TLG 0530 005 :: Pseudo–GALENUS :: De fasciis liber

Pseudo–GALENUS Med.
(p. A.D. 2)

De fasciis liber

Source: Kühn, C.G. (ed.), Claudii Galeni opera omnia, vol. 18.1. Leipzig: Knobloch, 1829 (repr. Hildesheim: Olms, 1965): 768–827.

Citation: Volume — page — (line)

18a

768

(t1)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΠΙΔΕΣΜΩΝ
t2ΒΙΒΛΙΟΝ.
1 Κεφ. αʹ. Οὐκ ἀσκόπως μοὶ δοκεῖ ὁ παλαιὸς Ἱπποκράτης ἐπιβλέψας τὰς ἄλλας τέχνας ἀρχόμενος τῆς ἐν τῷ πράττειν καθαριότητος ἐκπεφωνηκέναι. ἐμοὶ δὲ ἁνδάνει μὲν πάσῃ τῇ τέχνῃ προσέχειν τὸν νόον· καὶ γὰρ ὁκόσα ἔργα
5καλῶς ἢ ὀρθῶς διοικεῖ, καλῶς ἕκαστα χρὴ ποιεῖν καὶ ὀρθῶς καὶ ὅσα καθαριότητος καὶ καθαρίως καὶ ὁκόσα ταχέως ἔργα, ταχέως. καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθαι ἀνωδυ‐
νώτατα ποιέειν. καὶ ἄλλα πάντα τοιοῦτον τρόπον διαφερόντως768

18a

769

τῶν πέλας ἐπὶ τὸ βέλτιον χρὴ ποιέειν. καὶ γὰρ, ὡς ἔοικεν ἔν τισιν ἔργοις, οὐκ ἄλλῳ τινὶ τῶν ἀπείρων διαφέρουσιν οἱ ἔμπειροι τεχνῖται τῶν ἀτέχνων ἢ τάχει καὶ εὐρυθμίᾳ· διὸ πολ‐ λάκις προσήκει παντὸς ἄλλου τεχνίτου τὸν ἰατρὸν ἐν πᾶσιν
5ἐστοχάσθαι τοῦ καλῶς πράττειν τι, καθ’ ὃ καὶ τὴν ὕλην ἔχει διάφορον· καὶ γὰρ τέμνοντα καὶ καίοντα καὶ δὴ καὶ ἐπιδέοντα καὶ εἴ τι ἄλλο χειρουργοῦντα μετὰ τοῦ συμφερόντως πράττειν καὶ τοῦ καθαρίως καὶ εὐρύθμως πεφροντικέναι δεῖ, ὡς καὶ αὐ‐ τὸς πάλιν πού φησιν· ἐπιδέσιος δὲ δύο εἴδεα ἐργαζόμενόν τε
10καὶ εἰργασμένον. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπό‐ ρως, εὐρύθμως, ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως δὲ εἰς πάντα ἑτοίμως· εὐρύθμως δὲ ὁρῆσθαι ἡδέως. ἀπαιτεῖ μὲν γὰρ γενόμενα πάθη περί τισι τοῦ σώματος μέρεσι τὴν ἁρμόζουσαν ἐπίδεσιν· ἀπαιτοῦσι
15δ’ οἱ ἄνθρωποι καὶ κατ’ ἰδέαν πολλάκις τὸ κατὰ τὰς ἐπι‐ δέσεις εὔρυθμον, ὡς ἐπί τι μοναχῶν καὶ τῶν ἄλλων εἰς
δῆμον παρασκευαζομένων ἁπάντων χάριν, ἀναγκαῖον εἰδέναι769

18a

770

τὰς παντὶ μέρει τοῦ σώματος ἁρμοζούσας ἐπιδέσεις ἁπλᾶς τε καὶ ποικίλας, ἐπιστάμενον ὥς τισι τῶν μερῶν ἁρμόζου‐ σιν ἑκάτεραι, τισὶ δὲ ἡ ἑτέρα, λέγω δὲ ἡ ποικίλη εἰ καί τισιν ἄλλως δοκεῖ, ἄξιον δὲ τὴν στάσιν διευκρινῆσαι πρῶτον.
5ἀχρηστίαν ἔνιοι τῶν ποικίλων κατεγνώκασιν ἐπιδέσεων φά‐ σκοντες βλαβερὰν ταύτας παρέχειν τὴν χρῆσιν, ἀποδείξει μὲν οὐδεμιᾷ γενναίᾳ χρώμενοι, παλαιῶν δὲ ἀνδρῶν μαρτυρίαις. καὶ πρῶτόν γε τὸν Ἱπποκράτην εἰσάγοντες λέγοντα· ἀτὰρ καὶ ἄλλα πολλὰ λωβέωνται οἱ χαίροντες ταῖς καλαῖς ἐπιδέσεσι,
10τοῦτ’ ἔστι ταῖς ποικίλαις· καὶ Μαντίαν τε ἱστοροῦντες ὑπὸ φαρμακοπώλου ἐπιδεδεμένον τινὰ ποικίλῃ ἐπιδέσει τὴν κε‐ φαλὴν καὶ τὸ πρόσωπον διὰ τῆς ἐπιδέσεως οἱ ὀφθαλμοὶ προσέπεσαν. δοκεῖ δὲ αὐτοῖς καὶ κατὰ λόγον τοῦτο γεγονέ‐ ναι, διότι ἀνώμαλος ἡ τῶν ἐπιδέσμων γίνεται πρόσπτωσις
15διὰ τὴν ποικιλίαν δυναμένη εἰς φλεγμονὰς καὶ ἀποστάσεις ἄγειν τὰ σώματα· οὐκοῦν ἄξιον ἐγνωκέναι, διότι γένοιτ’ ἂν
ταῦτα ἃ λέγουσιν οὐχ ὑπὸ ποικιλίας τῶν ἐπιδέσμων, ὑπὸ δὲ770

18a

771

ἀφυΐας τῶν χρωμένων σφιγγόντων τὴν ἐπίδεσιν. χρὴ γὰρ ἐπιδεῖν, ὥς φησιν Ἱπποκράτης· ἐν δὲ τουτέοισι μάλιστα ἐπιδέσιος, πίεξις μὲν ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μη‐ δὲ ἐρηρεῖσθαι κάρτα, ἀλλ’ ἡρμόσθαι μὲν, προσηναγκάσθαι
5δὲ μή. ἔδει δὲ αὐτοὺς τὸν Ἱπποκράτην ἐπαγομένους μάρτυρα προσαποδοῦναι τὸ λοιπόν. οὐ γὰρ ἁπλῶς ἐξενήνεκται, ἀτὰρ καὶ ἄλλα πολλὰ λωβέονται χαίροντες ταῖς καλαῖς ἐπιδέσεσιν, ἀλλὰ μετὰ τοῦ προσκεῖσθαι τὸ ἄνευ νόου. σκοπείσθωσαν δὲ καὶ ἐκ τῶν νῦν λεγομένων ὡς Ἱπποκράτης οὐκ ἐκβάλλει
10τὰς ποικίλας ἐπιδέσεις. αὐτὸς γοῦν ἐν τῷ κατ’ ἰητρεῖον βιβλίῳ περὶ ἐπιδέσεως διαλεγόμενος καὶ εἰπὼν τίς ἂν εἴη ἀρετὴ ἐν τῷ ἐπιδέειν. ἑξῆς καί τις ἐν τῷ ἐπιδεδειχέναι οὕτω λέγει ἀγαθῶς καλῶς· τὸ μὲν ἀγαθῶς ἐπὶ τοῦ συμ‐ φέροντος τιθεὶς, τὸ δὲ καλῶς ἐπὶ τοῦ εὐπρεπῶς,
15εἶτα εἰς ἀνάπλωσιν τοῦ καλῶς ἐπιφέρει, καλῶς μὲν ἁπλῶς
εὐκρινέως. τὸ ἁπλῶς τιθεὶς οὐκ ἐπὶ παντὸς, ἀλλ’ ἐν ὑπο‐771

18a

772

δείγματος μοίρᾳ, οἷον ἡ ἁπλῶς ἐπίδεσις εὐκρινὴς ἔστω. σα‐ φὲς δὲ τοῦτο ποιεῖ ἐπιφέρων· ἢ ὅμοια καὶ ἴσα ἴσως καὶ ὁμοίως ἢ ἄνισα καὶ ἀνόμοια ἀνίσως καὶ ἀνομοίως. τὰ δὲ εἴδεα ἁπλοῦς, εὔκυκλος, σκέπαρνος, σιμὸς, ὀφθαλμὸς καὶ
5ῥόμβος καὶ ἡμίτομον. ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τῶν ἐπιδεομένων· εἰ γάρ τις ἁπλοῦς ἐστιν, οὗτος τῷ ὄντι εὔκυκλος ὀφείλει εἶναι· εἰ δέ τις σκέπαρνος, οὗτος σι‐ μός. οὕτω γὰρ ἔσται ὁ πάντη ἴσως ὅμοιος ἑαυτῷ, ὁ δὲ ἄνισος ἀνόμοιος, ἄρα γε πείθονται ἤδη Ἱπποκράτει ἐκκλίνειν
10τὰς ποικίλας ἐπιδέσεις· ὁμολογοῦντες τὸν σκέπαρνον καὶ τὸν ὀφθαλμὸν καὶ τὸν ῥόμβον καὶ τὸν ἡμίτομον ποικίλας εἶναι τὰς ἐπιδέσεις; ἢ ἔτι ὑπομιμνήσκομεν αὐτοὺς τὸν περὶ κλειδὸς κατάξιος λόγον ἐν τῷ περὶ ἄρθρων. ὡς Ἱπποκρά‐ της γερανίδι ποικίλῃ οὔσῃ ἐπιδέσει κέχρηται· ἴστωσαν δὲ
15ὅτι ἐπὶ μερῶν τινῶν ὡς ἐπὶ μηροῦ προαρθρημβολημένου
βραχίονός τι καὶ ἀγκῶνος καὶ ἄλλων πλειόνων οὐκ ἔστιν772

18a

773

ἄλλῃ χρῆσθαι ἐπιδέσει ἢ ποικίλῃ, ἀλλὰ πρὸς μὲν τούτων ἱκανὰ τὰ εἰρημένα. Κεφ. βʹ. Ἐπανάγωμεν δὲ τὸν λόγον ἐπὶ τὴν τῶν ἐπιδέσμων τε καὶ ἐπιδέσεως τεχνολογίαν· καὶ δὴ ἐν τρόποις
5ἴδωμεν τίνι διαφέρουσιν ἀλλήλων οἱ ἐπίδεσμοι, ὕλῃ, σχέσει, μήκει, πλάτει κατασκευῇ· ὕλῃ μὲν ἐπεὶ οἱ μὲν αὐτῶν εἰσιν ἐρεοῖ, οἱ δὲ λινοῖ, οἱ δὲ δερμάτινοι, τῆς χρήσεως αὐτῶν οὐ μιᾶς οὐδὲ τῆς ὁμοίας οὔσης, ἀλλὰ διαφόρου. πειρώμεθα γὰρ ἁρμοζόντως τῷ πάθει τὴν ἐκλογὴν ἐν τῇ χρήσει ποιεῖ‐
10σθαι· ὅσα γοῦν σφίγξεως, δεῖται λινοῖς ἐπ’ αὐτῶν χρώμεθα, ὅσα δὲ οὐ σφίγξεως διὰ τὸ ἐναντιοῦσθαί τισι φλεγμοναῖς, συνεχείας δὲ δεῖται μόνης ἢ σκέπης ἐρεοῖς. δερματίνοις δὲ, ὡς Ἱπποκράτης ἐπὶ ῥινὸς καὶ γένυος καταγείσης ἐχρήσατο κατακολλῶντες τὸ ἄκρον τῷ δεομένῳ τῆς ἐπιδέσεως, σχέσει
15δὲ ἐπεὶ οἱ μέν εἰσιν εἰλητοὶ, οἱ δὲ σχιστοὶ, ἄλλοι δὲ σύῤ‐ ῥαπτοι. εἰλητοὶ μὲν οὖν εἰσιν οἱ ἐκ ταινίας ἐπὶ μήκους
ἀσυμβλήτου γεγονότος οἷοί εἰσιν οἱ κατὰ τὰ κατάγματα τῶν773

18a

774

κώλων παραλαμβανόμενοι. σχιστοὶ δὲ οἱ ἐκ ῥάκους ἑνὸς κατὰ τὰ πέρατα ἢ καὶ ἄλλο τι μέρος ἐπεῤῥωγότος, οἷοί εἰ‐ σιν οἱ ἐπὶ κεφαλῆς ἀνατετριμμένης παραλαμβανόμενοι, καρ‐ κίνοι δὲ καλούμενοι, τετρασκελεῖς ἢ ἑξασκελεῖς ἢ ὀκτασκε‐
5λεῖς. σύῤῥαπτοι δὲ οἱ ἐκ τελαμώνων πλειόνων συντιθέμενοι ἀνομοιοσχημόνα τὴν ἐπιβολὴν ἔχοντες οἷοί εἰσιν οἱ καλού‐ μενοι ἀναλκαπρίδες ἢ ἀναζῶστραι ἢ μασόδεσμοι ἢ ἐπὶ μα‐ στῶν καὶ τὸν περὶ ἕδραν τόπον ἁρμόζοντες· μήκει δ’ ἐπεὶ οἱ μέν εἰσιν ἐπιμηκέστεροι, οἱ δὲ βραχύτεροι. ὁμοίως δὲ
10καὶ ἐπὶ πλάτους ἔχει τοῖς ἐπιδεομένοις μέρεσι προσαρμοζο‐ μένου καὶ τοῦ μήκους καὶ τοῦ πλάτους ἀναλόγως. κατα‐ σκευῇ δὲ διαφέρουσιν ἀλλήλων, ἐπεὶ οἱ μὲν ὑφαντοὶ, οἱ δὲ πλωτοὶ, οἱ δὲ πλεκτοί εἰσι. καὶ τῶν ὑφαντῶν οἱ μὲν εἰς τοῦτο γεγόνασιν, οἱ δὲ πρὸς ἄλλην χρείαν γεγονό‐
15των ὑφασμάτων, σχιζομένων δὲ γίνονται. οἷς ἐπὶ τῶν τραυ‐ μάτων ὡς ἐπὶ πᾶν χρώμεθα, τοῖς δὲ εἰς τοῦτο ὑφασμένοις
ὡς ἐπὶ τῶν κυνηγῶν φυλακῆς τῶν σκελῶν χάριν ἐπιδεομέ‐774

