TLG 0530 009 :: Pseudo–GALENUS :: De humoribus liber Pseudo–GALENUS Med. De humoribus liber Citation: Volume — page — (line) | ||
19.485(t) | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΥΜΩΝ. | |
1 | Ὅπερ ἐν κόσμῳ στοιχεῖον, τοῦτο ἐν ζώοις χυ‐ μὸς, ὥσπερ δὴ καὶ ἐν χρόνῳ καιρός. οὐ παντελῆ ταυτό‐ τητα ἢ ὁμοιότητα ἔχοντα. ἀλλὰ μὲν ταυτὰ ταῖς δραστικαῖς τε καὶ παθητικαῖς ποιότησιν, αἷς ταῦτα τὸ εἶναι ἔχει καὶ | |
---|---|---|
5 | συντεθέντα ἐστὶ καὶ ἀρχαὶ τῶν ἐν ἡμῖν, διενηνοχότα δὲ ἀλ‐ λήλων καὶ πολλοῖς μὲν ἄλλοις καὶ αὐτοῖς ὀνόμασιν. αὐτίκα γὰρ στοιχεῖα μὲν ὁ κόσμος ἐξ ὧν ἀήρ τε καὶ πῦρ καὶ ὕδωρ καὶ γῆ. καιροὶ δὲ δι’ ὧν ὁ χρόνος ἔαρ καὶ θέρος καὶ χει‐ | |
μὼν καὶ φθινόπωρον. χυμοὶ δὲ χολὴ καὶ αἷμα φλέγμα τε | 485 | |
19.486 | καὶ ἡ μέλαινα, ἐξ ὧν τὰ ζῶα συνέστηκε καὶ ὁ ἄνθρωπος. ὑγρότητι δὲ πάντα συγκέκραται καὶ θερμότητι, ξηρότητί γε καὶ ψυχρότητι. αἷμα γὰρ μὲν καὶ ἀὴρ καὶ μὲν δὴ καὶ τὸ ἔαρ ὑγρὰ καὶ θερμὰ, κἂν ἄλλοις ἄλλως περὶ τοῦ ἀέρος δοκῇ. | |
5 | χολῶν δὲ ἡ ξανθὴ καὶ θέρος καὶ πῦρ θερμὰ καὶ ξηρά. μέλαινα δὲ καὶ γῆ καὶ φθινόπωρον ξηρὰ καὶ ψυχρά. φλέγμα δὲ καὶ ὕδωρ ἀλλὰ δὴ καὶ χειμὼν ψυχρὰ καὶ ὑγρά. ἑνοῦται δὲ καὶ πρὸς ἑαυτὰ χυμὸς καὶ στοιχεῖον καὶ καιρὸς καὶ διί‐ σταται. ἀὴρ γὰρ καὶ πῦρ διενήνοχε τῇ ξηρότητι καὶ ὑγρότητι, | |
10 | ἑνοῦται δὲ θερμότητι. πῦρ δὲ καὶ γῆ τῇ ψυχρότητι καὶ θερ‐ μότητι. ξηρὰ δὲ πάντως ἀμφότερα. ὥσπερ γῆ καὶ ὕδωρ ψυχρὰ, διίσταται δὲ ξηρότητι καὶ ὑγρότητι. ὕδωρ καὶ ἀὴρ, ὑγρὰ μὲν, θερμότητι δὲ καὶ ψυχρότητι διαφέρετον. οὕτω καὶ χυ‐ μοὶ καὶ καιροὶ συνίστανται καὶ ἀλλήλων διίστανται. καὶ τὴν | |
15 | καλουμένην φίλεχθρον μίξιν ἀποτελοῦσιν. ἀλλὰ τὰ μὲν στοι‐ χεῖα τὰ αὐτὰ πάντως εἰσὶ καὶ ἐπὶ τῷ αὐτῷ ἕκαστον μένει | |
τόπῳ· καὶ τῇ πρὸς ἄλληλα μεταβολῇ τὴν διαμονὴν ἔχει καὶ | 486 | |
