ ὀφρύες διαδέχονται, οἷον700

14

.

701

πέρατα αὐτοῦ ὑπερέχοντα καὶ τετριχωμένα. καθ’ ἃ δὲ πα‐ ρατείνει τὸ μέτωπον ἐπὶ τοὺς κροτάφους, ἐπὶ τοῖς πέρασιν αὐτοῦ, τὰ ὦτα τέτακται. τούτων δὲ τὰ μὲν ἀναπεπταμένα πτερυγώματα, τὰ δὲ ἀνακεκλασμένα εἰς τοὐπίσω ἐκ τῶν
5ἔμπροσθεν, αὐτοῖς τοῖς ἄκροις ἐπικαμπτόμενα κυβοειδῆ, ὑφ’ ἃ τὸ μὲν ἡμικύκλιον ἐμπεριφερὲς εἰς ὀξὺ ἐπανεστηκὸς ξυ‐ στὴρ ὀνομάζεται, τὸ δὲ ὑπὸ τὴν τούτων ὀξύτητα κοῖλον κογχίον. τὸ δὲ κατὰ μέσον στρογγύλον τρύπημα ἀκουστικὸς πόρος, ὑφ’ οὗ λοβίον μέν ἐστι τὸ ἀπηρτημένον τοῦ ὠτὸς
10πιμελῶδες. τὸ δὲ ὑπερκείμενον ἀντιλόβιον. ὑπὸ δὲ τὰς ὀφρῦς οἱ ὀφθαλμοί εἰσιν, ἃ καὶ ὄμματα καλεῖται, τὸ πᾶν σχῆμα μετὰ τῶν μορίων αὐτῶν. τούτων δὲ τὰ μὲν σκέποντα τὴν ἔνδον τῶν χιτώνων σύστασιν βλέφαρα καλεῖται, τὸ μὲν ἄνω, τὸ δὲ κάτω, συμβάλλοντα ἀλλήλοις πυκνῶς καὶ ἀκρο‐
15νυγῶς εἰς ἀνάληψιν τῆς ὄψεως καὶ εἰς τὸ ἀπερύκειν τὰ πληκτικῶς προσπίπτοντα τοῖς ὀφθαλμοῖς, ἐπ’ ἀκριβὲς δὲ ὥσπερ ἐν τοῖς ὕπνοις, εἰς ἀποστροφὴν τῆς ὁρατικῆς δυνά‐
μεως, πρὸς τὸ καθησυχάσαι τὸν ἄνθρωπον. βλεφάρων δὲ701

14

.

702

τὰ μὲν πρὸς τοῖς ὀφθαλμοῖς ὅλοις, καθὰ ἡ συμβολὴ αὐτῶν πρὸς ἄλληλα γίνεται, ταρσοὶ ὀνομάζονται, ἐξ ὧν ἐκπεφύκασι τρίχες, αἳ βλεφαρίδες λέγονται, ἀφ’ ὧν πεφύκασι τὰ ὀνό‐ ματα ἀπενεγκάμεναι. γεγόνασι δὲ πρὸς τὸ ἀπευθύνειν τὸ
5ὁρατικὸν πνεῦμα ἢ, ὥς τινες λέγουσι, τὰς ἔνδοθεν ἐκχεο‐ μένας ἀκτῖνας εἰς τὸ διορᾷν. ἀμέλει τούτων ἐκπεσουσῶν, κα‐ τακλωμένων, οὐκέτι ὁμοίως ἐπ’ εὐθὺ, οὐδὲ ἐπὶ μακρὸν δύ‐ ναται βλέπειν τὸ ζῶον. τὰ δὲ ἐντὸς τοῦ ὀφθαλμοῦ πέρατα, καθ’ ἃ αἱ συμφύσεις τῶν βλεφάρων, κανθοὶ καλοῦνται, ὁ
10μὲν πρὸς τὴν ῥῖνα ὁ μέγας, μικρὸς δὲ ὁ πρὸς τὸ οὖς. τὸ δὲ μεταξὺ αὐτῶν, τὸ λευκὸν τοῦ ὀφθαλμοῦ, οὗ ἐν μέσῳ ἡ ἴρις κύκλος ποικίλος τοῖς χρώμασι, διὸ καὶ ἴρις ἐκλήθη, ἀπὸ τῆς πρὸς τὴν ὑπαίθριον ἴριν ἐμφερείας. ταύτης δὲ πάλιν τὸ μεσαίτατον κόρη, δι’ ἧς τὸ ὁρᾷν συντελεῖται. ἡ
15δὲ ῥὶς μεταξὺ τῶν ὀφθαλμῶν τέτακται, ταύτης δὲ τὰ μὲν ἑκατέρωθεν μυκτῆρες ἢ μυξωτῆρες καλοῦνται, δι’ ὧν ἀναπνεῖ τε καὶ ὀσφραίνεται τὰ ζῶα. μυκτήρων δὲ τὰ
μὲν ἔξωθεν πτερύγια, τὸ δὲ διορίζον αὐτὰ κίων. ἑκατέρωθεν702

14

.

703

δὲ τῆς ῥινὸς τὰ μὲν κοῖλα ἰδίως, τὰ ὑπὸ τῆς ὀφθαλμοῖς κοῖλα καλεῖται, ἐξ ὧν λέγονταί τινες κοῖλοι. διὰ νόσους δὲ ταῦτα ἐπαίρεται ἐξ ἀπεψίας, ἢ δυσαρεστήματος. τὰ δὲ τού‐ τοις ἐπανεστῶτα μεταξὺ ῥινὸς καὶ ὤτων μῆλα ὀνομάζεται,
5ἃ τοῖς εὐχρουστέροις καὶ ἐλευθεριωτέροις ἐν τῷ αἰδεῖσθαι ἐρυθριᾷ. σιαγόνες δὲ τὰ ὑπὸ τούτων κατιόντα, ὡς ἐπὶ τὸ γένειον καὶ ταύτῃ εἰς τὸ ὀξὺ αὐτοῦ ἀπολήγοντα. γένειον δὲ πᾶν τὸ ὑποκάτω τοῦ χείλους ἐν περιφερεῖ παραμήκει σχή‐ ματι. μύσταξ δὲ τὸ ὑπεράνω τοῦ χείλους, ὑπὸ τοὺς μυξω‐
10τῆρας, ὅπερ Ὅμηρος ὑπήνην ἐκάλεσε. στόμα δὲ τὸ ἀνὰ μέ‐ σον τῶν χειλῶν, ὑπ’ αὐτῶν συνιστάμενον καὶ συνεχόμενον. ἔοικε γὰρ ταῦτα οἷον συμπεφυκότα, εἶτα ἀποσχισθέντα τὸ στόμα ποιεῖν, διὸ καὶ φαίνεται οἱονεὶ ἄρτι διῃρημένα. τὸ δὲ ἐκδεχόμενον τὴν κεφαλὴν μέχρι τῶν ὤμων τὸ μὲν πᾶν
15τράχηλος λέγεται. τούτου δὲ τὰ μὲν ὄπισθεν ἰδίως τένον‐ τες ὀνομάζονται. ὑπὸ δὲ τὸν τράχηλον ἑκατέρωθεν οἱ ὦ‐ μοί εἰσιν ἐπανεστῶτες, ὧν τὸ μὲν ἀνώτατον ἀκρώμιον κα‐ λεῖται, τὸ δὲ ἀπὸ τούτου εἰς τὸ ἔμπροσθεν κατα‐
κλεῖδες· μεταξὺ τούτων αἱ σφαγαί. ἀπὸ δὲ τῶν ὤμων αἱ703

14

.

704

χεῖρες ἔρχονται παρηρτημέναι ἑκατέρα τῇ καθ’ αὑτὴν πλευ‐ ρᾷ. τούτων δὲ τὸ μὲν ἀπὸ τοῦ ὤμου μέχρι ἀγκῶνος βρα‐ χίων καλεῖται. ἀγκὼν δὲ καθὰ συγκάμπτεται ἡ χεὶρ ὅλη, οὗ τὸ ἔξω μέρος κορωνὸν καὶ ὀλέκρανον ὀνομάζεται. τὸ δὲ
5μετὰ τοῦτο πῆχυς, ᾧ καὶ μετροῦσιν οἱ ἄνθρωποι. καθ’ ὃ δὲ τελευτᾷ ὁ πῆχυς καὶ ἄρθρον ποιεῖ πρὸς ἄκραν χεῖρα, καρπὸς καλεῖται καὶ τὸ μετὰ τοῦτο μετακάρπιον. εἶτα κόν‐ δυλοι, ὅθεν ἄρχονται οἱ δάκτυλοι. δακτύλων δὲ ὁ μὲν μέ‐ γιστος ἀντίχειρ καλεῖται, διὰ τὸ ὅλῃ τῇ χειρὶ ἄκρᾳ συνερ‐
10γοῦντα ἴσον αὐτῇ δύνασθαι. ὁ δὲ μετὰ τοῦτον λιχανὸς, ὡς ἔοικεν, ἀπὸ τῆς χρείας τοὔνομα ἔχων· ἐφεξῆς ὁ μέσος καὶ μετὰ τοῦτον ὁ παραμέσος, ὁ τοῖς ἰατροῖς ἀνακείμενος καὶ ἀπ’ αὐτῶν τοὔνομα κεκληρωμένος. ὁ δὲ ἐπὶ πᾶσι μικρὸς, καθ’ ὃ πάντων ἠλάττωται. τὸ μὲν οὖν ἀπὸ τοῦ καρποῦ
15ἄκρα χεὶρ λέγεται. ὑπτιαζούσης δὲ τὸ μὲν κατὰ τὸν ἀντί‐ χειρα ἐπανεστηκὸς θέναρ καλεῖται, τὸ δὲ ἀντικείμενον αὐ‐ τοῦ ὑποθέναρ. τὸ δὲ ὑπὸ τὰς ἐκφύσεις τῶν δακτύλων
στῆθος χειρός. τὸ δὲ μεταξὺ τούτων ἁπάντων κοῖλον χειρός.704

14

.

705

ἄνωθεν δὲ τὸ ὑπὸ τὸν τράχηλον πᾶν, ἐκ τῶν ἔμπροσθεν μέχρι λαγόνων, θώραξ καλεῖται. τούτου δὲ τὸ μὲν ὑπὸ τὰς κλεῖδας ἀμφοτέρωθεν καὶ τὰς χεῖρας, αἱ πλευραὶ, ἐξ ὧν καὶ πλευρὸν ἑκάτερον λέγεται, τὸ δὲ μεταξὺ τούτων στῆθος. καὶ
5τὸ μεσαίτατον αὐτοῦ στέρνον, μέχρι τοῦ χόνδρου, ὑφ’ ὃν τὸ στόμα τῆς κοιλίας· ὁ δὲ τόπος οὕτως καὶ ἔξωθεν λέγε‐ ται. ἐντεῦθεν δὲ τὸ ἐπιγάστριον ἀνέρχεται. τὰ δὲ ὑπὸ στόμα τῆς κοιλίας· κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν εἰκότως ὑποχόν‐ δρια καλεῖται, ἐπεὶ κατὰ τὴν εὐθύτητα ὑπὸ τὸν χόνδρον
10ἐστὶ, ὡσανεὶ μετὰ τοῦτον. εἰσὶ δὲ μύες ἡπλωμένοι καὶ ὑπε‐ στρωμένοι τῷ περιτοναίῳ, ἔξωθεν δὲ σκεπόμενοι τῷ δέρματι. ὁμωνύμως δὲ τούτοις καὶ τὰ ἔνδοθεν σπλάγχνα ὑποχόνδρια καλεῖται, ἐπειδὴ καὶ αὐτὰ ὑπὸ τοὺς χόνδρους ἐστὶ τῶν νό‐ θων πλευρῶν καὶ οἷον ἐντὸς αὐτῶν. τὰ δὲ ἐκτὸς μέσα, τὰ
15κυρίως λεγόμενα ὑποχόνδρια, τὸ μὲν ἔμπροσθεν τῶν λαγό‐ νων περιέχον τὸ ὑποχόνδριον, ἐπιγάστριον, τὸ δὲ ἑκατέρω‐ θεν κενεών. τὸ δὲ μεσαίτατον τοῦ λαγόνος ὀμφαλός. τὸ δὲ
ὑπὸ τοῦτον ἴτρον. εἶτα τὸ ἐφήβαιον, ὃ καὶ ἐπίσειον καλεῖται.705

14

.

706

εἰς ὃ τελευτᾷ ὁ θώραξ, ἔνθα καὶ τὰ αἰδοῖα τῶν ἀῤῥένων τέτακται καὶ τῶν θηλειῶν κατὰ τὴν διάφυσιν τῶν μηρῶν, ὅπως κρύπτηται ὑπὸ τούτων. τοῦ μὲν οὖν ἀρσενικοῦ τὸ προῦχον καυλός. τὸ δὲ ἄκρον αὐτοῦ βάλανος. καθ’ ὃ δὲ
5τετρύπηται πρὸς ἔκκρισιν, ἀπὸ τῆς χρείας οὐρήθρα ὀνομά‐ ζεται· τὸ δὲ σκέπον τὸ ἄκρον ποσθή. τὸ δὲ κάτω μέρος τοῦ καυλοῦ κατὰ μῆκος αὐτοῦ ῥαφή. τὸ δὲ διατεῖνον μέχρι τῆς ἕδρας ταῦρος καλεῖται. δίδυμοι δὲ καὶ ὄρχεις ἔνδοθέν τε καὶ ἔξωθεν ὀνομάζονται. καὶ ὄσχεον τὸ περὶ τοὺς διδύ‐
10μους. τοῦ δὲ γυναικείου αἰδοίου, οὕτω γὰρ αὐτὸ οἱ παλαιοὶ ὠνόμαζον, αὐτὸς μὲν ὁ κόλπος κτεὶς καλεῖται. τὰ δὲ περιέ‐ χοντα τὸν κόλπον πτερυγώματα. τὸ δὲ μέσον τούτων κατὰ τὴν διασχίδα ἐκπεφυκὸς σαρκίδιον, νύμφη, ὃ καὶ διὰ τὸ προκύπτειν ἐπὶ πολὺ ἐκτομῆς ἀξιοῦται παρ’ Αἰγυπτίοις ἐπὶ
15τῶν παρθένων. κοινῶς δὲ τὸ στόμα τοῦ ἀπευθυσμένου διὰ τῆς ἕδρας ἐξερχόμενον, πρὸς τὸ ἐπέχειν ὁπότε βουλόμεθα τὰς ἐκκρίσεις, εὐχρηστεῖ· δακτύλιος δὲ ἀπὸ τοῦ σχήματος
καὶ σφιγκτὴρ ἀπὸ τῆς ἐνεργείας κέκληται. τὸ δὲ ὑπὸ τὸν706

14

.

707

τράχηλον ἐκ τῶν ὄπισθεν, οὕτως ἔχει διαθέσεώς τε καὶ ὀνομασίας. τὸ μὲν πᾶν νῶτα καλεῖται. ἐντεῦθεν δὲ τὰ μὲν ἑκατέρωθεν ὠμοπλάται, τὸ δὲ μεταξὺ αὐτῶν μετάφρενον, ᾧ καὶ στόμαχος ἔνδοθεν ὑπόκειται. τὸ δὲ μεσαίτα‐
5τον τοῦ νώτου παντὸς ἄνωθεν μέχρι γλουτῶν, ῥάχις. ταύ‐ της δὲ τὸ μὲν εὐθὺ ὑπὸ τὸ μετάφρενον ἄκνηστιν εἶπεν Ὅμηρος, ὃ καὶ διασαφῶν προσέθηκεν,
—κατ’ ἄκνηστιν μέσα νῶτα. ἐπεὶ καὶ κατὰ εὐθεῖαν τοῦ μήκους μέσα εἰσὶ τὰ νῶτα καὶ
10τὸ μέσον ἐστὶ τοῦ μεταφρένου καὶ ὀσφύος. διαδέχεται οὖν ἡ ὀσφὺς, ἥτις ἰξὺς ὠνόμασται, καθ’ ὃ ζωννύμεθα. λήγει δὲ αὕτη εἰς τὸ ἱερὸν ὀστοῦν. παρ’ ἑκάτερα δὲ τούτου τὰ ἰσχία ἐστὶ, ἐφ’ οἷς οἱ γλουτοί. διὰ τὸ ὀστᾶ εἶναι τὰ ὑπο‐ κείμενα μέγιστα, ἔνθεν ὑπεστρώθη αὐτοῖς σώματα σαρκώδη.
15ὧν τὰ κυρτώματα ἐκ τοῦ περιφερῆ εἶναι, σφαιρώματα προσ‐ αγορεύεται. ἐντεῦθεν δὲ ἡνωμένον τὸ σῶμα διχοφυὲς γίνεται. διαμερίζεται γὰρ εἰς δύο, ἃ καλεῖται σκέλη, ὧν τὴν δια‐
σχίδα, διχάλαν οἱ παλαιοὶ λέγουσιν. ταῦτα δὲ ὅλα μὲν μέ‐707

14

.

708

χρι περάτων, σκέλη λέγεται, τούτων δὲ τὰ μὲν ἀπὸ τῶν ἰσχίων εὐθὺς ἐρχόμενα μηροί. καθὸ δὲ μετὰ ταῦτα συμ‐ βάλλει τὰ κῶλα τοῖς ὑποκάτω καὶ ἄρθρον ποιεῖ, γόνυ κα‐ λεῖται. οὗ τὰ κατόπιν, ἰγνύα ἢ ἀγκύλη. τὰ δὲ ἐντεῦθεν,
5ἐπὶ τὰ κάτω μέγιστα κῶλα κνῆμαι. ὧν τὸ μὲν ἔμπροσθεν ἀντικνήμιον, τὸ δὲ ὄπισθεν γαστροκνήμη. τὰ δὲ πέρατα τῶν τῆς κνήμης ὀστῶν εἴς τε τὸ ἔνδον μέρος καὶ εἰς τὸ ἔξω ἐξέχοντα, σφυρὰ προσαγορεύεται. τὰ δὲ ἀπὸ τῶν σφυ‐ ρῶν κυρίως πόδες λέγονται. ἀφ’ ὧν καὶ ἕτερον μέτρον ἑαυ‐
10τοῖς οἱ ἄνθρωποι εὕραντο, τὸν πόδα ἄραντες. τῶν δὲ πο‐ δῶν τὸ μὲν ὄπισθεν πτέρνα ὀνομάζεται. τὸ δὲ ἔμπροσθεν ἀπὸ τῶν σφυρῶν μέχρι δακτύλων ταρσὸς καλεῖται. τούτου δὲ τὸ μὲν ἔνδοθεν πρὸς ἀλλήλους ἀφορώντων τῶν ποδῶν, ὡς ἐπὶ τὸν μέγαν δάκτυλον, ἀρχόμενον ἀπὸ τοῦ ἔσω σφυ‐
15ροῦ, πεδίον. τὸ δὲ ὑπὸ τούτου εὐθὺς ἐν μέσῳ κατωτάτω τοῦ ποδὸς κοῖλον. τὸ δὲ κατώτατον, ἐφ’ ᾧ πατοῦμεν καὶ ᾧ ἐπιβαίνομεν, πέλμα. οὗ τὸ μὲν πρὸς τοὺς δακτύλους μετὰ
τὸ κοῖλον ἐπανεστηκὸς, στῆθος ποδός. εἶτα οἱ δάκτυλοι,708

14

.

709

ἰσάριθμοι μὲν τοῖς τῶν χειρῶν, οὐ τυχόντες δὲ τῶν αὐτῶν ὀνομάτων, διὰ τὸ μηδὲ τὰς αὐτὰς χρείας ἐπιτελεῖν, πλὴν ὅσα ἐκ τῆς κατὰ τὸ μέγεθος διαφορᾶς, ἢ ἐκ τῆς κατὰ τὴν θέσιν τάξεως.
5 Κεφ. ιαʹ. [Ἀνατομὴ τῶν ἐντός.] Ἀνατομὴ καταχρηστικῶς μὲν λέγεται καὶ ἡ τῶν ἐκτὸς μερῶν τε καὶ μορίων τοῦ σώματος διέξοδος, ἥτις ἐστὶ διὰ λόγου διήγησις ἑκάστου, μετὰ τῆς κατὰ φύσιν θέσεως αὐτῶν καὶ τάξεως καὶ χρείας, ἣν παρέχεται τῷ ζώῳ καὶ τῆς οἰκείας ἑκάστου
10ὀνομασίας, περὶ ὧν ἤδη διεξήλθομεν· κυρίως δὲ λέγεται ἡ ἀνατομὴ, ἡ τῶν ἐντὸς μετὰ λόγου ἀνάπτυξις. οὐ γὰρ τὸ τῇ ὄψει αὐτὰ δειχθῆναι ἀνατομή ἐστιν, ἀλλὰ τὸ μετὰ λόγου ἑκάστου αὐτῶν γνῶσιν λαβεῖν, τάς τε κατὰ φύσιν ἐνεργείας, ὅπως δι’ αὐτῶν ἀποτελοῦνται ἐκμαθεῖν καὶ τὰς κοινωνίας
15ἃς ἔχει πρὸς ἄλληλα τὰ σπλάγχνα καὶ τὰ ἄλλα μέρη τοῦ σώματος διὰ φλεβῶν. ὁ μὲν οὖν ἐγκέφαλος ἐξ οὐδενὸς τῶν προειρημένων, κατ’ Ἐρασίστρατον ἀρχικῶν ἀγγείων φαίνε‐
ται πεπλέχθαι, διὸ καὶ παρέγχυμα τροφῆς δοκεῖ αὐτῷ εἶναι.709

14

.

710

ἔστι δ’ ἁπλοῦν σῶμα καὶ διὰ τοῦτο ἀρχικὸν καὶ κυριώτα‐ τον τῶν ἐν ἡμῖν. διὸ καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς αὐτῷ πιστεύουσιν, ὡς Πλάτων καὶ Ἱπποκράτης. περιέχεται δὲ ὑπὸ μηνίγγων δύο, καὶ μιᾶς μὲν προσεχοῦς καὶ προστυποῦς αὐ‐
5τῷ, ἣ καλεῖται χοροειδὴς καὶ ἔστι φλεβωδεστέρα. ἡ δὲ ἑτέρα ἐπὶ ταύτης οὖσα προσήρτηται μᾶλλον τῷ κρανίῳ κατά τινα μέρη. καὶ ἔστι νευρωδεστέρα. ἐκ μὲν οὖν τῶν ἄνω φλέβες ἀπὸ καρδίας εἰς αὐτὸν ὀχετεύουσι τὴν τροφὴν, κατὰ τὸ λεγόμενον ληχηνεῖον, ἐκ τῶν πρὸς τῇ βάσει ἀρτηριῶν.
10ἐντεῦθεν δὲ καὶ νεῦρα ἄρχεται ἐκφύεσθαι αὐτοῦ, ὅθεν καὶ εἰς πᾶν τὸ σῶμα ἀναδιδόασιν τὰς ψυχικὰς ἐνεργείας. νεύρων δὲ εἴδη δύο, τὸ μὲν τῶν συνδετικῶν, τῶν συνεχόντων τὰ ὀστᾶ πρὸς ἄλληλα. τὸ δὲ τῶν αἰσθητικῶν καὶ κινητικῶν, ἃ τὴν αἴσθησιν ἐμποιεῖ τῷ σώματι καὶ τὴν προαιρετικὴν
15κίνησιν εἰς πᾶν διαπέμπει, ἐξ ὧν καὶ τῶν μυῶν ἡ γένεσις. τῶν δὲ ὀφθαλμῶν οἱ πόροι ἐκπεφύκασι καὶ αὐτοὶ ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου, δι’ ὧν τὸ ὁρατικὸν πνεῦμα εἰς τοὺς
ὀφθαλμοὺς διαδίδοται. ἐντεῦθεν δὲ καὶ εἰς τοὺς μυκτῆρας710

14

.

711

ἀποφύσεις ἤρτηνται, δι’ ὧν τε ὀσφραινόμεθα καὶ δι’ ὧν ἐκκαθαίρεται ὁ ἐγκέφαλος. εἰς δὲ τὰ ὦτα ἀποφύσεις μὲν οὔκ εἰσι. τέτρηται δὲ αὕτη ἡ μῆνιγξ ἐκ τῶν ὄπισθεν καὶ σκωληκοειδῆ ἀπόφυσιν ποιεῖται, δι’ ἧς καὶ αὐτὰ ἀποκαθαί‐
5ρεται καὶ ἐν ἀρχῇ ταύτης τὸ λεγόμενον κωνοειδές. ἐν‐ τεῦθεν δὲ καὶ ὁ ῥαχίτης μυελὸς ἄρχεται. κοιλίας δὲ ἔχει ὁ ἐγκέφαλος δύο· κατ’ ἐνίους δὲ μίαν, ἔνθα τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἵδρυται. περιέχεται δὲ καὶ τὰ τοῦ κρανίου ὀστᾶ, ἄνωθεν ὑπὸ τῷ δέρματι, τῷ περικρανίῳ λεγομένῳ ὑμένι,
10ἐκπεφυκότι μὲν διὰ τῶν ῥαφῶν, ἐκ τῶν μηνίγγων· ἀρχὴ δὲ οὗτος γίνεται τοῦ τε ὑπεζωκότος τὰς πλευρὰς ὑμένος καὶ τοῦ διαφράγματος καὶ τοῦ περιτοναίου καὶ παντὸς ὑμένος νευρώδους. ὁ δὲ ὀφθαλμὸς συνέστηκεν μὲν καθ’ Ἱπποκράτην ἐκ χιτώνων δύο, οὓς μήνιγγας ὁ Ἱπποκράτης καλεῖ, ἐπειδὴ
15ἐκ τῶν μηνίγγων ἐκπεφύκασιν. κατὰ δὲ τοὺς νεωτέρους ἐκ τριῶν, κατ’ ἐνίους δὲ ἐκ τεσσάρων. πρῶτος μὲν οὖν ἔξωθέν ἐστιν ὁ κερατοειδὴς, λευκὸς μὲν κατὰ τὰ ἄλλα, κατὰ δὲ
τὴν ἴριν λεπτυνόμενος διαφαίνει τὸ ὑποκείμενον χρῶμα, καθ’711

14

.

712

ὃ μέλας, ἢ γλαυκότερος, ἢ χαροπὸς φαίνεται· δεύτερος δέ ἐστιν ὁ ῥαγοειδὴς ῥαγὶ σταφυλῆς ἐοικὼς τὰ ἔνδοθεν, τετρη‐ μένος κατὰ τὴν κόρην. τρίτος δὲ ὁ ἀμφιβληστροειδὴς, ἐγκολ‐ πούμενος ὥσπερ καὶ δεχόμενος ἐπ’ ἄκρῳ τὸν ὑπό τινων εἰσ‐
5αγόμενον τέταρτον χιτῶνα, ὃν καὶ ἄδηλον προσαγορεύου‐ σιν. ἔστι μὲν γὰρ ὑμὴν σμικρότατός τε καὶ ἰσχνότατος. ἀλλ’ ὁ μὲν πρῶτος καὶ ὁ δεύτερος στερεοὶ ὑμένες καὶ χιτῶνες παχεῖς εἰσιν. ὁ δὲ τρίτος καὶ τέταρτος ἰσχνότατοι. διὸ καὶ Ἱπποκράτης τοὺς πρώτους μόνους οἶδε, λέγων. ὁ δὲ ὀφθαλ‐
10μὸς μήνιγγας ἔχει δύο ὑγρὰ δὲ περιέχουσιν οἱ ὑμένες οὗτοι τρισσὰ, τότε ὑδατοειδὲς καὶ τὸ ὑαλοειδὲς καὶ τὸ κρυσταλ‐ λοειδές· βλεφάρων δὲ τὰ μὲν ἔσωθεν σαρκώδη, τὰ δὲ με‐ ταξὺ χονδρώδη. ἔξωθεν δὲ δέρματι σκέπεται. διὰ δὲ τὸ σκληρὸν τοῦ μεταξὺ χόνδρου πιμελὴ ὑπέστρωται αὐτῷ οἷον
15μάλαγμα, ἥτις ἐπὶ τὸ πολὺ πλεονάζουσα τὰς ὑδατίδας ποιεῖ. ἡ δὲ γλῶσσα σαρκώδεις μὲν τὰ πλεῖστα· διττὸν δὲ νεύρων εἶδος ἐμπέφυκεν εἰς αὐτὴν ἐκ τῆς τοῦ ἐγκεφάλου βάσεως,
τὸ μὲν τῶν καλουμένων μαλακῶν νεύρων, δι’ ὧν τὴν αἴσθη‐712

14

.