18a

775

νοις καὶ τοῖς καρποδέσμοις καλουμένοις. τοῖς δὲ πλεκτοῖς ὡς ἐφ’ ἡνιοχῶν συνοχῆς τῶν πλευρῶν ἕνεκεν. Κεφ. γʹ. Ἔστω δὲ κοινὸν μὲν ἐπὶ πάντων παραγγελ‐ μάτων ἐπιδεομένων τὸ εὐπόριστον εἶναι καὶ τοῖς παροῦσιν
5ὡς ἀρίστοις δύνασθαι χρῆσθαι. ἐκλογῆς δέ τινος οὔσης τὸ αἱρεῖσθαι τοὺς ἐπιδέσμους, ὡς εἶπεν ὁ Ἱπποκράτης· φησὶ γὰρ ἔστω ἐπιδέσματα καλὰ, καθαρὰ, λεπτὰ, κοῦφα, μαλακὰ, ὑγιέα, ὥστε τάνυσιν φέρειν καὶ ὀλίγῳ κρέσσω μὴ ἔχοντα ξυῤῥαφὰς, μηδὲ ἐξαστίας· καθαρὰ μὲν γὰρ εἶναι δεῖ, διότι
10ἀπρεπὲς τὸ ῥυπαρὸν καὶ μηδὲ ἐπιδεχόμενον τὰ ἐπιβρέγματα καὶ παρέχοντά τινα βλάβην ἐν τῇ πρὸς τὰ ἐπιβρέγματα μίξει. ἔστω δὲ καὶ ἴδιον χρῶμα ὡς μὴ ἀπὸ πορφύρας ἤ τινος ἄλλου βάμματος τὸ αὐτὸ γένηται ἢ καὶ φαντασίαν ἡμῖν προβάλλῃ αἵματος ῥέοντος ἢ τοῦ χρώματος ὁμοιότητα,
15λεπτὰ δὲ ὡς μὴ ὄγκον πλείονα ταῖς ἐπινεμήσεσι παρέχῃ. μαλακὰ δὲ ὡς μὴ θλίβῃ διὰ τὴν σκληρότητα, κοῦφα δὲ εἰς
τὸ μὴ ἐκ τοῦ προσόντος αὐτοῖς βάρους φορτικὴν τὴν ἐπί‐775

18a

776

δεσιν γίγνεσθαι. μὴ ἐχέτω δὲ μηδὲ ξυῤῥαφὰς ἀνωμάλως, διὰ τοῦτο ποιήσοντα τὴν θλίψιν, ἀλλὰ μηδὲ ἐξαστίαν ὅ ἐστι, μήτε πάρωον, μήτε παραστροφὴν, μήτε ὥσπερ ἶνας ἐξεχούσας· τὸ μὲν γὰρ ἀνώμαλον τὴν ἐπίδεσιν ποιεῖ. τὰ
5δὲ ἐξέχοντα τὴν ἐπινέμησιν οὐκ ἐᾷ γίνεσθαι ῥᾳδίως, σχί‐ ζοντα δὲ τοὺς ἐπιδέσμους οὐ κατὰ τὸ ἐπικάρσιον τμῆμα τῇ ὤᾳ δεῖ σχίζειν, ἀλλὰ κατ’ εὐθὺ ὥσπερ ἐξυφαίνεται ὡς τῷ στήμονι ἀνευθύνεσθαι στοχαζόμενον· ἐπὶ τούτῳ γὰρ εὔ‐ σχιστα τὰ ῥάκη, ἐπὶ δὲ τὴν κροκὴν τὸ ἀνάπαλιν, ἄλλως τε
10καὶ κατὰ τὴν πρὸς τὸν στήμονα ἀκολουθίαν σχιζόμενα εὐ‐ τονώτερα πρὸς τὴν θέσιν τῶν ἐπιδεομένων ἐστί. Κεφ. δʹ. Τῶν δὲ ἐπιδέσεων αἱ μὲν, ὡς ἔμπροσθεν εἶπον, εἰσὶν ἁπλαῖ, αἱ δὲ ποικίλαι· καὶ τούτων αἱ μὲν ἀπὸ τῶν ἐπιδεομένων μερῶν ἔτυχον τῆς προσηγορίας, αἱ δὲ ἀπὸ
15τοῦ συμβεβηκότος, ἄλλαι δὲ κατὰ μεταφορὰν τῆς πρὸς τὰ ζῶα ἐμφερείας. ἀπὸ μὲν οὖν τόπων ἐπιδεομένων
ὀφθαλμὸς, ῥὶς, βουβωνίσκος καὶ αἱ ταύταις παραπλήσιαι·776

18a

777

ἀπὸ δὲ ζώων καρκίνος, ἱέραξ, κριὸς, λαγωὸς, χελώνη· ἀπὸ δὲ τῶν συμβεβηκότων ὡς χάραξ ἥ τε ἐζευγμένη καὶ ἀπεζευ‐ γμένη, σκεπαστραὶ, σειραὶ καὶ αἱ ταύταις ὅμοιαι. τῶν δὲ ἐπιδέσεων τούτων αἱ μὲν αὐτὸ τοῦτο ἐπιδέσεις εἰσὶν, ὡς
5θόλος, βασιλικὸς, σκάφιον, διάκρισις. αἱ δέ εἰσιν ἐπιδέ‐ σεις ἅμα καὶ βρόχοι ὡς λαγωὸς μετ’ ὤτων καὶ βουκολίσκος καὶ οἱ τούτοις ὅμοιοι· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν ἀπὸ μιᾶς ἀρχῆς ἐπιδέονται, αἱ δὲ ἀπὸ δυοῖν, αἱ δὲ ἀπὸ μιᾶς καὶ δυοῖν ἀρχῶν· ἔτι τῶν ἐπιδέσεων αἱ μὲν μερῶν τινῶν εἰσιν
10ἴδιαι ἐπ’ ἄλλων μὴ ἁρμόζουσαι, αἱ δὲ κοιναὶ καὶ πρὸς ἄλλα μέρη· ἔτι τῶν ἐπιδέσμων οἱ μὲν προσθοφανεῖς εἰσι μόνα τὰ ἐμπρόσθια τοῦ ἀνθρώπου ἐπιδεδεμένα δεικνύοντες, οἱ δὲ ὀπισθοφανεῖς, ἄλλοι ὁμοιοφανεῖς ἐπίσης καὶ τὰ ἐμπρό‐ σθια καὶ τὰ ὀπίσθια δεικνύοντες καὶ ταῦτα ὅτι μὲν ὁμο‐
15γενῆ, ὅτι δὲ ἑτεροφανῆ· σαφῆ δ’ ἔσται ταῦτα ἐν τῷ τὰς
κατὰ μέρος ἐπιδέσεις δεικνύεσθαι.777

18a

778

Κεφ. εʹ. Ἄξιον ἐπισκέψασθαι πρότερον ὡς ἔτυχε τὴν πρώτην τῶν ἐπιδέσμων καταβολὴν ποιεῖσθαι χρὴ καὶ περὶ τούτου ζητητέον ἐστίν· οἱ μὲν γὰρ πρὸ ἡμῶν πάντες τό‐ πους τινὰς ἀφώρισαν τοῦ σώματος, ἐφ’ ὧν δεῖ τὴν θέσιν
5τῶν ἀρχῶν ποιεῖσθαι, οἷον ἐπὶ κεφαλῆς ἐπιδεομένης. δι’ ὃ δή ποτ’ οὖν τὴν ἀρχὴν κατ’ ἰνίου τάσσουσι κακεῖθεν τὰς ἐπινεμήσεις ἄγοντες συντελοῦσι τὰς ἐπιδέσεις οὐδέν τι ἐστο‐ χασμένοι τοῦ πάθους δι’ ὃ ἐπιδέουσι εἴτε ἁρμοζόντως αὐτὸ τοῦτο πράττουσιν, εἴτε καὶ μή· καὶ ἐπὶ τῶν ἄλλων δὲ με‐
10ρῶν ἀφωρίσαντό πως ἢ ὑπὸ ἀμαθίας ἢ ἀγνοίας, ὡς εἰκὸς τοῦτο πράττοντες. δεῖ γὰρ τὸν ὀρθῶς ἐπιδέοντα πειρᾶσθαι μὴ μόνον, ὥς φησιν Ἱπποκράτης, ἁρμόζον τὸ εἶδος τῷ εἴδει ποιεῖν, ἀλλὰ καὶ τῷ πάθει τοῦ ἐπιδεομένου. διὸ καὶ ἡμεῖς οὐχ ὅπη ἔτυχεν, ἀλλ’ ὅπη δεῖ τάσσομεν τὰς ἀρχὰς καὶ τὰ
15πέρατα δὲ τῶν ἐπιδέσεων τιθέναι δεῖ, ὥς φησιν ὁ παλαιός. τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται ὡς ἥκι‐
στα καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύην, ὅπη δὲ778

18a

779

περιτείνεται ἁπλᾶ τε καὶ πλατέα, οἷον ἡ μύλη. προσπερι‐ βάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα. ἀναλή‐ ψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ
5γόνατος. ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέραν μασχά‐ λην περιβολὴ, βουβῶνος δὲ ἡ περὶ τὸν ἕτερον κενεῶνα καὶ κνήμης ἡ ὑπὲρ τὴν γαστροκνημίην. ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ κάτωθεν ἡ ἀντίληψις, οἷσι δὲ κάτω τὸ ἐναντίον, οἷσι δὲ μή ἐστιν, οἷον ἡ κεφαλὴ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς
10καταλήψιας ποιέεσθαι καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλα‐ νωδέστατα κατέχειν ἐπιδεῖν εὖ προσήκει στοχαζόμενον καὶ τῶν κατὰ τὴν ἐνέργειαν ἀριθμῶν. δύο γὰρ ὄντων ἐνερ‐ γειῶν εἰδέων, ὥς φησιν Ἱπποκράτης· μιᾶς μὲν καθ’ ἣν
15συντελοῦμεν, ἑτέρας δὲ καθ’ ἣν συντελεύσαμεν, ἐν ἀμφοτέροις
φροντίδα πεποιεῖσθαι δεῖ τοῦ ἐν μὲν τῷ ἐπιδεῖν ἐργάζεσθαι779

18a

780

ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως. ταχέως μὲν σκοπὸν ἔχοντα ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως δὲ ἐς πᾶν ἑτοίμως, εὐρύθμως δὲ δρῆσθαι ἡδέως. ἐπιδεδε‐ κότα δὲ ἔχειν πάσας τὰς ἔμπροσθεν εἰρημένας ἀρετὰς ἀγα‐
5θῶς καὶ καλῶς καὶ τὰ λοιπά. Κεφ. στʹ. Περὶ δὲ εὐχρησίας τῶν ἐπιδεομένων τάδε χρὴ εἰδέναι· ὡς τῶν ἐπιδέσεων αἱ μὲν ἰωμένοις τισὶν ὑπη‐ ρετοῦσι συνοχῆς χάριν παραλαμβανόμεναι, αἱ δὲ οὐκ εἰς τοῦτο, εἰς δὲ τὸ αὐτουργῆσαι παραλαμβάνονται, αὗται τὴν
10ἴασιν πεπιστευμέναι, ἐφ’ ὧν μάλιστα ἠκριβωκέναι δεῖ, ὅπη ποτὲ τακτέον τὴν ἀρχὴν καὶ ὅθεν τὰς ἐπινεμήσεις ποιητέον, καὶ ποῦ τελευτητέον· ὧν ἕκαστα διὰ γραφῆς μὲν τἀκριβὲς παραδοῦναι οὐχ οἷόν τε, ἀφορμὰς δὲ παρασχεῖν, δι’ ὧν εὖ ἐπιλόγιστος ἐν τοῖς ἐπὶ μέρους ἔσται ὁ ἰατρὸς ἐπιστάμενος
15φύσιν τε ἑκάστου τῶν μερῶν ὡς ἔχει εὐφόρως πρός τε ἐπί‐ δεσιν καὶ ἀνάληψιν καὶ θέσιν, ἐπιστάμενος δὲ καὶ τί δύνα‐
ται ἐπίδεσις. δύναται τοίνυν ἐπίδεσις τὰ μὲν ἀφεστῶτα780

18a

781

προστεῖλαι, τὰ δὲ ἐκτετραμμένα συστεῖλαι, τὰ δὲ διεστραμ‐ μένα διορθῶσαι καὶ τὰ ἐναντία πάντων χρῆσθαι, ἐπιδεῖν δὲ μὲν ἀφεστῶτα, ὥστε τὰ μετέωρα. δεῖ δὲ τῆς ἕδρας ψαύειν, τοῦτ’ ἔστι τῶν ἑδραίων ἀφ’ ὧν ἀπέστη καὶ εἰ με‐
5τεωρισθῇ· μὴ πιέζειν δὲ καὶ μὴ ἦρχθαι μὲν ἐκ τοῦ ὑγιέος, τελευτῆσαι δ’ εἰς τὸ ἕλκος ὡς τὸ μὲν ὑπεὸν ἐξάγηται, ὅπερ ἐστὶν ἐκθλίβηται, ἕτερον δὲ μὴ ἐπισυλλέγηται. ἐφ’ ὧν δ’ ἂν ἀποστήσασθαι βουληθῶμεν πάντα τἀναντία χρὴ ποιεῖν τοῖς συναγομένοις, ἐφ’ ὧν δὲ ἐκπεπετασμένα ὅπερ ἐστὶν ἐκ‐
10τετραμμένα, ἐκ πολλοῦ δὲ βουλόμεθα συναγαγεῖν τὰ μὲν ἄλλα τὰ αὐτὰ ποιητέον. ἐκ πολλοῦ δέ τινος τὴν συναγω‐ γὴν καὶ ἐκ προσαγωγῆς τὴν πίεσιν ποιεῖσθαι τὸ πρῶτον ἥκιστα, ἑξῆς ἔτι μᾶλλον ὅρον τοῦ μᾶλλον τοῦ συμψαύειν καὶ ἡρμόσθαι, μὴ ἐρηρεῖσθαι δέ. ὑφ’ ὧν δὲ δεῖ συνηγμένα
15διαστῆσαι ἐν φλεγμονῇ ἐληνέειν, ἄνευ δὲ φλεγμονῆς παρα‐
σκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ διεστραμμένα διορ‐781

18a

782

θῶσαι τὰ μὲν ἄλλα ταῦτα. δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπάγειν, τὰ δὲ ἐναντία ἐναντίως· ἅπαντα δὲ ταῦτα ὥσπερ νόμους ἐπιστάμενόν τε καὶ διαφυλάττοντα ἑκάστῳ πάθει τὸ κατάλληλον αὐτῶν αἱρεῖσθαι, μὴ προσέχοντα εἰς τόπους τι‐
5νάς. ἡμεῖς ἀφορίζομεν τὰ νῦν ἐπιδέοντες, ἀφ’ ὧν δεῖ τῆς ἐπινεμήσεως ἄρχεσθαι· διὰ γραφῆς γὰρ καθ’ ἓν ἐξηργασμέ‐ νον οὐ ῥᾳδίως ἦν εἰπεῖν· εὐδήλου δὲ διδασκαλίας χάριν ἡμεῖς ἐν τῇ παραδόσει τῶν ἐπιδέσμων τόπους ἀφο‐ ρίζομεν, ἀφ’ ὧν ἄρχεσθαι δεῖ, αὐτῶν δ’ ἐπὶ τῶν ἔργων τὸ
10κατάλληλον αἱρεῖσθαι προσήκει. Κεφ. ζʹ. Σύμμετρον ῥάκος λαβόντες ἐπισχίζομεν εἰς σκέλη ἓξ τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῇ κορυφῇ, τῶν δὲ σκελῶν καὶ τῶν παρειμένων λαβόμενοι τῶν μέσων ἐπιῤῥήγνυμεν τὸ κατὰ τὴν ἕξιν τῶν ὤτων μέρος ὑπό
15τε τῷ ἀνθερεῶνι προσθέντες τὰς ἀρχὰς ἁμματίζομεν. ἑτέ‐ ρου δὲ στενοῦ τελαμῶνος τὸ μέσον τῷ ἰνίῳ προσθέντες
καὶ τὰ ἄκρα παράγοντες τοῦ μετώπου ἐκ πλαγίων τῆς κε‐782

