TLG 0530 003 :: Pseudo–GALENUS :: Λέξεις βοτανῶν Pseudo–GALENUS Med. Λέξεις βοτανῶν Source: Delatte, A. (ed.), Anecdota Atheniensia et alia, vol. 2. Paris: Droz, 1939: 358–393. Citation: Page — (line) | ||
385(t1) | Λέξεις βοτανῶν· ἑρμηνεῖαι κατὰ ἀλφάβητον | |
t2 | τοῦ σοφωτάτου Γαληνοῦ. | |
---|---|---|
1 | Ἄρκευθος ἢ καντζάρου ἢ κέδρος. ἀνεμώνη ἤτοι | |
386 | ποτηροκλάστρια καὶ μήκων. ἄμπελος λευκὴ ἤτοι ἡ βρυω‐ νία καὶ ὀφιοστάφυλος. ἄσαρον ἤτοι τὸ πελέκιον λεγόμε‐ νον. ἀνδρόσαιμον ὁ καὶ ἄγριος κνῆκος ἢ καὶ ἀτρακτυλίς. ἀκτέα ἤτοι ἡ κοφοξυλαία καὶ ἀκτῆ καὶ χαμαιάκτη λεγο‐ | |
5 | μένη. ἀλθαία ἤτοι ὁ δενδρομέλοχας ἄγριος. ἄλφιτα τὸ λεπτὸν τοῦ κριθαρίου ἀλεύρου. ἀμεως· ἤτοι ὁ λαγοκύμι‐ νος ὀνομαζόμενος. ἄμυλον ἤτοι τὸ καταστατὸν τὸ ἐκ τοῦ σίτου σκευαζόμενον. ἀτράφαξ τοῦ χρυσολαχάνου τὸ σπέρ‐ μα. ἀπόβρεγμα ἤτοι τὸ καρεόφυλλον λεγόμενον. ἁβρό‐ | |
10 | τονος ἤτοι ἡ μελιτίνη ὀνομαζομένη. ἄρου ῥίζα τὸ μικρὸν δρακόντιον λεγόμενον. ἁλὸς ἄχνη ἤτοι ὁ ἀφρὸς τῆς θαλάσ‐ σης. ἀρτεμισία ἤτοι τὸ ἀβάσκαντον λεγόμενον. ἀνεμώ‐ νη ἤτοι ἡ ἀγρία παπαρίνα· οἱ δὲ ἀνεμοσούρτιν ὀνομάζουσιν. ἄραρα ῥίζα ἤτοι ἀριστολοχίας ῥίζα. ἄκοπον ἤτοι μό‐ | |
15 | λοχος ἄγριος ὀνομαζόμενος. ἀλόην βοτάνην· ἡ γεντιζᾶ λεγομένη. ἄδαρκος ἤτοι ὁ ἐρέβινθος. ἀμπελόπρασον ἤτοι πράσον ἄγριον. ἀετήτους ἤτοι τὸ λάπαθον ὀνομαζό‐ μενον. ἁλὸς ἄνθος ** τὸ μικρὸν κενταύριον· καὶ ὑπερικὸν τὸ μέγα κενταύριον. ἄλφιτον τὸ τῆς κριθῆς ἄλευρον. | |
20 | ἀνδρόσαιμον καὶ σκύρον τὸ ὑπερικόν· ἔχει δὲ φύλλα κατα‐ τρυπητά. ἀλύπιον τὸ χαμέλαιον· καὶ ἀλυπιάδος· ἡ χαμε‐ λαία. ἀσκληπία ἤτοι ἡ δρακονταία ὀνομαζομένη. ἀνδράχ‐ νη τὸ χοιροβότανον ἤγουν ἡ ἀντράκλα. ἀνθερικὸν ἤτοι | |
ἄνθος ῥόδον. ἅλιμος βοτάνη ἐστὶν δένδρου εἶδος παρὰ | ||