713

σιν τὴν γευστικὴν ἐπὶ τὴν ἀρχὴν ἀναδίδωσι. τὸ δὲ τῶν σκληρῶν, δι’ ὧν καὶ ἡ κίνησις, ἡ προαιρετικὴ ἐπ’ αὐτὴν ἀναφέρεται. πρὸς δὲ τῇ ῥίζῃ αὐτῆς ἐμπέφυκεν ἡ ἐπιγλωττὶς, ἥτις ἐν τῷ καταπίνειν ἀνατρέχουσα ἐπιπωματίζει τὸν βρόγ‐
5χον, ἵνα μή τι τῶν στερεῶν, ἢ ὑγρῶν ἐμπέσῃ εἰς αὐτόν. τῆς δὲ αὐτῆς αἰτίας ἕνεκα καὶ αἱ ἀντιάδες γεγόνασι, τέσσα‐ ρες οὖσαι τὸν ἀριθμὸν, δύο μὲν προφανεῖς πρὸς τῇ ῥίζῃ τῆς γλώττης ἑκατέρωθεν, δύο δὲ ἐχόμεναι τούτων ἐνδότε‐ ραι. λέγονται δὲ αὗται καὶ παρίσθμια, διὰ τὸ ἐοικέναι τὸ
10χωρίον ἰσθμῷ εἰς ὃ παράκεινται, μάλιστα δὲ ὅταν φλεγμαί‐ νωσιν. διότι στενοῦσιν ἄγαν τὴν δίοδον ταύτην. ἐπεὶ δὲ δύο ὕλαις διοικεῖται τὸ ζῶον, τροφῇ καὶ πνεύματι, πνεύ‐ ματος μὲν ὁδοί τε καὶ καταδοχαὶ τάδε, ῥῖνες, στόμα, βρόγ‐ χος, τραχεῖα ἀρτηρία, πνεύμων. ῥὶς μὲν καὶ στόμα πρὸς τὸ
15ἀναπνεῖν, ὁ δὲ γαργαρεὼν, ἵνα μὴ ἀθρόως εἰς τὸν βρόγχον προσεμπίπτῃ ψυχρὸς ἀήρ. ἀρτηρία δὲ τραχεῖα, πάροδός ἐστιν αὐτῷ εἰς τὸν πνεύμονα ἐν τῷ στήθει κείμενον, δι’ οὗ
καὶ ἡ πᾶσα ἀναπνοὴ γίνεται, διαστελλομένου μὲν, ἵνα δέ‐713

14

.

714

ξηται συστελλομένου δὲ, ἵνα ἐκπέμψη. διὸ καὶ ἔοικε τῇ μὲν ἐνεργείᾳ ταῖς χαλκευτικαῖς φύσαις, τῷ δὲ σχήματι βοὸς ὁπλῇ ἐν πνεύμονι δὲ κατεργασθέντος τοῦ πνεύματος, τὸ μὲν ἀναγκαιότατον εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας
5φέρεται, τὸ δὲ ἄχρηστον ἐκπνεῖται δι’ ὧν περ εἰσεπνεύσθη. τροφῆς δὲ ἀγγεῖα, τὰ πρὸς ὑποδοχὴν καὶ ὄργανα πρὸς κα‐ τεργασίαν τάδε· στόμα μὲν καὶ ὀδόντες, στόμαχος, κοιλία, νῆστις καὶ λεπτὰ ἔντερα. στόμα μὲν καὶ ὀδόντες πρὸς λέαν‐ σιν. στόμαχος δὲ πρὸς ὄρεξιν καὶ κατάποσιν. παρατέταται
10δὲ τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ διατείνει μέχρι διαφράγματος. κοινὴ δὲ πρὸς πέψιν ἡ γαστήρ. ἄρχεται δὲ ὡς ἀπὸ μέσου τοῦ χόνδρου, ἔνθα στόμα κοιλίας λέγεται, ὑπιοῦσα δὲ τὸ ἧπαρ, τῷ κύτει σιγματοειδὴς οὖσα, ἐπὶ τὰ ἀριστερὰ νεύει, τῷ ἑτέρῳ ἄκρῳ, ἔνθα καὶ ὁ πυλωρός ἐστιν, ἵνα μὴ ἀθρόως
15διεκπίπτῃ αὐτῆς ἡ τροφή. νῆστις δὲ καὶ λεπτὸν ἔντερον πρὸς ἀνάδοσιν· πολλοὺς δὲ ἑλιγμοὺς ἡ νῆστις ἔχει καὶ συν‐
έχεται τῷ μεσαραίῳ, ἢ μεσεντερίῳ, ὃ ἐξυφαίνουσιν αἱ εἰς714

14

.

715

αὐτὸν καθήκουσαι φλέβες, δι’ ὧν ἡ πλείστη ἀνάδοσις γίνε‐ ται ἐπὶ πύλας ἥπατος. συνάπτεται δὲ αὐτῇ τὸ λεπτὸν ἔντε‐ ρον, ὡς μέρος αὐτῆς δοκεῖν εἶναι· ἔοικε γὰρ νήστει ἡπλω‐ μένῃ. ἑξῆς δὲ τὸ τυφλὸν ἔντερον, πρὸς ὑποδοχὴν τῆς τρο‐
5φῆς. ἐπὶ δὲ τούτῳ τὸ κῶλον πρὸς ὑποδοχὴν τῶν διακεκρι‐ μένων περιττωμάτων ἐκ τῆς ἀναδόσεως, διαβαῖνον δὲ ἐπὶ τὰ δεξιὰ ὑπὲρ ὀμφαλὸν ἐντὸς τοῦ ἥπατος καὶ τοῦ σπληνὸς εἰς τὰ κάτω πάλιν φέρεται διαζῶσαν τὸ ἐπιγά‐ στριον ὅλον καὶ τελευτᾷ κατὰ τὸ ἀπευθυσμένον. δύο τοίνυν
10πόροι ἀρχόμενοι ἀπὸ τῆς τοῦ στόματος εὐρυχωρίας, ὁ μὲν κατὰ τὸ ἔμπροσθεν τοῦ τραχήλου τέτακται καὶ καλεῖται βρόγχος, ἢ τραχεῖα ἀρτηρία. ὅθεν δὲ ἄρχεται, καθ’ ἃ ἀνε‐ στόμωται φάρυγξ λέγεται, ἢ λάρυγξ. συνέστηκε δὲ ὁ πᾶς πόρος, ἐκ χόνδρων οἷον κρικοειδῶν, ἢ κυκλοτερῶν, ἵνα
15ἀσύμπτωτος μένῃ πρὸς τὸ ἀδιαλείπτως εἰσπνεῖν τὸ ζῶον, διὸ καὶ ἀεὶ ἀναπέπταται αὐτοῦ τὸ στόμα. τροφῆς μὲν γὰρ ἀποσχέσθαι ἐπὶ πλεῖστόν ἐστιν ὑπομένειν, μὴ εἰσπνεῖσθαι
δὲ, οὐδὲ τὸ ἀκαριαῖον· διὰ τοῦτο δὲ καὶ καθαρὰν τῷ715

14

.

716

πνεύματι τὴν δίοδον ταύτην παρέχει, ὅπως μηδέποτε ἐμ‐ ποδίζῃ τὴν ὁδὸν τῷ πνεύματι. ἀμέλει εἴπου ἐν τῷ τρέφε‐ σθαι λαθὸν παρεμπέσοι τι εἰς αὐτὸν, εὐθὺς βὴξ καὶ πνι‐ γμὸς ἐπακολουθεῖ, ἄχρις οὗ ἐξωθούμενον ὑπὸ τοῦ πνεύματος
5ἀνενεχθῇ. διαπέμπει δὲ τὸ πνεῦμα ἡ τραχεῖα ἀρτηρία εἰς τὸν πνεύμονα καὶ περαιοῦται εἰς τὰς ἐν αὐτῷ τραχείας ἀρτηρίας, αἳ καὶ αὐταὶ καὶ βρόγχια καλοῦνται. ὁ δὲ στόμαχος ἐνδοτέρω τοῦ βρόγχου ὢν, πρὸς τοῖς σπονδύλοις τοῦ τραχήλου, συμπα‐ ρεκτείνεται μὲν τῇ τραχείᾳ ἀρτηρίᾳ ἐπὶ πολὺ, ἀλλ’ ὁ μὲν
10βρόγχος προσκείμενος, ἐν τῷ καταπίνεσθαι τὴν τροφὴν προσ‐ ανατρέχων, ἐπιπωματίζεται ἀκριβῶς τῇ ἐπιγλωττίδι, ἥτις πέφυκεν ἐκ τῆς ῥίζης τῆς γλώττης. ἡ δὲ ἐπιγλωττὶς οὐ μό‐ νον τὸ στόμα ἐπιπωματίζει, ἀλλὰ καὶ τὴν τροφὴν τὴν ὑπὸ τῆς γλώττης, οἷον ὑπὸ πτύου ἀναλιχμωμένην διαπορθμεύει,
15ὥσπερ γέφυρα, ἐπὶ τὸν στόμαχον ὑπὲρ τὸ στόμα τοῦ βρόγ‐ χου ὑπερθεῖσα αὐτήν. ὁ δὲ στόμαχος φυσικὴν ἐνέρ‐
γειαν ἔχων τὴν ὀρεκτικὴν δύναμιν διαστέλλεται μὲν ὑπὸ716

14

.

717

τῆς ὀρέξεως καὶ καταπίνει τὰ εἰσφερόμενα. ἡ δὲ τῷ ὑποκει‐ μένῳ στελλομένη, οἷον ἐκθλίβει καὶ ἀπωθεῖται αὐτὰ ἐπὶ τὰ ὑποκείμενα μέρη ἐκβαλὼν διὰ τοῦ διαφράγματος, συμφυεῖ τῷ στόματι τῆς κοιλίας, δι’ οὗ στενοῦ πόρου ὄντος εἰς
5τὴν γαστέρα τροφὴ παρέρχεται γαστρὸς δὲ, ἡ μὲν φυσικὴ ἐνέργεια πέττει τὴν προσενεχθεῖσαν αὐτῇ τροφήν. πεφθεῖσα δὲ αὐτὴ, πρῶτον μὲν ἔοικεν χυλῷ πτισσάνης. διά τε τοῦ λεγομένου πυλωροῦ ὄντος ἔτι στενωτέρου, διηθεῖται εἰς τὴν νῆστιν ἡ τροφὴ, ἥτις λεπτὸν ἔντερον οὖσα, διὰ τοῦτο ὑπὸ
10τῆς φύσεως εἰς ἕλικας πλείστας συνετέθη, ὅπως μὴ ῥᾳδίως διακόπτηται, ἢ διασπᾶται. συνέχονται δὲ αἱ ἕλικες αὐτῆς καὶ ὑποβαστίζονται τῷ λεγομένῳ μεσαραίῳ, ἢ μεσεντερίῳ· οὐ μόνον δὲ τὴν χρείαν ταύτην παρέχει τὸ μεσάραιον, ἀλλὰ καὶ τὰς ὑπὸ τοῦ ἥπατος ἐκπεφυκυίας δύο φλέβας,
15ἔπειτα εἰς πολλὰς ἀποσχίδας διαιρουμένας, αἳ ἐμβάλλουσιν εἰς τὸ μεσάραιον, ὅπως καὶ αὗται μὴ διαῤῥήσσωνται. ἰσχναὶ
οὖσαι. ἀλλ’ ἀνέχονται ὑπὸ τοῦ ἐνυφασμένου αὐτῷ ὑπερεί‐717

14

.

718

σματι, συγχρώμεναι τούτῳ καὶ οἷον διαβάθρα κουφιζόμεναι περαιοῦνται καὶ οὕτως ἐπὶ πάσας τὰς ἕλικας τῆς νήστεως ἐοικυίας βδέλλαις, ἀνεστομωμέναι εἰς τὴν νῆστιν, πᾶσαν δέχονται τὴν ἐν αὐτῷ κεχυλωμένην τροφήν. ἅμα δὲ τῷ δέ‐
5ξασθαι εὐθὺς ἐξαιματοῦσιν αὐτὴν χυλὸν ὄντα τὸ πρόσθεν, μέχρις ὅτε ἐν τῇ νήστει ἐστί. οὐδὲ γὰρ ἑτέρωθεν αἵματος ἀγγεῖον, οὔτε φλέγματος, ἢ ἄλλου τινὸς εἶναι περιεκτικὸν, ὁ τῆς φύσεως νόμος διαγορεύει. πάλιν οὖν διὰ τοῦ μεσα‐ ραίου αἱ φλέβες αὗται ἐδέξαντο, δύο γενόμεναι ἐκ πολλῶν
10ἐμβάλλουσιν εἰς τὸ ἧπαρ κατὰ τὰς λεγομένας αὐτοῦ πύλας. ἐν δὲ τῷ ἥπατι ἐξαιματουμένης τῆς τροφῆς, ὁμοῦ διακρί‐ νεται ἕκαστον τῶν περιττωμάτων. καὶ ἡ μὲν ξανθὴ χολὴ ἐπὶ κύστιν τὴν ἐν τῷ ἥπατι φέρεται. ἡ δὲ μέλαινα ἐπὶ σπλῆνα. ἀπὸ δὲ ἥπατος ἐξαιματωθεῖσα ἡ τροφὴ εἰς τὴν
15δεξιὰν ἀναδίδοται τῆς καρδίας κοιλίαν. ἀπὸ δὲ τῆς καρδίας, διὰ μὲν τῶν σφαγιτίδων, ἐπὶ τὰ ἄνω τὸ αἷμα ἀναδίδοται. διὰ δὲ τῆς κοίλης φλεβὸς, ἐπὶ πάντα τοῦ σώματος τὰ μέρη.
ἀπὸ γοῦν τῆς κοίλης φλεβὸς διακρινομένου τοῦ ἐῤῥώδους718

14

.

719

ἀπὸ τοῦ αἵματος, ἀποσχίδες ἐπὶ νεφροὺς φέρουσιν, οἳ κεῖν‐ ται κατὰ τὴν ὀσφὺν ὑπὸ τὰς ψόας, δι’ ὧν διηθεῖται τὸ οὖρον. ἐπὶ τὴν κύστιν δὲ παραγίνεται, διὰ τῶν λεγομένων οὐρητήρων. ἡ δὲ κύστις δέχεται μὲν κατὰ τοῦ σώματος αὐ‐
5τῆς τὸ οὖρον. ἐκκρίνει δὲ διὰ τοῦ καυλοῦ εἰς τὰ ἐκτός. δί‐ δυμοι δὲ τὴν μὲν σύστασιν ἀδενώδεις, δοχεῖα δέ εἰσιν καὶ ἐργαστήρια τοῦ γόνου, ὃς φέρεται ἐπ’ αὐτοὺς διὰ τῶν κρε‐ μαστήρων. καθήκουσι δὲ εἰς αὐτοὺς καὶ ἕτερα ἀγγεῖα τὰ τρέφοντα αὐτούς. περιέχεται δὲ ὑπὸ δύο χιτώνων, τοῦ τε
10ἐρυθροειδοῦς καὶ τοῦ δαρτοῦ λεγομένου. ἐπὶ δὲ τούτοις ἡ ὀσχή. ταῖς δὲ γυναιξὶν ἡ ὑστέρα ἔοικεν ὀσχῇ ἀνεστραμμένῃ. ἀνεστόμωνται εἰς τὸ ἔνδον αὐτῆς φλέβες, ὡς ὅτι πλεῖσται, δι’ ὧν τὸ αἷμα ἀποκαθαίρεται, ὃ ἐν ταῖς συλλήψεσιν ἐπέ‐ χεται καὶ χωρεῖ εἰς τροφὴν καὶ διάπλασιν τοῦ ἐμβρύου· ἀπὸ
15γὰρ τῶν φλεβῶν τῶν πλεκουσῶν τὸ χορίον γενόμεναι δύο φλέβες καὶ ἀπὸ τῶν κατ’ αὐτὸ ἀρτηριῶν δύο ἀρτηρίαι καὶ ἀπὸ τῶν νεύρων νεῦρον ἓν συνελθόντα ἀποτελεῖ τὸν οὐρα‐ χὸν, ὃς ἐμβάλλει εἰς τοῦ ἐμβρύου τὸν ὀμφαλὸν, ἐξ οὗ καὶ
ἐκφύεται καὶ ἀποκρεμᾶται. ἀπὸ δὲ ὀμφαλοῦ αἱ μὲν φλέβες719

14

.

720

ἐπὶ ἥπατος πύλας τὸ αἷμα διδόασιν ἐπὶ τῶν ἐμβρύων. αἱ δὲ ἀρτηρίαι κατὰ τὴν κύστιν εἰς τὴν παχεῖαν ἀρτηρίαν ἐμβάλ‐ λουσι. τὸ δὲ νεῦρον τοῦτο εἰς τὴν ῥάχιν. Κεφ. ιβʹ. [Περὶ ὀστεολογίας.] Τῶν δὲ
5ὀστῶν διττὴ ἡ σύνθεσις, ἡ μὲν πρὸς τὸ κινεῖσθαι καὶ κα‐ λεῖται ἄρθρον, ἡ δὲ πρὸς τὸ ἀκίνητον καὶ καλεῖται συνάρ‐ θρωσις. εἴδη δὲ ταύτης τρία, ῥαφὴ, σύμφυσις, γόμφωσις, κατὰ ῥαφὴν μὲν οὖν σύγκεινται τὰ ἐκ τῆς κεφαλῆς ὀστᾶ. ῥαφαὶ δὲ εὑρίσκονται ἐπὶ τῶν πλείστων πέντε. στεφανιαία
10ἡ διὰ τοῦ βρέγματος. ὀβολιαία ἡ διὰ τῆς κορυφῆς. λαμ‐ βδοειδὴς, ἡ διὰ ἰνίου, κροτάφιαι δύο καθ’ ἑκάτερον κρότα‐ φον μία. ὀστᾶ δὲ κρανίου ἑπτά· ἰνίου ἕν· κορυφῆς δύο· κροτά‐ φων δύο· μετώπου ἕν· πολυμόρφου ἕν· ἐκφύσεις δὲ ἔχει ὁ ἐγκέφα‐ λος δύο, ἑκατέρωθεν τῆς παρεγκεφαλίδος, αἳ καλοῦνται κορῶναι.
15ἐναρμόζονται δὲ εἰς τὰς τοῦ πρώτου σπονδύλου κοιλότητας, ἐν ᾧ καθάπερ ἐπὶ κνώδακος τῆς τοῦ δευτέρου σπονδύλου ἀποφύσεως, ἡ κεφαλὴ εἴς τε τὰ πλάγια ἐπιστρέφεται, ἀνα‐
νεύει τε καὶ ἐπινεύει. μετὰ δὲ ταῦτα, αἱ ὀστοειδεῖς ἀπο‐720

14

.

721

φύσεις καλούμεναι δύο μικρὸν διεστῶσαι, δι’ ὧν τένοντες καὶ νεῦρα καταφέρονται· εἶτα ἄλλα δύο ἐπάνω τῶν ἀκου‐ στικῶν πόρων, τὰ ζυγοειδῆ καλούμενα ὀστᾶ· ὑπὸ δὲ ταῦτα λιθοειδῆ ὀστᾶ δύο καὶ ταῦτα. ἔμπροσθεν δὲ αἱ βελονοει‐
5δεῖς ἐκφύσεις. ἐγένοντο δὲ εἰς διάστασιν τοῦ φαρυγγέτρου. καὶ λέγεται ὑοειδὲς ὀστοῦν, καθ’ ὃ χόνδρῳ συνδεῖται αὐτῶν τὰ ἄκρα. ἐπάνω δὲ τούτων τὰ ἀνώνυμα, ὧν κατὰ τὸ ἔμ‐ προσθεν μέρος κεῖται τὸ πολύμορφον. κατὰ δὲ σύμφυσιν τὰ τῆς ἄνω γνάθου ὀστᾶ σύγκειται. συμφύσεις δὲ ἔχει τὸ
10πρόσωπον ἐννέα, μίαν μὲν κατ’ εὐρυχωρίαν ἑκα‐ τέραν τῶν ὀφθαλμῶν τεταγμένην· δύο δὲ ἐκ πλαγίων τῆς ῥινός. καὶ ἄλλην μέσην τὴν ῥῖνα ἐπ’ εὐθείας τέμνουσαν. δύο δὲ κατὰ μῆλα καὶ δύο κατὰ τῆς ὑπερώας πλαγίας. μίαν δὲ ἐπ’ εὐθείας διαιροῦσαν καὶ τέμνουσαν τὴν ὑπερώαν. κοιναὶ
15δὲ προσώπου καὶ κεφαλῆς αἱ ἐπὶ τῶν ζυγωμάτων. ὀστᾶ δὲ προσώπου δώδεκα, ῥινὸς δύο. ὀφθαλμῶν δύο. μήλων δύο, ὑπερώας τέσσαρα. τὰ τῶν φατνίων δύο, τὰ τοῖς πτερυγίοις
ὅμοια. ἡ δὲ κάτω γνάθος κατ’ ἐνίους μὲν δύο ἐστὶν ὀστᾶ721

14

.

722

συμπεφυκότα κατὰ τὸ γένειον· κατ’ ἐνίους δὲ ἕν. κατὰ γόμ‐ φωσιν δὲ σύγκεινται οἱ ὀδόντες, ἐγγεγόμφωνται γὰρ τοῖς φατνίοις. εἰσὶ δὲ τὸν ἀριθμὸν λβʹ. ἔν τε τῇ ἄνω καὶ κάτω γνάθῳ. τομεῖς ὀκτώ. κυνόδοντες τέσσαρες, μυλίται εἴκοσι.
5τῶν δὲ ἄλλων ὀστῶν αἱ μὲν κλεῖδες πρὸς μὲν τὸ ἀκρώμιον συμφυεῖς δέδενται, πρὸς δὲ τὸ στέρνον μίγμα ἄρθρου καὶ συμφύσεως δοκοῦσιν ποιεῖσθαι. ἐοίκασι δὲ τῷ σχήματι τῷ ῥωμαϊκῷ σίγμα S, καὶ αὐτῷ ἡπλωμένῳ. ἑξῆς δὲ πλευραί. δώδεκα γὰρ αἱ πᾶσαι καθ’ ἑκάτερον πλευρόν. ἑπτὰ δὲ αὐ‐
10τῶν πρός τε τοὺς τῆς ῥάχεως σπονδύλους καὶ πρὸς τὸ στέρ‐ νον συνάπτουσιν ἑκατέρωθεν. αἱ δὲ λοιπαὶ πέντε τῇ μὲν ῥάχει συμβάλλουσιν ἐκ τῶν ὄπισθεν, κατὰ δὲ τὰ ἔμπροσθεν εἰς ἀλλήλας ἀνανεύουσαι, χόνδρῳ συνδέονται. οἱ δὲ σπόν‐ δυλοι εἰκοσιτέσσαρες μὲν οἱ πάντες. διαιροῦνται δὲ τραχή‐
15λου μὲν ἑπτά· νώτου δώδεκα· ὀσφύος δὲ πέντε. ἐπὶ πᾶσι δὲ τὸ ἱερὸν ὀστοῦν, δοκοῦν ἐκ σπονδύλων συγκεῖσθαι συμπε‐ φυκότων ἀλλήλοις. τὸ δὲ στέρνον ὁμοίως καὶ αὐτὸ δοκεῖ ἐκ
τῶν ἑπτὰ ὀστῶν συγκεῖσθαι, συμπεφυκότων ἀλλήλοις ἐν τῷ722

14

.

723

ξιφοειδεῖ σχήματι. βραχίων δὲ ἑκάτερος κατὰ ἄρθρον διήρ‐ μοσται τῷ τοῦ ὤμου. ἐμβάλλει δὲ τῇ ἑαυτοῦ κεφαλῇ πλαγίως εἰς τὴν κοιλότητα τῆς ὠμοπλάτης. ἐπίκεινται δὲ αἱ ὠμοπλάται μυσὶν τοῖς ὑπεστρωμένοις ταῖς πλευραῖς ἐκ
5τῶν ὄπισθεν. πῆχυς δὲ καὶ κερκὶς παράκεινται μὲν ἀλλή‐ λοις κατὰ σύμφυσιν, συμβάλλουσιν δὲ καὶ τοῦ βραχίονος τῇ ἑτέρᾳ κεφαλῇ κατ’ ἄρθρον. τρισὶ μὲν γὰρ ἑαυτοῦ κον‐ δύλοις εἰς τὴν σιγματοειδῆ τοῦ πήχεος ἀναγλυφὴν ἐναρμό‐ ζεται ὁ βραχίων. τῷ δὲ τετάρτῳ κονδύλῳ ὡς περὶ κνώδακα
10ἡ κερκὶς περιστρέφεται. καρποῦ δὲ τὰ ὀστᾶ τρία μὲν ὄντα πρὸς μὲν ἄλληλα συμφύσει δέδενται· πρὸς δὲ πῆχυν καὶ κερκίδα κατ’ ἄρθρον διήρμοσται. τὰ δὲ τοῦ μετακαρπίου πέντε ἐστίν· ἄρθρον δὲ καὶ αὐτὰ ποιεῖ πρὸς τὰ τοῦ καρ‐ ποῦ, πρὸς ταῦτα γὰρ συμπέφυκε. τὰ δὲ τοῦ καρποῦ πρὸς
15μὲν αὐτὰ καὶ πρὸς τὰ τοῦ μετακαρπίου συμφύσει συνέχε‐ ται, πρὸς δὲ τὰς πρώτας τῶν δακτύλων σκυταλίδας κατ’ ἄρθρον συμβάλλονται. δακτύλων δὲ σκυταλίδες μὲν καθ’
ἕκαστον τρεῖς, κατ’ ἄρθρον δὲ ἡ σύνθεσις αὐτῶν. μηροῦ δὲ723

14

.

724

ἓν μὲν ὀστοῦν. συμβάλλει δὲ ἐπικεκαμμένῃ μετρίως τῇ κε‐ φαλῇ αὐτοῦ εἰς βαθεῖαν κοτύλην τοῦ ἰσχίου καὶ νεύρῳ ἀπήρτηται ἐκφυομένῳ ἐκ μέσης τῆς κοτύλης καὶ ἐμφυο‐ μένῳ εἰς μέσην τὴν κεφαλὴν τοῦ μηροῦ. τὰ δὲ ἰσχία δύο
5ὄντα ὀστᾶ, ἐκ μὲν τῶν ὄπισθεν κατὰ σύμφυσιν παράκειν‐ ται τῷ ἱερῷ ὀστῷ· ἐκ δὲ τῶν ἔμπροσθεν ἀλλήλοις, ἔνθα καὶ ἥβης ὀστᾶ καλεῖται. κνήμης δὲ ἑκατέρας, δύο μὲν τὰ ὀστᾶ, τότε τῆς κνήμης καὶ τὸ τῆς περόνης. οὐκ ἐξικνεῖται δὲ ἡ περόνη πρὸς τὸ κατὰ γόνυ ἄρθρον, ἀλλὰ μόνον τὸ τῆς
10κνήμης ἄκρον, τέσσαρας ἔχον ἐν αὐτῷ ἐπιπολαίους τύπους, εἰς οὓς ὑποδέχεται τοὺς τοῦ μηροῦ κονδύλους δύο ὄντας. ἐπίκειται δὲ αὐτοῖς ἡ ἐπιγονατὶς, ἐκ τῶν ἔμπροσθεν ὀστά‐ ριον στρογγύλον, ὑπόπλατυ οἷον ἀσπιδίσκιον συνέχον αὐτῶν τὴν συμβολὴν, διὰ τὸ ἐπιπολαίως συνηρθρῶσθαι. τῆς δὲ
15περόνης τὸ μὲν ἄνω ἄκρον συμπέφυκε κατὰ τοῦ ἀντικνημίου ὑπὸ τὴν ἐπίφυσιν, κατὰ δὲ τὰ σφυρὰ ἐπὶ πέρατα τοῦ ἀν‐ τικνημίου καὶ τῆς περόνης, πρὸς μὲν ἄλληλα συνδεῖται νευ‐ ροχονδρώδει δεσμῷ. ἐπιβέβηκε δὲ τῷ ἀστραγάλῳ, ἐντὸς
αὐτοῦ συνέχον τὰ ὀστᾶ. ὁ δὲ ἀστράγαλος κατὰ μῆκος τοῦ724

14

.