18a

783

φαλῆς ἁμματίζομεν· οὕτω τε τὰς λειπομένας τέσσαρας ἀρχὰς ἄγοντες ἐφάπτομεν τὰς μὲν ὀπισθίους πλησίον τοῦ κατὰ τὸν στενὸν τελαμῶνα ἅμματος, τὰς δὲ ἐμπροσθίους παρὰ τὸ ἰνίον. δυνατὸν δὲ καὶ χωρὶς ἁμμάτων τὰς μὲν ὑποβάλ‐
5λειν, τὰς δὲ ἐμβάλλειν τὴν ὑστάτην ἀγκτηρίζοντα. Κεφ. ηʹ. Διαιροῦμεν τὸ ῥάκος εἰς σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῷ μετώπῳ, τὰς ἀρχὰς δὲ τὰς ἐμπροσθίους ἀπάγομεν ἐπὶ ἰνίον κατὰ τῶν ὀπισθίων ἀρχῶν κατὰ τῶν παρειμένων κἀκεῖ ἁμματίζομεν,
10ἐπὶ τὰς ἑτέρας δύο ἀρχὰς ἀνακλάσαντες ἄγομεν ἐπὶ κορυ‐ φὴν, ὑπ’ αὐτὴν δὲ ἁμματίζομεν. δυνατὸν δὲ τὰς ἐπὶ κορυ‐ φῆς ἀγομένας ὑπὸ τὸ γένειον ἀγαγόντας ἁμματίζειν, τούτῳ καὶ ἐπὶ ἰνίῳ χρώμεθα τὰς ἀρχὰς ἐκ πλαγίων τῆς κεφαλῆς ἁμματίζοντες.
15 Κεφ. θʹ. Διελόντες τὸ ῥάκος εἰς σκέλη ὀκτὼ τοῦ μέ‐ σου ἀσχίστου καταλειπομένου μεγέθει ὡς ὅλην τὴν κεφαλὴν σκεπάσαι ἐπιβάλλοντες ὕλῃ τῇ κεφαλῇ καὶ τῶν σκελῶν πα‐
ρειμένων δύο ἄγομεν ἐπὶ τὸν ἀνθερεῶνα διελόντες αὐτῶν783

18a

784

τὴν κατὰ τὰ ὦτα συνέχειαν κἀκεῖ ἁμματίζομεν. λοιπῶν δὲ ὄντων τεσσάρων ὄπισθεν, δύο δ’ ἔμπροσθεν τὰ ὕστατα τῶν ὄπισθεν ὑπὲρ τὰ ἄλλα ἀνάγομεν ἐπὶ τὸ μέτωπον, καὶ τὸ μὲν ἐπὶ πέρας ὑποστέλλομεν, τὸ δὲ δὴ ἕτερον ἐπιβάλλομεν
5εἰς κατάληψιν τοῦ ὑποκειμένου· ἔπειτα οὕτω τὰ ἐμπρόσθια σκέλη ἄγομεν ἐπὶ τὸ ἰνίον. ὁμοίως τὰς δὲ πρώτας ἀρχὰς ταῦτα καταλαβόμενοι τούτων τε τὴν ἑτέραν ὑποστέλλοντες εἰς ἑτέραν καὶ τὰς ἄλλας δὲ δύο τὰς ὀπισθίας ἄγομεν ἐπὶ τὸ μέτωπον· ἣν μὲν ὑποστέλλοντες, ἣν δὲ ἐπάγοντες, ἣν
10δὲ τελευταίαν οὖσαν καὶ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτηρι‐ ζόμενοι· τῷ χωρὶς ἁμμάτων τὴν κεφαλὴν ἐπιδεομένῳ σχιστῷ φυλασσόμενοι τὴν ἐκ τῶν ἁμμάτων θλίψιν. Κεφ. ιʹ. Ἡ μεσότης τῆς καθ’ ὅλης κεφαλῆς τῶν ἀρχῶν· αἱ μὲν τέσσαρες κατὰ μετώπου ὑπ’ εὐθείας
15κρεμάσθωσαν, αἱ δὲ ἄλλαι τέσσαρες κατὰ ἰνίου. τῶν δὲ κατὰ μετώπου δύο αἱ ἔξωθεν σχισθεῖσαι ἐπὶ ἰνίον ἀπαγέ‐ σθωσαν, κἀκεῖ ἁμματιζέσθωσαν καὶ ἀπὸ ἰνίου δὲ αὗται ταῖς
κατὰ τοῦ μετώπου ἀγέσθωσαν καὶ παρὰ μέρος ἁμματιζέ‐784

18a

785

σθωσαν· εἶτα ἑξῆς αἱ λοιπαὶ δύο κατὰ τοῦ μετώπου σχι‐ σθεῖσαι ἐπὶ ἰνίον ἀγέσθωσαν, αἱ δὲ ἀπὸ ἰνίου ἐπὶ μετώπου. Κεφ. ιαʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν ὅλην κεφαλὴν σκεπά‐ σαι θέλομεν παρασκεπάστρα ἐκλήθη. ὁ δὲ κάτοχός ἐστι
5ταινία ὑπερμήκης ὑπὲρ τὴν σκεπάστραν κατὰ μῆκος κύκλῳ τῷ προσώπῳ καὶ τῇ κεφαλῇ περιτιθεμένη εἰς τὴν κατάλη‐ ψιν τῆς σκεπάστρας, ὁ δὲ καθολκεὺς ἐκ ταινίας γίνεται ἐπιμήκους. παραλαμβάνεται δὲ χάριν τοῦ καθελκεῖν τὸν ἐπίδεσμον εἰς τὸ μὴ ἀπολισθαίνειν, ἐπιτελεῖται δ’ οὕτω.
10ῥάκος λαμβανέσθω πλάτει μὲν τηλικοῦτον, ὥστε σκέπειν ὅλην τὴν κεφαλὴν, μήκει δὲ ὡς πλεῖστον ἢ διπλοῦν δύνα‐ σθαι τοῦτο ποιῆσαι. τούτου ἡ μὲν ἑτέρα ἀρχὴ κατ’ ἰνίου τασσέσθω, ἡ δὲ ἑτέρα κατὰ προσώπου παρείσθω, στενοῦ τε δὲ τελαμῶνος ἡ μεσότης ὑπὸ τὸ γένειον τασσέσθω, αἱ δὲ
15ἀρχαὶ κατὰ παρειῶν καὶ κατὰ βρέγματος ἀγέσθωσαν ὅπου κεχιέσθαι ἐπὶ γόνει ἐπαγέσθωσαν. ἑτέρου δὲ στενοὺ τελα‐
μῶνος ἡ μεσότης κατὰ μετώπου, αἱ δὲ ἀρχαὶ κυκλοτερῶς785

18a

786

ἐπὶ ἰνίον, ἐνταῦθά τε πρὸς ἑαυτὰς καὶ πρὸς τὰς τοῦ κα‐ θολκέως ἀρχὰς ἁμματιζέσθωσαν. τὸ δὲ κατὰ προσώπου παρειμένον εἰς δύο σκέλη ἐπ’ εὐθείας διαιρείσθω μέχρι με‐ σοφρύου καὶ ἰσχιασθέντα κατὰ μετώπου κυκλοτερῶς ἐπὶ
5ἰνίον ἀπαγέσθω κἀκεῖ ἁμματιζέσθω. δυνατὸν δὲ καὶ τὸν κατοχὸν καὶ τὸν κάθολκον ἐξ ἑνὸς ποιῆσαι ταινιδίου ἐπιμη‐ κεστέρου τὸν τρόπον τοῦτον. μεσότης κατὰ βρέγματος, αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας κατὰ παρειῶν ὑπὸ γένειον· εἶτα ὑπὸ λο‐ βοὺς ὤτων ἐπὶ ἰνίον. κἀκεῖ χιαζέσθωσαν ἀπὸ ἰνίου ἐπὶ
10μέτωπον, τὸ δὲ ἅμμα ἐκ πλαγίων τῆς κεφαλῆς. ἁπλοῖ ἐπί‐ δεσμοι. Κεφ. ιβʹ. Οὕτως λοιπὸν δ’ ἂν εἴη καὶ περὶ τῶν ποι‐ κίλων εἰπεῖν, πρότερον ἐμφανίσαντα ὡς τῶν ἐπινεμήσεων ἡ μέν τίς λέγεται εὐθεῖα, ἡ δὲ πλαγία, ἡ δὲ λοξὴ, ὡς τὰ
15ὀνόματα σημαίνει· ἄλλη δὲ στεφανιαία, ἡ δὲ μετωπιαία, ἡ δὲ παρείας, ἡ δὲ γενειὰς, ἡ δὲ εὔκυκλος, ἡ δὲ κυκλικὴ ἐπίδεσις, ἄλλη δὲ σκέπαρνος. στεφανιαία μὲν οὖν ἐστιν ἡ
κατὰ τοῦ βρέγματος ἀγομένη ὁμοίως τοῖς στέφεσι,786

18a

787

μετωπιαία δὲ ἡ ἐπὶ τοῦ μετώπου κατακυκλουμένη, γενειὰς δὲ ἡ κατὰ γενείου. ὁμοίως δὲ καὶ παρειὰς ἀπὸ τοῦ μέρους, σκέπαρνος δὲ ἥτις καθ’ ἓν μέρος κοίλη ἐστὶν ὑπό τι μο‐ νοειδὲς οὖσα. κατὰ δὲ τὸ ἕτερον περίκυρτος. τῶν οὖν κα‐
5ταβαλῶν ταῦτα τὰ ὀνόματα. Κεφ. ιγʹ. Αὕτη ἡ ἐπίδεσις ἁρμόζει κατὰ μέν τινας ἐπὶ τῶν κατὰ τὰς ῥοφὰς διαστάσεων, κατὰ δέ τινας ἐφ’ ὧν τραύματος ὄντος τὰ παρακείμενα ἀφέστηκεν εἰς τὴν ἐκεί‐ νων μὲν κόλλησιν, τῶν δὲ ὑγρῶν διὰ τὸ ἐστεγνῶσθαι τὸ
10ἕλκος ἔκκρισιν. συντελεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ διάκειται ἐκ πλαγίων τῆς κεφαλῆς, εἶτα ἄγεται λοξὴ ἐπὶ κορυφὴν καὶ τὸν ἕνα κροταφόν. ἐκεῖθεν δὲ παρειὰς συντελεῖται· καὶ ἑτέρα παρειὰς λοξῇ τῇ πρώτῃ ἀντικειμένη ὡς χίασμα γίγνεσθαι ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ, διεστῶσα
15τῶν πρώτων· εἶτα παρειάδες δύο καὶ πάλιν λοξὴ, ἵνα γέ‐ νηται ῥόμβος ἐν μέσῳ, ποιοῦνται, εἶτα μετωπιαῖαι ἐπινομαὶ
κατὰ τῶν αὐτῶν πρὸς τὴν τῶν γυμνῶν σκέπην.787

18a

788

Κεφ. ιδʹ. Ἁρμόζει μὲν καὶ ἐφ’ ὧν ὁ θόλος. συντε‐ λεῖται δὲ οὕτως· ἡ τοῦ τελαμῶνος ἀρχὴ τάσσεται ὑπὸ ἰνίον, εἶτα ἄγεται τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ βρέγμα λοξὴ καὶ ἐπὶ ἰνίον. ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη
5τῇ πρώτῃ, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπ’ ἰνίον ἐκεῖθέν τε μετωπιαία συντελεῖται· ὥστε τὸ μέσον ἡμιῤῥομβιαῖον εἶναι. τὸ δὲ πέρας καὶ ἐν ταύτῃ καὶ ἐν ἁπάσαις ταῖς ἐπιδέσεσι κατὰ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτῆρσι συνέχεσθαι ὀφείλει. ἔνεστι δὲ ἀπὸ τῆς πρώτης τὰς ἐπινεμήσεις μὴ κάτωθεν ἄνω,
10ἄλλα τοὐναντίον ποιεῖσθαι ἄνπερ ἁρμόζει. Κεφ. ιεʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν κορυφὴν καὶ βρέγμα συνεπιδῆσαι θέλομεν. συντελεῖται δ’ οὕτω· τάξαντες κατ’ ἰνίου ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ κατὰ κορυφῆς ἐπὶ τὸ μέτωπον, ἐνταῦθά τε παριστάντες τῷ λιχανῷ τῆς ἀριστερᾶς
15χειρὸς ἡμῶν δακτύλῳ. ἀπάγομεν πάλιν ἐπὶ ἰνίον τῷ πρώτῳ παράλληλον ἀπὸ ἰνίου τε τρίτῳ ἐπὶ μέτωπον ἄγομεν παράλ‐ ληλον. ὅτε καὶ παρειλήσαντες τὴν ταινίαν τὴν ὑπὸ δακτύ‐
λου διακρατουμένην μετωπιαίαν συντελοῦμεν.788

18a

789

Κεφ. ιστʹ. Εὐθετεῖ μὲν ἐφ’ ὧν καὶ ὁ θό‐ λος. ἔχει δέ τινα μετὰ τῆς εὐχρηστίας καὶ εὐμορφίαν. ἐπὶ συντελουμένῳ τῷ θόλῳ στενοῦ τελαμῶνος τὴν ἀρχὴν καὶ τάξαι δεῖ ὑπὸ ταῖς ἐπινεμήσεσι ταῖς κατ’ ἰνίου, ἐκεῖθέν τε
5λοξὴν ἄγειν κορυφὴν ἐπὶ βρέγμα. μέτωπον ὑπειλήσεται τοῖς κατὰ μέτωπον τῆς πρώτης ταινίας ἀγκύλην, εἶτα ἄγειν λοξὴν ἐπὶ βρέγμα, κορυφὴν, ἰνίον. ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς δεξιοῦ καὶ ἐπὶ βρέγμα καὶ ἐπὶ τὸν ἀριστερὸν τοῦ ὠτὸς λοβὸν καὶ ἐπὶ ἰνίον. ταύτῃ τῇ ἐπιδέσει εἰς ἀσφάλειαν με‐
10τωπιαίαν ἡμεῖς προσαποδίδομεν. Κεφ. ιζʹ. Ἐπὶ συντετελεσμένῳ τῷ θόλῳ δακτυλιαίου τελαμῶνος ἢ ἔτι στενοτέρου τὴν ἀρχὴν τάξαντες ἐπὶ ἰνίον ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ ἐπὶ κορυφὴν καὶ βρέγμα μέ‐ σον καὶ μέτωπον πτύξαντές τε κατὰ μετώπου ἀνάγομεν πά‐
15λιν κατὰ τῆς αὐτῆς ἐπὶ ἰνίον. ἀπὸ ἰνίου παραλλάξαντες ἐπὶ τὸ δεξιὸν μέρος τε κεφαλῆς ἄγομεν παρὰ κορυφὴν ἐπὶ βρέγμα καὶ ἀριστερὸν κρόταφον, διπλώσαντές τε τὴν ται‐
νίαν ἐπὶ τοῦ κροτάφου ἄγομεν τὸ σπείραμα κατὰ τῆς789