19.487 | τῇ ἀναλόγῳ τροφῇ προνοητικῷ τινι λόγῳ τρεφομένων καὶ και‐ ρὸς ὡσαύτως ταῖς πρὸς νότον καὶ βοῤῥᾶν τοῦ ἡλίου κινήσεσι γίνεται καὶ λέγεται. χυμοὶ δὲ οὐχ ὡσαύτως οὐδ’ οἱ αὐτοὶ πάντῃ εἰσὶν, ἀλλὰ διενηνόχασιν ἀλλήλων καὶ τόπῳ καὶ χροίᾳ | |
5 | καὶ δυνάμει συστάσει τε καὶ ποιότητι. καὶ μεταβάλλειν μὲν ἀνάγκη καὶ τοὺς χυμοὺς, ὥσπερ δὴ καὶ τὰ στοιχεῖα μετα‐ βάλλειν πρὸς ἄλληλα, οὐκ ἀεὶ δὲ τὸν αὐτὸν διατηρεῖν τρό‐ πον τῆς μεταβολῆς οὐδ’ ἐπίσης αὔξιν αὐτοὺς, ἀλλ’ ἐνίοις μὲν ἀπὸ τοῦ γεώδους εἰς τὸν ὑδατώδη τάξει τινὶ καὶ ἀπ’ | |
10 | ἐκείνου εἰς τὸν ἀερώδη, ἀφ’ οὗ εἰς τὸν πυρώδη γίνεται ἡ μεταβολὴ, ἐνίοις δὲ ἀτάκτως ἀπὸ τοῦ φλέγματος εἰς ξανθὴν καὶ ἀπὸ τοῦ αἵματος εἰς τὴν μέλαιναν. μαρτύ‐ ρια δὲ τοῦ λόγου τὸ γεῶδες αἷμα καὶ μελαγχολικὸν, τὸ ἁλι‐ κὸν φλέγμα ἐγγύς που τῆς ἰσατώδους τυγχάνον χολῆς καὶ | |
15 | ῥᾳδίως εἰς αὐτὴν μεταβαλλόμενον. φαίνεται δὲ καὶ φλεγμα‐ τώδης χολὴ καὶ μυξώδης καὶ αἷμα τοιοῦτο, καθάπερ κἀπὶ | |
τῶν ὑδαλέων καὶ καχεκτικῶν, ὥσπερ δῆτα κἀπὶ τῶν θερμο‐ | 487 | |
19.488 | τέρων καὶ ξηροτέρων ἀμιγὴς ξανθή. καὶ τούτων αὐτῶν ἀπεπτησάντων ἡ πρασώδης ἐμουμένη τε καὶ διαχωρουμένη φαίνεται. τῇ μὲν οὖν τάξει τῶν μεταβολῶν καὶ ἡ τάξις πρόεισι τῆς ἐπικρατήσεως, τοὐναντίον δὲ τοῖς κατ’ αὐτὴν | |
5 | μεταβάλλουσιν. αὔξει δὲ ἄλλῳ ἄλλος ἄλλοτε χυμὸς κράσει καὶ ὥρᾳ καὶ χώρᾳ καὶ ἡλικίᾳ καὶ διαίτῃ γεννώμενος, ὥσπερ ἅπασιν ἅπαντες τεταγμέναις περιόδοις καὶ καιροῖς τοῖς ἑαυ‐ τῶν γεννώμενοί τε καὶ ἐπίδοσιν ἔχοντες. θέρει γὰρ αὔξει πικρὰ, ἡλικίᾳ δὲ καὶ κράσει καὶ διαίτῃ παραπλησία καὶ | |
10 | μάλιστα, ἔτι τε καὶ τοῖς ἔξωθεν. καὶ γὰρ καὶ φροντίδες καὶ θυμοὶ καὶ λῦπαι καὶ πόνοι καὶ γυμνάσια καὶ ἀγρυπνίαι καὶ ἀσιτίαι καὶ ἔνδειαι πλείονα τὸν τῆς ξανθῆς χολῆς ἀθροί‐ ζουσι χυμόν. ὥσπερ δῆτα ὕπνοι καὶ ὑδροποσίαι καὶ ἡ τῶν θαλασσίων καὶ τῶν ὑγροτέρων πάντων καὶ παχυμερῶν καὶ | |
15 | γλίσχρων ἐδωδὴ τὸν φλεγματικόν. κρέα τε καὶ πτηνῶν σάρ‐ κες καὶ ὠὰ καὶ εὔπεπτα πάντα καὶ εὔχυμα τὸν αἱματικὸν, | |
εἰ μή πού τις ἰδιότης μετατρέπει τὸ προσφερόμενον. ὡσαύ‐ | 488 | |