725

ποδὸς κείμενος τῇ μὲν περόνῃ ἐπιβέβηκε καὶ συνήρμοσται ἀκινήτως. τοῖς δὲ τῆς κνήμης ὀστοῖς καὶ τῷ σκαφοειδεῖ κα‐ τὰ τὰ ἐμπρόσθια αὐτοῦ μέρη συμβάλλει κατὰ ἄρθρον. τὸ δὲ σκαφοειδὲς καθὰ μὲν συμβάλλει τῷ ἀστραγάλῳ κεκοίλω‐
5ται, ὡς σκαφοειδὲς δοκεῖν εἶναι. ἐκ δὲ τοῦ ἀντικειμένου κυρτὸν ὂν ἔχει τρίβους τρεῖς, αἷς δέχεται τὰ χαλκοειδῆ ὀστᾶ τρία ὄντα· τὸ δὲ κυβοειδὲς ἔξωθεν μὲν τὴν θέσιν ἔχει· συνήρθρωται δὲ πρὸς τὸ σκαφοειδὲς καὶ τὴν πτέρναν. ἔχει δὲ καὶ ἔκφυσιν ἐκ τῶν κάτω εἰς τὸ ἔμπροσθεν, ὑφ’ ἣν
10ὑπελήλυθε τοῦ ταρσοῦ τὸ ὀστοῦν, πρὸς τὸ ἀνέχειν αὐτό. εἶτα τὸ καλούμενον πεδίον ἐκ πέντε καὶ αὐτὸ συγκείμενον ὀστῶν· εἶτα ἐφεξῆς εἰσιν οἱ πέντε δάκτυλοι τοῦ ποδὸς, ἐκ τριῶν ἅπαντες φαλάγγων, ὁμοίως τοῖς κατὰ τὰς χεῖρας συγ‐ κείμενοι πλὴν τοῦ μεγάλου, μόνος γὰρ αὐτὸς ἐκ δύο ἐγένετο.
15συνάγουσι δὲ τὰς μὲν τούτων διαρθρώσεις ὑμενώδεις τινὲς σύνδεσμοι, τὰς δὲ κατὰ τὸν ἀστράγαλόν τε καὶ τὴν πτέρναν ἰσχυροί τε πάνυ καί τινες ἐξ αὐτῶν στρογγύλοι τε ἅμα καὶ νευροχονδρώδεις.
Κεφ. ιγʹ. [Περὶ χυμῶν τε καὶ δυνάμεων καὶ725

14

.

726

νόσων καὶ διαφορῶν αὐτῶν καὶ αἰτιῶν καὶ θεραπειῶν.] Οἱ δὲ ἐν τῷ σώματι χυμοὶ ἐκ πρώτης γενέσεως τέσσαρες ὄντες συμμιγεῖς μέν εἰσιν ἀλλήλοις καὶ ἀνακεκραμένοι τῷ σώματι. πλεονάζει δὲ ἄλλος ἐν ἄλλῳ μᾶλλον τόπῳ, τὸ μὲν
5αἷμα ἐν καρδίᾳ, τὸ δὲ φλέγμα ἐν τῇ κεφαλῇ· ἡ ξανθὴ δὲ χολὴ ἐν ἥπατι· καὶ ἡ μέλαινα ἐν σπληνί. τοῦ δὲ ἐμφύτου πνεύματος διττὸν εἶδος. τὸ μὲν φυσικὸν, τὸ δὲ ψυχικόν. εἰσὶ δὲ οἳ καὶ τρίτον εἰσάγουσι, τὸ ἑκτικόν. ἑκτικὸν μὲν οὖν ἐστι πνεῦμα, τὸ συνέχον τοὺς λίθους. φυσικὸν δὲ τὸ τρέ‐
10φον τὰ ζῶα καὶ τὰ φυτά. ψυχικὸν δὲ τὸ ἐπὶ τῶν ἐμψύχων αἰσθητικά τε ποιοῦν τὰ ζῶα καὶ κινούμενα πᾶσαν κίνησιν. ἵδρυται δὲ ἐν τοῖς ζώοις· ἐκ γὰρ τῶν τριῶν συνέστηκε τὰ ζῶα. τὸ μὲν οὖν ψυχικὸν ἐν τῇ κεφαλῇ κατῴκισται. τὸ δὲ φυσικὸν ἐν καρδίᾳ. τὸ δὲ ἑκτικὸν ἐν παντὶ τῷ σώματι. φυ‐
15σικαὶ μὲν οὖν εἰσιν ἐνέργειαι, ἀπὸ πρώτης γενέσεως κύησις καὶ διάπλασις, ἐπὶ δὲ τῶν ἀποτεχθέντων ὄρεξις καὶ κατά‐ ποσις, ἡ ἐν τῷ στομάχῳ πέψις, ἀνάδοσις, ἐξαιμάτωσις, διά‐
κρισις, θρέψις, αὔξησις. διακρίνεται δὲ ἐν τῷ σώματι σκύ‐726

14

.

727

βαλον, φλέγμα, χολαὶ, οὖρον, ἱδρῶτες, μύξαι, σίαλον, γάλα. ψυχικαὶ δὲ δυνάμεις, αἴσθησίς τε καὶ προαίρεσις. αἰσθήσεις μὲν οὖν εἰσι πέντε, ἃς τὰ ζῶα παρέχει διὰ τῶν τοῦ σώμα‐ τος ὀργάνων, ὅρασις, ἀκοὴ, γεῦσις, ὄσφρησις καὶ ἁφή. προ‐
5αιρεῖται δὲ ἡ ψυχὴ, τὰ μὲν ἄνευ τοῦ σώματος λογιζομένη, ἢ ἐνθυμουμένη· μετὰ δὲ τοῦ σώματος προαιρεῖται, κινοῦσα αὐτὸ πρὸς ὑποδοχήν τινων, ἢ ἔκκρισιν, ἢ τὴν κατὰ τόπους κίνησιν· ἡ δὲ ἀναπνοὴ σύνθετός τις ἐνέργεια δοκεῖ εἶναι, πὴ μὲν κατὰ προαίρεσιν, πὴ δὲ ἀπροαιρέτως καὶ φυσικῶς
10γενομένη, ὡς ἐν τοῖς ὕπνοις. ὑγιαίνει τοίνυν ὁ ἄνθρωπος, τῶν μὲν πρώτων ἐξ ὧν συνέστηκε τῶν στοιχείων καὶ τῶν δευτέρων ἐξ ὧν διεπλάσθη τῶν τεσσάρων χυμῶν, ποσότη‐ τός τε συμμέτρως ἐχόντων πρὸς ἄλληλα καὶ ταῖς ποιότησιν εὐαρμόστως· τῶν δὲ στερεῶν σωμάτων, ἐξ ὧν σύγκειται,
15μήτε διαιρουμένων, μήτε καταπυκνουμένων, μήτε ἐξισταμένων ἐκ τῆς αὐτῶν χώρας. τῶν δὲ πνευμάτων μήτε ἐπιτεινομένων ἄγαν, ὡς ἐπὶ τῶν φρενιτικῶν, μήτε ἐκλυο‐
μένων, ὡς ἐπὶ τῶν ληθαργικῶν, ἢ ἐπὶ τῶν ἐν καρδιακῇ727

14

.

728

διαθέσει ὄντων· τούτοις γὰρ τὸ ἑκτικὸν πνεῦμα ἔοικεν ἐκλύεσθαι. ἐν ὑγείᾳ δὲ συντηρητέον τὸν ἄνθρωπον, τοῖς τε συνήθεσι γυμνασίοις χρώμενον καὶ τροφαῖς ταῖς κατὰ χώ‐ ραν ἐν ἑκάστῃ ὥρᾳ τετηρημέναις, τὸ πλῆθος αὐτῶν μόνον
5φυλαττόμενον, ἐξ οὗ ἀπεψίαι γίνονται, ἀφ’ ὧν αἱ νόσοι συνίστανται. προφυλακτέον δὲ τὰς νόσους μελλούσας γίνε‐ σθαι ἢ ἔσεσθαι. εἰ μὲν ἐκ πλήθους, ἀποσιτίαν παραλαμ‐ βάνειν, ἢ κάθαρσιν, ἢ φλεβοτομίαν· εἰ δὲ ἀπὸ καμάτου καὶ ἐνδείας, ἀναπαῦσαι καὶ ὑποθρέψαι σύμφορον. αἱ δὲ
10νόσοι γίνονται πᾶσαι καθ’ Ἱπποκράτην αἱ μὲν ἔξωθεν ἐκ τοῦ περιέχοντος, αἱ δὲ ἔσωθεν ἐκ τῶν διαιτημάτων, ἃ προσφερόμεθα, ὑφ’ ὧν ἢ πλεονάζει τις τῶν τεσσάρων χυ‐ μῶν, ἢ ἐλλείπει, ἢ κατὰ ποιότητα μεταβάλλει. ὑπὸ δὲ τού‐ των καὶ τὰ ἔμφυτα πνεύματα ἃ μὲν ἐπιτείνεται ἄγαν, ἃ
15δὲ χαλᾶται εἰς ὑπερβολήν. τὰ δὲ στερεὰ σώματα καὶ ἔνδο‐ θεν καὶ ἔξωθεν πολλὰς αἰτίας ἔχει τοῦ ὑπομένειν πλείονα πάθη. κατὰ δὲ Ἐρασίστρατον καὶ Ἀσκληπιάδην, ὡς ἐπίπαν
μίαν αἰτίαν ἐπὶ πάσης νόσου, καθ’ ὃν μὲν ἡ παρέμπτωσις728

14

.

729

εἰς τὰς ἀρτηρίας τοῦ αἵματος· καθ’ ὃν δὲ ἡ ἔκτα‐ σις τῶν ὄγκων ἐν τοῖς ἀραιώμασιν. σημεῖα δὲ πλήθους νο‐ σοποιοῦντος, κύρτωσις ἀγγείων καὶ ἔρευθος ἐπὶ τὸ πρόσω‐ πον καὶ ὄγκος ὅλου τοῦ σώματος καὶ τῶν σφυγμῶν τὸ μέ‐
5γεθος μετὰ εὐτονίας. ἐνδείας δὲ οὔσης σύμπτωσις τοῦ ὄγ‐ κου καὶ ἰσχνότης περὶ τὸ πρόσωπον καὶ μικροσφυξία μετ’ ἀτονίας. τὸν μὲν οὖν πυρετὸν οἱ παλαιοὶ πάθος, αὐτὸν καθ’ αὑτὸν ἡγοῦνται. Ἐρασίστρατος δὲ καὶ τῶν νεωτέρων τινὲς ἐπιγένημα. πυρετὸς δέ ἐστι τροπὴ ἐμφύτου θερμοῦ
10ἐπὶ τὸ καυσωδέστερον, διὰ τὸ ἔνδον ἀποστρέφεσθαι καὶ ἐμ‐ ποδίζεσθαι διαπνεῖν. σημειούμεθα δὲ τοὺς πυρέττοντας ἐκ τῆς θερμῆς τῆς ἐπιτεταμένης καὶ ἀπροΐτου οὔσης καὶ τῶν σφυγμῶν ἐν ἀρχῇ μὲν εἰσβολῆς ἀμυδρᾶς καὶ ἀνωμάλου κι‐ νήσεως μετὰ πυκνότητος, ἐν ἀκμῇ δὲ σφοδροτάτης μετὰ
15ἐπάρσεως καὶ τάχους ὑπερβάλλοντος. κατὰ δὲ τοὺς νεωτέ‐ ρους ἡ ἐκ βάθους ἀναφερομένη θερμασία πλείων τῆς κατὰ φύσιν, δακνώδης καὶ δριμεῖα καὶ ἐπίμονος, μετὰ τῆς τῶν σφυγμῶν πυκνότητός τε καὶ σκληρότητος οὖσα, τὸν πυρε‐
τὸν ἀφορίζει. εἴδη δὲ πυρετῶν κατὰ πάντας δύο, ὅ τε συν‐729

14

.

730

δεχὴς καὶ διαλείπων. συνεχὴς μὲν οὖν ἐστιν ὁ εἰς ἀπυρε‐ ξίαν, πρὶν τελέως λυθῆναι τὸ νόσημα, μὴ παυόμενος. πά‐ λιν δὲ τοῦ διαλείποντος εἴδη εἰσὶν ἓξ κατὰ τοὺς ἀρχαίους, ἀμφημερινὸς, τριταῖος, τεταρταῖος, πεμπταῖος, ἑβδομαῖος,
5ἐναταῖος. ἀμφημερινὸς μὲν οὖν ἐστιν ὁ καθ’ ἑκάστην ἢ νύκτα, ἢ ἡμέραν ἐπισημαίνων, ἢ ἀνϊέμενος. τριταῖος δὲ ὁ παρὰ μίαν. τεταρταῖος δὲ ὁ παρὰ δύο. πεμπταῖος δὲ ὁ παρὰ τρεῖς. ἑβδομαῖος ὁ παρὰ πέντε. ἐναταῖος ὁ παρὰ ἑπτά. ὁ ἡμιτριταῖος γὰρ ὅτε μὲν ἐν συνεχείᾳ ἐπιφαίνεται, ὅτε δὲ ἐν
10τοῖς διαλείπουσι τάττεται. τῶν δὲ ἄλλων νοσημάτων εἴδη δύο, εἴτε σὺν πυρετοῖς εἴη εἴτε ἄνευ πυρετοῦ. τὰ μὲν γάρ ἐστιν ὀξέα, τὰ δὲ χρόνια. ὀξέα μὲν οὖν ἐστι τάδε, φρενῖτις, καῦ‐ σος, συνάγχη, πλευρῖτις, περιπνευμονία, καρδιακὴ διάθεσις, ἴκτερος, χολέρα, εἰλεὸς, κωλικὴ διάθεσις, ἀποπληξία, τέτανος,
15ὀπισθότονος ἐμπροσθότονος. τὰ μὲν οὖν ὀξέα ὡς ἐπίπαν ὑπό τε αἵματος καὶ χολῆς ξανθῆς συνίσταται, πλεοναζόντων ἔν τισι μέρεσι τοῦ σώματος, ἐν οἷς νοσοποιοῦσιν ἐκτρεπο‐
μένων ἐπὶ τὸ κάκιον, τὰ δὲ χρόνια ὑπὸ φλέγματος καὶ με‐730

14

.

731

λαίνης χολῆς ὁμοίως, ἢ πληθυνόντων πολὺ παρὰ τὸ κατὰ φύσιν, ἢ μεταβαλλόντων ἐπὶ τὸ δριμύτατον. θεραπευτέον δὲ τοὺς ἐκ πλήθους νοσοῦντας, κατὰ μὲν δίαιταν ἀφαιροῦντά τε τὸν ἐκ πλήθους νοσοῦντα, ἢ δι’ ἀσιτίας, ἢ διὰ καθάρ‐
5σεως, ἢ διὰ φλεβοτομίας. προστιθέντα δὲ καὶ προσφέροντα τοῖς ἐξ ἐνδείας εἰς τὴν νόσον ἐμπεσοῦσιν, οἷς δὲ ἀπεψία καὶ δριμύτης ὑγρῶν αἰτία ἐστὶ, συμπέττειν δεῖ ταῖς ἐπι‐ βροχαῖς καὶ τοῖς καταπλάσμασι, κατακεραννύναι δὲ τὰ δρι‐ μέα καὶ εὐχύλοις καὶ ὑγραινούσαις τροφαῖς χρῆσθαι. οἱ δὲ
10καιροὶ τῶν βοηθημάτων ἔν τε ὅλῳ τῷ νοσήματι καὶ ταῖς μερικαῖς ἐπισημασίαις εἰσὶ τέσσαρες, ἀρχὴ, ἀνάβασις, ἀκμὴ, παρακμή. ἐν ἀρχῇ μὲν ὅλου τοῦ νοσήματος ἀποσιτία ἁρμό‐ ζει μέχρι τῆς διὰ τρίτης. ἐφ’ ὧν δὲ καὶ ἀρχὴ παντὸς μέ‐ χρι τῆς διὰ τρίτης. φλεβοτομίαν δὲ ἐν ἀρχῇ μὲν κρίνουσιν
15οἱ νεώτεροι, μέχρι τῆς διὰ τρίτης, οἱ δὲ παλαιοὶ καὶ μετὰ τὴν τρίτην παραλαμβάνουσιν, ἐὰν τὰ τῆς δυνάμεως ὑφε‐ στήκῃ καὶ τὸ νόσημα ἀπαιτῇ. τροφῆς δὲ καιρὸς μετὰ τὴν
διάτριτον κατὰ τοὺς νεωτέρους, κατὰ δὲ τοὺς παλαιοὺς οὐκ731

14

.

732

ἐπὶ πάντων, ἀλλ’ ἐπὶ τῶν ἐκ πλήθους νοσούντων καὶ ἐπὶ νέων καὶ ἐπὶ πρεσβυτέρων. ἐπὶ δὲ παιδίων ἀπ’ ἀρχῆς τρέ‐ φουσιν καὶ ἐφ’ ὧν ἔθος τοιοῦτον, ἢ διὰ χώραν, ἢ διὰ τὸ περιέχον. πρὸ δὲ τῆς τροφῆς τῶν μετὰ τὴν πρώτην διά‐
5τριτον ἐπιβροχαῖς χρηστέον τῆς κεφαλῆς καὶ τῶν μέσων. ταῖς δὲ ἑξῆς καταπλάσμασι καὶ κλύσμασι. τὰς δὲ οὖν ἐμβροχὰς ἀεὶ καὶ τὰς ἐπὶ τῶν μέσων θερμὰς παραληπτέον καὶ ἁπλᾶς ἑψοῦντας κύμινον ἢ ξυλάνηθον, τὰς δὲ ἐπὶ κε‐ φαλὴν θερμὰς μὲν ἐπὶ ληθάργου καὶ πάσης καταφορᾶς, ἐμ‐
10ψυχούσας δὲ ἐπὶ φρενιτίδων καὶ ἐπὶ παντὸς πυρετοῦ ὀξέος· τῶν δὲ καταπλασμάτων τὰ μὲν διὰ μόνου μέλιτος καὶ ἐλαίου κατασκευάζεται καὶ καλεῖται μαλακτικὰ, τὰ δὲ δι’ ὑδρελαίου, ἅπερ ὀνομάζουσιν ὠμὴν λύσιν, τὰ δὲ ἐμπασσό‐ μενα τούτοις, οἷά ἐστι γύρις καὶ λινόσπερμον καὶ τῆλις. οἱ
15δὲ κλυσμοὶ δι’ ὑδρελαίου καὶ μέλιτος καὶ ἁλῶν καὶ νίτρου βραχέος. καιρὸς δὲ τούτων ὁ πρὸ τῆς τροφῆς ἐν ἀνέσει τῶν ἐπισημασιῶν καὶ παρακμῇ. ἐπὶ δὲ τῶν συνεχῶν ὁ ὄρθρος. φρενῖτις μὲν οὖν ἐστιν ἔκστασις διανοίας μετὰ πα‐
ρακοπῆς σφοδρᾶς καὶ χειρῶν ἀλόγου περιφορᾶς καὶ κροκυ‐732

14

.

733

δισμοῦ καὶ καρφολογίας καὶ πυρετοῦ ὀξέος. γίνεται δὲ ἐξ αἰτίας ὡς ἐπὶ πολὺ χολῆς. συνίσταται δὲ περὶ ἐγκέφαλον, ἢ μήνιγγας, ἢ ὥς τινες λέγουσι περὶ φρένας, ὃ διάφραγμα καλεῖται. θεραπεία δὲ ἁρμόδιος ἥδε. εἰ μὲν προγνοίη τις
5ἐν ἀρχῇ διὰ φλεβοτομίας καὶ σικύας, ἀφαίρεσις δὲ καὶ κλυσμὸς καὶ ἀποσιτία ἁρμόδιος. ἐνστάντος δὲ τοῦ πάθους ἐπιβροχαὶ καρωτικαί τε καὶ ὑπνωτικὰ ἐπιχρίσματα καὶ τρο‐ φαὶ ὑγραίνουσαι. ὁ δὲ καῦσος εἶδος μέν ἐστι πυρετοῦ, τέ‐ τακται δὲ ὑπὸ μὲν Ἱπποκράτους ἐν τοῖς ὀξέσιν, ὡς τεταρ‐
10ταῖος ἐν τοῖς χρονίοις, ὑπὸ δὲ τῶν νεωτέρων οὐκ ἔτι. συνί‐ σταται δὲ ἐκ χολῆς, οὐκ ἄγαν ξηρᾶς περὶ τὰ φλεβία, τὰ κατὰ τὸ ἧπαρ. θεραπεύεται δὲ φλεβοτομίᾳ ἐν ἀρχῇ καὶ ψυ‐ χροῦ δόσει ἐν ἀκμῇ, ἢ πόμασιν ἐμψύχουσιν, ἢ ἐπιθέσεσιν, οἷόν ἐστι τὸ δι’ ὑδρελαίου ζεστοῦ. κυνάγχη δὲ καὶ συνάγκη
15φλεγμοναί εἰσι περὶ τὸν τράχηλον, ἡ μὲν περὶ τὸ ἐντὸς αὐ‐ τοῦ ὀξέως πνίγουσα, ἡ κυνάγκη· ἡ δὲ συνάγκη εἰς τὰ ἐκτὸς μᾶλλον νεύουσα καὶ διὰ τοῦτο ἧττον πνίγουσα καὶ ἧττον
κινδυνώδης ἐστί. γίνεται δὲ ἑκάτερον πάθος ἢ ὑπὸ733

14

.

734

χολῆς, ἢ ὑπὸ φλέγματος ἁλμυροῦ. συνίσταται δὲ ὁτὲ μὲν σὺν πυρετῷ ὀξεῖ, ὁτὲ δὲ χωρὶς πυρετοῦ. θεραπεία δὲ ἡ μὲν γενναιοτάτη καὶ ὀξυτάτη εὐθὺς ἐν ἀρχῇ διὰ φλεβοτο‐ μίας, μετὰ δὲ ταῦτα διὰ τῶν ἀποφλεγματιζόντων φαρμά‐
5κων καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων κηρωτῶν. Ἀσκληπιάδης δὲ ἐπὶ τῶν ἄκρως πνιγομένων καὶ λαρυγγοτομεῖ. πλευρῖτις δέ ἐστι φλεγμονὴ περὶ τὸ πλευρὸν ἐκ τῶν ἔνδον, μετὰ πυ‐ ρετοῦ ὀξέος καὶ ἀλγημάτων σφοδρῶν καὶ βηχός. γίνεται δὲ ὑπὸ χολῆς μάλιστα. θεραπεία δὲ ἐν ἀρχῇ μὲν φλεβοτομία,
10εἶτα ἡ διὰ τῶν καταπλασμάτων καὶ ξηρῶν πυριῶν, οἷον κέγχρων καὶ ἁλῶν· τρίτη ἡ διὰ τῶν ἀνακαθαιρόντων ἔνδο‐ θεν φαρμάκων πλευριτικῶν ἐπιγραφομένων. φυλάττεσθαι δὲ ἐπὶ τούτων τὰς τῆς κοιλίας ῥύσεις. ἡ δὲ περιπνευμονία τοῖς μὲν δοκεῖ φλεγμονὴ βαρεῖα εἶναι περὶ πνεύμονα καὶ τῷ
15βάρει τοῦτο διαδείκνυται. τοῖς δὲ οὐ δοκεῖ ὁ πνεύμων δύ‐ νασθαι φλεγμαίνειν, τὰ πλησίον δὲ αὐτοῦ φασὶν ἐν τοιαύτῃ διαθέσει γινόμενα οὕτως ὀνομάζεσθαι αὐτὴν ποιεῖ. συνί‐
σταται δὲ τὸ πάθος τοῦτο μετὰ πυρετοῦ ὀξέος καὶ ὑπὸ734

14

.

735

τῶν αὐτῶν αἰτίων ὧν ἡ πλευρῖτις· κατὰ δέ τινας ὑπὸ φλέγματος. θεραπεία δὲ τὰ πολλὰ ὁμοία τῇ πλευρίτιδι. ἡ δὲ καρδιακὴ διάθεσις οὐκ ἀπὸ τοῦ περὶ καρδίαν εἶναι τὸ πάθος οὕτως ὠνομάσθη, ἀλλ’ ἐπεὶ καρδίαν οἱ παλαιοὶ τὸν
5στόμαχον ἐκάλουν. τούτου δὲ ἀναλυομένου ἐν πυρετῷ ὀξεῖ συμβαίνει τοὺς κάμνοντας διαφορεῖσθαι. γίνεται δὲ τὸ πά‐ θος ὡς ἐπὶ τὸ πολὺ μὲν ἐκ τῶν ἀμέτρων ἀποσιτιῶν, ἢ ἐκ φλεβοτομίας ἀκαίρου, ἤ τινος ἀφαιρέσεως ἀλό‐ γου παραληφθείσης. διὸ τροφῆς δέονται τῆς εὐαναδότου καὶ
10ἀναθερμαινούσης, ὥσπερ δι’ οἴνου καὶ χιόνος καὶ τῶν στε‐ ρεῶν ὅσα τροφιμώτερα καὶ τὸν στόμαχον τονοῦν δυνάμενα. ἔστι δὲ ὅτε καὶ φλεγμαινόντων τῶν ἔνδον, μάλιστα δὲ τοῦ ἥπατος, τοῦτο γίνεται, ὅτε τοὐναντίον, ἀφαιρέσεως δεῖται καὶ καταπλάσεως τῆς ἐπὶ τῶν φλεγμαινόντων. ἴκτερος δέ
15ἐστιν ἀνάχυσις χολῆς εἰς τὴν ἐπιφάνειαν, ὁτὲ μὲν σὺν πυ‐ ρετῷ ὀξεῖ, ὁτὲ δὲ καὶ ἄνευ πυρετοῦ, μετὰ ἐγκαύσεως τῶν ἔνδον καὶ κακοστομαχίας. δεῖται δὲ, εἰ μὲν τὰ μέσα φλεγμαί‐
νει, καταπλασμάτων πρῶτον καὶ εἰ πλῆθος ὑποκέοιτο φλε‐735

14

.

736

βοτομίας, εἰ δὲ μὴ, τῶν τὴν χολὴν κενούντων ἢ διὰ κοι‐ λίας καὶ ἐντέρων, ἢ δι’ οὔρων, ἢ διὰ ῥινῶν, ἢ δι’ ἱδρώτων. ἡ δὲ χολέρα διττή ἐστι καθ’ Ἱπποκράτην, ἡ μὲν ὑγρὰ, ἣν καὶ πολλοὶ ἴσασι μετ’ ἐκκρίσεως σφοδρᾶς καὶ χολώδους καὶ
5κάτωθέν τε καὶ ἄνωθεν καὶ στροφῶν χαλεπῶν μετὰ τῶν ἐπιγινομένων σπασμῶν καὶ συνολκῶν κατὰ τὰς γαστροκνη‐ μίας μάλιστα· ἐπιμέλεια δὲ ἐπιβροχῶν μὲν θερμῶν κατὰ τῶν συνελκομένων· καὶ λουτροῦ μετὰ τὴν ἀποκάθαρσιν καὶ τροφῆς εὐδιοικήτου τε καὶ εὐανοδότου καὶ εὐστομάχου. τὸ
10δὲ ἕτερον εἶδος ξηρὰν χολέραν καλεῖ ὁ Ἱπποκράτης, ὑπὸ μὲν τοῦ αὐτῷ αἰτίου γινομένην καὶ περὶ τὰ αὐτὰ συνιστα‐ μένην, ἄνευ μέντοι ῥύσεως κοιλίας καὶ ἐμέτων. διὸ καὶ δεῖται προανέσεώς τε καὶ διὰ καταπλασμάτων καὶ οὐ προσ‐ φορᾶς, ἀλλὰ τοὐναντίον ἐνδείας. εἰλεὸς δὲ καὶ κωλικὴ διά‐
15θεσις φλεγμοναί εἰσιν ἐντέρων, ἡ μὲν τοῦ λεπτοῦ, ἡ δὲ τοῦ κώλου. διὸ καὶ ἀποκλείεται τά τε διαχωρήματα καὶ αἱ
φῦσαι ἐνειλούμεναι τοῖς ἐντέροις, τῷ μὴ ἔχειν τὴν ἔξοδον,736

14

.