18a

790

προσεμβεβλημένης λοξῆς ἐπὶ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς· ἐντεῦθεν δὲ ὁμοίως ἀνακλάσαντες πάλιν ἄγομεν ἐπὶ τὸν κρό‐ ταφον καὶ τοῦτο τρὶς ποιοῦμεν, ἵνα κατὰ τοῦ κροτάφου καθ’ ὑπέρβασιν ἀνακεκλασμένα ἀγκύλια τρία ὄντα κικίνων ἰδέαν
5παρασχῇ. μετὰ δὲ τὸ ἐκ τρίτου ἔλθῃ ἐπὶ τὸ δεξιὸν μέρος τοῦ ἰνίου, παραλλάξαι δὲ ἐπὶ ἀριστερὸν, ἵνα καὶ κατὰ τοῦ ἑτέρου κροτάφου τὸ αὐτὸ γένηται, ἐπὶ πᾶσι δὲ μετωπιαίαν συντελοῦμεν εἰς συνοχὴν τῶν ἐπινεμήσεων. Κεφ. ιηʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ θόλος Γλαυ‐
10κίου. συντελεῖται δὲ οὕτως· μέτριόν τι τῆς ταινίας μέρος ἐάσας κατὰ τοῦ προσώπου ἀγαγὼν τὸ σπείραμα ἐπὶ βρέγμα, ἐπὶ κορυφὴν, ἰνίον ἐκεῖ τε ὑπηρέτῃ κελεύσας διακρατῆσαι παραλλάξας τὸ σπείραμα μετωπιαίαν ἀποδώσῃ, ἔπειτα οὕτω τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν κατὰ τῆς πρώτης
15ἐπαγαγὼν ἐπὶ βρέγμα κορυφὴν, ἰνίον καταλαβοῦ κατ’ ἰνίου. Κεφ. ιθʹ. Ἁρμόζει μὲν ἐπὶ πάντων τῶν διὰ ῥευμα‐ τισμὸν ὀμμάτων χρόνιον περιεσκυθισμένων πρὸς τὴν συνα‐
γωγὴν τῶν διῃρημένων καὶ ἄλλως ἔκ τινος αἰτίας ὑπὲρ τὸ790

18a

791

μέτωπον ἐχόντων τραῦμα. ἐπιτελεῖται δὲ οὕτως· τὴν ἀρχὴν τοῦ ἐπιδέσμου τάξαντες κατ’ ἰνίου ἄγομεν τὸ λοιπὸν ὑπὸ λοβὸν ὠτὸς ἤτοι δεξιοῦ ἢ τοῦ ἑτέρου, ἐφ’ ὧν ἂν συμφέρειν κρίνωμεν πρῶτον ἐπινέμεσθαι. ἀπὸ δὲ τοῦ
5ὠτὸς ἐπὶ τὸν παρακείμενον κρόταφον πλαγίως ἐπὶ βρέγμα, εἶτα ἐπὶ τὸν ἕτερον κρόταφον ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ ἰνίον· ἀπὸ ἰνίου θλίψαντες τὴν προσεμβεβλημένην ἀρχὴν τὴν ἐπινέμησιν ποιούμεθα ἐπὶ οὖς ἐπὶ μέτωπον, ὡς εἶναι κάτω πρῶτον τὴν τῆς πρώτης κατὰ τοῦ βρέγματος ἐπινέ‐
10μησιν ἀμφοτέραν εἰς τὸ ἔνδον ἐναντίως ἀλλήλαις σεσημειω‐ μένων, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. ἐπιτελεῖται δὲ καὶ ἄλλος ἐκ δυοῖν στεφανιαίων, ἧς μὲν ὑπὸ τὴν διαίρεσιν νεμομένης, ἧς δὲ ὑπὲρ αὐτὴν σεσημειωμένης ἑκατέρας πρὸς τὸ ἔνδον. αἱ δὲ ἐπινομαὶ τῆς μὲν κάτω πρὸς τὸ ἄνω, τῆς
15δὲ ἄνω πρὸς τὴν κάτω. Κεφ. κʹ. Εὐθετεῖ μὲν ἐφ’ ὧν βρέγμα καὶ τὰ παρα‐ κείμενα τούτῳ συνεπιδῆσαι θέλομεν, ἐπιτελεῖται δὲ οὕτως·
ἐπὶ τῷ καλουμένῳ ἡμιῤῥόμβῳ γεγονότι χωρὶς τῆς μετωπιαίας791

18a

792

ἀπὸ τοῦ ἰνίου ἄγομεν τὴν ἐπινομὴν παρὰ κορυφὴν λοξῶς ἐπὶ μέτωπον. κλάσαντες τὴν ταινίαν κατὰ τοῦ μετώπου μηνοειδῶς, ὥστε τὸ μὲν σιμὸν αὐτῆς νεύειν ἄνω, τὸ δὲ κυρτὸν ἐπὶ μεσόφρυον βλέπειν ἐπὶ τὰ ἀντικείμενα τῆς κο‐
5ρυφῆς καὶ ἐπὶ ἰνίον ἄγομεν καὶ οὕτω τὴν μετωπιαίαν προσ‐ δίδομεν. αὕτη ἡ ἐπίδεσις μετὰ τῆς εὐχρηστίας ἧς παρέχει ὁ λαγωός ἐστί πως εὐπρεπεστέρα. Κεφ. καʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ σπεγκρανίς. ἐστὶ δὲ πολὺ ἀσφαλεστέρα· μετὰ γὰρ τὴν σπεγκρανίδα ὁ
10λαγωὸς χωρὶς ὤτων ἐπιπλέκεται, ἵνα μὴ πολυλογῶμεν. Κεφ. κβʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ ἀδέσποτος Θαὶς, λέγω δὲ ἐπὶ βρέγματος καὶ τῶν πλησίον τόπων. συντελεῖ‐ ται δὲ οὕτω· σύμμετρον μέρος ἐάσας τῆς ταινίας κατὰ προσώπου παρειμένον ἕλκε τὸ σπείραμα κατὰ βρέγματος
15ἐπ’ εὐθείας ὡς ἐπὶ ἰνίον, ἐκεῖθεν δὲ παραλλάξας ἄγε ὑπὸ λοβὸν ὠτός. ἐπὶ βρέγμα καὶ λοξῶς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου
λοξῶς ἐπὶ τὰ ἀντικείμενα μέρη καὶ ἐπὶ βρέγμα κρόταφον792

18a

793

ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπ’ ἰνίον· ἔπειτα τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀναγαγών. πτύσσε κατὰ μετώπου τρὶς καθ’ ὑπέρβασιν, ὥστε βαθμηδὸν ἀλλήλαις ἐπικεῖσθαι καὶ οὕτως ἐπ’ αὐτῶν κατ’ αὐτὴν ἔπαγε τὴν μετωπιαίαν.
5 Κεφ. κγʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν καθ’ ἓν μέ‐ ρος ἐπιδῆσαι θέλομεν γένυν ἤτοι τραύματος χάριν ἢ ἐξαρ‐ θρήματος ἢ τοῦ κυνικοῦ καλουμένου σπασμοῦ ἤ τινος ἄλλου. ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν καὶ βρέγμα κρόταφον παρειαίς· εἶθ’ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἀντικειμένου
10ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ γένειον λοβοὺς ὤτων, μετὰ δὲ τὴν γενειάδα ἐπὶ ἰνίον, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. οὕ‐ τως ἄνπερ ἄνωθεν κάτω συμφέρῃ ἐπιδεῖν, συντελεῖται δὲ αὕτη καὶ κάτωθεν ἄνω οὕτως· ἀρχὴ ἐπὶ ἰνίον τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ὑπὸ γένειον· εἶτα παρειὰς, εἶτα λοξὴ ἐπὶ
15βρέγμα ἰνίον, εἶτα γενειὰς καὶ μετωπιαία.793

18a

794

Κεφ. κδʹ. Ἁρμόζουσα εὑρίσκεται αὕτη ἐφ’ ὧν κατ’ ἀμφότερα τὰ μέρη τῆς γένυος ἢ ἐξαρθρήματα ἤ τι ἄλλο μέρος τῆς ἐπὶ τῆς μονομεροῦς εἰρημένον ἐστίν. ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν, βρέγμα καὶ παρειὰς ὑπὸ γένειον,
5εἶτα ἐναντία κειμένη γνάθων παρειὰς καὶ ἐπὶ βρέγμα κατὰ τῆς προσεμβεβλημένης ἕως χίασμα γίγνεσθαι· εἶτα ἐπὶ ἰνίον καὶ ὑπὸ λοβὸν ὠτὸς, γένειον ἐπὶ ἰνίον καὶ μετωπιαία. Κεφ. κεʹ. Ἀρχὴ ὑπὸ ἰνίῳ ὠτὸς καὶ ὑπὸ γενειάδα, εἶτα παρειὰς καὶ λοξὴ παρὰ κορυφὴν ἐπὶ ἰνίον ὑπὸ λοβὸν
10ὠτὸς ἀντικειμένου ὑπὸ γένειον, ἔπειτα παρειὰς, ἔπειτα λοξὴ κατὰ βρέγματος ἐπὶ ἰνίον, εἶτα μετωπιαία. Κεφ. κστʹ. Ἡ μεσότης τῷ ἰνίῳ ἐντιθέσθω τὰ εἰλή‐ ματα, ἀπὸ κορυφῆς δὲ λοξῶς ἐπὶ βρέγμα, ἵνα κατ’ αὐτοὺς χίασμα γένηται, εἶτ’ ἐπὶ παρειὰς ὑπὸ γένειον ὑπὸ λοβοὺς
15ὤτων ἐπὶ ἰνίον, ἀπὸ ἰνίου κυκλοτερῶς ἐπὶ μέτωπον καὶ ἰνίον·794

18a

795

εἶτα γενειάδα καὶ μετωπιαίαν, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. Κεφ. κζʹ. Ἡ μεσότης κατὰ μετώπου τὰ σπειράματα ἐπὶ ἰνίον καὶ κατ’ αὐτοὺς χίασμα· εἶτα ὑπὸ λοβοὺς
5ὤτων ὑπ’ ἀνθερεῶνα, εἶτα παρειαὶ καὶ ἐπὶ βρέγμα, λοξαὶ ἐπὶ ἰνίον, εἶτα γενειὰς καὶ μετωπιαίας. Κεφ. κηʹ. Μεσότης κατ’ ἰνίου. αἱ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων, ὑπὸ γένειον, ἔπειτα παρειὰς καὶ τὰ λοιπὰ ὁμοίως τῇ πρὸς ταύτης.
10 Κεφ. κθʹ. Ἀρχὴ κατ’ ἰνίου τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ κρόταφον. ἐπίβρεγμα λοξῶς ἐπὶ ἰνίον καὶ μετω‐ πιαίαν, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν ἐπὶ πλέον. ἐπι‐ δέοιτο οὕτω κάτωθεν ἄνω ἢ ἄνωθεν. συμφέρει οὕτως ἐπι‐ δεόμενα ἀρχὴ κατ’ ἰνίου λοξὴ ἐπὶ κορυφὴν βρέγμα καὶ κρό‐
15ταφον, ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ μετωπιαία. Κεφ. λʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ὑπὸ λοβὸν
ὠτὸς ἐπὶ κρόταφον καὶ βρέγμα, λοξῶς ἐπὶ ἰνίον καὶ μετω‐795

18a

796

πιαία πρὸς τὸν ἔξω κανθὸν καὶ ἐπὶ βρέγμα. λοξὴ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρὸ αὐτῆς χιά‐ ζουσα τὸ βρέγμα, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ με‐ τωπιαία.
5 Κεφ. λαʹ. Ἡ μεσότης κατ’ ἰνίου. αἱ ἀρχαὶ ἐπὶ κο‐ ρυφὴν βρέγμα χίασμα ποιοῦσαι κατ’ αὐτοῦ, εἶθ’ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, εἶτα μετωπιαία. Κεφ. λβʹ. Ἡ μεσότης κατ’ ἰνίου. αἱ ἀρχαὶ ὑπὸ λο‐ βοὺς ὤτων ἐπὶ τοὺς ἔξωθεν κανθούς· εἶτ’ ἐπὶ βρέγμα καὶ
10ἰνίον, εἶτα μετωπιαία· τινὲς καὶ γενειάδα προστιθέασι. Κεφ. λγʹ. Τὴν εὐθεῖαν διμερῆ φορβέαν ἐπι‐ δήσαντες χωρὶς τῆς γενειάδος ἐπὶ τέλει ἐπὶ τὸ ὕψωμα τῆς ῥινὸς ἀπάγομεν, εἶτ’ ἐπὶ ἰνίον καὶ στεφανιαίαν προσαποδί‐ δομεν.
15Κεφ. λδʹ. Ὁμοίως τῷ ἀνεζευγμένῳ ἐπιδεδεμένῳ καὶ
τὴν γενειάδα προσαποδίδομεν.796

18a

797

Κεφ. λεʹ. Αὕτη ἁρμόζει ἐπὶ τῶν κατὰ πολλὰ μέρη τῆς κεφαλῆς καὶ τῶν παρειῶν ἐχόντων τραῦμα. τῇ λοξῇ διμερεῖ φορβέαν συνεπίδησον καὶ μετὰ ταῦτα καὶ Γλαυκίου σκάφιον, εἶτα οὕτω τὰς διμερεῖς φορβέας. ἔνιοι θεατρικώ‐
5τερον βουλόμενοι κέφαλον ἑτοιμάσαντες ἐπιῤῥάπτουσιν. ἡ αὐτὴ γίνεται ἄλλως καὶ ἄνευ τῆς λοξῆς φορβέας καὶ τῶν γενειάδων. Κεφ. λστʹ. Σύμμετρον μέρος τῆς ταινίας ἐάσας κατὰ προσώπου κρέμασθαι, ἕλκε τὸ σπείραμα ἐπ’ εὐθείας ἐπὶ
10ἰνίον κἀκεῖθεν ἐπίδει τὴν εὐθεῖαν φορβέαν μέχρι τοῦ σκε‐ πούσης ὅλης παρειὰς καὶ τῆς κεφαλῆς καὶ ἐπὶ τέλει τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀνακλάσας εὐθυτενῶς ἐπὶ κορυφὴν ἄπαγε ἐπὶ ἰνίον καὶ καταλαβοῦ ὁμοίως, ἐὰν θέλῃς ἐπιθεὶς τὸν λοβόν.
15 Κεφ. λζʹ. Τὸ ἡμιῤῥόμβιον προσλαβὸν τὰ καλούμενα ὦτα οὕτως ὀνομάζεται. ἐπιδεῖται δ’ ἤτοι εὐπρεπείας χάριν ἐν μονομαχίαις ἢ χάριν τοῦ κράτημα γίγνεσθαι τῆς κεφα‐
λῆς ἐπὶ προσώπου τινὸς συμπτώματος μεθοδευομένου· ἀλλ’797