19.489 | τως καὶ τὸν μελαγχολικόν. ἀλλὰ δὴ καὶ συμπεπλεγμένως. ὀρθῶς καὶ ὅτε συμπεπλεγμέναις χρώμεθα ταῖς τροφαῖς καὶ τὰ ἀκόλουθα ἕπεται. αὔξει δὲ μειρακίῳ μὲν τὸ αἷμα. διὸ καὶ χαρίεντες οἱ τοιοῦτοι καὶ μανικῶς περὶ τὸ παίζειν δια‐ | |
5 | κείμενοι. χολὴ δὲ τῷ νεανίσκῳ ὀργίλον αὐτὸν καὶ θυμώδη καὶ πικρὸν παρασκευάζουσα. τῷ ὑπερήβῳ δὲ μέλαινα· χεί‐ ριστος οὗτος ὁ χυμὸς καὶ ὅπου ἂν ὁρμήσῃ δυσκάθεκτος τυγχάνων καὶ δυσμετάστρεπτος. ὕφαλόν τε τὴν ἑαυτοῦ ἡλι‐ κίαν καὶ μνησίκακον καί πως δυσδιόρθωτον ἐργαζόμενος. | |
10 | ἔστι δὲ καὶ τῷ γέροντι φλέγμα. νωθρὰ ἡλικία αὐτὴ καὶ ληθαργικὴ καὶ κωματώδης. ὑγρὰ γὰρ καὶ ψυχρά· ὥσπερ ἡ παρηβῶσα ξηρὰ καὶ ψυχρά. καὶ ἡ μειρακιώδης θερμὴ καὶ ὑγρά· καὶ τῶν νεανίσκων ἡ τοῦ ἀναλογοῦντος χυμοῦ καὶ ἀμείνονος. τόποι δὲ αὐτῶν γεννήσεώς τε καὶ διαμονῆς καὶ | |
15 | κινήσεως, αἵματος μὲν ἧπαρ καὶ φλέβες καὶ ἀμφότεραι τῶν | |
ῥινῶν. ξανθῆς δὲ κύστις ἡ ἰδία καὶ περὶ τὸ ἧπαρ καὶ δι’ | 489 | |
19.490 | ὤτων, ὅπερ καὶ φαίνεται. φλέγματος δὲ στόμαχος καὶ ψόαι καὶ διὰ στόματος. ὥσπερ τῆς μελαίνης ὑπὸ τὸ ἧπαρ καὶ σπλῆνα καὶ δι’ ὀφθαλμῶν ὥσπερ λέγεται. χροιὰ δὲ αὐτῶν αἵματος μὲν ἐρυθρὰ, φλέγματος δὲ λευκή. ξανθῆς δ’ εἴδη | |
5 | ἑπτά. ἡ μὲν γάρ τίς ἐστι ξανθὴ, ἥτις καὶ στοιχειώδης λέ‐ γεται, ἡ δὲ ὠχρὰ, ἡ δ’ ἐρυθρὰ, ἡ δὲ πρασώδης, ἡ δὲ λε‐ κιθώδης, ἡ δὲ ἰώδης, ἡ δὲ ἰσατώδης. μελαίνης τὸ ἐλαιῶ‐ δες χρῶμα οἰκεῖον καὶ τοῦθ’ ὅπερ λέγεται μέλαινα. ἔστι δὲ καὶ κατὰ τὴν γεῦσιν τὸ αἷμα γλυκύ. πικρὰ ἡ ξανθὴ καὶ | |
10 | ὀξεῖα ἡ μέλαινα. τὸ δὲ φλέγμα ἄποιον μὲν πρώτως, εἶθ’ ἁλυκὸν, εἶτ’ ὀξὺ καὶ προσέτι γλυκύ. εἰσὶ δὲ καὶ τῆς μελαί‐ νης τέσσαρες αἱ διαφοραί. ἡ μὲν γάρ ἐστιν ἀπὸ τῆς τρυ‐ γίας τοῦ αἵματος, ἡ δὲ ἐξ ὑπεροπτήσεως τῆς ξανθῆς, ἡ δ’ ἀσφαλτώδης διὰ τὸ στίλβειν ἀσφάλτου δίκην, ἡ δὲ αἱ‐ | |
15 | ματώδης. ἔστι δ’ ἐπὶ τούτοις τόθ’ αἷμα τότε φλέγμα πα‐ χέα τὴν σύστασιν καὶ ἡ μέλαινα. λεπτὴ δὲ καὶ κουφὴ καὶ ἀνωφερὴς ἡ ξανθὴ, ὥσπερ οἱ ἕτεροι δύο χυμοὶ βα‐ | |