387 | θαλάσσῃ. ἀείζωον ἤτοι τὸ ἀμάραντον λεγόμενον. ἀκα‐ λήφη ἤτοι ἡ λεγομένη κνίζα. ἁλκυόνιον ἤτοι φώκης κό‐ προς. ἀνθεμίδος ἄνθος ἤτοι τὰ χαμαίμηλα. ἀδάρκη· ἤτοι τὸ λεγόμενον ἀγαρικόν. ἅλας ἀμμωνιακὸν ἤτοι τὸ λεγό‐ | |
5 | μενον νίτρον. ἀκτέας ὁ χυλὸς ἤτοι τῆς κοφοξυλαίας. ἀφροδίσιον ἤτοι ἡ μυρσίνη λεγομένη. ἄκανθα ἀραβικὴ ἤτοι πυξάκανθα ὀνομαζομένη. ἄκορον ἤτοι μυράκανθον λεγόμενον. ἁλικάκκαβον ἤτοι τὸ στρύχνον ὀνομαζόμενον. ἀτρακτυλὶς ἤτοι ὁ κνῆκος ὁ ἄγριος. ἄσφαλτον ἤτοι ἡ | |
10 | ἀγρία πίσσα λεγομένη. ἀρκευθίδος· ἤτοι τοῦ κέδρου ὁ καρπός. ἅλας ὀρυκτὸν ἤτοι ἅλας γάγρινον. ἄμωμον ἤτοι τὸ ξυλοκινάμωμον. ἅλατος αὐτορυτοῦ· ἤτοι ἁλι‐ σάχνη. Βαρμουχᾶ ἤτοι κύπεριν. βοανθέμιστον τὸ τῆς τήλεως | |
15 | ἄλευρον. βαλαύστια τοῦ ῥοϊδίου τὰ ἄνθη τὰ μικρά. βετόνικα ἡ ῥίζα τοῦ περιστερεῶνος· οἱ δὲ σιδηρῖτις. βού‐ κεριν ἤτοι ἡ τήλη· οἱ δὲ μοσχοσίταρον· οἱ δὲ αἰγόκερον· οἱ δὲ κάρφος. βούφθαλμον ἤτοι τὸ μέγα λούλουδον. βρά‐ θεως· ἤτοι ἄρκευθον. βόλβιτα τὸ τοῦ βοὸς ἀφόδευμα. | |
20 | βόμβυλος ἤτοι ὁ τέττιξ λεγόμενος. βάλανος μυρεψικὸς ἤτοι τὸ χρυσοβάλανον ἢ ξανθοκάρυα λεγόμενα. βρυτία πίσσα ἤτοι τὸ ἄσφαλτον. βισασσὰ ἤτοι ἡ περσαία βοτάνη, τὸ ἄγριον πήγανον. βέστρον τὸ κενταύριον τὸ μικρὸν λε‐ γόμενον. βρομόκολλην ἤτοι ὀψαρόκολλην ὀνομαζομένην. | |
25 | Γῆς σαμίας ἤτοι κιμωλίας λουστικῆς. γύριον ἤτοι ἰὸς χαλκοῦ ἢ ἄριν. γῆς βρυτίας· ἤτοι ἄσφαλτος ἰουδαϊκή. | |
γῆ λιμνῆτις ἤτοι τὸ ἄσφαλτον. γῆ χαλκεία ἤτοι ἀμπελῖ‐ | ||
388 | τις γῆ. γῆ ἀστέριος τὸ ἀμίαντον ἢ λιθάργυρον. γῦριν· ἐξ ἀλεύρου καὶ ὕδατος ἕψημα ἤτοι πασπάλην. γῆρας ὄφεως ἤτοι τὸ δέρμα τοῦ ὄφεως. γλοιὸς βαλανείου ἤτοι ὁ ῥύπος τοῦ λοετροῦ. γλυκυσίδης· ἤτοι ἡ παιωνία λεγο‐ | |