737

ἀλγήματα σφοδρὰ παρέχουσι καὶ στρόφους. ὀξύτερον δὲ καὶ τῇ διαθέσει καὶ τοῖς συμπτώμασιν ὁ εἰλεὸς καὶ κινδυνωδέ‐ στερος. ἔμετοί τε γίνονται τῶν εἰλεωδῶν, τοῖς ἐσχάτως ἔχου‐ σιν ἑκάτερον τὸ πάθος. ἐν ἀρχῇ μὲν φλεβοτομίᾳ ὁ εἰλεὸς
5μάλιστα ἰᾶται, τὰ πολλὰ δὲ ἀσιτίαις καὶ καταπλάσμασι τοῖς ἀνιεῖσι καὶ λύουσι τὰς φλεγμονάς. ἐνεργέστερον δὲ βοηθεῖ τὰ ἔνδοθεν ἐνιέμενα κωλικὰ φάρμακα. τῶν τε γὰρ ἀλγημά‐ των ῥύεται καὶ ὕπνον ἐπάγει καὶ τὴν διαχώρησιν κινεῖ. ἀποπληξία δὲ γίνεται μὲν διὰ πλῆθος ὑγρῶν παχέων, ἐμ‐
10φραττόντων τὰ ἀπὸ τῆς κεφαλῆς ἀγγεῖα, τὰ διαδιδόντα εἰς πᾶν τὸ σῶμα τὴν αἴσθησιν καὶ τὴν κίνησιν, διὸ καὶ ἀναί‐ σθητοι καὶ ἄφωνοι καὶ ἀκίνητοι γίνονται ἀπόπληκτοι. λέγει δὲ Ἱπποκράτης περὶ τοῦδε τοῦ πάθους. ἀποπληξίην ἰσχυρὴν μὲν λύειν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον. φλεβοτομεῖν δὲ
15εὐθὺς τοὺς κεκρατημένους, ἐὰν καὶ τὰ τῆς ἡλικίας συνᾴδῃ καὶ ἡ δύναμις ὑπακούῃ. τέτανος δὲ καὶ ὀπισθότονος καὶ ἐμπροσθότονος περὶ τὰ νεῦρα πάθη. εἶδος δέ ἐστιν ἑκάτε‐
ρον σπασμοῦ τῶν ἀπὸ τῆς κεφαλῆς νεύρων, δι’ ὧν τὴν737

14

.

738

κίνησιν διαδίδωσιν εἰς τὸ σῶμα. γίνεται δὲ δι’ ἔμφραξιν ὑγρῶν παχέων τῶν νεύρων, ὁτὲ μὲν εἰς τοὔπισθεν, ὥστε μὴ συννεύειν, καὶ καλεῖται ὀπισθότονος, ὁτὲ δὲ τῶν εἰς τὸ ἔμπροσθεν, ὥστε μὴ ἀνανεύειν, καὶ καλεῖται ἐμπροσθότο‐
5νος, ὁτὲ δὲ ἐπ’ εὐθείας, ὥστε μὴ συγκάμπτεσθαι, καὶ τέ‐ τανος προσωνόμασται. θεραπεύεται δὲ ὑπὸ φλεβοτομίας, εἰ πλῆθος ὑπόκειται, ὡς ὁ παρ’ Ἱπποκράτει καταπεσὼν καὶ τὴν κεφαλὴν τραυματισθείς. ἰᾶται δὲ αὐτοὺς καὶ ψυχροῦ πολλοῦ κατάχυσις, θέρους ὥρᾳ μάλιστα, εἰ μὴ ἰσχνὸς, ἀλλ’
10εὔσαρκος εἴη ὁ πάσχων. θέρμης γὰρ ἐπανάκλησιν ποιεῖται. ὡς δὲ οἱ πολλοὶ χρῶνται κηρώμασι τοῖς ἠρέμα θερ‐ μαίνουσι καὶ χαλῶσι καὶ ἀλείμμασι τοῖς ὁμοίοις καὶ ἐρίων ἠλαιωμένων ἐπιθέσει καὶ πυρίαις καὶ καταπλάσμασι θερ‐ μοῖς. χρόνια δὲ πάθη περὶ τὰ ἐντὸς συνίσταται τάδε. κε‐
15φαλαία, ἐπιληψία, ἴλιγγοι, σκοτώματα, μανία, μελαγχολία, λήθαργος, κόρυζα, βράγχος, κατάῤῥους, αἵματος ἀναγωγὴ, ἐμπύημα ἐν θώρακι, φθίσις, ἀπόστημα ἐν μεσοπλευρίῳ, ἀπό‐
στημα ἐν κατακλεῖσιν, ἡπατικὴ διάθεσις, τεινεσμὸς, δυσεν‐738

14

.

739

τερία, ἕλμινθες αἱ πλατεῖαι, ἕλμινθες αἱ στρογγύλαι, ἀσκα‐ ρίδες, ἰσχιὰς, ἀρθρῖτις, ποδάγρα, ἐλεφαντίασις. δοκεῖ δὲ τῶν ἐκτὸς εἶναι. τῶν οὖν χρονίων κεφαλαία ἐστὶ κεφαλῆς ἄλγη‐ μα ἐνδιάθετον περιοδικῶς ἐνίοτε, τὰ πολλὰ κινούμενον, ὑπὸ
5φλέγματος γινόμενον, ὁτὲ δὲ εἰς ἓν μέρος τῆς κεφαλῆς τὸ ἄλγημά ἐστι καὶ καλεῖται ἑτεροκρανία· ἴασις δὲ ἀμφοτέρων δι’ ἀφαιρέσεως αἵματος, ἢ διὰ σικύας ἐπὶ τὸ ἰνίον καὶ ἀποφλεγματισμοῦ καὶ διὰ κοιλίας κάθαρσιν καὶ ἐπιθεμάτων, ὅσα ἀναγράφεται ἐν καταπλάσματος τρόπῳ, ἢ ἐν μαλάγμα‐
10σιν, ἢ ἐπιχρίσμασιν, τὸ δὲ τελευταῖον σιναπισμῷ ἀναξη‐ ραίνεται τὸ αἴτιον. ἐπιληψία δὲ, ἣν καὶ ἱερὰν νόσον καλοῦσι, συνίσταται μὲν περὶ τὰς ἀρχὰς τῶν ἀπὸ κεφαλῆς νεύρων, δι’ ὧν ἡ αἴσθησις καὶ ἡ κίνησις εἰς πᾶν τὸ σῶμα διαδίδο‐ ται. αἰτία δὲ τοῦ πάθους, ὡς ὁ Πλάτων καὶ Ἱπποκράτης
15φασὶ, φλέγμα καὶ χολὴ μέλαινα, διὸ καταπίπτουσιν οἱ τῷ πάθει ἐχόμενοι, ἐμφραττομένων αὐτοῖς τῶν ὁδῶν τῆς τε αἰσθήσεως καὶ τῆς κινήσεως, ἀφρῶσι δὲ διὰ τὸν κλόνον
τῶν ὑγρῶν, ὃς γίνεται ἀπὸ τοῦ σπασμοῦ τῶν νεύρων, διὸ739

14

.

740

ἔστιν ὅτε καὶ οὖρον ἐκκρίνουσιν ἀπροαιρέτως. ἰᾶται δὲ τὸ πάθος ἐπὶ μὲν τῶν πρὸ ἥβης παίδων, ἡ φύσις ἐκλάμψασα περὶ ἥβην καὶ κρίσιν τοῦ νοσήματος ἐργασαμένη, τῷ ἐμ‐ φύτῳ θερμῷ ἀναξηράνασα τὰ αἴτια. τοῖς δὲ μετὰ τὴν ἥβην
5δυσίατον, ἢ καὶ ἀνίατον τὸ πάθημα. τὰ δὲ σκοτώματα καὶ αἱ ἴλιγγες συγγενῆ ἐστιν τῆς ἐπιληψίας καὶ ὑπὸ τῶν αὐτῶν αἰτίων γινόμενα καὶ περὶ τὰ αὐτὰ χωρία συνι‐ στάμενα. ἐπιπολαία μέντοι ἡ κατασκευὴ αὐτῶν καὶ οὐκ ἐν‐ διάθετος, διὸ καὶ εὐιατοτέρα καθάρσεσι ταῖς ἀπὸ κοιλίας,
10μάλιστα τῇ ἱερᾷ, ἔπειτα ἀποφλεγματισμοῖς καὶ ἐμέτοις ἐν κύκλῳ παραλαμβανομένοις, τοῖς μὲν ἀπὸ δείπνου, τοῖς δὲ νήστεσιν. ἐπὶ πᾶσι δὲ κατορθοῦται ἑλλεβόρῳ. τῆς δὲ περὶ τὴν διάνοιαν ἐκστάσεως, δύο μὲν τὰ ἐξέχοντα εἴδη μανία τε καὶ μελαγχολία. πολλαὶ δὲ καὶ ἐν τούτοις αἱ διαφοραὶ,
15ἀκατωνόμαστοι οὖσαι. συνίσταται μὲν οὖν περὶ κεφαλὴν πᾶ‐ σαν ἔκστασις διανοίας. αἰτία δὲ τῆς μὲν μανίας ξανθὴ χολή. διὰ τοῦτο ταραχώδεις καὶ ἔκφοροι καὶ πρόχειροι ὑβρι‐
σταί τε οἱ τούτῳ ἐχόμενοι τῷ πάθει. τῆς δὲ μελαγχολίας740

14

.

741

αἰτία μέλαινα χολὴ, ψυχρότερος χυμὸς καὶ ζοφώδης. διὸ ζοφοειδεῖς τέ εἰσι καὶ δύσθυμοι οἱ τοιοῦτοι. ὕποπτοι δὲ εἰς πάντα καὶ μισάνθρωποί τε καὶ ἐρημίαις χαίροντες, οἷος ὁ Βελλοροφόντης ἱστορεῖται.
5 Ἤ τοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, Ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων. ἴασις δὲ διὰ καθάρσεως τῶν ἀπὸ κοιλίας καὶ μάλιστα ἡ δι’ ἐμέτων. ἐπὶ πᾶσι δὲ ἑλλέβορος ἑκάτερος λύσις. ὁ δὲ λήθαρ‐ γος ἐναντίον πάθος ἐστὶ τῇ φρενίτιδι. καταφορὰ γάρ ἐστι
10βαθεῖα καὶ δυσανάκλιτος. οἱ κάμνοντες ἐπιλανθανόμενοι πάν‐ των ὅσα λέγουσι. ταῦτα δὲ ἐν πυρετῷ αὐτοῖς συνεδρεύει. τόπος μὲν οὖν τοῦ πάθους ἡ κεφαλή. περὶ γὰρ μήνιγγας αὐτῆς συνίσταται. αἴτιον δὲ τούτου φλέγμα, χυμὸς ψυχρὸς, καὶ τῇ ψύξει καὶ τῇ ὑγρότητι εἰς ὕπνον αὐτοὺς κα‐
15τάγον. θεραπεία δὲ ἁρμόδιος, ἡ ὑπεναντία τῇ φρενίτιδι, ἀνάτριψις τῶν ἄκρων, διά τινων δριμέων καὶ νυσσόντων,
ὀσφραντῶν τε προσαγωγαὶ ἀνεγειρόντων. τροφαί τε ὁμοίως741

14

.

742

διαχέουσαι καὶ τέμνουσαι τὸ φλέγμα, ἐπιβροχαί τε τῆς κεφαλῆς διὰ τῶν ἀναξηραινόντων καὶ καταπλάσματά ἐστιν ὅπου κατὰ τῶν μέσων. πολλάκις γὰρ ταῦτα φλεγμαίνοντα πιέζει καὶ τὴν ἐν τῇ κεφαλῇ ἀρχὴν εἶναι νεύρων. κόρυζα δὲ
5καὶ βράγχος καὶ κατάῤῥους ἀπὸ κεφαλῆς μὲν ἄρχεται τὰ πάθη πληρουμένης, εἶτα κατασταζούσης, ὁτὲ μὲν εἰς ῥῖνας, καὶ καλεῖται κόρυζα, ὁτὲ δὲ εἰς βρόγχον, καὶ βράγχος ὀνο‐ μάζεται τὸ πάθος, ὁτὲ δὲ εἰς θώρακα, καὶ κατάῤῥους λέγε‐ ται. εὐίατον μὲν οὖν καὶ πρόσκαιρον ἡ κόρυζα· δεύτερον ὁ
10βράγχος. ὀλιγοσιτίαι γὰρ καὶ θερμαὶ τροφαὶ καὶ σιτώδεις ἐρύσαντο πολλάκις τῶν παθῶν. δυσίατον δὲ ὁ κατάῤῥους καὶ πολλάκις ἀνίατος. ἐκ γὰρ κατάῤῥου δριμέος καὶ ἁλμυροῦ διεσθιομένων τῶν σωμάτων αἵματος ἀναγωγὴ γίνεται. αἰτίαι δὲ αἵματος ἀναγωγῆς τρεῖς· ἢ γὰρ κατ’ ἀνάβρωσιν τῶν
15ἀγγείων, παραῤῥέοντος τοῦ αἵματος εἰς τὴν τραχεῖαν ἀρτη‐ ρίαν, ἀνάγεται διὰ τοῦ στόματος, ἢ διὰ δύναμιν ῥήξεως γενομένης, ἢ δι’ ἀσθένειαν καὶ ἀτονίαν τῶν ἀγγείων οὐ
στεγόντων, ἀλλ’ ἀνεστομωμένων διαπηδῶντος τοῦ αἵματος.742

14

.

743

διαφέρει δὲ αἵματος ἔκκρισις καὶ αἵματος ἀναγωγή. ἡ μὲν γὰρ ἢ ἀπὸ πνεύμονος ἢ ἀπὸ τῆς τραχείας ἀρτηρίας γίνε‐ ται· ἡ δὲ ἀπὸ στομάχου καὶ τὸ αἷμα μελάντερον φαίνεται, τὸ δὲ ἀπὸ θώρακος ξανθότερον καὶ ἀφρίζον, ἔπειτα τῷ τὸ
5μὲν μετὰ βηχὸς ἀνάγεσθαι, τὸ δὲ ἄνευ βηχός. πολλάκις δὲ καὶ ἀπὸ κεφαλῆς διὰ τῶν τῆς ὑπερώας τρημάτων εἰς τὸ στόμα καταφερόμενον τὸ αἷμα, ἀναγωγῆς φαντασίαν παρέ‐ χει οὐκ οὖσαν. τόποι δὲ ἐξ ὧν κυρίως τὸ αἷμα ἀνάγεται τρεῖς, πρῶτος μὲν τὸ φαρύγετρον, καὶ ἀκινδυνοτέρα καὶ εὐ‐
10ιατοτέρα ἐντεῦθεν ἡ τοῦ αἵματος ἀναγωγή, δεύτερος ἀπὸ τῆς τραχείας ἀρτηρίας, καὶ δυσίατος αὕτη ἡ διαφορὰ καὶ κινδυνώδης, τρίτος ἡ ἀπὸ τοῦ πνεύμονος πασῶν δυσιατο‐ τέρα καὶ κινδυνωδεστέρα, ἐφ’ ᾗ μάλιστα καὶ τὸ ἐμπύημα καὶ ἡ φθίσις, ὥς φησιν Ἱπποκράτης. ἐφ’ αἵματος πτύσει
15πύου πτύσις· ἐπὶ πύου πτύσει φθίσις· ἐπὶ φθίσει θάνα‐ τος. δοκεῖ δέ τισι καὶ ἀπὸ πλευροῦ αἷμα ἀνάγεσθαι. ἀμφί‐ βολος δὲ οὗτος ὁ τρόπος. ἴασις δὲ αἵματος ἀναγωγῆς ἐπι‐
σχεθῆναι τὸ αἷμα, ἢ διὰ φλεβοτομίας μετοχετεύσαντα καὶ743

14

.

744

μάλιστα ἐπὶ τῶν νέων, ἢ διὰ ὀξυκράτου στήσαντα, ἢ ἀποσιτίᾳ μειώσαντα τὸ πλῆθος, ἢ διά τινος τῶν ἁπλῶν φαρμάκων, οἷον ἀκακίας, ὑποκυστίδος, βαλαυστίου, ἀρ‐ νωγλώσσου χυλοῦ καὶ τῶν ὁμοίων. ἐμπυήματος δὲ ἴα‐
5σις ἡ μὲν παλαιὰ διὰ καυστηρίων ἀναξηραινόντων τὸν θώρακα καὶ εἰς τὰ ἐκτὸς μεταῤῥευματίσαι, ἡ δὲ νεω‐ τέρα συμπεπᾶναι τοῖς τε καταπλάσμασι καὶ τοῖς ἐκλει‐ κτοῖς, ἔπειτα ἀνακαθᾶραι ταχέως τοῖς διὰ στόματος διδομένοις φαρμάκοις, πρὶν ἢ καθαιρεθῆναι τὸ σῶμα. ἐπι‐
10γράφεται δὲ τὰ φάρμακα ἰδίως, πρὸς ἐμπυικούς. τὰ δὲ ἐν μεσοπλευρίοις συνιστάμενα ἐμπυήματα τεμνόμενα ἰδίως πρὸς μοτὸν ἔχει τὴν ἔκκρισιν τοῦ ὑγροῦ· ἡ γὰρ ἀθρόα ἀναιρεῖ. γίγνεται δὲ ἐμπυήματα καὶ ὑπὸ τὸ διάφραγμα, ἃ λέγουσιν ἐν κατακαλύψει ἀποστήματα, οὐχ ὁμοίως κινδυνώ‐
15δη, οὐδὲ δυσίατα, τὰ πολλὰ ἐντὸς ῥηγνύμενα ταύτῃ ἐκκρίνε‐ ται, ἢ διαιρουμένων τῶν ἐκτὸς σωμάτων. ἱστορεῖ δὲ Διο‐ κλῆς καὶ τὰ ἐν θώρακι ἐμπυήματα, ἔστιν ὅτε συῤῥηγνύμενα
εἰς τὴν ἐπὶ νεφροὺς καὶ κύστιν φέρουσαν ἀρτηρίαν, ταύτῃ744

14

.

745

ἀποκρίνεσθαι σὺν τοῖς οὔροις. φθίσις μὲν κυρίως λέγεται ἡ ἐν πνεύμονι, ἢ εἰς τὸν θώρακα ἐπὶ τῶν ἐμπυη‐ μάτων σύντηξις τοῦ σώματος. δυσίατον δὲ τὸ πάθος, ἢ καὶ ἀνίατον. γαλακτοποσία τε ἐν αὐτῇ τῇ ἀκμῇ καὶ τόποι
5ξηρότεροι καὶ τῆς Αἰγύπτου τὰ ἄνω καὶ ἡ Λιβύα ἰῶνται μάλιστα τὸ πάθος. λέγεται δὲ καὶ ἰσχιαδική τις φθίσις ὑπὸ Ἱπποκράτους, ἡ ἐπὶ τοῖς περὶ τὸ ἱερὸν ὀστοῦν ἐμπυήμασι σύντηξις τοῦ σώματος. ὁμοίως δὲ καὶ ἡ νεφριτική. αἱ δὲ περὶ τὸ ἧπαρ καὶ σπλῆνα φλεγμοναὶ, εἰ μὲν εἰς ἐμπύημα
10μεταβάλλοιεν, συντήκουσι καὶ αὗται μετρίως τὸ σῶμα. εὐ‐ ιατότερα δὲ ταῦτα τὰ ἐμπυήματα τῶν ἐν πνεύμονι καὶ ἀκινδυνότερα. εἰ δὲ μὴ μεταβάλλοιεν, ἀλλ’ ἄπεπτοι μένοιεν αἱ φλεγμοναὶ καὶ σκιῤῥώδεις καχεξίας ἐπιφέρουσαι τῷ σώ‐ ματι καὶ τελευτῶσαι ὕδρωπας ἐπιφέρουσι. μέχρι δὲ ἁπλαῖ
15φλεγμοναί εἰσιν, ἡ μὲν περὶ ἧπαρ πυρετοὺς ἐπιφέρει συν‐ εχεῖς, ἡ δὲ περὶ σπλῆνα τεταρταίους ὡς ἐπὶ τὸ πολύ. αἰτία γὰρ τοῦ τύπου τούτου μέλαινα χολὴ, ἧς ἀγγεῖον ὁ
σπλὴν, ὅθεν ἴαμα τεταρταίου, πρὸ μὲν τοῦ ῥίγους, πυ‐745

14

.

746

ριῶντα τὰ ἄκρα διὰ τὴν ψυχρότητα τοῦ χυμοῦ, ἐν δὲ τοῖς διαλείμμασιν ἡ δι’ ἐμέτων ἀγωγή. ὑδρώπων δὲ τριττὸν εἶδος κατὰ τοὺς νεωτέρους, ὁ μὲν ἀσκίτης, ὁ δὲ τυμπανί‐ της, ὁ δὲ ὑποσαρκίδιος. κατὰ δὲ Ἱπποκράτην δύο φύσεις.
5ὁ γὰρ ἀσκίτης καὶ ὁ τυμπανίτης τῆς αὐτῆς ἰδέας ἐστί. ἐφ’ ἑκατέρᾳ γὰρ παρέγχυσίς ἐστιν τῆς ἐξυδαρουμένης τροφῆς εἰς τὸν μεταξὺ τόπον τῶν τε ἐντέρων καὶ τοῦ περιτοναίου· ἀλλ’ ἐπὶ μὲν τοῦ ἀσκίτου πλεῖον τὸ ὕδωρ, ἔλαττον τὸ πνεῦμα. ἐπὶ δὲ τοῦ τυμπανίτου πλεῖον τὸ πνεῦμα, ἔλαττον
10τὸ ὑγρόν. ὁ δὲ ὑποσαρκίδιος κατὰ πᾶν ἐστὶ τὸ σῶμα ἀνά‐ λυσις τῶν στερεῶν σωμάτων εἰς ὕδατος φύσιν. τοῦτον καὶ Ἱπποκράτης ἀνίατόν φησιν. καλεῖται δὲ καὶ λευκοφλεγμα‐ τίας. αἰτία δὲ παντὸς ὑδέρου, ὡς μὲν Ἐρασίστρατός φησιν, φλεγμονὴ ἥπατος, ἢ σπληνὸς χρονισθεῖσα καὶ σκιῤ‐
15ῥωθεῖσα. ἐμποδίζουσα γὰρ τῆς τροφῆς τὴν ἐν τοῖς σπλάγ‐ χνοις τούτοις κατεργασίαν τε καὶ ἀνάδοσιν εἰς πᾶν τὸ σῶμα ἐξυδαρεῖ αὐτὴν, καταψυχθεῖσα δὲ παρεγχεῖται μεταξὺ ἐν‐
τέρων καὶ περιτοναίου. κατὰ δὲ Ἱπποκράτην καὶ αὐτὴ μὲν746

14

.

747

ἀνίατος· εἰ δὲ καὶ ἄνευ φλεγμονῆς γινόμενον ὕδερον καὶ μάλιστα τὸν ὑποσαρκίδιον τοῦ ἐμφύτου θερμοῦ καταψυχο‐ μένου καὶ οὐκ ἔτι κρατοῦντος τὴν ἐν τοῖς ἀγγείοις τροφὴν, διὸ καταψυχόμενον τὸ αἷμα ἐξυδαροῦται καὶ παραῤῥεῖ διὰ
5τῶν φλεβῶν, ὡς ἐκ τῶν ἀσκῶν, τὸ ἔλαιον διαπηδήσει. μέ‐ χρι μὲν γὰρ ἐν ταῖς φλεψὶν αἷμά ἐστιν, ἀκριβῶς ὑπὸ τοῦ σώματος τῶν φλεβῶν συνέχεται. ὅταν δὲ ἡ ἐν αὐτῷ λιπα‐ ρότης πλεονάσῃ, ὡς ἐπὶ τῶν πιμελῶν, παρεγχεόμενον τοῦτο πιμελὴν ποιεῖ. ἢ ἐξυδαρούμενον τὸ αἷμα, ἢ μὴ στεγνόμενον
10διαῤῥεῖ, ἢ εἰς τὸν μεταξὺ τόπον τῶν ἐντέρων καὶ τοῦ περι‐ τοναίου, ἢ κατὰ πᾶν τὸ σῶμα. ἴασις δὲ τῶν δύο ἑτέρων ὑδρώπων, ἢ διὰ μαλαγμάτων ἀναξηραινόντων, ἢ διὰ φαρ‐ μάκων διουρητικῶν, ἢ διὰ καθαρτικῶν ὑπηλάτων. νεφροὶ δὲ πεπονθότες ἀλγήματα μὲν σφοδρὰ ἐπιφέρουσιν, δυσδιάκρι‐
15τος δὲ ἐπ’ αὐτῶν ὁ πεπονθὼς τόπος διὰ τὸ συμπεφυκέναι αὐτὸν τοῖς ἔξωθεν σώμασι καὶ ἐπικεῖσθαι τὸ κῶλον αὐτοῖς· διὸ ἐν πυήσει γινόμενοι φαντασίαν παρέχουσι φλεγμονῆς,
ἤ τοι περὶ τὰ ἐκτὸς ἢ κωλικῶς διαθέσεως. πολλάκις δὲ747

14

.

748

καὶ κώλῳ συμπάσχουσιν οἱ νεφροί. πάθη δὲ συνίστανται περὶ νεφροὺς ταῦτα, φλεγμονὴ, ἕλκωσις, λιθίασις, πάρεσις. φλεγμονῆς μὲν οὔσης, οὐδὲν διασημαίνει δι’ οὔρων· ἀλλὰ μᾶλλον ἀλγήματα ἐπιφέρει, οὐκ ἀκριβῶς ἐπιφαίνοντα
5τὸν πρωτοπαθοῦντα τόπον δι’ ἃ ἔφαμεν. δυσπαραμύθητοι δὲ αἱ ὀδύναι, οὔτε καταπλάσμασιν εἴκουσαι, οὔτε τῇ διὰ σικύας ἀφαιρέσει ἐνδιδοῦσαι, μόνον δὲ εἴπερ τοῖς ἔνδοθεν διδομένοις τισὶ νεφριτικοῖς φαρμάκοις. εἰ δὲ ἕλκωσις εἴη, ὅτε μὲν πυώδη διὰ τῶν οὔρων ἀποκρίνεται, ὅτε δὲ αἱμα‐
10τώδη. λιθιάσεως δὲ οὔσης, ὁτὲ μὲν αἱματώδη ἀποκρίνεται, τραχυνομένων τῶν σωμάτων ὑπὸ τοῦ λίθου, ὁτὲ δὲ ψαμμία ὑφίστανται τῷ οὔρῳ, εἰ εὔθρυπτος εἴη ὁ λίθος, ἢ καὶ γενέσεως ἀρχὴν ἔχοι. ἐπὶ δὲ παρέσεως αἱματῶδες τὸ οὖρον ἀποδίδοται, ὡς ἂν οὐ διακρινόμενον. περὶ δὲ τὴν κύστιν
15ταῦτα συνίσταται τὰ πάθη, πάρεσις, πιτυρίασις, λιθίασις, ἕλκωσις, περὶ τὸν τράχηλον μάλιστα. ἐπισυμβαίνει δὲ τού‐ τοις ἰσχουρία, στραγγουρία, δυσουρία, ἀπό τε τούτων καὶ
ἐξ ἄλλων αἰτίων. φλεγμονὴν μὲν οὖν δηλοῖ τὰ περὶ τὸ ἐφή‐748

14

.