ρεῖς. τὸ δὲ αἷμα μεσάζει τῷ μετέχειν θερμότητος. ἔοικε | 490 | |
19.491 | δὲ τὴν ὑγίειαν χαρακτηρίζεσθαι τῇ τούτων ἰσότητί τε καὶ συμμετρότητι. ἐνδεόντων δὲ αὐτῶν ἢ πληθυνόντων παρὰ τὸ δέον ἢ ποσότητι ἢ ποιότητι ἢ τόπων μεταστάσει ἢ συμ‐ πλοκῇ ἀτάκτῳ ἢ σήψει κακωθέντων αἱ νόσοι συμβαίνουσιν. | |
5 | ὥσπερ καὶ λέγεται τὰς νόσους συμβαίνειν τῇ τῶν χυμῶν ἀμετρίᾳ· καθὰ καὶ τὴν ὑγίειαν ἐπανέρχεσθαι ἀφαιρέσει καὶ προσθέσει καὶ λεπτότητι καὶ παχύτητι τῶν χυμῶν καὶ ἁπλῶς τῇ εὐκρασίᾳ καὶ συμμετρίᾳ αὐτῶν. ὡς ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν τῷ Ἱπποκράτει ἄριστα λέγεται· χυμοὺς τοὺς μὲν | |
10 | ἐξῶσαι, τοὺς δὲ εὐθεῖναι, λεπτῦναι κατακεράσαι τῇ μὲν, τῇ δὲ μή. κατὰ γάρ τοι τὴν αἰτίαν τῶν παθῶν τὴν ἀκο‐ λουθίην τῶν βοηθημάτων πορίζονται. χρὴ γὰρ ἀκριβῶς εἶναι κεκραμένους ποιότητι καὶ ἴσους ποσότητι τοὺς χυμοὺς, ἵν’ ὑγίειά τε διαμένῃ καὶ μὴ οὖσα ἐπανελεύσηται. ὅθεν καὶ | |
15 | τῆς ὀνομασίας ἔτυχον ὄντες χυμοὶ παρὰ τὸ χεῖσθαι ἅμα λεγόμενοι. δῆλον γὰρ ὡς εἰ τοῦτο ὑγίεια, τὸ μὴ τοιοῦτο | |
νόσος ἂν εἴη, ὥσπερ καὶ δέδεικται. ἐπεὶ δὲ ἡ νόσος γένος | 491 | |
19.492 | εἰς διάφορα εἴδη διαιρουμένη, ἀνάγκη τὰς διαφορὰς ἀπό τινων διαφορῶν αἰτιῶν προβαίνειν. αἰτία δὲ χυμοὶ καὶ συμπτώματα. τὰ μὲν τοῖς ἔξωθεν ἐπισυμβαίνουσιν· οἱ δὲ ταῖς αὐξήσεσι καὶ μειώσεσιν ἐπί τε ἡλικίαις καὶ καιροῖς καὶ | |
5 | διαίτης καὶ κράσεσιν, ἐξαλλαττόμενοι, ὡς προείρηται. τοῦτο δὲ καὶ Ἱπποκράτης σημαίνειν ἔοικεν, ἄλλους κατ’ ἄλλην ὥραν ἀνθεῖν τε καὶ δυναστεύειν τοῖς σώμασι χυμοὺς, καὶ τὰ χρώματα διάφορα εἶναι λέγων τοῖς ἀνθρώποις κατὰ τὴν ἐπικράτειαν τῶν ἐν τῇ κράσει δυναστευόντων χυμῶν, καὶ | |
10 | τὰ νοσήματα κατὰ τὴν τοῦ πλεονάζοντος χυμοῦ φύσιν πε‐ φυκότα γίγνεσθαι. καὶ μὲν δὴ καὶ ἐν προοιμίῳ τοῦ περὶ χυμῶν. τὸ χρῶμα, φησὶ, τῶν χυμῶν, ὅπου οὐκ ἔστι ταραχὴ αὐτῶν ὥσπερ τῶν ἀνθῶν, κατ’ ἐπικράτειαν τῶν χυμῶν εἴω‐ θεν ἐν τῇ διαδοχῇ τῶν ἡλικιῶν ὑπαλλάττεσθαι τοῖς ἀνθρώ‐ | |