5 | μένη. γεράνιον ἔχει φύλλα ὅμοια ἀνεμώνης. γναφάλιον ἔχει φύλλα ἁπαλὰ καὶ λευκὰ καὶ μετρίως στυφά. γοργώ‐ νιον τὸ ἄφθαστον καὶ ἠρύγγιον. γυρῖνος ὁ μικρὸς βάτρα‐ χος. γλαῦξ ἡ πόα γάλακτός ἐστιν γεννητική. γαλῆ ἤτοι ἡ νυμφίστα λεγομένη. γῆς ἀμπελίτιδος ἤτοι ἀσφάλ‐ | |
10 | του. Δακρύδιν ἤτοι σκαμωναία. δίκταμον ὁ ἄγριος γλήχω‐ νας. δαμασώνιον· οἱ δέ τινες σταυρόριζον ὀνομάζουσιν. δενδρῖτις θαλασσία ἤτοι κοράλλιν. διονύσιον ἤτοι ἀγριο‐ κάρυον. δορύκνιον ἤτοι ἀλυπία ὀνομαζομένη. δαύκου | |
15 | κρητικοῦ ἤτοι ἀγρίου δαύκου. δάκρυον ἀρωματικὸν ἤτοι ἐφόρβιον. διφρυγὲς ἤτοι σύρικα τὴν κολοφωνίαν. δαμα‐ σώνιον ἤτοι χαμαίκισσον ἢ τὰ κικόμηλα λεγόμενα. δίκταμ‐ νον ἤτοι καλάμηθρον. δρακοντία ἤτοι ἀρκολάχανον. δορύκνιον ἤτοι στρύχνον ὀνομαζόμενον. | |
20 | Ἐρυθρόδανον ἤτοι ῥιζάριν τῶν βαφέων. ἐρινεὸς ὁ τῆς ἀγρίας συκῆς καρπός. ἐρινέα ἡ ἀγρία συκῆ. ἕλικες τῆς ἀμπέλου τὰ ψαλίδια. ἔρημα ἡ ῥίζα τοῦ ἐρυθροδάνου. ἐβίσκος ἤτοι ἡ ἀλθαία. ἐθάλη ἡ καπνέα ἤτοι χελι‐ δόνιον λεγόμενον. ἑρμοβότανα τὰ παρθένια λεγόμενα. | |
25 | ἐλατίνη ἤτοι σιδηρῖτις. ἑλένιον ἤτοι ῥάσδον. ἕλκυσμα ἤτοι ἡ σκουρία τοῦ ἀσιμίου. ἔμψυχον ἤτοι ᾠὸν ὁλόκλη‐ ρον. ἐλατήριον σικύου ἀγρίου ὁ ὀπός. ἐρίκης καρποῦ· | |
ἤτοι ἡ μυρίχη ἤγουν ὁ μύριγγας. ἐθιοπὶς ἤτοι φλόμος | ||
389 | μικρός. ἐβίσκου· ἡ ἀλθαία ἤτοι ὁ ἄγριος μέλοχας. ἐντεριώνιον ἤτοι τῆς κολοκυνθίδος τὸ σπέρμα. Ἡρακλειωτικὴ ἤτοι τὸ πάνακες. ἡράκλειος ἤτοι λίθος μαγνίτης. ἡτρίκακος ἤτοι τὸ ἡλιοτρόπιον. ἡλιοτρόπιον | |
5 | τὸ μέγα ἤτοι τὸ σκορπίουρον. ἤλεκτρον ἤτοι τὸ βερονί‐ κιν. ἡαλὴς ἤτοι κολοκύνθας ἐντεριώνην. Θάμνος ξύλον ἀκανθῶδες ἢ βάτος. θεῖον ἄπυρον ἤτοι τεάφιν ἄβραστον. θρυαλλίδος· τοῦ λύχνου ἡ θρυαλλίς. θάψιον τὸ λυχνόχορτον λεγόμενον. θρύμβα τὸ ἡμερό‐ | |
10 | θρυμβον. θώραξ ἤτοι τὸ στῆθος. θαψία μεγάλη ἤτοι ἀθαμαντική. θάμνος ἤτοι χρυσάκανθος. θάμνος ἡ μο‐ λυβδώδης ἡ τοῦ χαλκοῦ σκουρία. Ἰπνοῦ αἰθάλη ἤτοι καπνὸς φούρνου. ἱερὰ βοτάνη ἤτοι ἀψινθία. ἱπποσέλινον ἤτοι πετροσέλινον. ἴρεως· ἤτοι | |