18a

798

εἰ μὲν εὐπρεπείας ἕνεκα ἐπιδέοιτο βραχέα εἶναι δεῖ ταῦτα καὶ ἐν μέσῳ τῷ μετώπῳ τετάχθαι. οὕτω γὰρ ἂν τὴν ἐμ‐ φέρειαν πρὸς τὸ ζῶον ἀποσώζοι· εἰ δὲ κρατήματος μεγάλα, ἵνα τις λαβόμενος τῶν δακτύλων ἀγκύλων κρατεῖν δύναται
5καὶ ἐν μέσῳ. Κεφ. ληʹ. Ἐπιτελεῖται δ’ οὕτως· ὁ βρόχος ὁ καλού‐ μενος βουκολικὸς ἢ δι’ ἀγκυλωμάτων, συντόμῳ ἐν τῷ περὶ βρόχων ἐκδεδώκαμεν πολλάκις, ἐξ ἑνὸς μέρους τοῦ ἐπιδέ‐ σμου ἐπὶ μετώπου τάσσεται καὶ ἐπ’ αὐτῷ ἐπιτελεῖται τὸ
10ἡμιῤῥόμβιον ἢ πλινθίον καλούμενον. Κεφ. λθʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπὶ κορυφὴν, ἐπὶ βρέγμα μεσόφρυον ὀφθαλμὸν, ὥστε κα‐ λύψαι, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς καὶ ἐπὶ ἰνίον, εἶτα μετωπιαία. Κεφ. μʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμά γ’ ἐπὶ κο‐
15ρυφὴν, βρέγμα, μεσόφρυον ἐπὶ ὀφθαλμὸν, εἶτα οἶμαι παρέλ‐ κειν ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ὀφθαλμὸν, ἐπὶ βρέγμα, ἐπὶ ἰνίον,
εἶτα μετωπιαία.798

18a

799

Κεφ. μαʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ εἴλημα κατὰ κορυ‐ φὴν, βρέγμα, μεσόφρυον ἐπὶ ὀφθαλμόν· εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου ἐπ’ ὀφθαλμὸν τὸν ἕτερον, μεσόφρυον, βρέγμα καὶ ἐπὶ ἰνίον, εἶτα μετωπιαία. δυνατὸν δὲ καὶ ἀνα‐
5τρέψαντα τὸν πρῶτον ἐπιδεόμενον κάτωθεν ἄνω ἐπιδῆσαι, ἄν περ τοῦτο συμφέρῃ. Κεφ. μβʹ. Μεσότης κατ’ ἰνίου. ἀρχαὶ ἐπὶ κορυφὴν, ἐπὶ βρέγμα μεσόφρυον καὶ κατ’ αὐτὸ τοῦτο χιάζεσθαι· εἶτα ἐπὶ ὀφθαλμοὺς καὶ ὑπὸ λοβοὺς τῶν ὤτων, ἐπὶ ἰνίον καὶ
10μετωπιαία. Κεφ. μγʹ. Μεσότης κατὰ μετώπου. αἱ ἀρχαὶ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου χιασθεῖσαι καὶ ὁμοίως τῇ πρὸ ταύτης ἐπιδέσει. Κεφ. μδʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπὶ κο‐
15ρυφὴν, βρέγμα, ὀφθαλμὸν ἐπ’ εὐθείας ἐπὶ χαλινὸν ὑπὸ γέ‐
νειον καὶ λοβὸν ὠτὸς, ἐπὶ ἰνίον καὶ μετωπιαία.799

18a

800

Κεφ. μεʹ. Πρὸ τῆς μετωπιαίας. ἀπὸ ἰνίου ἐπὶ ἕτερον ὀφθαλμὸν ἀντικείμενον ἕτερον ἐπάγεται καὶ κατ’ εὐθείας ἐπὶ χαλινὸν ὑπὸ γένειον ἐπὶ τὸν ἕτερον ὀφθαλμὸν καὶ ἐπ’ ἀντικείμενον λοβὸν ἐπὶ ἰνίον καὶ μετωπιαία.
5 Κεφ. μστʹ. Ἀρχὴ ὑπὸ ἰνίῳ. τὸ εἴλημα ὑπὸ λοβὸν ὠτὸς, εἶθ’ ὑπὸ γένειον ἐπὶ χαλινὸν ὀφθαλμὸν ἐπὶ βρέγμα καὶ ἐπὶ ἰνίον, εἶθ’ ὑπὸ λοβὸν καὶ ὑπὸ γένειον ἀντικείμενον χαλινὸν, ὀφθαλμὸν μεσόφρυον καὶ αὐτοῦ χίασμα, εἶτα ὑπὸ βρέγμα καὶ ἰνίον, εἶτα μετωπιαία.
10 Κεφ. μζʹ. Ὁμοίως τῷ λοξῷ τῆς τιθεμένης μεσότητος κατ’ ἰνίου καὶ ἢ ἄνωθεν ἢ κάτωθεν ἀγομένων τῶν ἀρχῶν, τίθεται δὲ ὑπὸ γένειον μεσότης. Κεφ. μηʹ. Πλάτος ἕκαστος τελαμὼν ὅσῳ σκεπάσαι τὴν ῥῖνα, μήκει δὲ ὡς διπλοῦν ἀπὸ ῥινὸς ἐπ’ εὐθείας ἐπὶ
15ἰνίον δύνασθαι χωρίσαι. τὴν ἀρχὴν τάττομεν κατ’ ἰνίου,
τὸ δὲ λοιπὸν ἄγομεν εὐθείας ἐπὶ κορυφὴν βρέγματος ῥινὸς800

18a

801

ὕψωμα. τὸ δὲ λοιπὸν παρειμένον κατὰ τοῦ προσώπου, ὃ καὶ σχίζομεν ἐπ’ εὐθείας εἰς σκέλη δύο ἄχρι τοῦ ἄνω χεί‐ λους ἔπειθ’ οὕτως ἄλλου στενοῦ τελαμῶνος, ἐπιμηκεστέρου δὲ, τὴν μεσότητα τίθεμεν ὑπὸ σφαιρίῳ τῆς ῥινὸς καὶ ἐπὶ
5τῶν παρειμένων τοῦ προσώπου σκελῶν. ἄγομέν τε τὰς ἀρ‐ χὰς ὑπὸ λοβοὺς ὤτων ὑπ’ ἰνίον κατὰ τῆς προεμβεβλημένης χίασμα ποιοῦντες· δόντες τε ὑπηρέτῃ ἑξῆς κατὰ τοῦ προσώ‐ που σκέλη ἄγομεν, ἀνακλάσαντες παρ’ ἑκάτερον μέρος τῆς ῥινὸς ἐπὶ μεσόφρυον κατ’ αὐτοῦ χίασμα γίγνεσθαι καὶ τὰς
10ἀρχὰς λοξῶς ἐπὶ κορυφῆς ἐπὶ ἰνίον ἀφάψαντές τε πρὸς τὸ αὐτὸ πέρας ἐπάγομεν τὰς διακρατουμένας ὑπὸ τοῦ ὑπηρέτου ἀρχὰς μετωπιαίας συντελοῦμεν, οὐ τὰ πέρατα πρὸς ἄλληλα ἅμματι ἢ ὡς ἀγκτῆρι ἐκ πλαγίων τῆς κεφαλῆς ἀναλαμβανο‐ μένων.
15 Κεφ. μθʹ. Σχίζομεν τὸ ῥάκος σκέλη τέσσαρα τὸ μέ‐ σον συνεχὲς ἐῶντες ὃ καὶ ὑπὸ τὸ σφαίριον τάξαντες τὰς ὑπερκειμένας κάτω παρίεμεν, τὰς δὲ ὑποκειμένας πρώτην
ἄγομεν ἐπὶ τὰ μῆλα καὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέ‐801

18a

802

γμα, καὶ χιάσαντες συνέχειν ὑπηρέτῃ κελεύομεν. τὰς δ’ ἄλλας δύο ἀρχὰς ὑπὸ λοβοὺς ἐπὶ ἰνίον χιάσαντες ἐγκυκλίους ἐπὶ μέτωπον καὶ ἐπὶ μέρος τῆς κεφαλῆς ἀναλαμβανόμενοι καὶ τὰς διακρατουμένας ἐπὶ ἰνίον ἄγοντες καταλαμβάνομεν.
5 Κεφ. νʹ. Μία ἡ μεσότης ὑπὸ σφαίριον. αἱ δ’ ἀρχαὶ ἐπὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα καὶ χιασθεῖσαι διακρα‐ τείσθωσαν, ἄλλη δὲ μεσότης ὑπὸ τὸ σφαίριον τῆς ῥινός. αἱ δ’ ἀρχαὶ καὶ ὑπὸ λοβοὺς καὶ ἐπὶ ἰνίον ἁμματίζονται, τρίτη μεσότης κατὰ μετώπου, αἱ δ’ ἀρχαὶ ἐγκύκλιοι πρὸς κεφα‐
10λὴν καὶ τὸ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς. Κεφ. ναʹ. Μία μεσότης ὑπὸ σφαιρίῳ, αἱ δ’ ἀρχαὶ ἐπὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα καὶ χιασθεῖσαι ὁμοίως διακρατείσθωσαν, ἑτέρα ἡ μεσότης ὑπὲρ τὸ σφαίριον, αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς, ἐπὶ ἰνίον ἀπὸ ἰνίου χιασθεῖσαι περὶ κε‐
15φαλὴν, ἐγκύκλιοι ἐπὶ μέτωπον, τὸ δὲ ἅμμα ἐκ πλαγίων τῆς
κεφαλῆς.802

18a

803

Κεφ. νβʹ. Τῆς ἑτέρας ἐπ’ εὐθείας τῇ ῥινὶ ἐπικειμέ‐ νης τὸ μὲν ἥμισυ κατὰ τοῦ προκειμένου μετώπου παρειμέ‐ νον ἐῶμεν. τὸ δὲ ἥμισυ κατὰ τοῦ προσώπου παρειμένον ἐπ’ εὐθείας κατὰ κορυφὴν ἐπὶ ἰνίον ἀπάγομεν. τῆς δ’ ἑτέ‐
5ρας τὴν μεσότητα ὑπὸ σφαιρίῳ τάξαντες τὰς ἀρχὰς ὑπὸ λοβοὺς ὤτων καὶ ἐπὶ ἰνίον ἄγομεν. χιάσαντες κατ’ ἰνίου οὕτω τὴν κατὰ τοῦ προσώπου παρειμένην ἀνακλάσαντες κατὰ τῆς προεμβεβλημένης ἐπὶ κορυφὴν καὶ ἰνίον εὐθείας ἀπάγο‐ μεν. διὰ δὲ τῶν κεχιασμένων κατ’ ἰνίου καταλαμβανόμενοι
10τὰς ἀρχὰς μετώπιον συντελοῦμεν. Κεφ. νγʹ. Ἑνὸς ᾖ μεσότης ὑπὸ σφαιρίῳ. αἱ δ’ ἀρ‐ χαὶ ἐκ πλαγίων τῆς ῥινὸς ἐπὶ μεσόφρυον, ὅπου καὶ χιασθεῖ‐ σαι ἀπαγέσθωσαν ἐπ’ εὐθείας παρὰ κορυφὴν ἐπὶ ἰνίον κἀ‐ κεῖ διακρατείσθωσαν. δευτέρου μεσότης τὸ ὑπὲρ τὸ σφαί‐
15ριον τῆς ῥινὸς, αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον, κἀκεῖ ἁμματιζέσθωσαν πρὸς ἀλλήλας τε καὶ πρὸς τὰς δια‐ κρατουμένας· τρίτου ἡ μεσότης κατὰ μετώπου, αἱ δ’ ἀρχαὶ
ἐγκύκλιοι περὶ κεφαλὴν, τὸ δὲ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς.803

18a

804

Κεφ. νδʹ. Τῆς πρώτης ὁμοίως ταινίας δια‐ τιθεμένης καὶ τῆς δευτέρας πάλιν ὁμοίως ἐπὶ ἰνίον ἀγάγῃ τῆς δευτέρας τὰς ἀρχὰς, χιάσαι δὲ καὶ αὐτῶν μετωπιαίων συντελέσαι, τῶν τοῦ πρώτου τελαμῶνος ἀρχῶν ἤτοι κατει‐
5λημένων ὑπ’ αὐτῶν ἢ καὶ αὐτῶν χιαζομένων κατ’ ἰνίον· ἔπειτα ἀγομένων ὑπ’ ἀνθερεῶνα κἀκεῖ ἁμματίζομεν. Κεφ. νεʹ. Σύμμετρον μέρος ἐπὶ τοῦ ἐπιδέσμου κατὰ τοῦ προσώπου ἐάσαντες κρεμάσαι τοσοῦτον ὅσον ἱκανὸν ἔσται ἐπὶ ἰνίον ἐθελεῖν· εἶτα ἄγομεν τὸ σπείραμα ἐπ’ εὐθείας
10κατὰ ῥινὸς, μεσοφρύου, βρέγματος, κορυφῆς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου κλάσαντες ἐπὶ λοβὸν ὠτὸς ἀντικείμενον· ἐπὶ ἰνίον δια‐ κρατοῦντες τὸ σπείραμα τὴν κατὰ τοῦ προσώπου παρειμέ‐ νην ἀρχὴν ἀνακλάσαντες, ἐπ’ εὐθείας ἄγομεν κατὰ τῆς πρώτης κορυφῆς καὶ ἰνίου, καταλαμβανόμενοί τε ἄγομεν τὸ
15σπείραμα κυκλοτερῶς ἐπὶ μέτωπον εἶτα ἐπ’ ἰνίον καὶ παρὰ μέρος τῆς κεφαλῆς τὸ σπείραμα καταλαμβανόμεθα. Κεφ. νστʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς
ἐπὶ κορυφὴν καὶ βρέγμα, μικρὸν κανθὸν ἐπὶ μῆλα· εἶθ’804