749

βαιον ἀλγήματα καὶ δυσχέρεια περὶ τὴν τοῦ οὔρου ἔκκρισιν. λύει δὲ φλεγμονὴν κύστεως κατάπλασμα καὶ ἐπιβροχαὶ καὶ ἔνδεια τροφῆς. εἰ δὲ ὑπερβάλλοι καὶ ἀφαίρεσις αἵματος διὰ φλεβοτομίας. ἕλκωσιν δὲ σημαίνει, ποτὲ μὲν αἱματώδη ἐκ‐
5κρινόμενα, ποτὲ δὲ πυώδη, ἔστι δὲ ὅτε μυξώδη καὶ τὰ περὶ τὸ ἐφήβαιον ἀλγήματα. ἴασις δὲ διὰ τῶν ἐπιθεμάτων καὶ μάλιστα γλυκυχυμία καὶ εὔχυμος τροφὴ προσφερομένη. καὶ τὰ ἔνδοθεν διδόμενα πρὸς ἕλκωσιν κύστεως καὶ τὸ Βισσίνου φάρμακον. πάρεσιν δὲ κύστεως, δηλοῖ μὲν καὶ ἡ τῶν οὔρων
10ἀπροαίρετος ἔκκρισις. δυσίατον δὲ, ἢ καὶ ἀνίατον τὸ πά‐ θος. λίθον δὲ ἐν κύστει ὄντα, σημειοῦνται μὲν ἀκριβέστα‐ τα οἱ δάκτυλοι καθιέμενοι εἰς τὸ ἀπευθυσμένον ἐπὶ τῆς ἕδρας, ὥς τε ἐπικάμπτεσθαι τὸν λιχανὸν δάκτυλον ἐπὶ τὸν μέσον τοῖς ἄκροις καὶ ἐπὶ τὸ ἔμπροσθεν ἐπὶ τὴν κύστιν,
15ἔνθα καὶ ἐντυγχάνουσι τῷ λίθῳ ἐμπλέοντι καὶ ἀναφέρουσιν αὐτὸν εἰς τὸν τράχηλον τῆς κύστεως. λίθων δὲ διαφοραὶ πλείονες· οἱ μὲν γὰρ αὐτῶν προσφυεῖς, οἱ δὲ ἀπόλυτοι, καὶ
οἱ μὲν εὔθραυστοι, οἱ δὲ δύσθραυστοι. δυσίατοι μὲν οὖν749

14

.

750

ὡς ἐπὶ τὸ πολὺ οἱ προσφυεῖς. τῶν δὲ ἄλλων τοὺς μὲν εὐ‐ θραύστους, τὰ φάρμακα δύνανται διαλύοντα ἐκκρίνειν. τοὺς δὲ στερεοὺς καὶ δυσλύτους οἱ χειρουργοὶ κομίζονται, διαι‐ ροῦντες τῆς κύστεως τὸ σαρκοειδὲς τοῦ τραχήλου. ἰσχουρία
5μὲν οὖν ἐστιν ἡ τελεία ἐποχὴ τῶν οὔρων. στραγγουρία δὲ, ἡ κατὰ στράγγα οὔρησις. καὶ δυσουρία τὸ αὐτὸ τοῦτο μό‐ νον ποιοῦσα, δυσχέρειαν τοῦ ἀπουρεῖν. γίνεται δὲ ταῦτα διὰ πολλὰς αἰτίας, ὁτὲ μὲν διὰ τὸν λίθον ἐσφηνωμένον τῷ τραχήλῳ τῆς κύστεως καὶ τελέως ἐμφράττοντα τὸν πόρον
10ἢ ἔνδον τι καταλιπόντα ἢ ἐννηχόμενον τῇ κύστει. γίνεται δὲ ἰσχουρία διὰ φλεγμονὴν κύστεως ὑπερβάλλουσαν καὶ διὰ πλήρωσιν ἄμετρον, οὐ δυναμένης περισταλῆναι τῆς κύστεως καὶ διὰ δριμύτητα τῶν οὔρων τοῦ τραχήλου ἀκριβῶς συ‐ στελλομένου τῇ δήξει καὶ διὰ θρόμβον αἵματος ἀποκλείοντα
15τὴν δίοδον καὶ διὰ παχύτητα οὔρων προσισχομένων. πεπεμ‐ μένων οὖν τῶν ἐκκρινομένων ὄντων, τὴν τοιαύτην παχύ‐
τητα ἀποσπᾶσθαι χρὴ, τὸν δὲ θρόμβον διαλύειν τοῖς δυ‐750

14

.

751

ναμένοις τήκειν. τὴν δὲ πλήρωσιν κενοῦν τῷ Ἐρασιστρα‐ τείῳ καθετῆρι. ἔστι δὲ οὗτος προσεοικὼς τῷ ῥωμαϊκῷ σίγμα, ς, ἡ δὲ περὶ κοιλίαν καὶ ἔντερα ἀρχὴ, ὁ στόμαχός ἐστι καὶ κατὰ φύσιν ἐχόντων καὶ παρὰ φύσιν διατιθεμένων.
5στομάχου τοίνυν παθήματα φλεγμονὴ, ἕλκωσις, αἵματος ἀναγωγὴ, ἐμπνευμάτωσις, πλάδος, ἀνορεξία, ἀκράτεια τῶν προσφερομένων. φλεγμονὴν μὲν οὖν σημαίνει τὸ ἄλγημα ἐγκείμενον. ἐπιμέλεια δὲ δι’ ἐπιβροχῶν καὶ κατα‐ πλασμάτων καὶ τροφῶν σιτωδῶν καὶ εὐδιοικήτων. ἕλκωσιν
10δὲ ἐν στομάχῳ δηλοῖ ἰδίως σῆψις καὶ δῆξις καὶ δυσκατα‐ ποσία. ἴασις δὲ διά τε τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ διὰ τροφῶν εὐχύλων, αἷμα δὲ ἀπὸ στομάχου ἀναγόμενον ἐπέχει διδόμενα, τὰ πρὸς αἵματος ἀναγωγὴν τὴν ἀπὸ θώρακος, τὰ προγεγραμμένα. ἐμπνευμάτωσιν δὲ διαλύουσι στομάχου αἱ
15ἐξόποροι καὶ ὅσα ἐρυγὴν κινεῖ. πλάδον δὲ ἀναξηραίνει, ξη‐ ροφαγία τε καὶ ἀψινθίου πόσις. ἀνορεξία δὲ ἡ μέν τις γί‐ νεται διὰ φλέγμα παρακείμενον καὶ δεῖ ἀναξηραίνειν τὸ
αἴτιον, ἢ διὰ χολὴν ἐπιπολάζουσαν καὶ δεῖ ἀνακαθαίρειν751

14

.

752

τὸν στόμαχον, ἢ ἀδυνατοῦντα τὴν φυσικὴν ἐνέργειαν ἀπο‐ διδόναι τὴν ὀρεκτικὴν, ὡς καὶ ὀφθαλμοὺς ἀμβλυωπεῖν δι’ ἀτονίαν τοῦ ὁρατικοῦ πνεύματος. πρὸς δὲ τὴν τοιαύτην ἀνο‐ ρεξίαν χρὴ τὰ προκλητικὰ καὶ ὑπομνηστικὰ τῆς ὀρέξεως
5προσφέρειν. ἀκρατὴς δὲ γίνεται ὁ στόμαχος τῶν προσφερο‐ μένων καὶ διὰ πλάδον, μάλιστα δὲ δι’ ἀτονίαν καὶ ἀσθέ‐ νειαν, ὡς καὶ χεὶρ παρειμένη οὐκ ἴσχει ὧν ἂν ἐφάπτηται. χρὴ οὖν τονοῦν αὐτὸν καὶ ἰσχυροποιεῖν, τότε ὅλον τὸ σῶμα ἀνατρέφειν. περὶ δὲ κοιλίαν γίνεται μὲν πολλὰ τῶν περὶ
10τὸν στόμαχον πλὴν τῆς ἀνορεξίας. τὸ δὲ μὴ πέπτειν τὰ σιτία ἴδιον αὐτῆς καὶ τὰ πλεῖστα περὶ αὐτὴν γίνεται, ᾧ πάθος ἕπεται ἡ διάῤῥοια. τὰ μὲν οὖν ἄλλα ὁμοίως ἰατέον τοῖς περὶ τὸν στόμαχον. τὴν δὲ διάῤῥοιαν ἀκριβῶς ἐξετα‐ στέον, δι’ ἣν αἰτίαν ἀπεπτηθείσης τῆς τροφῆς γίνεται. καὶ
15εἰ μὲν διὰ φλεγμονὴν, καταπλάττειν καὶ ἐπιβρέχειν, εἰ δὲ διὰ φλέγμα παρακείμενον ποιοῦν τὸν πλάδον, ἀναξηραίνειν τῇ διαίτῃ τὴν ὑγρότητα, εἰ δὲ παρὰ χολῆς πλῆθος, τὴν
χολὴν καθαίρειν, εἰ δὲ δι’ ἀτονίαν, ὡς τοῖς ἀτονοῦσι τόνον752

14

.

753

ἐμποιεῖν τῷ σώματι. εἰ δὲ παρ’ αὐτὴν τὴν ποιότητα τῶν προσενεχθέντων δυσπέπτων ὄντων, ἢ εὐφθάρτων, ἤ τι ἐχόντων ἀλλότριον, ἀποθεραπεύσαντα παραιτεῖ‐ σθαι τὰ τοιαῦτα. δυσεντερία δέ ἐστι πάθος περὶ τὰ ἔντερα·
5γίνεται δὲ ἐπὶ διαῤῥοίᾳ χρονιζόντων τῶν διεφθαρμένων καὶ διεσθιόντων καὶ ἑλκούντων τὰ ἔντερα. γίνεται δὲ καὶ ἄνευ διαῤῥοίας ἐξ ἀρχῆς, ὑπὸ χυμοῦ τινος δριμέος διαφαγόντος τὸ ἔντερον. ἔστι δὲ ὅτε καὶ ἐπὶ λύσει νοσήματος γίνεται ἡ δυσεντερία, ἣν ἀπαγορεύει ὁ Ἱπποκράτης ἰᾶσθαι, μὴ ἐκ
10τῆς ἐποχῆς ἕτερόν τι μεῖζον ἐπιγίνηται νόσημα. τὴν μὲν οὖν ἐκ διαῤῥοίας γενομένην ἰᾶται τοῖς στέλλουσι καὶ ἱστᾶσι τὸ ῥεῦμα, τὴν δὲ ἔκ τινος δήξεως χυμοῦ δριμέος ἰᾶται τοῖς καταγλυκαίνουσι καὶ κατακεράσαι δυναμένοις, ἐκκλύζων τε τὰ αὐτὰ τὰ ἡλκωμένα τοῖς ὁμοίοις. χρονίζοντος μέντοι τοῦ
15πάθους νομώδη καὶ σεσηκότα εἴωθεν διαχωρεῖν, ὅτε ἁρμό‐ ζουσιν οἱ ἐνιέμενοι τροχίσκοι, οἱ διὰ σανδαράχης καὶ τι‐
τάνου καὶ ἀρσενικοῦ καὶ τῶν τοιούτων συντιθέμενοι. μὴ753

14

.

754

ὄντων δὲ νομωδῶν τῶν διαχωρουμένων, μὴ χρῆσθαι τού‐ τοις, ἐπεὶ σπασμὸν ἐπιφέρουσιν. εἰ δὲ καὶ ἀνωτέρω ἡ τοι‐ αύτη ἕλκωσις τῶν ἐντέρων εἴη, οὐδὲ οὕτως χρηστέον τοῖς τροχίσκοις. οὐ γὰρ φθάνουσιν ἐπὶ τὰ πεπονθότα ἐξικνεῖσθαι.
5τῶν γὰρ ὑγιεινῶν καθαπτόμενοι ὄλεθρον ἐργάζονται, ἀνω‐ τερικοῖς δὲ φαρμάκοις χρῆσθαι, τοῖς πρὸς δυσεντερίαν ἀνα‐ γεγραμμένοις. λειεντερία δὲ γίνεται μὲν ἀπὸ τῆς δυσεντε‐ ρίας, ὅταν πολλῆς ἑλκώσεως οὔσης ἐπὶ τὰ ἔντερα οὐλαὶ πολλαὶ ἐπιγένωνται, δι’ ἃς οὐ κρατεῖ τὰ ἔντερα τῆς τρο‐
10φῆς, ὅθεν λειεντερία εἴρηται ἐκ τῆς περὶ τὰ ἔντερα λειό‐ τητος. διὸ καὶ ἀνίατος ἡ τοιαύτη λειεντερία. οὐλὰς γὰρ οὐκ ἔστιν ἰᾷν. χαλεπὴ δὲ καὶ δυσίατος ἡ δι’ ἀτονίαν ἐντέρου γινομένη. ἐγχειρεῖν δὲ τῇ θεραπείᾳ, τόνον ἐντιθέντα τῷ τε ὅλῳ τῷ σώματι καὶ τοῖς ἐντέροις. γίνεται δὲ καὶ
15λειεντερία καὶ διὰ φλέγμα ἐπικλύσαν τὰ ἔντερα καὶ ὄλισθον ἐμποιοῦν αὐτοῖς. καὶ δεῖ ἀναξηραίνειν ἀποσιτίᾳ τε καὶ τρο‐ φῇ τῇ πρὸς φλέγμα ἀντιτασσομένῃ. τεινεσμὸς δὲ ἰδίως περὶ
τὸ ἀπευθυσμένον γίνεται. φλεγμαῖνον γὰρ τοῦτο συνεχεῖς754

14

.

755

ἐντάσεις καὶ προθυμίας πρὸς διαχώρησιν ἐμποιεῖ καὶ τοῦτό ἐστιν ὁ τεινεσμός. ἴασις δὲ διὰ πυριαμάτων κάτωθεν τῶν στυφόντων καὶ τροφὴ σιτώδης καὶ σταλτική. εἰ δὲ ἐπιμένει καὶ ἐνέματα διὰ πτισάνης χυλοῦ καὶ στέατος τραγείου χρη‐
5στέον. ἕλμινθες δὲ πάθος ἐντέρων. τρισσὸν δὲ εἶδος ἑλμίνθων· αἱ μὲν γὰρ στρογγύλαι σπιθαμιαῖαι τὸ μῆκος, ἢ καὶ μείζους, αἳ καὶ μέχρι στομάχου νέμονται. αἱ δὲ βραχεῖαι καὶ ἐμφερεῖς σκώληξι μακροτέροις, καλοῦνται δὲ ἀσκαρίδες, συνίστανται δὲ περὶ τὸ ἀπευθυσμένον. αἱ δὲ πλατεῖαι καὶ ἐπιμήκεις, ὥσ‐
10τε ὅλῳ τῷ ἐντέρῳ παρατείνονται. λέγονται δὲ καὶ κειρίαι ἐκ τοῦ ἐμφερεῖς εἶναι κειρίαις. ὁμοίως δὲ καὶ ταινίαι, εὐ‐ ίατοι μὲν οὖν στρογγύλαι. πληθύνουσι γὰρ ἐπὶ παιδίων. αἱ δὲ ἀσκαρίδες πλεονάζουσιν ἐπὶ τῶν παρηβώντων, δυσίατοι δὲ καὶ δυσέκκριτοι, μόνον ὑπὸ τῶν δριμυφαγιῶν καὶ φαρ‐
15μάκων τῶν διὰ πικρᾶς συντεθειμένων καὶ ἑλενίου, ὡς ἐπὶ τὸ πλεῖστον ἐμβαλλομένων. ἰσχίας δὲ καὶ ἀρθρῖτις καὶ πο‐
δάγρα μεγέθει μόνον ἀλλήλων διαφέρουσι, ταῖς δὲ αἰτίαις755

14

.

756

καὶ τοῖς τόποις τοῖς πρωτοπαθοῦσι τὰ αὐτά ἐστιν. ὑπό τε γὰρ φλέγματος ὡς ἐπὶ πολὺ γίνονται καὶ περὶ τὰ νεῦρα συνίστανται, τὰ συνέχοντα τὰ ἄρθρα καὶ τὴν κίνησιν αὐ‐ τοῖς παρέχοντα. ἀλλ’ ἡ μὲν ἰσχίας περὶ τὸ ἄρθρον τὸ κατὰ
5ἰσχίον γίνεται. διατείνεται δὲ πολλάκις μέχρι σφυρῶν. ἴασις δὲ διὰ φλεβοτομίας ἀπὸ σφυροῦ. καὶ διὰ σικύας ἀπὸ τοῦ ἰσχίου καὶ διὰ κλυσμῶν δριμέων καὶ δι’ ἃ δυσεντερίας τρό‐ πον τινὰ ποιοῦσι καὶ τὰ ἔξωθεν καταπλάσματα ἄκοπα καὶ μαλάγματα. ποδάγρα δὲ περὶ μόνους τοὺς πόδας συνίσταται
10καὶ ἐπισημαίνει ἐν ἀκμῇ μὲν πυρετῶδες ἄλγημα, διὸ τῶν ἐμψυχόντων δεῖται, παρακμῇ δὲ ναρκῶδες καὶ μετὰ ψύξεως, ὅθεν τῶν θερμαινόντων δεῖται. ἀρθρῖτις δὲ ταὐτὸν πάθος τοῖς προειρημένοις περὶ πάντα τὰ ἄρθρα συνιστάμενον. φαρ‐ μάκων δὲ δεῖται θεραπευτικῶν τῶν ἀλεαινόντων κηρωμάτων
15καὶ τῆς καταλλήλου διαίτης. ἡ δὲ ἐλεφαντίασις τὸ πάθος ἔσχε τὸ ὄνομα ἀπὸ ὁμοιότητος τῆς πρὸς τὸν ἐλέφαντα. τὸ γὰρ δέρμα τῶν ἐν τῷ πάθει τούτῳ κατεσχημένων παχύτε‐
ρόν τε καὶ σκληρότερόν ἐστιν, ἐμφέρειαν ἔχον πρὸς τὸ τῶν756

14

.

757

ἐλεφάντων δέρμα. αἴτιον δὲ τοῦ πάθους φλέγμα παχὺ καὶ χολὴ μέλαινα, ἢ βλεννώδης μάλιστα ἐνσπειρομένη. οἱ γὰρ χυμοὶ οὗτοι θηριῶδες αὐτὸ ἀποφαίνουσιν. διὸ καὶ μόνη θε‐ ραπεία ἀνύσιμος ἐπὶ τῶν ἐλεφαντιώντων, ἡ δι’ ἑλλεβόρου
5λευκοῦ καὶ μέλανος. τινὲς δὲ τῶν παλαιοτέρων εἰς ἓξ διαι‐ ροῦσι τὸ πάθος αὐτὸ, εἰς ἐλεφαντίασιν, λεοντίασιν, ὀφία‐ σιν, λέπραν καὶ ἀλωπεκίαν καὶ λώβην. ἐλεφαντίασιν μὲν οὖν λέγουσι τὴν ἐμφερῆ κατὰ τὸ δέρμα καὶ κατὰ τοὺς πό‐ δας ἐλέφαντι· παχεῖς γὰρ καὶ οὗτοι τοὺς πόδας ἔχουσιν οἱ
10τῷ πάθει τούτῳ περιπεσόντες δηλονότι, ὥσπερ ἐκεῖνοι· λεοντιᾷν δέ φασι τοὺς ὀχθώδεις ἐπαναστάσεις ἔχοντας, ἢ καὶ οἰδηματώδεις καὶ πυῤῥοτέρους ὄντας δίκην λεόντων. ὀφία‐ σιν δὲ τὴν ἐκδέρουσαν τοὺς ἁλόντας ὡς ὄφεις. ἀλωπεκίαν δὲ ἀπὸ μεταφορᾶς τῶν ζώων ἐκείνων· λώβην δὲ, τὴν τὰ
15ἄκρα χειρῶν τε καὶ ποδῶν διαφθείρουσαν καὶ τοὺς τῶν τοι‐ ούτων μελῶν ἐστερημένους, λελωβημένους. λέπραν δὲ τὴν τραχύνουσαν τὸ δέρμα καὶ οἷον ὁρᾶται ἐπὶ τῶν λεπρῶν,
ποιουμένην. ὁ δὲ λειχὴν πάθος μὲν καὶ αὐτὸς δέρματος.757

14

.

758

διττὸν δὲ εἶδος λειχῆνος, ὁ μὲν ἥμερος καὶ πρᾳότερος, ὁ δὲ ἄγριος καὶ χαλεπώτερος. ἀφίστανται δὲ ἐπὶ τούτων καὶ λε‐ πίδες τοῦ δέρματος καὶ ὁ ὑπὸ τὰς λεπίδας τόπος ἐνερευθέστερος καὶ ἐγγὺς ἡλκωμένου φαίνεται. γίνεται δὲ τὸ
5πάθος ὑπὸ φλέγματος ἁλμυροῦ καὶ χολῆς τῆς ξανθῆς· ἔνθεν ὡς ἐπὶ τῶν ἁλμῶν τῶν κεραμίων ἀφίστανται τοῦ δέρματος αἱ λεπίδες. ἴασις δὲ ἥ τε διὰ φαρμάκων φλεγμαγωγῶν καὶ τῶν ἔξωθεν ἐπιχρίστων. λέπρα δὲ πάθος μὲν καὶ αὐτὴ δέρματος ἐπὶ τὸ λευκότερον καὶ τραχύτερον τρεπόμενον. ἡ
10δὲ τραχύτης οἷον ψυδρακίων ἐπανεστώτων. ἡ δὲ ψώρα ἐστὶν ἑλκωδεστέρα. γίνεται δὲ ἑκάτερον ἰδίως ὑπὸ φλέγμα‐ τος ἁλμυροῦ. ἴασις δὲ ἥδε διὰ φλεγμαγωγῶν φαρμάκων καὶ τῶν ἔξωθεν ἐπιχρισμάτων, ὅσα πρὸς λέπραν καὶ ψώραν ἀνα‐ γέγραπται. ὁ δὲ ἀλφὸς διττόν ἐστι πάθος, ὁ μὲν λευκὸς, ὁ
15δὲ μέλας. γίνεται δὲ ὁ μὲν μέλας ὑπὸ μελαίνης χολῆς· διὸ καὶ μελαγχολικὰ τὰ πολλὰ ῥύεται ὁ δὲ λευκὸς ὑπὸ φλέ‐ γματος γίνεται, οὐχ ἁλυκοῦ. ἡ δὲ λεύκη ὅμοιον μὲν τὸ πά‐
θος ἀλφῷ λευκῷ, μᾶλλον δὲ ἐπισημαίνει γῆν λευκοτάτην.758

14

.

759

λέπρας δὲ διαφέρει τῷ λεῖον εἶναι καὶ μὴ τραχύνεσθαι τὸ δέρμα, ὡς ἐπὶ λέπρας. ῥύεται δὲ τούτων ἁπάντων τὰ φλε‐ γμαγωγὰ φάρμακα καὶ τὰ ἔξωθεν σμήγματα. Κεφ. ιδʹ. [Περὶ συνθέσεως ἀρίστης καθαρσίου.]
5Συντίθεται δὲ ἡ πρὸς τὰ ἐντὸς φαρμακεία ἀπό τε ἀπο‐ φρακτικῶν καὶ τμητικῶν καὶ λεπτυντικῶν καὶ προοδοποιη‐ τικῶν καὶ προτρεπτικῶν καὶ καθαρτικῶν καὶ κολαστικῶν τῆς τῶν φαρμάκων κακίας, εὐστομάχων τε καὶ ἐφεκτικῶν τῆς ἀλόγου φορᾶς. ἀποφρακτικὰ μὲν οὖν ὅσα τοὺς πόρους
10ἀραιοῖ καὶ τὰ σώματα εὔροα ποιεῖ· τμητικὰ δὲ ὅσα τέμνει τοὺς χυμοὺς καὶ πέπτει τοὺς μὲν παχύνοντα, τοὺς δὲ λε‐ πτύνοντα. προοδοποιητικὰ δὲ ὅσα προάγει καὶ προπέμπει τὰ φάρμακα εἰς ἃ βουλόμεθα μόρια, ὡς ἐπὶ μὲν τῶν ἧπαρ καθαίρειν βουλομένων, σάνδαλα· τῶν δὲ σπλῆνα, σκολοπέν‐
15δριον· νεφροὺς δὲ καὶ ἰσχία, κενταύριόν τε καὶ θλάσπι· τὰ ὄπισθεν τῆς κεφαλῆς, παιωνία καὶ στοιχάς· τὰ ἐμπρόσθιά τε καὶ σάμψυχον καὶ τὰ τοιαῦτα· στήθη καὶ πνεύμονα καὶ
θώρακα καὶ καρδίαν καὶ μετάφρενα καὶ ἔντερα, γλυκύῤῥιζον759

14

.

760

καὶ στύραξ καὶ σπέρμα τήλεως· ἀμύγδαλά τε καὶ κρόκος καὶ σπέρμα λινοζώστεως καὶ τοὺς ἁρμοὺς καὶ τὰ ἄρθρα, ἑκάτε‐ ρον ἑρμοδάκτυλον καὶ ἄλλοις ἄλλα, ἅπερ ἐκ τῶν εἰρημένων δεῖ συντεκμαίρεσθαι. προτρεπτικὰ δὲ ὅσα κινεῖ καὶ προ‐
5τρέπει τὰ φάρμακα, ὡς μὲν ἀγαρικὸν, ἔρις, ῥέον δὲ Ἰν‐ δικὸν, στάχυς· ἐντεριώνην δὲ κολοκυνθίδος, τραγάκανθα· σκαμμωνίαν δὲ, ἀλόη, ἢ χυλὸς κράμβης, ἢ ῥόδων, ἢ σπέρ‐ ματα. ὡσαύτως ἅλας ὀρυκτόν· τὸ ἐπίθυμον, ὥσπερ εὐφόρ‐ βιον, βδέλλιον καὶ τὸν ἑλλέβορον· ῥαφανῖδος σπέρμα καὶ
10τὴν ἀλυπαίαν· ὄξος ἢ χρυσοβάλανος καὶ τὰ μυροβάλανα· βρυωνία καὶ τὸ ἐλατήριον ἅλας. καὶ μὲν δὴ καὶ τῆς πτυ‐ ούσης τὴν ῥίζαν, ἑρμοδάκτυλον τὸ στρογγύλον καὶ τοῖς ἄλλοις ὡσαύτως τὰ παραπλήσια, ἅπερ ἐν τῷ περὶ ἀρίστης συνθέ‐ σεως φαρμάκων κατὰ μέρος διήλθομεν καὶ δεῖ ἐκεῖθεν νο‐
15μίζεσθαι τὰ ἐλλείποντα. καθαρτικὰ δὲ ὅσα καθαίρει κᾀν‐ ταῦθα κᾀν τῷ περὶ ἁπλῶν φαρμάκων ἡμῖν γέγραπται. κο‐
λαστικὰ δὲ τῆς κακίας ὅσα τοῖς δηλητηρίοις τῶν φαρμάκων760

14

.

761

ἀντικεῖσθαι ἰδίωμα, ὡς ἀγαρικοῦ μὲν ζίγγιβερ, σκαμμωνίας δὲ ὀποῦ, μαστίχη ἢ κόμμι Ἀραβικὸν, ἢ καφουρὰ, ἢ κυδω‐ νίων μήλων χυλός· κολοκυνθίδος δὲ ἀμυγδάλων ἔλαιον· ἀλυ‐ παίας δὲ νᾶπυ· ὥσπερ ἑλλεβόρου καστόριον, ἢ ὑδρόμελι·
5καὶ εὐφορβίου κιννάμωμον. ἀλόης δέ γε μαστίχη· ὥσπερ αὐτὴν προτρέπει τὸ σμύρνιον· καὶ τἄλλα ὅσα ἡμῖν ἐν τῷ περὶ ἀρίστης συνθέσεως εἴρηται. εὐστόμαχα δὲ καὶ ἐφεκτικὰ τῆς ἀλόγου τῶν φαρμάκων φορᾶς, ὅσα τονοῖ καὶ συνέχει καὶ τὰς φυσικὰς διεγείρει ἐνεργείας. τὸ δὲ
10κατὰ μέρος ταῦτα ἐπεξεργάσασθαι περισσὸν νῦν ἡμῖν ἔδοξε. Κεφ. ιεʹ. [Περὶ διαιρέσεως τῆς διὰ φαρμάκων θε‐ ραπείας.] Ἡ δὲ φαρμακεία διττή ἐστιν, ἡ μὲν πρὸς τὰ ἐντὸς πάθη, ᾗ μάλιστα χρῆται ὁ διαιτητικός· ἡ δὲ πρὸς
15τὰ ἐκτὸς, ἧς οὐκ ἄνευ συντελεῖται τὰ κατὰ χειρουργίαν. τῆς μὲν οὖν πρὸς τὰ ἐντὸς φαρμακείας εἴδη ἐστὶ δεκαδύο. τὸ
μὲν τῶν ἐν τῇ κεφαλῇ παθῶν· τὸ δὲ τῶν στοματικῶν· τὸ761

14

.