15 | ποις, καθάπερ ἄρα καὶ τὰ ἤθη τῆς ψυχῆς. ἠθοποιοῦσι γὰρ οἱ χυμοὶ καὶ ταύτην. καὶ τὸ μὲν αἷμα ἱλαρωτέραν ἀπεργάζεται, ἡ δὲ ξανθὴ ὀργιλωτέραν ἢ θρασυτέραν ἢ γορ‐ | |
γοτέραν ἢ καὶ ἀμφότερα. τὸ δὲ φλέγμα ἀργοτέραν καὶ ἠλι‐ | 492 | |
19.493 | θιωτέραν. ἡ δὲ μέλαινα ὀργιλωτέραν καὶ ἰταμωτέραν. ὑπαλ‐ λάττεται δὲ τὸ τῆς ψυχῆς ἦθος καὶ ἐν ταῖς νόσοις πρὸς τὸ εἶδος τοῦ περιττεύοντος χυμοῦ, ὡς ἐπὶ τῶν παρακοπῶν. ὅσαι γὰρ αὐτῶν εἰσιν ἐφ’ αἵματος μετ’ ᾠδῆς προσπίπτουσί | |
5 | τε καὶ γέλωτος, ὅσαι δ’ ἀπὸ ξανθῆς θρασύτεραι καὶ πι‐ κρότεραι. διὰ τοῦτο καὶ Ἱπποκράτης φησὶν, αἱ μὲν μετὰ γέλωτος γινόμεναι παραφροσύναι ἀσφαλέστεραι, αἱ δὲ μετὰ σπουδῆς ἐπισφαλέστεραι, σπουδὴν τὴν θρασύτητα λέγων. ὅσαι δ’ αὖ ἀπὸ μελαίνης σκυθρωπότεραι καὶ σιωπηλότεραι | |
10 | καὶ ἀστειότεραι. ὅσαι δ’ αὖ ἀπὸ φλέγματος ληρώδεις καὶ ἀσταταίνουσαι. καὶ ἀλλαχῆ αὐτὸς μαρτυρεῖ, ὡς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν φησι. Σειλήνου μὲν παρακόψαντος μετ’ ᾠδῆς καὶ γέλωτος. ἐπὶ δὲ Φιλίσκου ἐν τῇ τρίτῃ ἐπιδημίᾳ γενέσθαι θρασεῖαν τὴν παρακοπήν· ἐξεμάνη γὰρ, φησὶ, περὶ | |
15 | τὸ μέσον τῆς ἡμέρας. ξανθὴ γὰρ ἦν ἡ πρόφασις τῆς νό‐ σου. ἐν Κυζικῷ δὲ τὰς Διδύμου θυγατέρας τικτούσας μα‐ νῆναί φησιν, εἶναι δὲ σκύθρωπον καὶ δύσθυμον τὸ εἶδος | |
τῆς παρακοπῆς. σιωπῶσα γὰρ ἦν καὶ οὐδενὸς πυθομένη· | 493 | |
19.494 | μέλαινα δὲ ἦν αἰτία τῆς νόσου. Πιθίωνα δὲ τὸν παρὰ τὸ τῆς γῆς ἱερὸν οἰκοῦντα λῆρον, γενέσθαι μανέντα. φλεγματικὴ ἥδε ἦν ἐκείνῃ πρόφασις τοῦ πάθους. ἐπὶ τού‐ τοις δεῖ καὶ τὸν θεραπεύσοντα τὰς ποικιλίας τῶν νοσημά‐ | |
5 | των προγινώσκειν τὰς αἰτίας αὐτῶν. ἢν γάρ τις, ὡς Ἱπ‐ ποκράτης λέγει, τὴν αἰτίαν τοῦ νοσήματος εἰδοίη, οἷός τ’ ἂν εἴη τὰ ξυμφέροντα προσάγειν τῷ σώματι ἐκ τῶν ἐναντίων ἱστάμενος τῷ νοσήματι. καὶ ἐν τῷ περὶ νούσων ὃς ἂν περὶ ἰήσεως ἐθέλῃ ἐρωτᾷν τε ὀρθῶς καὶ ἐρωτῶντι ἀποκρίνεσθαι | |