18a

805

ὑπὸ σφαίριον ῥινὸς καὶ ἐπὶ τὸ ἀντικείμενον μῆλον παρὰ τὸν ἔξω κανθὸν ἐπὶ βρέγμα, ἐπὶ κορυφὴν ἀντικειμένη τῇ πρώτῃ ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ἐπὶ ἰνίον ἀπὸ ἰνίου μετωπιαία.
5 Κεφ. νζʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς παρὰ κορυφὴν ἐπὶ κρόταφον καὶ τὸν ἔξω κανθὸν ὑπὸ σφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτός· εἶτα ἐπὶ ἰνίον ἀπὸ ἰνίου κλά‐ σαντες τὴν ἀρχὴν ἄγομεν ἀντικειμένην τῇ πρώτῃ λοξὴν ἐπὶ κρόταφον ὑπὸ σφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτὸς ἀντικει‐
10μένου ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτὸς ἐπισφαίριον ῥινὸς καὶ ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετω‐ πιαίαν προσαποδίδομεν. Κεφ. νηʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον, εἶτ’ ἐκ πλαγίων τῆς ῥινὸς
15παρὰ μέγαν κανθὸν ἐπ’ εὐθείας ἐπὶ παρακείμενον πτερύγιον ῥινὸς ἐπὶ χαλινὸν, εἶθ’ ὑπ’ ἀνθερεῶνα καὶ ὑπὸ
λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὴ παρὰ κορυφὴν καὶ805

18a

806

ἐπὶ βρέγμα, ἀντικειμένη τῇ πρώτῃ ἐπὶ μεσόφρυον, ὡς κατ’ αὐτοῦ χίασμα γίνεσθαι, καὶ ἐκ πλαγίων τῆς ῥινὸς ἀντικει‐ μένη τῇ πρώτῃ ἐπὶ χαλινόν· εἶθ’ ὑπ’ ἀνθερεῶνα καὶ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετω‐
5πιαία καὶ ὑπὸ τὸ ὕψωμα τῆς ῥινός· εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ἐπὶ ἰνίον. ταύτῃ τῇ ἐπιδέσει ἔνιοι καὶ γενειάδα προστιθέασιν, ἁρμόζει δὲ ἐφ’ ὧν μεσόφρυον καὶ τὸ τῆς ῥινὸς ὕψωμα συνεπιδῆσαι θέλομεν. Κεφ. νθʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς
10παρὰ κορυφὴν, βρέγμα, ἐπὶ μεσόφρυον, παρὰ μέγαν κανθὸν, ἐπὶ μῆλον, ὑπὸ λοβὸν ὠτός· ἐπὶ ἰνίον ἀντικειμένη τῇ πρώτῃ, ὡς χίασμα κατὰ μεσόφρυον γίνεσθαι, καὶ λοξὴ παρὰ βρέ‐ γμα καὶ κορυφὴν ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτός· ὑπὸ τὸ ὕψωμα τῆς ῥινὸς καὶ ἐπὶ τὸν ἀντικείμενον λοβὸν ὠτὸς,
15εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. ταύτῃ τῇ ἐπιδέσει ἔνιοι
δι’ εὐπρέπειαν καὶ στεφανιαίαν προστιθέασιν, αὕτη καὶ ἀπὸ806

18a

807

δύο ἀρχῶν ἐπιδεῖσθαι δύναται, ἂν ἀπαιτῇ χρεία. ἁρμόζει δὲ ἐφ’ ὧν καὶ ἡ πρὸ ταύτης. Κεφ. ξʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπ’ εὐθείας κατὰ κορυφὴν ἐπὶ μεσόφρυον παρὰ μέγαν κανθὸν ἐκ πλα‐
5γίων τῆς ῥινὸς ἐπ’ αὐτὸ τὸ σφαίριον ῥινὸς καὶ παρὰ τὸν τοῦ ἑτέρου μεγάλου κανθοῦ ἐπὶ μεσόφρυον ὡς χίασμα κατὰ μεσοφρύου γίνεσθαι ἐπ’ εὐθείας παρακειμένη τῇ πρώτῃ ἐπὶ κορυφὴν καὶ ἰνίον· ἀπὸ ἰνίου κλάσαντες ἄγομεν τὸ σπεί‐ ραμα ἐπὶ λοβὸν ὠτὸς, ἐπὶ σφαίριον ῥινὸς καὶ ἀντικείμενον
10λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαίαν. ἔξεστι δὲ καὶ στεφανιαίαν προστιθέναι· ταύτῃ τῇ ἐπιδέσει ἔνιοι δι’ εὐ‐ πρέπειαν προστιθέασι τὸ καλούμενον ἡμιῤῥόμβιον οὗ τὴν συντέλειαν παραδεδώκαμεν. Κεφ. ξαʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπ’ εὐ‐
15θείας ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον, κανθὸν μέγαν ἐκ
πλαγίων τῆς ῥινὸς ὑπὸ σφαίριον, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀν‐807

18a

808

τικειμένου καὶ ὑπὲρ τὸ σφαίριον ῥινὸς, εἶθ’ οὕτως ὑπὸ λο‐ βὸν ὠτὸς, ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. Κεφ. ξβʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν ἡ πρὸ ταύ‐ της ἐπίδεσις. ἐπιτελεῖται δὲ οὕτω· δέρματος φοινικίνου τὴν
5ἀρχὴν ἐπιμηκεστέρου, κόλλῃ ἢ κόμμι χρίσαντες κατακολλῶ‐ μεν τῇ ῥινὶ κατ’ ἐκεῖνα καθ’ ἃ διέστραπται, τὴν δὲ ἑτέραν ἀρχὴν ἀπάγομεν ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίου, ἀπὸ ἰνίου ἐπὶ μέτωπον ὅτε καὶ κατὰ μετώπου κολλῶμεν ὁμοίως. Κεφ. ξγʹ. Μεσότης κατὰ τοῦ ὠτός. τῶν δὲ ὑπὸ τὸ
10οὖς ἀρχῶν χιασθεισῶν, ἡ μὲν ἐπὶ μέτωπον, ἡ δὲ ἐπὶ κο‐ ρυφὴν, ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἡ μὲν ἀπὸ μετώπου κατὰ τοῦ χιάσματος ἀγέσθω, ἡ δὲ παρὰ κορυφὴν ἐπὶ μέτωπον καὶ παρὰ μέρος ἁμματιζέσθωσαν· καὶ τῶν ὑποκειμένων ἀρχῶν χιασθεισῶν, ἡ μὲν ὑπὸ γένειον, ἡ δὲ ὄπισθεν ἰνίον κἀκεῖ
15ἁμματιζέσθωσαν. Κεφ. ξδʹ. Ἀρχὴ ἡ τοῦ ἐπιδέσμου ταττέσθω πλησίον
ἰνίου, ὄπισθεν τοῦ πεπονθότος ὠτός· ἡ δὲ ἐπινομὴ κατ’808

18a

809

αὐτοῦ γιγνέσθω· ὡς εἰ ἐκ μέρους σκεπασθείη τὸ οὖς καὶ ἀναγέσθω τὸ σπείραμα ἐπὶ βρέγμα πλησίον μετώπου καὶ κατὰ τὰ ἐμπρόσθια πλησίον τοῦ ἀντικειμένου ὠτός· εἶθ’ ὑπὸ γένειον καὶ κατὰ τοῦ ὠτὸς ἐπὶ βρέγμα καὶ τὰ ὀπίσθια
5ἀντικειμένου ὠτὸς καὶ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ ἀπὸ ἰνίου ἐπὶ μέτωπον καὶ ἐπὶ ἰνίον. Κεφ. ξεʹ. Ἀρχὴ ἐπὶ ἰνίῳ, τὸ εἴλημα ὑπὸ λοβὸν ὠτὸς ἀπαθοῦς ἐπὶ βρέγμα καὶ τὰ ἐμπρόσθια τοῦ πεπονθότος ὠτὸς καὶ ὑπὸ γένειον ἀπὸ γενείου ὑπὸ λοβὸν ὠτὸς καὶ ἐπὶ
10ἰνίον, ἀπὸ ἰνίου λοξὸν κατὰ τοῦ ὠτὸς, εἶτα μετωπιαία. Κεφ. ξστʹ. Ἡ μεσότης κατὰ τοῦ ἐπιδεσμένου τῆς ἐπι‐ δέσεως τῶν ἀρχῶν, ὧν μὲν κατὰ τοῦ τραχήλου κάτω παρει‐ μένων, ὧν δὲ ἄνω ὡς ἐπὶ κεφαλήν· τούτων αἱ μὲν ἐμπρό‐ σθιοι βρέγμα ἁμματιζέσθωσαν. αἱ δὲ μέσαι ἐπὶ κορυφὴν,
15πρός τε αὐτὰς καὶ πρὸς τὰς κατὰ τοῦ βρέγματος, αἱ δ’
ὀπίσθιοι ἐπὶ ἰνίον ἀπαχθεῖσαι χιαζέσθωσαν καὶ κα‐809

18a

810

τὰ κύκλον περὶ κεφαλὴν καὶ μέτωπον ταχθεῖσαι παρὰ μέ‐ ρος τῆς κεφαλῆς ἁμματιζέσθωσαν. Κεφ. ξζʹ. Ἑνὸς ἡ μεσότης κατὰ βρέγματος. αἱ δ’ ἀρχαὶ κατὰ παρειῶν ὑπὸ γένειον, ἀπὸ γενείου κατὰ παρειῶν
5ταῖς πρώταις παράλληλοι ἐπὶ βρέγμα, κἀκεῖ ἁμματιζέσθω. εἰ δὲ τοὺς ὀφθαλμοὺς ἐθέλομεν ἐπιδῆσαι μὴ περὶ τὰς πρώ‐ τας, κατὰ δὲ τῶν ὀφθαλμῶν ἀγέσθωσαν, εἶτ’ ἐπὶ βρέγμα καὶ χιασθεῖσαι ἐπὶ ἰνίον ἀγέσθωσαν. δευτέρου δὲ τελαμῶ‐ νος ἡ μεσότης κατὰ τοῦ βρέγματος, αἱ δ’ ἀρχαὶ παρὰ τοὺς
10ἔξω κανθοὺς ἐπὶ γένειον κἀκεῖ ἁμματιζέσθωσαν. τρίτου δὲ ἡ μεσότης κατὰ τοῦ ὑψώματος τῆς ῥινός. αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς ἐπὶ ἰνίον καὶ χιασθεῖσαι ἐγκύκλιοι ἐπὶ μέτωπον, τὸ δὲ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς. Κεφ. ξηʹ. Ἀρχὴ κατ’ ἰνίου ἐπ’ εὐθείας ἐπὶ μέτωπον
15καὶ μεσόφρυον· εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. γίνε‐ ται δὲ καὶ ἀπὸ δύο ἀρχῶν. Κεφ. ξθʹ. Τὸ μέσον ὃ καὶ συνεχές ἐστι προστίθεμεν
τῷ κάτω χείλει. τῶν δ’ ἀρχῶν τὰς ὑπερκειμένας ἄγομεν810

18a

811

ἐπὶ γένειον, ἀπὸ γενείου ἐπὶ ἰνίον, ἀπὸ ἰνίου καὶ χιάσαντες παρὰ κορυφὴν καὶ βρέγμα κελεύσαντές τε διακρατεῖσθαι αὐτὰς τὰς λοιπὰς αὐτόθι δύο ἀρχὰς λοβοὺς ἐπὶ γένειον ἄγομεν καὶ χιάσαντες ἐπὶ μέτωπον ἃς καὶ ἀσφαλιζόμεθα
5σὺν καὶ ταῖς διακρατουμέναις. Κεφ. οʹ. Μεσότης κατ’ αὐτοῦ. αἱ δ’ ὑποκείμεναι ἀρ‐ χαὶ παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα χιασθεῖσαι ἐπὶ ἰνίον ἀπαγέσθωσαν. αἱ δ’ ἄλλαι ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον καὶ χιασθεῖσαι ἐπὶ μέτωπον καὶ πρὸς ἀλλήλας
10καταλαμβανέσθωσαν. Κεφ. οαʹ. Ἡ ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ τὸ κάτω χεῖλος καὶ ὑπὸ λοβὸν ἐπὶ ἰνίον. Κεφ. οβʹ. Ἡ μεσότης κατὰ τοῦ χείλους, αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς ἐπὶ ἰνίον τε καὶ μετωπιαία.
15 Κεφ. ογʹ. Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα κατὰ λο‐ βὸν ὠτὸς ἐπὶ χεῖλος καὶ λοβὸν ἀντικείμενον ἐπὶ ἰνίον· ἀπὸ ἰνίου παρὰ κορυφὴν καὶ λοξὴν ἐπὶ βρέγμα, κρόταφον, ἔπειτα
παρειὰς ὑπὸ γένειον καὶ ἀντικειμένη παρειὰς ἐπὶ βρέγμα,811

18a

812

ἵνα κατ’ αὐτοῦ χίασμα γένηται, εἶτ’ ἐπὶ ἰνίον καὶ μετω‐ πιαία. Κεφ. οδʹ. Ἀρχὴ κατ’ ἰνίου, τὸ σπείραμα λοξῶς ἐπὶ βρέγμα παρὰ τὸν ἔξω κανθὸν ἐπὶ τὸ ἄνω χεῖλος, εἶτ’ ἐπὶ
5κρόταφον ἀντικείμενον καὶ τὸν ἔξω κανθὸν ἐπὶ βρέγμα ἀν‐ τικειμένη τῇ πρὸ ταύτης χίασμα ποιοῦσα καὶ βρέγματος, εἶτ’ ἐπὶ ἰνίον καὶ μετωπιαία. Κεφ. οεʹ. Ἡ μεσότης κατὰ τοῦ ἄνω χείλους· αἱ ἀρ‐ χαὶ παρὰ κροτάφους καὶ τοὺς παρακειμένους κανθοὺς ἐπὶ
10βρέγμα καὶ κατ’ αὐτοῦ χίασμα ἐπὶ ἰνίον, ἀπὸ ἰνίου καὶ με‐ τωπιαία καὶ ἐπὶ ἰνίον. Κεφ. οστʹ. Ἡ μεσότης κατ’ ἰνίου. αἱ δὲ ὑποκείμε‐ ναι ἀρχαὶ ἐπὶ παρειὰς παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα κἀκεῖ ἁμματίζονται, αἱ δ’ ἄλλαι ὑπὸ λοβοὺς ἐπὶ ἰνίον, ἀπὸ
15ἰνίου χιασθεῖσαι. εἰ μὲν βραχύτεραι εἶεν ἐπὶ ἰνίον πρὸς τὰς πρώτας ἐφάπτονται, εἰ δὲ ἐπιμηκέστεραι εἶεν καὶ τὰ
μετώπια προσαποδίδοται. ἀπηρτηκότες ἐπὶ κεφαλῆς καὶ812