762

δὲ τῶν πεπτικῶν· τὸ δὲ τῶν βηχικῶν· τὸ δὲ τῶν ἀνωδύ‐ νων τὸ δὲ τῶν ἀλεξιφαρμάκων· τὸ δὲ τῶν καθαιρόντων. καὶ τὰ μὲν ἡπατικὰ ἰδίως· τὰ δὲ σπληνικά· τὰ δὲ νεφρι‐ τικά· τὰ δὲ πρὸς τοὺς ἐν τῇ κύστει λίθους καὶ ἕλκη· τὰ
5δὲ πρὸς ὑστέραν· τὰ μὲν δὴ στοματικά ἐστι, τὰ δὲ πρὸς οὖλα αἱμασσόμενα, σηπόμενα, βεβρωμένα καὶ ὀδόντας καὶ ὅσα πρὸς ἄφθας καὶ ἐσχάρας, ὅσα τε πρὸς σταφυλὴν κεχαλασμέ‐ νην. τῶν δὲ πεττικῶν τὰ μέν ἐστι πρὸς ἀτονίαν στομάχου, ἢ κοιλίας· τὰ δὲ πρὸς ἐμπνευμάτωσιν τούτων· τὰ δὲ πρὸς αἵμα‐
10τος ἀναγωγήν· τὰ δὲ πρὸς πλευριτικοὺς, ἢ περιπνευματικούς· τὰ δὲ πρὸς φθισικούς· τὰ δὲ πρὸς ἀσθματικοὺς, ἢ ὀρθοπνοϊ‐ κούς· τὰ δὲ πρὸς τραχύτητά τε ἀρτηρίας καὶ φω‐ νῆς ἐκκοπήν. τῶν δὲ ἀνωδύνων τὰ μὲν πρὸς νεφριτικοὺς, τὰ δὲ πρὸς κοιλίας ῥύσεις καὶ δυσεντερίας καὶ πρὸς κωλι‐
15κοὺς καὶ εἰλεώδεις. κοινῶς δὲ πάντα πρὸς πᾶσαν ὀδύνην. τὰ δὲ ἀλεξιφάρμακα τὰ μὲν ἁπλᾶ, ἄλλα πρὸς ἄλλο δηλη‐ τήριον. ἡ δὲ θηριακὴ πρὸς πάντα καὶ προσλαμβανομένη
καὶ ἐπιδιδομένη. τῶν δὲ καθαιρόντων τὰ μὲν ἄνωθεν κα‐762

14

.

763

θαίρει, ὡς τὰ δι’ ἐλλεβόρου καὶ ἐμετικὰ πάντα, τὰ δὲ κά‐ τωθεν παραλαμβάνεται, ὡς τὰ διὰ σκαμμωνίας καὶ ἀλόης καὶ ἐλατηρίου καὶ κολοκυνθίδος καὶ εὐφορβίου καὶ κόκκου κνιδίου καὶ τῶν τοιούτων. τρίτα δὲ τούτοις τετάχθω καὶ τὰ
5πρὸς ἕλμινθας πλατείας, οἷά ἐστι τὸ διὰ κέρατος ἐλαφείου καὶ ἡδυόσμου καὶ πεπέρεως. ἔστι δὲ καὶ τέταρτον εἶδος τῶν κεφαλὴν μόνην καθαιρόντων διὰ στόματος καὶ ῥινῶν ἃ παραλαμβάνεται ἰδίως. ἐπί τε τῶν ἐν τῇ κεφαλῇ καὶ τοῖς ὀφθαλμοῖς παθῶν καὶ τὰ πλεῖστα ἐπὶ ἰκτέρων. ἁρμόζουσι
10δὲ αἱ μὲν διὰ τῶν ἄνω καθάρσεις πρὸς ἀνασκευὴν τῶν χρονίων. καιρὸς δὲ αὐτῶν τὰ διαλείμματα. αἱ δὲ κάτωθεν, πρὸς τὰ ὀξέα νοσήματα κατάλληλοι, πλευρίτιδας καὶ περι‐ πνευμονίας. καιρὸς δὲ αὐτῶν πάντων ἡ ἄνεσις τῶν ἐπὶ μέρους παροξυσμῶν. τῆς δὲ πρὸς τὰ ἐκτὸς φαρμακείας εἴδη
15ἐστὶν ἕνδεκα. τὰ μὲν γὰρ αὐτῶν διαφορητικὰ, τὰ δὲ συμ‐ πεπτικὰ, τὰ δὲ ἔναιμα, τὰ δὲ πυοποιὰ, τὰ δὲ ἀνακαθαρ‐
τικὰ, τὰ δὲ ἀναπληρωτικὰ, τὰ δὲ κατασταλτικὰ, τὰ δὲ763

14

.

764

ἐπουλωτικὰ, τὰ δὲ ὀφθαλμικὰ, τὰ δὲ ἐν ὅλῳ τῷ σώματι, τὰ δὲ καυστικὰ ἐπὶ ἐρυσιπέλατα καὶ ἕρπητας καὶ ἄνθρακας· τὰ δέ εἰσιν ἀλείμματα ἄκοπά τε καὶ θερμαντικὰ πρὸς πα‐ ραλύσεις ποιοῦντα καὶ ἀρθριτικοὺς καὶ ποδαγρικοὺς καὶ
5πᾶσαν νεύρων πῆξιν καὶ τετανικοὺς καὶ ὀπισθοτονικούς. τὰ δὲ σμηκτικὰ τῶν εἰς τὴν ἐπιφάνειαν ἐξανθούντων, λεύκης, ἀλφοῦ, λειχῆνος καὶ λέπρας. τὰ οὖν διαφορητικὰ καὶ συμ‐ πεπτικὰ ἐπὶ φυμάτων καὶ παντὸς ἀποστήματος τοιούτου ἁρμόζει. διαφορητικαὶ δέ εἰσιν αἱ διὰ ἁλῶν πᾶσαι
10καὶ ὅσαι διὰ νίτρου, ὡς τὸ Κτησιφῶντος. συμπεπτικὰ δὲ τὰ διὰ ῥητίνης καὶ χαλβάνης καὶ ἀμμωνιακοῦ θυμιάματος· τῶν δὲ ἐναίμων φαρμάκων αἱ μὲν φαιαὶ ἐπὶ τῶν κατὰ τοῦ σώματος προσφάτων τραυμάτων ἁρμόζουσιν. αἱ δὲ ἰδίως χλωραὶ καὶ μέλαιναι, ὡς ἡ βάρβαρος, πρός τε τὰ ἐν τῇ κε‐
15φαλῇ καὶ πρὸς τὰ κυνόδηκτα. ἐπὶ δὲ ἑλκῶν τοῖς μὲν πυο‐ ποιοῖς ἐπὶ τῶν φλεγμαινόντων χρηστέον, ὡς τῇ τετραφαρ‐ μάκῳ. τοῖς δὲ ἀνακαθαίρουσιν ἐπὶ τῶν ῥυπαρῶν, ὡς τῇ
χλωρᾷ ἀνειμένῃ. τοῖς δὲ ἀναπληροῦσιν ἐπὶ τῶν κοίλων. τοῖς764

14

.

765

δὲ καταστέλλουσιν ὡς ἐπὶ τῶν ὑπερσαρκούντων, ὡς τοῖς διὰ μίσυος καὶ λεπίδος, ἃ καὶ ἐπὶ τῶν δυσεπισχέτων αἱμοῤῥα‐ γιῶν ἁρμόζει. τοῖς δὲ καυστικοῖς ὁτὲ μὲν πρὸς τὸ διελεῖν καὶ ἀναπτύξαι σώματα χρώμεθα, ὡς ἐπὶ τῶν ἀποστη‐
5μάτων τὴν περιοχὴν, ὁτὲ δὲ ἐπὶ τῶν κεχαλασμένων βλε‐ φάρων ἀντὶ ἀναῤῥαφῆς, ἀφαιροῦντες τὸ σύμμετρον τῆς οὐλῆς, ἀνασπῶμεν τὸ κεχαλασμένον. ὁτὲ δὲ ἐπὶ κεφαλαίας δυσιάτου παραλαμβάνομεν, διὰ βαθείας ἐσχάρας μεταβάλ‐ λοντες εἰς τὰ ἐκτὸς ῥεύματα. ὕλη δὲ τῶν καυστικῶν κονία,
10ἄσβεστος ζῶσα καὶ ἀρσενικὸν καὶ σανδαράχη καὶ φέκλα καὶ τὰ τοιαῦτα. τῶν δὲ κεφαλικῶν τὰ μὲν πρὸς ἀχῶρας καὶ πίτυρα καὶ ἐκβράσματα ἁρμόζει, τὰ δὲ πρὸς κεφαλαλγίαν καὶ ἑτεροκρανίαν. τῶν δὲ ὠτικῶν τὰ μὲν πρὸς φλεγμονὴν ὤτων, τὰ δὲ πρὸς ἕλκωσιν· τὰ δὲ πρὸς πυοῤῥοοῦντα· τὰ δὲ πρὸς
15δυσηκοΐαν· τὰ δὲ πρὸς ὦτα τεθλασμένα. τῶν δὲ ὀφθαλμικῶν φαρμάκων εἴδη εἰσὶν ἑπτά. τὰ μὲν γὰρ πρὸς ἀρχομένας ὀφθαλ‐ μίας ἁρμόζει, ὡς τὰ διὰ γλαυκίου καὶ τὰ διὰ κρόκου καὶ τὰ
κυκνάρια· τὰ δὲ πρὸς τὰς διαθέσεις, ὡς τὰ νάρδινα καὶ τὰ θεο‐765

14

.

766

δότια καλούμενα. τὰ δὲ πρὸς ῥεύματα, ὡς τὰ διὰ λιβάνου καὶ ἀκα‐ κίας καὶ ἐρείκης καρποῦ. τὰ δὲ πρὸς τραχώματα, ὡς τὰ διὰ τῶν μεταλλικῶν, οἷον κεκαυμένου χαλκοῦ καὶ χαλκίτεως καὶ λεπίδος χαλκοῦ. πέμπτον δέ ἐστι τὸ πρὸς ξηροφθαλ‐
5μίας καὶ ψωροφθαλμίας εἶδος τῶν κολλυρίων καὶ ξηρῶν ὀξυδερκικῶν, ἃ τῆς αὐτῆς ὕλης ἐστὶ τοῖς προγεγραμμένοις. ἕκτον δὲ τῶν ὑγρῶν εἶδος, τῶν πρὸς ὑποχύσεις ἀναγεγραμ‐ μένων, ἃ διὰ χολῶν σκευάζονται καὶ μάλιστα δι’ ὑαίνης. ἕβδομον δὲ τὸ τῶν καταπλασμάτων εἶδος, ἃ παραλαμβάνε‐
10ται ἐπὶ τῶν ἄκρως φλεγμαινόντων ὀφθαλμῶν καὶ περιοδυ‐ νώντων. ἔστι δὲ τάδε διὰ μελιλώτων καὶ γλυκέος καὶ τήλεως καὶ τὰ τοιαύτης ὕλης. περιχρίομεν δὲ τὰ βλέφαρα ἐν ἀρχῇ μὲν τοῖς ἀποκρουστικοῖς, οἷά ἐστι τὰ διὰ γλαυκίου καὶ τοῖς διὰ κρόκου καὶ αὐτῷ μόνῳ γλαυκίῳ. ἐπὶ δὲ τῶν ἐνδιαθέ‐
15των τοῖς ἀναξηραίνουσι καὶ παραμυθουμένοις, οἷον ναρδί‐ νοις καὶ θεοδοτίοις. ὅσα δὲ πρὸς εὐμορφίαν ἐπιχρίεται, ὡς τὰ διὰ σάνδυκος καὶ ἡδυχρόου, οὐκ ἰατρικῆς, ἀλλὰ καλλω‐
πιστικῆς ἐστιν ἴδια.766

14

.

767

Κεφ. ιστʹ. [Περὶ τῶν ἐν ὀφθαλμοῖς συνισταμένων παθῶν.] Πάθη δὲ περὶ μὲν τὸν ὅλον ὀφθαλμὸν συνίστα‐ ται τάδε. τάραξις, ὀφθαλμία, ἐπιφορὰ, φλεγμονὴ, οἴδημα, ἐμφύσημα, σκίῤῥωσις, χήμωσις, ἄνθραξ, στραβισμὸς, σπα‐
5σμὸς, παλμὸς, μυωπίασις, γάγγραινα, σηπεδὼν, ἕλκος, σῦ‐ ριγξ, ξηροφθαλμία, ψωροφθαλμία, σκληροφθαλμία, πρό‐ πτωσις, ἀτροφία. περὶ δὲ τοὺς ὑμένας τάδε, ῥῆξις, διάβρωσις, διάτασις, ἀναστόμωσις, παχύτης, πυκνότης, ῥύσωσις, ἔκ‐ τασις, ἀραιότης. περὶ δὲ τὰ ἐντὸς μὲν βλεφάρων τραχύτης,
10παχύτης, σύκωσις, τύλωσις, σκληρία, χαλάζωσις, πλαδα‐ ρότης, μύδησις, σάρκωσις, πωρίασις. περὶ δὲ τὰ ἐκτὸς τῶν βλεφάρων ὑδατίδες, λιθίασις, φθειρίασις, μελικηρὶς, γάγγραινα, φύματα, κολοβώματα. περὶ δὲ τὴν στεφάνην κριθὴ καὶ ποσθία, τριχίασις, διστιχία, τριστιχία, φαλάγ‐
15γωσις, πύρωσις, πτίλωσις, ψωρίασις, μαδαρότης, παρά‐ λυσις. κοινῶς δὲ πρὸς ὅλα τὰ βλέφαρα, παράλυσις, πρό‐ πτωσις, ἐκτροπή. περὶ δὲ τοὺς κανθοὺς, ἐγκανθὶς ἀγκύλη,
πτερύγιον, ῥοιὰς, πρόσφυσις. ἔξωθεν δὲ αἰγίλωψ, ἀγχίλωψ.767

14

.

768

περὶ δὲ τὸ λευκὸν ψυδράκιον ἕλκος, ὑπόσφαγμα, ἀπόστα‐ σις, χήμωσις, κοίλωμα, πτερύγιον, φάκωσις, ἴκτερος, πῶ‐ ρος. περὶ δὲ τὴν ἴριν ἄργεμον, νεφέλιον, ἀχλὺς, ἐπίκαυμα, ἕλκος, βοθρίον, φλυκτὶς, μυιοκέφαλον, σταφύλωμα, ὑπό‐
5πυον, ῥῆξις, οὐλὴ, λεύκωμα, κοίλωμα, πρόπτωμα, ὄνυξ, πύωσις, ἕλκωσις. περὶ δὲ τὴν κόρην ὑπόχυσις, γλαύκωσις, μυδρίασις, φθίσις, σύγχυσις, πλατυκορίασις, ἀμαύρωσις, ῥυτίδωσις, νυκτάλωψ, ἡμεράλωψ, μυωπίασις, διαπύησις. περὶ δὲ τοὺς πόρους ἀπόῤῥηξις, παρέμπτωσις, σύμπτωσις,
10ἕλκωσις, ἀνθράκωσις. τάραξις μὲν οὖν ἐστιν, ὅταν συγκινη‐ θεὶς ὁ ὀφθαλμὸς ἐπιπολαίως καὶ μετρίως ἐπὶ τὸ ἐρυθρότε‐ ρον καταστῇ τελέως. ὀφθαλμία δέ ἐστιν, ὅταν τὸ λευκὸν ἐνερευθὲς ᾖ καὶ τὰ βλέφαρα ἐπηρμένα μετὰ τοῦ τήν τε μύ‐ σιν τῶν βλεφάρων ἐπαλγῆ εἶναι καὶ τὴν τῶν χειρῶν ἐπα‐
15φὴν ἐπώδυνον. φλεγμονὴ δέ ἐστιν ἐπίτασις τοῦ τε ἐρυθήματος καὶ τῆς ἐπάρσεως τῶν βλεφάρων, ὡς ἐπιπόνως ἀναβλέπειν. ἐπιφορὰ δὲ κοινὸν ὄνομα ἐπὶ παντὸς τοῦ σώ‐
ματος καὶ φλεγμονῆς σφοδρᾶς ἐπιφερομένης καὶ ῥευμάτων768

14

.

769

λάβρων ἐπιῤῥεόντων. ἰδίως δὲ ἐπὶ ὀφθαλμῶν λέγεται, ἐπει‐ δὰν μετὰ φλεγμονῆς μεγίστης καὶ ῥεύματος πλῆθος ἐπιῤῥυῇ. οἴδημα δέ ἐστιν, ὅταν ἐπηρμένος καὶ ἀχρούστερος, ἢ καὶ δυσκίνητος ἐπιφαίνηται. ἐνίοτε δὲ καὶ τὸ λευκὸν ὑπὲρ τὸ
5μέλαν ἐπαίρεται. ἐμφύσημα δέ ἐστιν, ὅταν ἄφνω οἰδίσας ὁ ὀφθαλμὸς ἀχρούστερος καὶ φλεγματωδέστερος γένηται. γί‐ νεται δὲ ὡς ἐπίπαν πρεσβύταις, μάλιστα θέρους. σκίῤῥωσις δὲ γίνεται κατ’ ἐπίτασιν φλεγμονῆς χρονίου τῆς σαρκὸς αὐξανομένης καὶ ὑποπελιαζούσης. ῥευματίζεται δὲ ὁ ὀφθαλ‐
10μὸς, ὅταν μὴ μόνον ἐρυθρὸς ᾖ, ἀλλὰ καὶ ὅταν πολὺ δά‐ κρυον ἐκκρίνῃ. ξηροφθαλμία δέ ἐστιν, ὅταν οἱ κανθοὶ ἑλ‐ κώδεις καὶ τραχύτεροι καὶ κνησμώδεις εἰσὶ καὶ τὰ βλέ‐ φαρα ἐρυθριᾷ καὶ δάκρυον ἁλμυρὸν καὶ νιτρῶδες διαστά‐ ζει. σκληροφθαλμία δέ ἐστιν, ὅταν τὰ βλέφαρα σκληρότερα
15ᾖ καὶ αὐτὸς ὁ ὀφθαλμὸς δυσκίνητος καὶ ἐνερευθής. πρόπτω‐ σις δέ ἐστιν, ὅταν ὁ ὀφθαλμὸς κινητὸς μετὰ φλεγμονῆς προπέσῃ. ἀτροφίαν δὲ λέγουσιν ὀφθαλμοῦ, ὅταν ἐξ ἀῤῥω‐
στίας μακρᾶς, ἢ ἔκ τινος ἀδήλου αἰτίας, ὥσπερ ὀλίγον ἐξω‐769

14

.

770

θούμενος, εἶτα κοιλαινόμενος κατὰ τὰς ῥίζας ἀλγῶν μικρό‐ τερος γίνηται καὶ ἀμυδρῶς, ἢ μηδ’ ὅλως βλέπῃ τραχέα δὲ τὰ βλέφαρα λέγεται, ὅταν ἐκστραφέντα ἐναιμότερα φαίνη‐ ται καὶ τραχύτερα καὶ σαρκωδέστερα καὶ κεγχραμίσιν ὅμοια.
5παχέα δὲ βλέφαρα τὰ ἐκστραφέντα τῶν κατὰ φύσιν καὶ σκληρότερα καὶ σαρκωδέστερα τῶν τραχέων φαινόμενα. σύ‐ κωσις δέ ἐστιν, ὅταν τὸ ἐντὸς τῶν βλεφάρων σαρκωθείη σαρκὶ παραπλήσιον μετὰ ὑπεροχῆς καὶ ὁ ὀφθαλμὸς ἅπας δυσκίνητος ᾖ. τύλωσις δέ ἐστιν, ὅταν τὰ ἐν τοῖς βλεφάροις
10τραχώματα διὰ παλαιότητα παχύτερα καὶ λευκότερα καὶ δυσαίσθητα ᾖ καὶ διὰ τοῦτο δυσαπότριπτα γένηται. σκλη‐ ρίασις δέ ἐστιν ἔπαρμα μετ’ ἐρυθήματος ἐπὶ τὸ βλέφαρον καὶ ὀδύνης, δυσαπότριπτον καὶ χρονιώτερον φλεγμονῆς. χα‐ λάζωσις δέ ἐστι περιφερῆ τινα ἔνδοθεν τοῦ βλεφάρου
15ἐπάρματα περιγεγραμμένα, ἐοικότα τῇ χαλάζῃ. πλαδαρότης δέ ἐστι μαλακὰ οἷον σώματα παλαιά γε καὶ ἀχρούστατα κατὰ τὰ ἐντὸς τῶν βλεφάρων οὔπω τὸ τραχὺ ἔχοντα, διὸ
πλαδαρότης καλεῖται. μύδησις δὲ κοινὸν ὄνομά ἐστι770

14

.

771

σώματος, ἐκ σήψεως ἀπολλυμένων. γίνεται δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὰ βλέφαρα καὶ ὀγκωδέστερα φαίνεται καὶ συνε‐ χῶς ῥευματίζεται, πλείονος πιμελῆς περὶ αὐτὰ γινομένης. κριθὴ δὲ, ἣ καὶ ποσθία λέγεται, ὅταν τὸ ἐντὸς τῶν βλε‐
5φάρων πρὸς ταῖς στεφανιαίαις ὑπόπυον παράμηκες, ὅμοιον κριθῇ κατὰ τὸ σχῆμα γένηται. γίνεται δὲ καὶ ἄλλα μείζονα κατὰ μέσα βλέφαρα κριθὴ λεγόμενα. λιθίασις δέ ἐστιν, ὅταν ἐκστραφέντων τῶν βλεφάρων ὅμοια πώροις περὶ τὰ βλέφαρα ὑπάρχῃ λευκὰ καὶ παχέα καὶ οἷον λίθοις ἐμφερῆ νύσσοντα τὸν
10ὀφθαλμόν. φθειριᾷν δέ φαμεν τὰ βλέφαρα, ὅταν περὶ τὰ τετριχωμένα πλατέες πολλαὶ φθεῖρες σμικραὶ γίνωνται. δι‐ τριχιᾷν δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν ὑπὸ τὰς κατὰ φύσιν τρίχας ἄλλαι ὑποφυεῖσαι νύσσωσι τὸν ὀφθαλμὸν καὶ ῥευμα‐ τίζωσι. πτίλωσις δέ ἐστιν, ὅταν ἄλλαι μὲν ὑποφύουσιν, αὗ‐
15ται δὲ αἱ κατὰ φύσιν συμπεσοῦσαι καὶ κατακλασθεῖσαι νυγμοὺς παρέχουσι. φαλάγγωσις δέ ἐστιν, ὅταν διστιχία, ἢ τριστιχία τῶν ὑποφυομένων τριχῶν ᾖ ἐν τῷ ἄνω, ἢ ἐν τῷ
κάτω βλεφάρῳ. παραλελύσθαι δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν771

14

.

772

αὐτὸν ἐπιλείπωσιν αἱ φυσικαὶ κινήσεις καὶ μὴ δύνηται ἀνα‐ βλέπειν, ἢ κάτω βλέπειν, ἀναίσθητος δὲ ᾖ. πολλάκις δὲ καὶ περὶ μέρη τινὰ τοῦ ὀφθαλμοῦ τοῦτο συμβαίνει. ἐκτετρά‐ φθαι δὲ λέγουσι τὰ βλέφαρα, ὅταν ἐπὶ πλέον ἐκτραπῇ ἑλκω‐
5θέντων ἐξοφθαλμιῶν. ἐγκανθίδα δὲ λέγουσιν, ὅταν ἐξ ἑλ‐ κώσεως ὑπερσαρκώσῃ ὁ κανθὸς πρὸς τὴν ῥῖνα. πάσχουσι δὲ τοῦτο μάλιστα οἱ θαλασσουργοί. πτερύγιον δὲ λέγουσιν, ὅταν ἐπὶ πλέον ἑλκωθέντος καὶ ὑπερσαρκώσαντος τοῦ λευ‐ κοῦ ὑμὴν λεπτὸς καὶ νευρώδης ἐπιδράμῃ τὸν ὀφθαλμὸν,
10ἀρξάμενος ἀπό τινος τῶν κανθῶν, ἕως τοῦ μέλανος καὶ τῆς κορυφῆς ἐφάψηται. ῥοιὰς δέ ἐστιν ἐπὶ ὀφθαλμῷ, ὅταν ἔκ τινος αἰτίας ἀδήλου ὁ κανθὸς παρέλθῃ, ἢ ἐκ χειρουργίας ἀρθῇ καὶ μηκέτι στέγειν τὸ δάκρυον οἷόν τε ᾖ, ἀλλὰ ῥευματίζεται. προσφύεται δὲ τὰ βλέφαρα ἢ τῷ λευκῷ ἢ τῷ μέλανι ἐξ ἑλ‐
15κώσεως. καὶ ἐὰν μὲν τῷ μέλανι προσφυῇ, τελέως κωλύει τὴν ὅρασιν, ἐὰν δὲ τῷ λευκῷ, ἧττον· καλεῖται δὲ ἀγκύλωσις. αἰγίλωπα δὲ λέγουσιν, ἢ ἀγχίλωπα, ὅταν ἀπόστημά τι γέ‐
νηται πρὸς τῷ κανθῷ τῷ παρὰ τῇ ῥινὶ πῦον περιέχον, ἢ772

14

.

773

λιπαῖνον τὸ ὀστέον συῤῥηγνύμενον, ἢ εἰς κανθὸν, ἢ εἰς ῥῖνα περιχεῖ τὸ ὑγρόν. ψυδράκιον δ’ ἐστὶ κοινῶς λεγόμενον περὶ πᾶν τὸ σῶμα καὶ περὶ τὸ λευκὸν τοῦ ὀφθαλμοῦ γίνε‐ ται, οἷον ἐξάνθημα ἐξ ἄκρου ἐρευθές. ἕλκος δὲ γίνεται περὶ
5τὸ μέλαν, ἢ τὸ λευκὸν, ὅταν ἡ ἐπιδερμὶς διαιρεθῇ μηνοει‐ δὴς, ἢ στρογγύλη τὸ σχῆμα, κοιλότερον, ὁμόχρουν ἢ ὑπό‐ λευκον. ὑπόσφαγμα δὲ λέγουσιν, ὅταν ὑπὸ πληγῆς ῥαγέντων τῶν ἐν τῷ πρώτῳ χιτῶνι ἀγγείων μεταξὺ τῆς κτηδόνος τοῦ λευκοῦ καὶ τοῦ ἐντὸς χιτῶνος αἷμα ὑπέλθῃ, καὶ παραχρῆμα
10μὲν ἔναιμον ᾖ τὸ χρῶμα τοῦ ὀφθαλμοῦ, ὕστερον δὲ πελιδνόν. χήμωσις δέ ἐστιν, ὅταν ἐκ φλεγμονῆς σφοδροτέρας ἀμφό‐ τερα τὰ βλέφαρα ἐκτραπῇ καὶ μὴ ὅλον σκέπῃ τὸν ὀφθαλ‐ μόν. κυρίως δὲ χήμωσις λέγεται, ὅταν τὸ λευκὸν ἑκατέρω‐ θεν τῆς ἴριδος φλεγμάνῃ, κατὰ δὲ τὴν ἴριν κοιλαινόμενον,
15ὅμοιον τοῖς σχήμασι τῇ καλουμένη χήμῃ. κοιλώματα δὲ λέ‐ γεται ἐπὶ ὀφθαλμοῦ ὅσα στρογγύλα καὶ κοῖλα ἕλκη πλα‐ τύτερα τῶν βοθρίων γίνεται ἐν αὐτῷ περὶ τὴν ἴριν. ἄργε‐
μον δέ ἐστιν, ὅταν κατὰ τὸν τῆς ἴριδος κύκλον καὶ τὸ λευ‐773

14

.