10 | καὶ ἀντιλέγειν ὀρθῶς, ἐνθυμέεσθαι χρὴ τάδε. πρῶτον ἀφ’ ὧν αἱ νοῦσοι γένονται τοῖσιν ἀνθρώποις πᾶσι. γνωρίζονται τοίνυν αἱ τῶν νοσημάτων προφάσεις. πρῶτον μὲν ἀπὸ τῆς ἡλικίας. εἰ γὰρ μειράκιον τὸ νοσοῦν, μάλιστα ἂν ἀφ’ αἵμα‐ τος νοσοίη, ὥς γε ἀνωτέρω δεδήλωται καὶ ἑξῆς ὁμοίως. δεύ‐ | |
15 | τερον ἀπὸ τῶν ὡρῶν. εἰ γὰρ ἐαρινὴ ἦν ὥρα αἷμα μάλιστα τὸ λυποῦν. τρίτον ἀπὸ τῆς διαίτης. τῶν γὰρ βρωτῶν καὶ | |
ποτῶν ἄλλο ἄλλου χυμοῦ ποιητικόν ἐστι καὶ ταῖς οἰνοφλυ‐ | 494 | |
19.495 | γίαις καὶ ἀδηφαγίαις αἱματικαὶ διαθέσεις παρέπονται. οὕτω διέγνω Ἱπποκράτης τὸν Σειληνὸν ἐκ ποτοῦ μαθὼν αὐτὸν νενοσηκότα. καὶ τὴν τοῦ κηπωροῦ γυναῖκα κρύψεως γεγεν‐ νημένης αὐτῇ ἐπιμηνίων. ἄφθονον γὰρ εἶχε τὴν πολυφα‐ | |
5 | γίαν. τέταρτον ἀπὸ τῆς χώρας. εἴ γε θερμὴ θερμότερα προξενοῦσα πάθη. πέμπτον ἀπὸ τῶν ἐξανθημάτων. τὰ γὰρ ἐρυθρὰ καὶ στρογγύλα αἱματώδη· τὰ δὲ πλατέα φλεγματώδη καὶ ἄλλως ἄλλα, ὥσπερ ἐν ἀφορισμοῖς δείκνυσιν ἱδρωτήρια ἔαρος καὶ θέρους γινόμενα λέγων, ὡς ἀφ’ αἵματος καὶ χο‐ | |
10 | λῆς ὄντα. καὶ μὲν δὴ καὶ ἀπὸ τοῦ χρώματος ὥσπερ ἐπὶ τοῦ χυμοῦ ἐπικράτεια, οὕτω καὶ τοῦ νοσήματος διαγινώσκεται. ἔστι δὲ καὶ αὕτη οὐδὲν ἧττον τῶν μεγίστων διαγνώσεων ἀκριβεστάτη καὶ Διογένει καὶ τοῖς κατ’ ἐκείνου καιροῦ σο‐ φοῖς ὡς μαντική τις νομιζομένη. πολὺν μὲν γὰρ οἱ ἄνδρες | |
15 | ἐκεῖνοι περὶ χρωμάτων ἐποιήσαντο λόγον, ταῖς διαφοραῖς αὐτῶν καὶ τὰ νοσήματα μεριζόμενοι ἐρυθρόχρους τε τοὺς αἱματώδεις καὶ πυρόχρους, οἷς ὁ πικρὸς πλεονάζει χυμὸς, | |
καὶ μελανόχρους οἷς μέλας καὶ λευκόχρους τοὺς φλεγματίας | 495 | |
19.496 | ἀποκαλοῦντες. ἐρυθρόχροά τε καὶ πυρόχροα τὰ ἐπὶ τούτοις νοσήματα καὶ μελανόχροα καὶ λευκόχροα λέγοντες, οὐκ οἶδα ἄνθ’ ὅπου τὰ πολλὰ τῆς τέχνης καταλιπόντες μαρτύρια κᾀκεῖνα μᾶλλον ἀδύναται τοῦ νοσήματος τὴν ἀκριβῆ διά‐ | |
5 | κρισιν παρασχεῖν, τοῖς χρώμασι μόνοις τὴν ἐντελῆ διάκρι‐ | |
σιν τῆς ἀσθενείας ἀνέθεντο. | 496 |