18a

813

προσώπου τὰς ἁρμοζούσας ἐπιδέσεις ἁπλᾶς καὶ ποικίλας ἐπὶ τὰς ἑξῆς μεταβαίνωμεν. Κεφ. οζʹ. Εἴρηται μὲν ἀπὸ τῆς πρὸς τοὺς στάχυας ἐμφερείας ἐκ τῆς τῶν ἐπινεμήσεων γινομένης. εὐ‐
5χρηστεῖ τε ἐπί τε κλειδὸς καταγείσης καὶ ἐπὶ βραχίονος ἐξαρθρήσαντος. ἐπιτελεῖται δὲ τὸν τρόπον τοῦτον· ἔριον μαλακὸν συνελίξαντες τίθεμεν ἐπὶ τῆς μασχάλης τοῦ μέλ‐ λοντος ἐπιδεῖσθαι μέρους, ἀναπλήρωμα τοῦ κοίλου ποιοῦν‐ τες, ἔπειτα εἰλητοῦ ἐπιδέσμου πλάτος καὶ μῆκος ἀνάλογον
10τῷ ἐπιδεσμένῳ τὴν ἀρχὴν τάξαντες κατὰ τῆς ἀπαθοῦς μα‐ σχάλης τὸ εἴλημα ἄγομεν λοξῶς κατὰ νώτου· ἔπειτα δὲ παρ’ ἀκρώμιον ὑπὸ μασχάλην πεπονθότος βραχίονος, εἶτ’ ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίνεσθαι· εἶτα λοξὴ κατὰ στέρνου ὑπὸ μασχάλην ἀπαθῆ, ἀπὸ μασχάλης λοξὴ κατὰ
15νώτου ἐπὶ κλεῖδα, ὡς μέρη τινὰ τῆς δευτέρας ἐπινεμήσεως ἐπιπίπτει μέρεσι τῆς προεμβεβλημένης ἀπὸ κλειδὸς ὑπὸ μα‐ σχάλην καὶ ἐπὶ κλεῖδα, ὡς χίασμα δεύτερον γίγνεσθαι, εἶτα
τὴν μασχάλην ἀπαθῆ, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.813

18a

814

Κεφ. οηʹ. Ἐπὶ συντετελεσμένῳ τῷ ἀστάχυϊ ἑτέρου τελαμῶνος ἡ μεσότης μὲν ὑπὸ πῆχυν ἐγγώνιον ἐσχηματισμέ‐ νον. αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας ἐπ’ ἀκρώμιον, κἀκεῖ χιασθεῖ‐ σαι λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ, εἶτ’ ἐγκύκλιαι περὶ πλευ‐
5ρὰς καὶ βραχίονα πεπονθότα μέχρι τοῦ ὅλου σκεπάσωσι, τὰ δὲ πέρατα ἐπὶ μασχάλην ἀπαθῆ. Κεφ. οθʹ. Ἡ μεσότης ὑπὸ μασχάλην βραχίονος πε‐ πονθότος αἱ ἀρχαὶ ἐπ’ ἀκρώμιον χιασθεῖσαι ἀπαγέσθωσαν λοξῶς ἡ μὲν κατὰ νῶτον, ἡ δὲ κατὰ στέρνον ὑπὸ μασχάλην
10ἀπαθῆ, αἱ δὲ ἐπινομαὶ ὁμοίως. Κεφ. πʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ στάχυς. ἐπι‐ τελεῖται δὲ οὕτως· μετὰ τὸ ἐπιδῆσαι τὸν στάχυν, μίαν δεῖ ἐγκύκλιον ἐπὶ βραχίονι περιειλῆσαι ἀπὸ βραχίονος· ἀποδόντα τὸ εἴλημα ἀπάγειν λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ κἀκεῖ ἀσφα‐
15λίσασθαι. Κεφ. παʹ. Ἁρμόζει καὶ ἐφ’ ὧν ἡ γερανίς. ἐπιτελεῖ‐ ται δὲ οὕτως· προεπιδήσαντες τὸν στάχυν, μίαν ἀπὸ ἀκρω‐
μίου ἐπινέμησιν ἄγομεν ἐπ’ εὐθείας ἐπὶ πῆχυν814

18a

815

ἐγγωνίως ἐσχηματισμένον, κἀκεῖθεν ἐπ’ εὐθείας πάλιν ἐπ’ ἀκρώμιον, ἀπὸ ἀκρωμίου λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ· εἶτα ἐγκύκλιον περὶ βραχίονα καὶ πλευρὰς ἐπὶ μασχάλης, κἀκεῖ τὸ πέρας ἀσφαλιζόμεθα.
5 Κεφ. πβʹ. Ἡ μεσότης κατὰ τοῦ πεπονθότος ὤμου, αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας ἐπὶ πῆχυν πλησίον ἀγκῶνος ὄρ‐ θιοι· πάλιν παράλληλοι ταῖς πρώταις κατὰ ἀκρώμιον, ἀπὸ ἀκρωμίου ὑπὸ μασχάλην ἀπαθῆ, εἶτα ἐγκύκλια. Κεφ. πγʹ. Ἡ μεσότης ὑπὸ ἀπαθῆ μασχάλην. αἱ δ’
10ἀρχαὶ ἐγκύκλιοι περὶ πλευρὰς καὶ βραχίονος ἐπεγκύκλιοι πάλιν ἐπὶ μασχάλην ἀπαθῆ· ἀπὸ μασχάλης λοξαὶ ἐπὶ ἀκρώ‐ μιον πεπονθός· ἀπὸ ἀκρωμίου ὄρθιοι παρὰ βραχίονα ἐπ’ ἀγκῶνα καὶ πάλιν ἀπ’ ἀγκῶνος ἐπ’ ἀκρώμιον, ἀπὸ ἀκρωμίου ἐπὶ μασχάλην ἀπαθῆ, εἶτ’ ἐγκύκλιοι περὶ βραχίονα.
15 Κεφ. πδʹ. Ἁρμόζει ἐπὶ τῶν κατ’ ἀμφοτέρους ὤμους ἐχόντων σίνος. ἐπιτελεῖται δ’ οὕτως· ἐπὶ συντετελεσμένῳ
τῷ ἁπλῷ στάχυϊ μετὰ τὸ ἐπὶ μασχάλην καταντῆσαι τοῦ815

18a

816

ἐπιδεδεμένου βραχίονος ἑξῆς αὐτὴν λοξὴν ἄγομεν ἐφ’ ἑτέρου βραχίονος καὶ ἀκρώμιον, ὡς κατ’ αὐτοῦ χίασμα γενέσθαι· εἶτα μασχάλην ἀντικειμένην, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. Κεφ. πεʹ. Ὠνόμασται μὲν ἁπλῶς οὕτως ἀπὸ τοῦ ἐμ‐
5φερὴς εἶναι τοῖς παρὰ Ῥωμαίοις θώραξιν, οὓς καταφράκτας καλοῦσιν. εὐθετεῖ δὲ ἐφ’ ὧν ἐπιδῆσαι θέλομεν τὰ περὶ τὰς κλεῖδας μέρη καὶ ὠμοπλάτην ἢ στέρνον ἢ μετάφρενον ἢ πλευράς. ἔστι δὲ ἡ ἐπίδεσις κατά τι ὁμοία τῷ διπλῷ στά‐ χυϊ. ἐπιτελεῖται δ’ οὕτως· ἀρχὴ ὑπὸ μασχάλην τὸ εἴλημα
10λοξῶς ἔμπροσθεν κατὰ στέρνου πλησίον τῆς τῶν κλειδῶν πρὸς τὸ ξιφοειδὲς συμβολῆς καὶ παρὰ τράχηλον ἐπ’ ὠμο‐ πλάτην ἀντικειμένου βραχίονος, εἶτα ὑπὸ τὴν παρακειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ τράχηλον κατὰ τῆς πρώτης, ὡς χίασμα πλησίον τραχήλου γίγνεσθαι καὶ λοξὴ κατὰ ἀν‐
15τικειμένης ὠμοπλάτης· εἶθ’ ὑπὸ μασχάλην, ἀπὸ μασχάλης παρὰ τράχηλον ἐπὶ τὸν τοῦ αὐχένας σφόνδυλον, ὡς κατ’
αὐτοῦ χίασμα γενέσθαι, εἶθ’ ὑπὸ μασχάλην καὶ λοξὴ πλη‐816

18a

817

σίον κλειδῶν συμβολῆς· ὡς καὶ ἐνταῦθα χίασμα γίγνεσθαι καὶ παρὰ τράχηλον ἐπ’ ὠμοπλάτην καὶ ἐπὶ μασχά‐ λην, ἵνα τέσσαρα γένηται χιάσματα, ἓν μὲν ἐκ τῶν ἔμπρο‐ σθεν, ἓν δὲ ἐκ τῶν ὄπισθεν, δύο δὲ κατὰ τῶν κλειδῶν. αἱ
5δὲ ἐπινομαὶ κατὰ τῶν αὐτῶν εἰς ἐγκυκλίους περὶ στῆθος καὶ πλευρὰς, ὡς τὴν ὅλην ἐπίδεσιν θώρακι γίνεσθαι ὁμοίαν. Κεφ. πστʹ. Ἡ μεσότης ὑπὸ μασχάλην. αἱ ἀρχαὶ κατὰ κλειδὸς παρακειμένης χιαζέσθωσαν πλησίον τραχήλου· εἶτα λοξαὶ ὑπ’ ἀντικειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ
10παρακειμένην κλεῖδα καὶ κατ’ αὐτῆς χίασμα πλησίον τρα‐ χήλου καὶ λοξαὶ ἐπ’ ἀντικειμένην μασχάλην, εἶτ’ ἐγκύκλιοι περὶ θώρακα. Κεφ. πζʹ. Εὐθετεῖ αὕτη ἡ ἐπίδεσις ἐφ’ ὧν στέρνον ἢ μετάφρενον ἢ πλευρὰς ἢ θώρακα ἐπιδῆσαι θέλομεν, δύο
15δὲ τελαμώνων μεσότητα σύμμετρον κατὰ τῶν ὤμων θέντες τὰς ἀρχὰς ἐπ’ εὐθείας κάτω παρίεμεν. ἔπειτα εἰλητῷ ἐπι‐ δέσμῳ κατὰ κύκλον ἐπιδήσαντες τό τε ὅλον στῆθος καὶ τὰς
πλευρὰς ὥστε σκεπάσαι καταλαμβανόμενοι τὸ πέρας τὰς817

18a

818

παρειμένας κάτω ἀρχὰς ὄπισθέν τε καὶ ἔμπροσθεν ταῖς ἐγκυκλίοις προσαπτόμενοι, κἂν ἐπιμηκέστεραι ὦσιν ἀνακλά‐ τες ἐπ’ ἀκρώμιον προσασφαλιζόμεθα. Κεφ. πηʹ. Οἱ προλεχθέντες τελαμῶνες οὐκ ἐπ’ εὐ‐
5θείας κρέμανται, ἀλλὰ λοξοὶ ὥστε κατ’ ἰνίου καὶ τοῦ μετα‐ φρένου χίασμα γίγνεσθαι· τά τε λοιπὰ ὅμοια τῷ ὀρθίῳ συντελεῖται. Κεφ. πθʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ μασχαλιστήρ. ἐπιτελεῖται δὲ οὕτως· ἐπικλείσαντες τὸν ἀπὸ δύο ἀρχῶν κα‐
10ταφράκτην, μετὰ πολλὰς ἐγκυκλίους περιβάλλειν ἐπινεμήσεις τῷ θώρακι, ὥστε σκεπάσαι μέχρις ὀμφαλοῦ, τότε τὰς ἀρ‐ χὰς πρὸς ἀλλήλας ἁμματίζομεν τὸν λύκον ποιοῦντες βρόχον, ἀπάγοντές τε τὰ λειπόμενα τῶν ἀρχῶν ἐπὶ δεξιὰν καὶ ἀρι‐ στερὰν λαγόνα ὑποβύομεν ταῖς ἐγκυκλίοις ἐπινεμήσεσι τὰ
15πέρατα ἐῶντες κρεμάσθαι ὡσανεὶ τετραδακτυλιαῖα τὸ μῆ‐ κος ὄντα, ἵνα αὐτῶν ἡ ὄψις ὡσανεὶ θώρακος κροσσοὶ γί‐
νωνται.818

18a

819

Κεφ. ϟʹ. Ἀρχὴ κατὰ λαγόνος δεξιᾶς. τὸ δὲ ἅμμα λοξῶς ἐπὶ πλευρὰς, στέρνον, ὦμον· εἶθ’ ὑπὸ ὦμον, ἵνα κατ’ αὐτοῦ χίασμα γένηται, εἶτα λοξὴ κατὰ μεταφρένου ἐπὶ λαγόνα κατὰ τῆς προεμβεβλημένης ἀρχῆς, εἶτ’ ἐγκύκλιοι
5περὶ γαστέρα ἐπὶ λαγόνα ἀριστερὰν, κἀκεῖθεν λοξὴ κατὰ μεταφρένου ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι καὶ ἐπ’ ὦμον δεξιὸν, εἶθ’ ὑπὸ μασχάλην καὶ ἐπ’ ὦμον, ἵνα κατ’ αὐτοῦ χίασμα γένηται καὶ λοξὴ κατὰ στέρνον καὶ πλευρὰς ἐπὶ λα‐ γόνα ἀριστερὰν, εἶτ’ ἐγκύκλιος, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν
10αὐτῶν εἰς τὸ σκεπάσαι πάντα τὰ δεόμενα τῆς ἐπιδέσεως. Κεφ. ϟαʹ. Προσεπιδήσαντες τῷ χιαστῷ θώρακι ἑξῆς διὰ στενοῦ τελαμῶνος μίαν ἢ καὶ δευτέραν ἐγκύκλιον πε‐ ριειλεῖτε κατὰ στέρνου καὶ μεταφρένου καὶ τὸ πέρας ἀγκτῆρι καταλαβοῦ.
15 Κεφ. ϟβʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ καταφράκτης. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ μεταφρένου τὸ σπείραμα
λοξῶς ἐπ’ ὠμαπλάτην ἀκρώμιον, ὑπὸ μασχάλην, εἶτ’ ἐπ’819

18a

820

ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι καὶ λοξὴ κατὰ μαστοὺς ἐπ’ ὀμφαλὸν, ἀπ’ ὀμφαλοῦ κλάσαντες ἄγομεν ἐπὶ μαστὸν ἀντικείμενον λοξὴν ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι, εἶτ’ ἐπὶ μετάφρενον, εἶτ’ ἐν ἐπικυκλίοις
5περὶ τὰς πλευρὰς, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. Κεφ. ϟγʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν μετάφρενον ἐπιδῆσαι θέλομεν. ἐπιτελεῖται δὲ οὕτως· ἀρχὴ κατὰ λαγόνος ὡς ἀρι‐ στερᾶς τὸ εἴλημα κατὰ μεταφρένου ἐπὶ δεξιὸν ὦμον καὶ ἐπὶ μασχάλην, ἀπὸ μασχάλης ἐπ’ ὠμοπλάτην ἀριστεράν· εἶθ’
10ὑπὸ μασχάλην καὶ ἐπ’ ὦμον, ἀπ’ ὤμου λοξὴ κατὰ μεταφρέ‐ νου ἀντικειμένη τῇ πρώτῃ· εἶτ’ ἐγκύκλιος περὶ τὰς λαγόνας μιᾷ καὶ δευτέρᾳ καὶ τὸ πέρας προσλαμβάνει ἡ αὐτὴ, ἣ καὶ ἐμπροσθοφανὴς εἶναι δύναται καὶ ἄν τις τὰς αὐτὰς ἐπινε‐ μήσεις μὴ ὄπισθεν, ἀλλ’ ἔμπροσθεν τάξῃ.
15 Κεφ. ϟδʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ἡ πρὸ αὐτῆς. τελαμῶνα οὖν λαβόντες σύμμετρον μήκει καὶ πλά‐ τει κατὰ τὴν μεσότητα σχίζομεν, ὥστε τὴν κεφαλὴν διελ‐
θεῖν. τὰ δὲ πέρατα παρίεμεν, ὁ μὲν κατὰ νώτου, ὁ δὲ κατ’820