774

κὸν, ἐνίοτε δὲ καὶ τὸ μέλαν, ἕλκος γίνηται στρογγύλον καὶ ὑπόλευκον. νεφέλιον δέ ἐστιν ἕλκος ἐπιπόλαιον καὶ μικρῷ μεῖζον ἀργέμου καὶ λευκόν. ἀχλὺς δέ ἐστι περὶ ὅλον τὸ μέ‐ λαν ἀπὸ ἑλκώσεως ἐπιπολαίου, οὐλὴ λεπτοτάτη ἀέρι ἀχλυώ‐
5δει παραπλησία. ἐπίκαυμα δέ ἐστιν, ὅταν ἐξ ἐπιπολῆς ἡ ἐπιδερμὶς ἐπικαυθεῖσα ἑλκωθῇ, ἢ καὶ βραχὺ βαθυτέρα γέ‐ νηται ἐξ ἐπιφορᾶς μεγάλης ἐγγινομένη. βοθρίον δέ ἐστιν ἕλκος κοῖλον καθαρὸν, στενὸν, κεντήμασι στρογγύ‐ λοις ὅμοιον, βαθύτερον ἑλκυδρίου. φλύκταιναν δὲ λέγουσιν,
10ὅταν ἐξ ἑλκώσεως, ἢ καὶ ἄνευ ἑλκώσεως, ἐξ ἐπιπολῆς τοῦ κερατοειδοῦς χιτῶνος, ὑμὴν λεπτότατός τε καὶ μετέωρος ἀρ‐ θεὶς παραδέξηται μεταξὺ αὐτοῦ ὑγρασίαν, ἢ καὶ ὑπὸ τὴν κτηδόνα τοῦ χιτῶνος παχυτέρα ὑποδραμοῦσα ὑγρασία καὶ τὴν φλύκταιναν ἀποτελέσασα. μυοκέφαλον δέ ἐστιν, ὅταν ἐξ
15ἑλκώσεως διαβρωθέντος τοῦ πρώτου χιτῶνος κατὰ τὴν ἴριν προκύψῃ ὁ δεύτερος χιτὼν, ὡς οἷον μυίας κεφαλῇ ἐοικέναι. σταφύλωμα δὲ λέγεται, ὅταν ἡ κόρη τοῦ ὀφθαλμοῦ μετεωρισθῇ μετὰ φλεγμονῆς καὶ πόνου καὶ γίνηται ὅμοιον
ῥαγὶ σταφυλῆς, λευκὸν τῇ χροιᾷ. ὑπόπυον δέ ἐστιν, ὅταν774

14

.

775

πῦον ὅλην τὴν ἴριν περιλάβῃ, ἢ τὸ ἥμισυ. ῥῆξις δέ ἐστιν ἕλκωσις ὑπὸ πληγῆς ἢ ἄλλης τινὸς αἰτίας κατὰ βάθος ἐπιφέρουσα ὡς ἐπὶ τὸ πολὺ, τὴν διαίρεσιν τῶν ὑμένων ὅλων, ὥστε ἐκχεῖν καὶ τὰ ὑγρὰ οἷς βλέπομεν. οὐλὴ δέ ἐστιν, ὅταν
5ἐπὶ τῷ μέλανι τοῦ ὀφθαλμοῦ ἐξ ἕλκους βαθέος ὄντος πα‐ χύτης ὑμένος ἐπιγένηται καὶ ἡ χροιὰ λευκοτέρα φαίνηται. συνίσταται δὲ καὶ ἐπὶ τοῦ λευκοῦ ὑμένος καλουμένου, ἀλλ’ οὐ διαδείκνυται. λεύκωμα δὲ ταὐτὸν μὲν τῇ καλουμένῃ οὐλῇ ἐστι, διαφέρει δὲ τῷ ἐξ ἑλκώσεως μεγάλην οὐλὴν μείζονα
10καὶ παχυτέραν ἐπιγίνεσθαι ἐπὶ τῆς ἴρεως, ἣν καλοῦσι λεύ‐ κωμα. ἧλος δέ ἐστιν ἡ μετὰ λείας καὶ λευκῆς, οἷον οὐλὴ σαρκώδης, ὑπεροχὴ τοῦ μέλανος στερεά· πολλάκις δὲ καὶ ἐπὶ τῷ λευκῷ τῷ μέλανι συνάπτοντι ἐπανισταμένη. ὑποκε‐ χύσθαι δὲ λέγουσί τινες, ὅταν συμβῇ παρέγχυσιν ὑγροῦ
15τινος γενέσθαι κατὰ τὴν κόρην καὶ πῆξιν πολλάκις, ὥστε κωλῦσαι τὸ ὁρᾷν, ἢ καὶ ἀμαυροῦσθαι ἐν τῷ φαίνειν. γλαύ‐ κωσις δέ ἐστι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ εἰς λευκὴν καὶ ὑδατώδη χροιὰν μεταβολὴ, δι’ ἣν τὸ βλέπειν κωλύεται. μυ‐
δρίασις δὲ λέγεται, ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν775

14

.

776

παραλλάττῃ, πλατυτέρα δὲ ᾖ πολλῷ τοῦ κατὰ φύσιν, ὥστε ἐγγίζειν τῷ κύκλῳ τῆς ἴρεως καὶ ἐμποδίζειν τὸ βλέπειν. φθίσις δὲ λέγεται στενουμένης τῆς κόρης, ὡς κεντήματι ἐοικέναι καὶ ἀμαυροτέρας καὶ ῥυσοτέρας γινομένης, ἢ ἐξ
5ἀσθενειῶν ἐπικινδύνων, ἢ κεφαλαλγιῶν ἐπιτεταμένων. σύγ‐ χυσις δέ ἐστιν, ὅταν τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρὰ μὴ κατὰ χώραν μένῃ, τὴν ἰδίαν τάξιν σώζοντα, ἀλλὰ τεταραγμένα ᾖ. ἀμαύρωσις δέ ἐστιν, ὅταν παντελὴς παρεμποδισμὸς ᾖ τοῦ ὁρᾷν, χωρὶς φανερᾶς αἰτίας. νυκτάλωπας δὲ λέγουσιν, ὅταν
10ἡμέρας μὲν βλέπωσιν ἀμαυρότερον, δυομένου δὲ ἡλίου λαμ‐ πρότερον· νυκτὸς δὲ ἔτι μᾶλλον· ἢ ὑπεναντίως, ἡμέρας μὲν ὀλίγα, ἑσπέρας δὲ ἢ νυκτὸς οὐδ’ ὅλως. μύωπας δὲ λέγουσι τοὺς τὰ μὲν σύνεγγυς βλέποντας, τὰ δὲ πόῤῥωθεν μὴ ὁρῶν‐ τας. διαπύησις δέ ἐστι βραχυτέρου ὑγροῦ σύστασις περὶ
15αὐτὴν τὴν κόρην, δυσεξάτμιστος καὶ δυσδιαφόρητος, ὑπο‐ χύματος ξηροτέρα. ἀπόῤῥηξις δὲ γίνεται τοῦ πόρου περὶ ὀφθαλμὸν, ὅταν ὁ διατείνων ἀπὸ τοῦ ἐγκεφάλου καὶ μήνιγ‐ γος πόρος ἐπὶ τὸν ὀφθαλμὸν ἀποῤῥαγῇ, ὡς ἀβλεψίαν
τελείαν γενέσθαι προηγησαμένης πληγῆς περὶ τὴν κε‐776

14

.

777

κεφαλὴν, ἢ ἀφ’ ὕψους πτώματος, ἀφ’ οὗ γίνεται ἡ τοῦ πόρου ἀπόῤῥηξις. παρέμπτωσις δέ ἐστιν, ὅταν εἰς τὸν πόρον, κατ’ ἀναστόμωσιν, ἢ ῥῆξιν ἀγγείου, τὸ ὑγρὸν παρεμπέσῃ καὶ ἐμ‐ φράξῃ τὸν πόρον ἀπ’ αὐτῆς τῆς βάσεως τοῦ ἐγκεφάλου, ὅθεν
5καὶ τῷ ὀφθαλμῷ ἡ τοῦ ὁρᾷν δύναμις, ὥστε μετ’ ἀλγημάτων καὶ τὸ ὁρᾷν ἐμποδίζεσθαι. σύμπτωσις δὲ γίνεται μὲν ὑπὸ τοῦ πόρου στενουμένου καὶ συμπίπτοντος δι’ ἀτροφίαν καὶ πάρε‐ σιν. σπάνιον δὲ τοῦτο τὸ πάθος καὶ δυσίατον. ἀνθράκωσις δέ ἐστιν ἕλκος ἐσχαρῶδες μετὰ νομῆς καὶ ῥεύματος καὶ βου‐
10βῶνος ἐνίοτε καὶ πυρετῶν γινομένων περὶ τὸ ἄλλο πᾶν σῶμα, ἔστι δὲ ὅτε καὶ περὶ ὀφθαλμούς. Κεφ. ιζʹ. [Περὶ τῶν ἐκτὸς τῆς κεφαλῆς πα‐ θῶν.] Περὶ δὲ τὰ ἐκτὸς τῆς κεφαλῆς συνίστανται τάδε, ἃ οὐκ ἀναγέγραπται ἐν τοῖς χρονίοις, περὶ τῶν ἐν τῇ κεφαλῇ
15καταγμάτων τοῦ κρανίου. διαφοραὶ δὲ αὐτῶν εἰσι πέντε, ῥωγμὴ, ἐγγείσωμα, ἐκπίεσμα, ἀπήχημα, καμάρωσις, διά‐ τασις ῥαφῶν, ὑδροκέφαλον, ἀχῶρες, πιτυρίασις, μελικηρὶς, ἀθέρωμα, κηρίον. περὶ δὲ τὸ τετριχωμένον τῆς κεφαλῆς καὶ
τοῦ γενείου ἀλωπεκία, ὀφίασις, μαδαρότης, φαλάκρωσις.777

14

.

778

τρίχες δὲ πᾶσι ῥέουσι, λεπτύνονται, θραύονται, σχίζονται, αὐχμῶσι, χνοΐζονται, ὑπόξανθοι γίνονται, πολιοῦνται. τὰ δὲ περὶ ὀφθαλμοὺς κατ’ ἰδίαν ἀναγέγραπται. τὰ δὲ περὶ τὰ ὦτα, περίθλασις, πτερυγώματα, κάταγμα χόνδρου, κυ‐
5ψελίδος πλεονασμὸς, ἢ ἔλλειψις, βαρυηκοΐα, κώφωσις, πύου ῥύσις, ῥεῦμα δυσῶδες. περὶ δὲ ῥῖνα τάδε συνίστανται, ὄζαινα, πολύπους, ἕλκος, κάταγμα, διαστροφὴ, ἔνθλασις, σίμωσις. περὶ δὲ στόμα σῆψις οὐλῶν, βρῶσις ὀδόντων, ὀδονταλγία, φατνωμάτων ἔκπτωσις, ἀπόστημα ἐπὶ γλώττης, ἐπουλὶς,
10παρουλὶς, ἄφθαι, ἐσχάρωσις, παρίσθμια, σταφυλὴ, σύ‐ κωμα. περὶ δὲ τὸ πρόσωπον ἔφηλις, ἴονθοι, φακός. κά‐ ταγμα ὀστέων. διάτασις τῶν συμφύσεων. ἐξαρθρήματα τῆς κάτω γένυος ἀπὸ τῆς ἄνω. περὶ δὲ τὸν τράχηλον συνάγχη, κυνάγχη, ἀγχόνη, ἔξωσις σπονδύλων, χοιράδες, στεατώ‐
15ματα. περὶ δὲ ὤμους τοῦ ἀκρωμίου κάταγμα, διάστασις. περὶ δὲ ἀγκῶνα μελικηρὶς, ἀθέρωμα, στεάτωμα, ὑγρὸν ὑδατῶδες. περὶ δὲ καρποὺς γαγγλία. περὶ δὲ δακτύλους
χειρὸς καὶ ποδὸς χείμεθλα, παρωνυχία. τοπικὰ δὲ ὅπου ἂν778

14

.

779

τύχῃ τοῦ σώματος, φλεγμονὴ, οἴδημα, ἐμφύσημα, σκλήρω‐ μα, ἀπόστημα, ἕλκος καθαρὸν, ἕλκος ῥυπαρὸν, κοῖλον ἕλ‐ κος, ὑπερσαρκοῦν, ἐσχαρῶδες, ἕλκος ξηρὸν, ῥευματιζόμενον, ὑπόνομον, τετυλωμένον, σεσυριγγωμένον, μύδησις, φῦμα,
5δοθιὴν, θέρμινθες, φύγεθλον, χάλαζα, φαγέδαινα, φλυκτί‐ δες, ἄνθρακες, ἐπινυκτίδες, ἐρυσίπελας, ἕρπητες. περὶ δὲ τοὺς μαζοὺς ἰδίως καὶ περὶ τὰ αἰδοῖα γυναικὸς καὶ ἀνδρὸς καρκινώματα. συνίσταται δὲ καὶ ὅπου ἂν τύχῃ τοῦ σώματος καρκίνωμα κρυπτὸν, καρκίνωμα ἡλκωμένον, θηρίωμα. περὶ
10δὲ βουβῶνας βουβῶνες ἁπλοῖ, φύματα ἐκπυΐσκοντα. περὶ δὲ γόνατα γουναλγίαι, ῥευματισμοὶ, πῶροι. περὶ δὲ ἰγνὺν στεατώματα, ἀγκύλη. περὶ δὲ κνήμην κιρσοί. ἐν γαστρο‐ κνημίᾳ σκίῤῥωμα, χειρώνεια ἕλκη. περὶ δὲ ἄκρα ποδὸς μελανίαι, νεκρώσεις, ποδάγρα, σύριγγες. περὶ δὲ πτέρνας
15λεπίδες. Κεφ. ιηʹ. [Περὶ τῶν τοῦ δέρματος παθῶν.] Περὶ δὲ τὸ δέρμα καὶ τόπους καθ’ ὅλου τοῦ σώματος λέπρα,
ψώρα, ἀλφὸς λευκὸς, ἀλφὸς μέλας, λεύκη, λειχὴν ἁπλοῦς,779

14

.

780

λειχὴν ἄγριος, δρακοντίασις, ἀκροχορδόνες, θύμοι, μυρμη‐ κίαι, ἦλοι, πῶροι. οἱ μὲν ἐκ ποδάγρας καὶ ἀρθρίτιδος, οἱ δὲ καὶ καθ’ ἑαυτούς. περὶ δὲ ἕδραν αἱμοῤῥοΐδες τυφλαὶ, ῥαγάδες, πρόπτωσις, κονδυλώματα, πυλίδες. γίνεται δὲ καὶ
5μήτρας ὅλης πρόπτωσις εἰς τὰ ἐκτός. περὶ δὲ ὄσχεον ἐν‐ τεροκήλη, κιρσοκήλη, ἐπιπλοκήλη, σαρκοκήλη, πωροκήλη, στεατοκήλη. περὶ δὲ τὰ ἐν ὅλῳ τῷ σώματι ὀστᾶ, τερηδὼν, σφάκελος, κάταγμα ἄνευ τραύματος, ἢ σὺν τραύματι, ἐκ‐ βύρσωσις. διαφοραὶ δὲ καταγμάτων πέντε, σχιδακη‐
10δὸν, καυληδὸν, ῥαφανηδὸν, καρυηδὸν, ἀλφιτηδόν. μελαίνε‐ ται δὲ ὀστᾶ ποτὲ μὲν ἐν κατάγμασιν, ποτὲ δὲ ἄνευ τού‐ των. περὶ δὲ τὰ ἄρθρα πάντα παραγωγαὶ, παρακινήματα, ἐξαρθρήματα, παραρθρήματα, σύνδεσις, πώρωσις, ῥευμα‐ τισμοὶ, διάστασις συμφύσεων.
15 Κεφ. ιθʹ. [Περὶ χειρουργίας εἰδῶν.] Χει‐ ρουργία ἐστὶν ἄρσις ἐμμέθοδος τοῦ ἰδίως λεγομένου ἀλλο‐
τρίου, διὰ τομῶν καὶ καταρτισμῶν μετὰ τῆς τῶν τραυμά‐780

14

.

781

των καὶ ἑλκῶν θεραπείας, ἐπ’ ἀνθρώπου σώματι παραλαμ‐ βανομένη. χειρουργίας δὲ καθολικαὶ μὲν ἐνέργειαι δύο, σύν‐ θεσις καὶ διαίρεσις. ἔστι δὲ τούτων εἴδη πολλά. καὶ συνθέ‐ σεως μὲν εἴδη συνθετισμὸς τῶν κατεαγότων ὀστέων καὶ
5ἐπίδεσις καὶ ἀρθρέμβολον τῶν ἐξηρθρηκότων καὶ τάξις τῶν προπεπτωκότων ἐντέρων καὶ μήτρας καὶ ἀπευθυσμένου καὶ γαστροῤῥαφία καὶ ἐπαγωγὴ τῶν κολοβωμάτων, ὡς ἐπὶ ῥινῶν καὶ χειλῶν καὶ ὤτων. διαιρέσεως δὲ εἴδη ἁπλοτομία καὶ περιαίρεσις, ὑποσπαθισμὸς, περισκυθισμὸς, ἀγγειολογία,
10ἐκκοπὴ, καῦσις, ξύσις, ῥίνησις, ἔκπρισις. ἁπλοτομίᾳ οὖν χρώμεθα ἐπὶ τῶν ἀποστημάτων πάντων. χρὴ δὲ διαιρεῖν ἐπ’ εὐθείας τοῦ κώλου καὶ μὴ ἐγκαρσίως. περιαιρέσει δὲ ἐπὶ τῶν ἐν μασχάλαις καὶ βουβῶσι καὶ γλουτοῖς καὶ ἕδρᾳ, μυρσινοειδῶς περιαιροῦντες. ὑποσπαθισμῷ δὲ κατὰ τὸ μέ‐
15τωπον ἐπὶ τῶν ῥευματιζομένων ὀφθαλμῶν, καὶ περισκυ‐ θισμῷ, ἐπὶ τῶν κατὰ τοῦ βρέγματος καὶ ἐπὶ πόσθης μελανθείσης. ἐκκοπῇ δὲ ἐπί τε τῶν κώλων μελαινομέ‐
νων καὶ ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων. ἐπὶ δὲ781

14

.

782

πάντων περὶ τὰ ὀστᾶ ἥ τε καῦσις καὶ ξύσις καὶ ἡ ῥίνη‐ σις καὶ ἡ πρίσις εὔχρηστοι καὶ ἐπ’ ἄλλων πολλῶν. καύσει δὲ τῇ διὰ καυτήρων χρώμεθα, ἰδίως μὲν ἐπὶ τῶν νεμομέ‐ νων ἤδη πάντων καὶ ἐπὶ τῶν ῥευματιζομένων ὀφθαλμῶν,
5ἰσχίων, ἢ καὶ τῶν ἐντός. καὶ γὰρ ἐπὶ φθισικῶν παραλαμ‐ βάνονται καυστῆρες καὶ ἐπὶ σπληνικῶν καὶ ἐπὶ τῶν εἰς μα‐ σχάλην μελετησάντων ἐκπίπτειν βραχιόνων καὶ ἐπὶ αἰγίλω‐ πος καὶ ἐπὶ τῶν μελαινομένων, ἢ πριζομένων διὰ τὰ ἀνα‐ στομούμενα ἀγγεῖα καὶ ἐπὶ τῶν ἄλλως αἱμοῤῥαγούντων. περὶ
10μὲν οὖν κεφαλὴν ταῦτα συνίσταται τῶν ὑπαγομένων χει‐ ρουργίαις. καταγμάτων δὲ περὶ κεφαλὴν εἴδη πέντε, ῥωγμὴ, ἐγγείσωμα, ἐκπίεσμα, ἀπόχημα, καμάρωσις κατὰ δέ τινας ἓξ καὶ τριχίασις, ἡ ἐπιπόλαιος δηλονότι τῶν ὀστῶν ἐγχάρα‐ ξις. ὑδροκεφάλων δὲ εἴδη τέσσαρα. τὸ μὲν μεταξὺ ἐγκεφά‐
15λου καὶ μήνιγγος. τὸ δὲ μεταξὺ μήνιγγος καὶ ὀστοῦ. τὸ δὲ μεταξὺ ὀστοῦ καὶ περικρανίου. τὸ δὲ μεταξὺ ὀστοῦ καὶ δέρ‐ ματος. συνίστανται δὲ περὶ τὸ δέρμα μελικηρὶς, ἀθέρωμα,
καὶ ἔξωθεν ἀλωπεκίασις. τὰς μὲν οὖν ἀλωπεκίας ἀμύσσομεν,782

14

.

783

τὰς δὲ μελικηρίδας καὶ τὰ ἀθερώματα μυρσινοειδῶς, ἢ καὶ ἁπλῶς διαιροῦντες τὴν ἐπιφάνειαν, εἶτα ἀποδέροντες τοῖς δακτύλοις τοὺς χιτῶνας, σὺν τοῖς ἐνοῦσιν ὑγροῖς κομιζόμε‐ θα. τὰ δὲ ὑδροκέφαλα τὰ μὲν ὑπὸ τὸ δέρμα καὶ τὸ περι‐
5κράνιον δύο που ἢ τρισὶν εὐθείαις διαιρέσεσι κενοῦμεν. τὰ δὲ ὑπὸ τὰ ὀστᾶ ἐκκόπτοντες. τὰ δὲ μεταξὺ μήνιγγος καὶ ἐγκεφάλου ἀθεράπευτα. πᾶν δὲ εἶδος τῶν ἐν κεφαλῇ καταγμάτων τῇ ἐκκοπῇ ὑπάγεται διὰ ἐκκοπέων περιαιρου‐ μένων τὸ κατεαγὸς τῶν ὀστῶν. οἱ μὲν οὖν παλαιοὶ χοινι‐
10κίοις πρίοντες ταῖς διὰ τῆς περιστρεφομένης ἐξέκοπτον αὐτά· οἱ δὲ μετὰ ταῦτα κεφαλοτρυπάνοις, ἕδρας παρέχον‐ τες τοῖς ἐκκοπεῦσιν. οἱ δὲ νῦν μόνοις τοῖς ἐκκοπεῦ‐ σιν ἀρκοῦνται. τῶν δὲ περὶ ὀφθαλμοὺς παθῶν ταῦτα χει‐ ρουργίαις ὑπάγεται, τριχίασις, ὑδατίδες, ἐγκανθίδες, πτε‐
15ρύγια, σταφυλώματα, ὑποχύματα, ῥεύματα χρόνια καὶ ὑπερβάλλοντα, λιθίασις περὶ τὰ βλέφαρα, σύμφυσις εἰς αὐτὸ τῶν περὶ τοὺς ὀφθαλμοὺς αἰγίλωψ. τὰ μὲν οὖν κεχα‐
λασμένα βλέφαρα ἀναῤῥάπτομεν καὶ καταῤῥάπτομεν ἀφαι‐783

14

.

784

ροῦντες αὐτῶν ταινίδιον τὸ σύμμετρον καὶ κατὰ τὸ σχῆμα τῶν βλεφάρων. ἐπὶ δὲ τῶν μὴ κεχαλασμένων ἀναβροχίζοντες τὰς τρίχας διὰ βελόνης. τὰς δὲ ὑδατίδας κομιζόμεθα κατ’ ἰδίαν βάλλοντες. τὰς δὲ ἐγκανθίδας καὶ πτερύγια καὶ τὰ
5σταφυλώματα περιαιροῦμεν, τὰ μὲν σταφυλώματα λίνον δι‐ είραντες καὶ ἀποβροχίζοντες, τὰ δὲ πτερύγια καὶ τὰς ἐγκαν‐ θίδας ἢ λίνῳ ἀνατείναντες, ἢ ἀγκίστρῳ. τὰ δὲ ὑποχύματα κατάγομεν, παρακεντοῦντες περὶ τὴν ἴριν, ἐκ τοῦ πρὸς τῷ μικρῷ κανθῷ μέρους μέχρι κενεμβατήσει καὶ παρακεντή‐
10σει· εἶτα πλαγιάζοντες ἐπὶ τὴν ἴριν τῷ ἄκρῳ αὐτοῦ τὸ συν‐ εστὸς κατὰ τὴν κόρην ὑγρὸν κατάγομεν ξύοντες καὶ σφίγ‐ γοντες, ὥστε μὴ ἀναβλέψαι. τὸ δὲ ῥεῦμα ἵστησιν ὑποσπα‐ θισμός τε καὶ περισκυθισμὸς καὶ ἀγγειολογία. ὁ μὲν οὖν ὑποσπαθισμὸς γίνεται τριῶν διαιρέσεων ὑπὲρ μετώπου δι‐
15δομένων· εἶτα τῆς σπαθομήλης διεκβαλλομένης διὰ τῶν με‐ ταξὺ σωμάτων. ὁ δὲ περισκυθισμὸς τοιοῦτός ἐστι· διαιρεῖ‐ ται ἐπὶ ἐγκαρσίαις διαιρέσεσι τὸ μέτωπον, οἷον στεφανιαία. καθ’ ἕτερον δὲ μέρος αὐτῆς, μικρὸν ἀνωτέρω τῶν κροτά‐ φων ἀφαιρεῖταί τινα τρίγωνα, ἐοικότα τὸ σχῆμα τῷ Δ
20στοιχείῳ. ἡ δὲ ἀγγειολογία ἐπιτελεῖται τῶν κεκρυμμένων784

14

.

785

ἀγγείων ἀπὸ κροτάφου ἐπὶ κρόταφον διαιρουμένων εἰς βά‐ θος. τὴν δὲ τῶν βλεφάρων λιθίασιν ἰώμεθα διαιροῦντες τὸ βλέφαρον ἐπὶ πολὺ καὶ κομιζόμενοι τὸν λίθον ἀσκύλτως. τὰ δὲ συμπεφυκότα βλέφαρα ἀναπτύξαντες σμίλῃ διαστέλ‐
5λομεν τιλτοῖς ξυροῖς τοὺς δὲ αἰγίλωπας περιαιροῦντες μέ‐ χρι ὀστοῦ καυτῆρσι διακαίομεν. εἰσὶ δὲ οἳ ἀντὶ καυστη‐ ρίου κεφαλοτρεπάνῳ τιτρῶσι τὸ ὀστοῦν, ὡς ἐπὶ τὴν ῥῖνα. τὰ δὲ ἐν ῥινὶ συνιστάμενα, πολύποδας μὲν περιαιροῦμεν στενῷ σμιλαρίῳ καὶ ξυστῆρι ὕστερον ἀποξύομεν τὰς ῥίζας.
10αἱ δὲ ὄζαιναι ὡς ἐπὶ τὸ πολὺ ἀθεράπευτοι· ἡ δὲ αὐτὴ ἐγ‐ χείρησις καὶ ἐπὶ τούτων. τῶν δὲ ἐν τῷ στόματι ἐπουλί‐ δας μὲν καὶ παρουλίδας διαιροῦμεν, ὅταν πυοποιήσωμεν. τὰς δὲ κεχαλασμένας σταφυλὰς ἀμέτρως ἐκτέμνομεν μυδίῳ λαβόμενοι, τοὺς δὲ ὀδόντας ἐξαιροῦμεν περιχαράσσοντες.
15τοὺς δὲ ἐν παρισθμίοις ὑπεραίροντας τὸ κατὰ φύσιν ἀδέ‐ νας περιαιροῦμεν τοῖς ἀντιοτόμοις. τὰ δὲ ἐν τῷ τραχήλῳ στεατώματα καὶ χοιράδας διαιροῦντες τὴν ἐπιφάνειαν καὶ
ἀποδέροντες τοῖς δακτύλοις, λύοντες τὴν πλοκὴν τῶν ἀγγείων785

14

.

786

κομιζόμεθα. τὰ δὲ γαγγλία ἐν τοῖς μετακαρπίοις μὲν ὡς ἐπὶ τὸ πολὺ γίνεται καὶ γυναιξὶν ἐριουργοῖς τὰ πλεῖστα ἐκ‐ θλῶμεν, ἃ δὴ καὶ κηρώμασιν ἐκμαλασσόμενα καθίσταται. τὰ δὲ ἐν μασχάλαις φύματα καὶ χοιράδας μετὰ περιαιρέσεως
5τέμνομεν. ὁμοίως δὲ καὶ τὰς ἐν βουβῶσι. τὰ δὲ ἐν μεσοπλευ‐ ρίῳ ἀποστήματα διαιροῦντες οὐκ ἀθρόως ποιούμεθα τοῦ πύου τὴν ἔκκρισιν, ἀλλὰ πρὸς μέτρον. εἰσὶ δὲ οἳ καὶ δια‐ καίουσιν αὐτά. καρκινώματα γίνεται μὲν ἐν πολλοῖς μέρεσι τοῦ σώματος, μάλιστα δὲ περὶ τοὺς μασθούς. περιαιρεῖται
10δὲ ἔνθα ἂν ᾖ καὶ καυστηρίοις διακαίεται οὐ σφόδρα πεπυ‐ ρωμένοις. εἰσὶ δὲ οἳ ξυραφίοις πεπυρωμένοις ὁμοῦ τέμνουσι καὶ διακαίουσιν. ἐξόμφαλοι δὲ πάντες μὲν οἱ ἔχοντες ἐν ὑπερ‐ οχῇ τὸν ὀμφαλὸν λέγονται. διαφορὰς δὲ ἔχουσι τρεῖς. οἱ μὲν γὰρ αὐτῶν πνευματόμφαλοι, οἱ δὲ ἐντερόμφαλοι, οἱ δὲ
15ὑδρόμφαλοι. πᾶσαι δὲ αἱ διαφοραὶ ὑπάγονται χειρουργίαις, λίνου διπλοῦ διὰ βελόνης διεμβαλλομένου καὶ περισφιγγο‐ μένου τοῦ ὀμφαλοῦ. τοὺς δὲ ὑδεριῶντας παρακεντοῦ‐ μεν μικρὸν ὑπὸ τὸν ὀμφαλὸν, ἐκ τῶν εὐωνύμων σιδηρᾷ μυρ‐
σίνῃ μέχρι κενεμβατήσῃ. τῶν δὲ λειποδέρμων διττὴ786

14

.

787

ἡ χειρουργία, τῶν μὲν ἔνδοθεν ὑποδερομένων, τῶν δὲ ἔξω‐ θεν ἐπιπολῆς διαιρουμένων ἐν κύκλῳ, ἵνα ἔνδον ἡ πόσθη ἐπισπασθῇ. οἱ δὲ πεφιμωμένοι τὴν ἀκροποσθίαν χειρίζον‐ ται, ἐπαναγομένης τῆς ἀκροποσθίας ἐφ’ ὅσον δύναται. εἶτα
5τῶν προφαινομένων τύλων ἀπολυομένων φλεβοτόμῳ ἐξ ἐπι‐ πολῆς. ὑποσπαδίαι δέ εἰσιν οἱ ἐκ γενετῆς ἔχοντες τὴν οὐ‐ ρήθραν κάτωθεν, ὑπὸ τὸν λεγόμενον κύνα. θεραπευτέον δὲ τετρημένης τῆς βαλάνου ἄκρας καὶ σωληνιδίου ἐντιθεμένου. οἱ δὲ λεγόμενοι ἄτρητοι, εἴτε τρῆμα ἔχοιεν λεπτὸν εἴτε
10μηδ’ ὅλως, οὕτω συγχειρίζονται. τὸ ὀξὺ τοῦ φλεβοτόμου κα‐ θιέντες προσαναπτύσσομεν, εἶτα τὸν δάκτυλον ὑποβάλλον‐ τες πανταχόθεν ἀπολύομεν. τοὺς δὲ λίθον ἔχοντας ἐν κύστει τέμνομεν σφηνώσαντες μὲν τὸν λίθον ἐν τῷ τῆς κύστεως τραχήλῳ, ἐπικόπῳ δὲ τῷ λίθῳ χρώμενοι διαιροῦμεν ἀθρόως
15τὰ ἐπικείμενα σώματα καὶ λιθολάβῳ τὸν λίθον κομιζόμεθα. τοὺς δὲ ῥυαδικοὺς, τοὺς ὁπωσοῦν γεγονότας, ἐὰν μέγας λίαν ὁ τύλος ᾖ, περιαιροῦντες ἀνασκευάζομεν. οἷς δὲ ἐποχὴ
οὔρου διὰ τὸ πλῆθος ἐνοχλεῖ, περιτεινομένης τῆς κύστεως787

14

.

788

καὶ συστέλλεσθαι μὴ δυναμένης, διὰ καθετῆρος κομιζόμε‐ θα τὸ οὖρον. ἔοικε δὲ ὁ καθετὴρ τῷ ῥωμαϊκῷ σίγμα S. καθίεται δὲ εἰς τὸν καυλὸν διὰ τῆς οὐρήθρας μέχρι τῆς κύστεως, ἔχοντες ἐν αὐτῷ ῥάμμα ἐπ’ ἄκρου ἔχον ἐρίου
5βραχὺ προκύπτον προβρεχόμενον τῷ οὔρῳ, ἔπειτα ἑλκόμε‐ νον εἰς τὰ ἐκτός· συνέπεται δὲ αὐτῷ τὸ οὖρον, εἰς ἔκκρι‐ σιν οἷον ὁδηγοῦν τι αὐτῷ. τῶν δὲ περὶ ὄσχεον συνισταμέ‐ νων ὄγκων εἴδη εἰσὶν ἑπτὰ, ὑδροκήλη, πωροκήλη, στεατο‐ κήλη, σαρκοκήλη, ἐπιπλοκήλη, κιρσοκήλη, ἐντεροκήλη. εἰσὶ
10δὲ ἐφ’ ὧν καὶ ἐπιπλέκεται ταῦτα, οἷον ὑδρεντεροκήλη, σαρ‐ κοεπιπλοκήλη. ἐπὶ μὲν οὖν τῶν ὑδροκηλικῶν διελόντα δεῖ τὸ ὄσχεον καὶ κατὰ τὸ φλεβωδέστατον ἐντυχόντα τῷ χι‐ τῶνι τῷ τὸ ὑγρὸν περιέχοντι κενῶσαι καὶ τὰ περισσὰ τοῦ χιτῶνος ἐπαφαιρεῖν. ἐφ’ ὧν δὲ ἄνευ τοῦ χιτῶνός ἐστιν, ἐκ‐
15κρίναντες τὸ ὑγρὸν ἀρκούμεθα. τὰς δὲ στεατοκήλας καὶ πωροκήλας τέμνειν χρὴ, ὁμοίως ὑπερβάλλοντας τῇ ἀριστερᾷ χειρὶ τὸ ὄσχεον, ἔπειτα διαιρεῖν ἐξ ἐπιπολῆς ἕως ἐντύ‐
χωμεν τῷ στέατι, ἢ πώρῳ, ἢ ὅ τι ἂν ᾖ καὶ τοῦτο κομι‐788

14

.

789

ζόμεθα. καὶ οἱ σαρκοκηλικοὶ δὲ ὁμοίως χειρίζονται. δεῖ μόνην τὴν πρὸς δὲ τὴν ὑποπίπτουσαν σάρκα λευκανθί‐ ζουσαν περιαιρεῖν, τὴν δὲ ἐρυθρὰν ἀποδέροντα καὶ ἀ‐ παλλοτριοῦντα τότε ἀφαιρεῖν τὰ ἐγκαταλείμματα. ἐπὶ
5δὲ τῶν κιρσοκηλῶν ἀνατείνας ἀγκίστρῳ ἐξ ἐπιπολῆς δι‐ αιρῶν καὶ ἀναλαβὼν τὸν κιρσὸν καὶ ἀποδείρας ἀπολι‐ πὼν ὡσεὶ μικροῦ δακτύλου τὸ πλάτος, τὸ δὲ λοιπὸν ἀνα‐ τείνων ἀπόκοπτε. φυλακτέον δὲ ἀκριβῶς ἐπὶ τῶν συμπε‐ πλεγμένων κρεμαστήρων, ἢ διδύμων. τοὺς δὲ ἐντεροκηλι‐
10κοὺς καὶ ἐπιπλοκηλικοὺς οὕτω τέμνομεν ἀναπιέσαντες τὸ ἔν‐ τερον, ἢ τὸν ἐπίπλουν ἀκριβῶς, εἶτα τὸν σπερματικὸν πό‐ ρον ἀφαιροῦμεν ὅσον δυνάμεθα. εἰ δὲ μὴ τὸ περιτόναιον ἐπισπασάμενοι καὶ ἐπιβροχήσαντες περιαιροῦμεν. τὰς δὲ αἱ‐ μοῤῥοΐδας λίνον λεπτὸν διπλοῦν, διὰ τῶν βάσεων αὐτῶν
15διείροντες ἀποσφίγγοντες, μετὰ δύο ὥρας ἀποτέμνομεν. τῶν δὲ συρίγγων αἱ μέν εἰσιν ἀσύντρητοι, μόνον τὸ στόμα ἔχου‐ σαι. αἱ δὲ συντετρημέναι, ἢ ἔνδον εἰς τὸν δακτύλιον, ἢ ἔξωθεν. ἐπὶ μὲν οὖν τῶν συντετρημένων εἰς τὸν δακτύλιον
διαβάλλων τὴν μηλωτίδα, εἶτα τὸν δάκτυλον καθεὶς εἰς τὴν789

14

.

790

ἕδραν, ἐπισπάσαι τὸ ἔντερον ἄκρῳ τῆς μηλωτίδος καὶ περι‐ αίρει κάτωθεν ἀρχόμενος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐκτὸς τῆς ἕδρας. ἐπὶ δὲ τῶν μὴ συντετρημένων τῷ ὀξεῖ τῆς μηλωτίδος διαπερᾷν ἅπαντα τὰ ὑγιῆ σώματα. εἰσὶ
5δὲ οἳ ἀντὶ τοῦ ἀνακείρειν, ἢ περιαιρεῖν τὰ μεταξὺ τῶν συντρήσεων λίνον βύσσινον συνεστραμμένον ἐν ἄκρῳ τῆς μηλωτίδος, ἔχοντα τὰ διῃρημένα τούτῳ ἀποσφίγγοντες τὰ μεταξὺ σώματα, ἑκάστης ἡμέρας περιτείναντες τὰ ῥάμματα, διακόπτουσι τὰ μεταξὺ καὶ ἐκτυλώσαντες τῇ Αἰγυπτίᾳ ἐπου‐
10λοῦσιν. ἀναγέγραπται δὲ καὶ παρ’ Ἱπποκράτους πρώτου ὁ τρόπος οὗτος. τοὺς δὲ ἐν τοῖς σκέλεσι κιρσοὺς πρῶτον ἔξωθεν ἐπισημηνάμενοι δι’ ὅλου ἐγχαράξεσιν, εἶτα κλίναντες, ἐξ ἐπιπολῆς λαβόμενοι τοῦ δέρματος, αὐτὸ πρῶτον διαιροῦ‐ μεν, εἶτα ἀγκίστρῳ ἐπισπώμενοι τὸν κιρσὸν διαδέομεν καὶ
15μετὰ πάσας τὰς διαιρέσεις τοῦτο ποιήσαντες, ἢ κιρσουλκῷ ἐξαιροῦμεν διακόπτοντες τὰ ἄκρα, ἢ διπυρήνῳ διαλαβόντες λίνῳ διὰ τῆς κοιλίας τοῦ κιρσοῦ κατ’ ἀναστροφὴν ἐξέλκο‐ μεν. τά τε λεγόμενα δρακόντια ὅμοιά ἐστι τοῖς κιρσοῖς·
μεγάλην δὲ ἀλγηδόνα ἐπιφέρει κινούμενα, μικρὸν προκύπτοντα.790

14

.

791

δεῖ οὖν διελόντα ὡς ἐπὶ τῶν κιρσῶν ἀποδέρειν καὶ οὕτως ἐξαιρεῖν. τοὺς δὲ ἥλους καὶ τύλους καὶ ἀκροχορδόνας καὶ θύμους καὶ μυρμηκίας ἐκτέμνοντες ἐπικαίομεν, ἢ τῷ ψωρικῷ ἐπιπάσσομεν. τὰ δὲ κολοβώματα, τὰ περὶ μυκτῆρας, ἢ ὦτα,
5ἢ χείλη οὕτως εἰς τὸ κατὰ φύσιν ἀποκαθίσταται, τὰ μὲν χείλη σμιλαρίῳ πανταχόθεν ἀναδέροντες αἱμάσσομεν, εἶτα προσάγοντες ῥάπτομεν πυκνότερον. πρὸς δὲ τὰς σιαγόνας ἐξ ἑκατέρου πέρατος τῶν χειλῶν, καθ’ ἃ συμπέφυκεν ἀλλήλοις, ἔνδοθέν τε καὶ ἔξωθεν διαιροῦμεν καὶ τίλμασι διαστέλλομεν,
10πρὸς τὸ μὴ τὴν σάρκα φυεῖσαν, χάλασμα παρασχεῖν· τὰ δὲ ἐν τοῖς ὠσὶν ἢ μυκτῆρσιν κολοβώματα, ὅταν ὁ χόνδρος ᾖ διῃ‐ ρημένος, ἐκχονδρίζειν δεῖ καὶ οὕτως διαῤῥάπτειν ἐρείῳ ῥάμματι. Κεφ. κʹ. [Περὶ καταγνυμένων κώλων καὶ ἐξαρθρου‐
15μένων μορίων.] Τὰ δὲ καταγνύμενα κῶλα ἐκ διατάσεως μὲν εὐθετίζεται, ἐξ ἐπιδέσεως δὲ πωροῦται. τὰ μὲν οὖν περὶ κεφαλὴν κατάγματα ποσαχῶς τε γίνεται καὶ ὅπως θερα‐ πεύεται εἴρηται. κᾂν ἐν προσώπῳ κάταγμα γένηται, ὡς τὰ
ἐν τῇ κεφαλῇ θεραπεύειν, ἐκκόπτοντα τὸ πεπονθὸς ὀστοῦν.791

14

.

792

εἰδέναι δὲ χρὴ καὶ ὅσα τῶν καταγνυμένων ὀστῶν ἀθερά‐ πευτα. ἐὰν μὲν οὖν ῥὶς κατεάγῃ, οὐκ ὀρθοῦται. καὶ οὖς δὲ κατάγνυσθαί φησιν Ἱπποκράτης, ὅτι καὶ ὁ χόνδρος ὀστοῦν μιμεῖται καὶ δυσαποκατάστατος εἶναι δοκεῖ εἰς τὸ ἀρχαῖον
5σχῆμα. ἀλλὰ κᾂν ἐξ ὑπερώας μεσίζῃ ἡ ῥὶς, ὥς φησι, σιμοῦ‐ ται ἀθεράπευτος. ἐὰν δὲ κλεὶς κατεάγῃ, ἢ κατακλεὶς, ἤ τις πλευρὰ καὶ ταῦτα, ὡς ἐπὶ τὸ πολὺ δυσαποκατάστατα. ἐπι‐ τιθέναι δὲ χρὴ ἐπὶ τῶν κατακλείδων μάλιστα καὶ ἐπιδεῖν ἀπὸ μασχάλης ἐπὶ μασχάλην. ἐὰν δέ τι τῶν μειζόνων κώλων
10κατεάγῃ, ἢ τῶν μικροτέρων μερῶν, οἷον δακτύλων σκυτα‐ λίδες, ἢ καρποῦ ὀστᾶ, ἢ μετακαρπίου, ἢ ταρσοῦ, πάντα μεγαλομερῶς μὲν κατάγνυται, καυληδὸν, ἢ ῥαφανηδὸν, ἢ σχιδακηδόν. ἐπὶ λεπτὸν δὲ καρυηδὸν ἢ ἀλφιτηδόν. πρότερον μὲν οὖν χρὴ ἐπιδέοντα πάντα καταγνύμενα καὶ διατείνοντα
15πάνυ ἰσχυρῶς καὶ βεβαίως διαστῆσαι καὶ πολὺ ἀποστῆσαι ἀλλήλων, ἵνα εὐθετισθῇ καὶ ἀποκατασταθῇ εἰς τὸ ἀρχαῖον σχῆμα. εὐθετίζειν δὲ χρὴ τὰ ὀστᾶ, οὐκ ἐπὶ εὐθὺ πάντα,
ἀλλὰ πρὸς σχῆμα τοῦ ὁμοζύγου κώλου. ἐὰν μὲν εὐθὺ792

14

.

793

ᾖ, ἐπ’ εὐθείας, ἐὰν δὲ καμπύλον ἢ ἄλλως πως σκαμβὸν, ὁμοίως. τρόπος δὲ παρασκευῆς ἐστιν ἐπιδέσεως εἰς πάντα, ἐπίδεσμον ποιεῖν ἐξ ὀθονίων παλαιῶν, πρός τε τὸ πλάτος καὶ τὸ μέγεθος τοῦ κώλου. πλάτος μὲν ἐπὶ τῶν με‐
5γίστων δακτύλων τεσσάρων ἢ πέντε, ἐπὶ δὲ τῶν ἰσχνοτέ‐ ρων μὴ ἔλασσον δακτύλων τριῶν. ἐπιδέσεως δὲ νόμος τοι‐ οῦτος. ἡ πρώτη ἐπίδεσις ἀπὸ τοῦ κατάγματος ἐπὶ τρεῖς ἐπιδέσεις ἄνω νέμεται ὡς ἐπὶ τὸ πλεῖστον. ἡ δὲ δευτέρα ἀπὸ τοῦ αὐτοῦ τόπου ἄρχεται, ἀλλασσομένων τῶν ἐπιδέσεων,
10κάτω μὲν νέμεται, ἐπὶ τὰ ἄνω δὲ ἀνάγεται, ὥστε εἶναι διπλῆν τῆς πρώτης. διάβροχον δὲ εἶναι ὑδρελαίῳ, ἢ οἰνε‐ λαίῳ ἢ γλυκελαίῳ μέχρι πρώτης διὰ τρίτης, ἔπειτα κηρωτῇ λελυμένῃ καὶ ὑγρᾷ, ὡς παχὺ ἔλαιον εἶναι. πιέζειν δὲ μηδὲ πάνυ ἄγαν, ἵνα μὴ νεκρωθῇ, ἀλλ’ ὥστε προκεῖσθαι καὶ
15προσερηρεῖσθαι, μήτε κεχαλασμένως, ἵνα συνέκχῃ καὶ ἀπο‐ κρούηται τὰ ἐπιῤῥέοντα, πρὸς τὸ μὴ φλεγμαίνειν. ἔπειτα σπλῆνας τριπτύχους ἢ τετραπτύχους ποιοῦντας ἐπιτιθέναι,
πληροῦντας τοῦ κώλου τὸ πάχος, ὥστε μήτε ἐπιπίπτειν793

14

.

794

ἀλλήλοις μήτε ἀφεστῶτας διαλείμματα ποιεῖν· ἐπὶ δὲ τού‐ τοις ἐπιδεσμίδα τρίτην ἐπιβάλλοντας ἀπὸ τοῦ κατάγματος κάτω νέμεσθαι ἐπὶ τὰ ἄνω χωρεῖν καὶ ἐκεῖ τερματίζεσθαι. αἱ δὲ ἐπιλύσεις αἱ μὲν πρῶται διὰ τρίτης· αἱ δὲ μετὰ τὴν
5ἑβδόμην διὰ πλειόνων πρὸς τὰς ἐπειγούσας χρείας. ναρθη‐ κίζουσαι δὲ, ἀπὸ νάρθηκος ἀληθινοῦ, ἐπὶ τῆς ἐσχάτης ἐπι‐ δεσμίδος, ἐρίου προστιθεμένου, ἐκ διαστημάτων τασσομένων τῶν ναρθήκων· ὅταν ἀκριβῶς ἀφλέγμαντον ᾖ, τῶν μὲν κυρτῶν αὐτοῦ ἔξωθεν αἱρουμένων, τοῦ δὲ λείου ἐπιβάλλον‐
10τος ἔνδοθεν ἁμματίῳ, ἐπ’ αὐτοῖς ἁμματιζομένων ἢ ταινι‐ δίων ἢ ναυτικοῦ ῥάμματος. ἐπὶ δὲ τῶν μετὰ τραύματος κα‐ ταγμάτων, ἀντὶ τούτων πάντων, σπλῆνας διπτύχους, ἢ τριπτύχους ποιοῦντας, ἕκαστον πληροῦντα τὸ πάχος ἐν κύ‐ κλῳ τοῦ κώλου, ὡς χωρίζεσθαι τὰ πέρατα αὐτοῦ, ἐπιπί‐
15πτοντα ἀλλήλοις, ἅπαν τε κῶλον τούτοις ἐπὶ δέον συγκείμενον ἔχοντες· πρώτως μὲν τοῖς σοῖς ἐπιβάλλουσι τῷ σώματι δια‐ βρόχους εἶναι τῶν προειρημένων· ἐπὶ δὲ τούτοις προϋπο‐
κείμενα ἔχουσιν ἔρια καὶ ἀποδεσμίδας ἁπλῶς ἐπὶ τοῖς ἐρίοις794

14

.

795

κατὰ τῆς ὑποτιθεμένης ἕδρας τοῦ ἀνοίκτου σωλῆνος· μά‐ λιστα δὲ οὗτος ὁ τρόπος τῆς ἐπιδέσεως ἁρμόδιος ἐπὶ τῶν ἀλφιτηδὸν καταγνυμένων, μετὰ τραυμάτων καὶ πολλῆς περι‐ θλάσεως τῶν μυῶν, ἐφ’ ὧν καὶ μοτὰ χρὴ προϋποτιθέναι
5διάβροχα τοῖς ἁρμόζουσι. μοτῶν δὲ εἴδη πέντε· στρεπτὸς, ξυστὸς, τιλτὸς, ἐλλυχνιωτὸς, πριαπισκωτός. ἐπὶ δὲ τῶν ἐξαρθρούντων δεῖ μὲν καὶ τῆς διατάσεως προηγουμένης· ἡ δὲ ἐμβολὴ καθ’ ἕκαστον οἰκεία μετὰ τὴν διάτασιν παρα‐ λαμβάνεται. πάντα δὲ ἐπὶ τοῦ Ἱπποκρατείου βάθρου καταρ‐
10τίζεται, ὁμοῦ τε διατεινόμενα καὶ συμβαλλόμενα. ἐξαρθροῖ δὲ κεφαλὴ μὲν, ἐνήρθρωται γὰρ τῷ πρώτῳ σπονδύλῳ τοῦ τρα‐ χήλου πρὸς τὸν δεύτερον. ἡ δὲ κάτω γνάθος ἐξίσταται μὲν τοῦ κατὰ μῆλα ζυγώματος, ἐμβάλλεται δὲ μόναις ταῖς χερσὶ παραγομένη ἔνθεν κᾀκεῖθεν ἐπὶ τὰ συνερειδόμενα
15πρὸς τῇ ἄνω. τοῦ δὲ ὤμου εἰς μασχάλην μόνην ὀλισθάνον‐ τος ἡ δι’ ἄμβης ἐμβολὴ μετὰ διατάσεως. εἰσὶ δὲ καὶ ἄλλαι παλαιστρικαὶ λεγόμεναι. ἀγκῶνος δὲ ἐξαρθρημάτων διαφο‐
ραὶ τέσσαρες, ἡ μὲν ἔσω, ἡ δὲ ἔξω, ἡ δὲ εἰς τὰ ἔμπροσθεν,795

14

.

796

ἡ δὲ εἰς τὰ ὄπισθεν· τὰς μὲν εἰς τὰ ἐκτὸς ἢ εἰς τὰ ἐντὸς, μετὰ διατάσεως ἀντιπαράγοντες τὰ ἐξεστῶτα ὀστέα οὕτως καθιστῶμεν, τὰς δὲ εἰς τοὐπίσω, ἢ εἰς τὸ ἔμπροσθεν, ἄνευ διατάσεως· ἡ μὲν γὰρ ἐκ συγκάμψεως ἀθρόας, ἐν‐
5τιθεμένου τινὸς τῇ συγκάμψει τοῦ ἀγκῶνος, καθίσταται· ἡ δὲ ἐκτάσεως σφοδροτέρας. καρποῦ δὲ καὶ μετακαρπίου καὶ δακτύλων ἐξαρθρήματα ἐκ βραχείας διατάσεως τῶν χειρῶν εὐθετίζεται. ῥάχεως δὲ πᾶσα διαστροφὴ, ἥ τε ὕβωσις καὶ εἴσωσις καὶ σκολίωσις, ἀδιόρθωτα. μηροῦ δὲ ἡ πρὸς τὰ
10ἰσχία κεφαλὴ ἢ ἔσωθεν εἰς τὸ περιτόναιον ἐμπίπτει, ἢ ἔξωθεν εἰς τὸ ἀντικείμενον, ὀπίσω τε εἰς γλουτὸν καὶ ἔμ‐ προσθεν εἰς βουβῶνα. ἀνίατοι δὲ τέσσαρες διαφοραί. κατὰ δὲ τὸ γόνυ συνεχὴς μὲν ἡ εἰς τὸ ἔξω ἐξάρθρησις καὶ ῥᾳ‐ δία ἡ ἀποκατάστασις διὰ συγκάμψεως. ἔλαττον δὲ εἰς τὰ
15ἐντὸς καὶ γίνεται καὶ ἀποκαθίσταται. ἔτι δὲ σπανιώτερον ἡ εἰς τουπίσω. ἡ δὲ εἰς τοὔμπροσθεν οὐδὲ ὄλως γίνεται. οὐδέποτε γὰρ ἐξίσταται τὰ ὀστᾶ διὰ τὴν συνέχουσαν ἐπι‐ γονατίδα, πλὴν εἰ μὴ καὶ αὕτη κατεάγῃ κατὰ δὲ τὰ σφυρὰ
βραχεῖα μὲν παρεναλλαγὴ γινομένη δυσαποκατάστατος. πολλὴ796

14

.

797

δὲ καὶ βίαιος οὐδὲ ἀνέχεται τὴν διόρθωσιν. ἐπικίνδυνος γὰρ σφόδρα καὶ εἰ μετὰ τραύματος γένηται· δάκτυλοι δὲ ποδὸς ἐξαρθρήσαντες, ὡς τῶν χειρῶν ἀπευθύνονται. αἱ δὲ τῶν συμφύσεων αὐτῶν πᾶσαι διαστάσεις, ὡς ἐπὶ προσώπου
5καὶ πήχεως καὶ κερκίδος κνήμης τε καὶ περόνης, μετακαρ‐ πίου τε καὶ ταρσοῦ καὶ ἔτι εἰς τὸ ἀρχαῖον ἀποκαθίστανται. τὰ δὲ μελαινόμενα καὶ νεμόμενα, εἴτε ἐκ καταγμάτων εἴτε βιαίου σφίγξεως, ἐκπρίζομεν ὅλα τὰ κῶλα πολλάκις. ὁμοίως δὲ καὶ τὰ ὑπὸ τῶν ἰοβόλων ἤδη προκατειλημμένα. ἔπειτα
10καυτῆρσιν ἄγαν πεπυρωμένοις ἱστῶμεν τὴν νομήν. μετὰ δὲ τοὺς καυτῆρας πράσῳ τῷ χλωρῷ καταπλάσσομεν μεθ’ ἁλῶν, εἶτα ὅταν καθαρθῶσιν αἱ ἐσχάραι, ὡς ἕλκη θερα‐ πεύομεν. τὰ δὲ τῶν ἰοβόλων δήγματα οὐδὲ ταχὺ ἐπουλοῦ‐ σθαι βουλόμεθα, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον ῥευματίζεσθαι τὰ
15ἕλκη σπουδάζομεν.797