18a

821

ἐπιγαστρίου ἐπιπλέκομέν τε τὸν χιαστὸν καλούμενον θώρακα, τὰ δὲ πέρατα αὐτῆς προϋποτεθέντος τελαμῶνος ἐπισχίσαν‐ τες εἰς τέλος κάτω κρεμᾶσθαι ἐῶμεν. Κεφ. ϟεʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν τὸ ἕτερον μέρος τοῦ
5τραχήλου ἐπιδῆσαι θέλομεν. ἀρχὴ κατὰ μέσον τοῦ πλευ‐ ροῦ τὸ εἴλημα λοξῶς κατὰ μεταφρένου ἐπὶ τράχηλον καὶ στέρνον· εἶτ’ ἐπὶ πλευρὰν κατὰ τῆς προεμβεβλημένης ἀρχῆς καὶ περὶ θώρακα ἐγκύκλιος. Κεφ. ϟστʹ. Ἡ ἀρχὴ ὑπὸ μασχάλην. τὸ εἴλημα λο‐
10ξῶς κατὰ μεταφρένου ἐπὶ τράχηλον καὶ ἐπὶ στέρνον, μα‐ σχάλην καὶ ἐπὶ ἀντικειμένην μασχάλην καὶ λοξὴ ἐπὶ στέρ‐ νον καὶ τράχηλον, ὡς χίασμα κατ’ αὐτοῦ γενέσθαι καὶ λοξὴ κατὰ μεταφρένου ὑπὸ μασχάλην ἐγκύκλιος. αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.
15 Κεφ. ϟζʹ. Δύο τελαμῶνες πλάτει διδακτυλιαίων μή‐ κει σύμμετροι τὰς μεσότητας κατὰ τῶν ὤμων θέντες, ἀρχὰς
μὲν ἐπ’ ὀμφαλὸν, ἃς δὲ κατὰ νώτου χιάσαντες πρὸς αὐτὰς821

18a

822

ἀγκτηρίζομεν, εἶτ’ ἐπιπλέκομεν τὴν καλουμένην καλαθοειδῆ γερανῖδα. Κεφ. ϟηʹ. Εὐθετεῖ μὲν ἐφ’ ὧν καὶ ἡ πρὸ ταύτης. συντελεῖται δὲ ἔκ τε τοῦ διπλοῦ τραχηλιστῆρος καὶ τῆς κα‐
5λαθοειδοῦς γερανίδος προσεπιτελουμένης. Κεφ. ϟθʹ. Ἀρχὴ κατὰ λαγόνα. ἡ δὲ ἐπινομὴ λοξῶς κατὰ κλειδὸς ἐπ’ ὠμοπλάτην, εἶθ’ ὑπὸ μασχάλην καὶ ἐπὶ κλεῖδα, ἵνα χίασμα ὑπὲρ τὸ ἀκρώμιον γένηται· εἶτ’ ἐγκάρ‐ σιος ἐπ’ αὐχένα καὶ ἐπ’ ἀντικειμένην κλεῖδα ὑπὸ μασχάλην
10καὶ ἐπὶ κλεῖδα, ἵνα χίασμα καὶ ἐνταῦθα γένηται καὶ λοξὴ παρὰ μαστὸν ἐπὶ λαγόνα ἀντικείμενον, ὥστε καὶ κατὰ στέρνου χίασμα γίγνεσθαι, εἶτ’ ἐγκύκλιοι περὶ λαγόνας· εἶτα περὶ μετάφρενον λοξὴ καὶ ἐπὶ ἀκρώμιον, μασχάλην, εἶτ’ ἐπ’ ἀκρώμιον· εἶτ’ ἐγκάρσιος ἐκ τῶν ἔμπροσθεν κατὰ τὴν ἐμ‐
15βολὴν τῶν κλειδῶν καὶ ἐπ’ ἀκρώμιον καὶ λοξὴ κατὰ μετα‐ φρένου ἐπὶ λαγόνα· εἶτ’ ἐγκύκλιος ἐπιπλέκεται αὐτῇ, ἤτοι
διπλῇ γερανὶς ἢ χιαστὸς τραχηλιστὴρ ἢ ἡ διπλοῦς λεγόμενος.822

18a

823

Κεφ. ρʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ τὸ ὑπὸ στέρνον καὶ νῶτον ἐπιδῆσαι θέλομεν. ἐπιτελεῖται δὲ ἔκ τε τῆς ἀκί‐ δος καὶ τοῦ ἀστέρος τῶν περάτων ἃ δὴ ἐπὶ τῆς ἀκίδος πρὸς ἄλληλα ἠγκτηρίζετο κατὰ τὰς λαγόνας παρηγμένων κἀ‐
5κεῖ καὶ ἀποκρεμαμένων. Κεφ. ραʹ. Προκαταλαβόμενος κατὰ τῶν ὤμων τοὺς τελαμῶνας οὓς ὑπὸ τῆς ἀκίδος ὑπεδείξαμεν, προσαπόδος κατὰ δύο ἤδη τραχηλιστὴρ ὅς ἐστι διπλοῦς, εἶτα τὴν κα‐ λαθοειδῆ γερανῖδα.
10 Κεφ. ρβʹ. Θεατρικὴ μὲν ἡ ἐπίδεσις ἐπειδὴ συντελε‐ σθεῖσα ἐμφερὴς γίγνεται ταῖς ὀρθαῖς γωνίαις τῶν βωμίσκων προεπιδεδεμένῳ τῷ καλαθοειδεῖ τραχηλιστῆρι τῇ ὁμοιοσχή‐ μονι γερανίδι προσαποδιδομένην τὴν Σωστράτου στηθοδε‐ σμίδα τὴν ὀρθίαν μετὰ τῶν ἀναληπτρίδων.
15 Κεφ. ργʹ. Καὶ αὐτὴ θεατρικὴ ἁρμόζει μὲν ἐπὶ τῶν αὐτῶν προσεπιδήσαντες καὶ πάλιν τὴν Σωστράτου ὀρθίαν
τὴν στηθοδεσμίδα, ἥν τινες τέτρατον καλοῦσι.823

18a

824

Κεφ. ρδʹ. Δύο τελαμῶνας κατὰ τῶν νώτων θέντες ὡς ἐπὶ τῆς ὀρθίας στηθοδεσμίδος ἐπιπλέκομεν τὸν ἁπλοῦν ῥόμβον. Κεφ. ρεʹ. Ἀρχὴ κατὰ πλευρᾶς. τὸ εἴλημα λοξῶς κατὰ
5στέρνον ἐπὶ ἀκρώμιον, εἶτ’ ἐγκάρσιον ἐπ’ αὐχένος κατ’ ἀκρώ‐ μιον ἀντικείμενον καὶ ὑπὸ μασχάλην ἐκ τῶν ἔμπρο‐ σθεν εἰς τὰ ὀπίσω καὶ ἐπὶ τὸ αὐτὸ ἀκρώμιον καὶ λοξὴ ἐπὶ στέρνον, εἶτ’ ἐγκύκλιος κατὰ λαγόνος. ἡ αὐτὴ ὀπισθοφανὴς γίνεται ἐναλλασσόντων ἡμῶν, τὰς μὲν ἐμπροσθίους ἐπινε‐
10μήσεις ποιούντων ὀπίσω, τὰς δὲ ὀπισθίους ἔμπροσθεν. Κεφ. ρστʹ. Ἁρμόζει μὲν ἐφ’ ὧν πλευραὶ ἐπιδοῦνται. συντελεῖται δὲ οὕτως· ἡ μεσότης τοῦ ἐπιδέσμου κατ’ αὐχέ‐ νας, αἱ δ’ ἀρχαὶ λοξαὶ κατὰ στέρνον εἰς αὐτὰς ἀγκυλωθεῖ‐ σαι ὑπὸ μασχάλας ἐπὶ μετάφρενον, κἀκεῖ πάλιν ἀγκυλωθεῖ‐
15σαι ἀπαγέσθωσαν, οὕτω τε μέχρι τοῦ ὅλον τὸν θώρακα ἐπιδεθῆναι, ὅτε μὲν ὀπίσω, ὅτε δὲ ἔμπροσθεν ἀγκυλούσθω‐
σαν. τὰ δὲ πέρατα πρὸς ἄλληλα ἁμματιζέσθωσαν. ταύτῃ τῇ824

18a

825

ἐπιδέσει ἁρματηλάται χρῶνται συνοχῆς χάριν τῶν πλευρῶν. ἀπηρτικότες καὶ τὰς περὶ τὸν θώρακα ἐπιδέσεις καὶ τὰς ἑξῆς λέγωμεν. Κεφ. ρζʹ. Ἁρμόζει μὲν ἐπὶ βουβῶνος. ἐπιτελεῖται δὲ
5οὕτως· ἀρχὴ κατὰ λαγόνος, ἡ ἀντικειμένη δὲ ἐπινέμησις λοξὴ κατὰ πυγῆς πλησίον τοῦ πεπονθότος βουβῶνος, εἶτ’ ἐπὶ πε‐ ρίναιον κάτωθεν ἄνω καὶ λοξὴ ἐπὶ βουβῶνα, εἶτ’ ἐγκύκλιος κατὰ ἰσχίον καὶ κατὰ λαγόνα κατὰ τῆς προεμβεβλημένης ἀρχῆς, αἱ δ’ ἐπινομαὶ κάτωθεν ἄνω αὐτῶν.
10 Κεφ. ρηʹ. Ἀρχὴ κατ’ ἐπιγαστρίου τὸ εἴλημα λοξῶς ἐπὶ κοτύλην παρὰ περίναιον ἐπὶ βουβῶνα κάτωθεν ἄνω κατὰ τῆς προεμβεβλημένης ἐπὶ ἰσχίον καὶ βουβῶνα παρὰ περί‐ ναιον καὶ κοτύλην κάτωθεν ἄνω καὶ ἐπὶ ἦτρον, αἱ δ’ ἐπι‐ νομαὶ κατὰ τῶν αὐτῶν ὡς ἀμφότεροι οἱ βουβῶνες σκεπα‐
15σθῶσιν. Κεφ. ρθʹ. Ἡ μεσότης κατὰ τοῦ βουβῶνος. αἱ δ’ ἀρχαὶ
ἐπὶ κοτύλην κἀκεῖ χιασθεῖσαι· ἡ μὲν ἐπὶ βουβῶνος, ἡ δὲ ἔξω‐825

18a

826

θεν. εἶτα ἐπὶ τῷ αὐτῷ ἀναγέσθωσαν, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν. Κεφ. ριʹ. Τῆς βραχυτέρας ἀρχῆς ὡς ἂν ἢ δύο ἢ τρεῖς τόποι παρίενται κατὰ βουβῶνος. τὸ δὲ εἴλημα ἄγε‐
5ται κατὰ λαγόνος ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον, εἶτ’ ἐπὶ κοτύ‐ λην λοξῶς καὶ βουβῶνα κάτωθεν ἄνω καὶ ἐπὶ λαγόνα καὶ ἰσχίον καὶ ἀντικειμένην λαγόνα καὶ ἐπιγάστριον, ὅτε ἡ πα‐ ρειμένη ἀρχὴ ἀνακλᾶται ἐπὶ βουβῶνα, ἵνα κατ’ αὐτοῦ πτύ‐ γμα γένηται ἢ καταλαμβάνηται τῷ εἰλήματι· εἶτ’ ἐπιτελεῖται
10πάλιν βουβῶνι, εἶτ’ ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον καὶ πάλιν ἡ πρώτη ἀρχὴ πτύσσεται ἄνωθεν κάτω καὶ τῷ εἰλήματι κα‐ ταλαμβάνεται καὶ οὕτως ἐπιδεῖται ἄχρις ἂν συντελεσθῇ ἀεὶ τοῦ μὲν πτυσσομένου, τοῦ δὲ ἐπειλουμένου, τὸ δὲ πέρας ἀγκτηρίζεται.
15 Κεφ. ριαʹ. Ταινίας ἡ μεσότης κατ’ ὀσφύος. αἱ δ’ ἀρχαὶ κατὰ βουβῶνα ὡς ἐπὶ τοῦ ἁπλοῦ παριέντες ἑτέρου
ἐπιδέσμου. ἀρχαὶ κατ’ ἐπιγαστρίου καὶ συντελεῖται διπλοῦς826

18a

827

βουβωνίσκος τῶν κάτω παρειμένων ταινιδίων πτυσσομένων ὡς ἐπὶ τοῦ διπλοῦ εἴρηται. Κεφ. ριβʹ. Ταινιδίου μεσότης κατ’ ὀσφύος, αἱ δ’ ἀρχαὶ κατ’ ἐπιγαστρίου ἁμματίζονται, εἶτ’ ἐπιδέσμου εἰλητοῦ
5ἡ ἀρχὴ ὑπὸ τὴν ζώνην τὸ εἴλημα ὑπὸ καυλὸν, εἶτ’ ἐπὶ τὴν ζώνην ἄνωθεν κάτω· εἶθ’ ὑπὸ καυλὸν καὶ περὶ τὴν ζώνην, εἶτ’ ἐπιτελεῖ ὑπὸ τοὺς διδύμους καὶ ὑπὸ τὴν ζώνην. Κεφ. ριγʹ. Μετὰ τὸ περιθεῖναι τὴν ταινίαν ἡ ἀρχὴ τοῦ ἐπιδέσμου ἐπὶ καυλὸν καὶ νομαὶ ἐγκύκλιοι περὶ αὐτὸν
10ἕως σκεπασθῇ· εἶτα περὶ τὴν ζώνην, εἶτα ὑπὸ καυλὸν καὶ περὶ τὴν ζώνην, εἶθ’ ὑπὸ διδύμους καὶ ἐπὶ ζώνην. Κεφ. ριδʹ. Σύμμετρον ῥάκος λαβόντες σχί‐ ζομεν εἰς σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες καὶ ὑπο‐ βάλλομεν τῷ καυλῷ, τὰς δὲ ἀρχὰς ἀνάγοντες τὰς περὶ τὸ
15ἕτερον μέρος πλησίον καυλοῦ ἐπισχίζομεν, διὰ δὲ αὐτοῦ
διεκβάλλομεν τὰς ἑτέρας ἐπὶ τὴν ζώνην.827