15 | κρίνας ῥίζαν λευκῆς. ἴρεως ἰλλυρικῆς· ἤτοι κρίνας ῥίζαν ἐρυθρᾶς. ἰρίγερον τὸ ὑπεράνω τῶν κεράμων κίτρινον ἔχον τὸ τοιοῦτον ἄνθος. Κιχόριον ἡ πικρίδα· λέγεται δὲ τὸ αὐτὸ καὶ σέρις. κώνειον θανάσιμον φάρμακον. κάχρυος· νάρθηκος σπέρ‐ | |
20 | μα. κάσσαμον ἤτοι βαλσάμου σπέρμα. καδμίας· ἤτοι σκουρίαν σιδήρου. κεδρέαν ἤτοι τὸ ὑγροπίσσιν. κολο‐ φωνία ἤτοι ἡ πίσσα. κασσία ἤτοι ἡ κασσία φίστουλα· ὁμοίως καὶ ἡ σμύρνη. ἀσφοδέλου· ἤτοι κριοῦ ὄρχις. καρώου· ἤτοι τὸ καρναβάδιν. κυπέρου τὸ δένδρον ἤτοι ἡ ἀγριο‐ | |
25 | ζηζιφαία. κυμίνου ἑλλαδικοῦ· ἤτοι τὸ πλατυκύμινον. καλο‐ περδικίαν ἤτοι τὸ κυκλάμινον. κυνόγλωσσον ἢ λειμώνιον τὸ ἄγριον λουλάκιν. κύστις τὸ ὑπογάστριον. κινα‐ μώμου ἀρωματικοῦ· ἤτοι ἡ κανέλα. κέστρον ἤτοι ἡ | |
βεττόνικα· λέγεται δὲ καὶ ψυχότροφον. κάνωπον τῆς | ||
390 | ἀκτῆς τὸ ἄνθος. καρυόφυλλον τὸ ἐκ τῆς Ἰνδίας κομιζό‐ μενον. κονία ἤτοι ἡ στακτὴ ὀνομαζομένη. κισσάνθε‐ μον ἤτοι τὸ κυκλάμινον. καυκαλὶς ἤτοι δαῦκος ἄγριος. κυμίνου ἑλληνικοῦ· ἤτοι ψύλλεον. κόριον ἤτοι κολίανδρον | |
5 | λεγόμενον. κενταύριον τὸ μέγα ἤτοι ῥέον βαρβαρικόν. κενταύριον ἢ κέστρον ἤτοι ἡ βεττόνικα. κῶνος ἤτοι τοῦ στροβίλου ὁ καρπός. κίσθαρον ἐξ οὗ γίνεται ὑποκιστὶς καὶ τὸ λάδανον. κηκὶς ἤτοι τὰ μικρὰ κηκίδια ὀνομαζόμε‐ να. κυνόσβατος ἤτοι κάππαρις λεγομένη. κυνόγλωσ‐ | |
10 | σον ἤτοι σκυλόχορτον. καλλίθαμνον ἤτοι ἀλύπιον. κύ‐ τινοι ῥοᾶς ἤτοι τὰ μικρὰ ἄνθη τῶν ῥοῶν. κολοφωνία ἤτοι ἡ τριπτὴ πίσσα. κάχρυος· ἤτοι ἡ λαθυρίδα λεγομένη. Λεπίδιον ἤτοι τὸ ἀγριοκάρδαμον. λινόζωστις καὶ παρ‐ θενούδι ἤτοι τὸ σκαρολάχανον. λύκιον ἤτοι τὸ κορκολύκιν. | |
15 | λιθαργύρου· σκωρία χρυσοῦ καὶ ἀργυροῦ. λήκων ἡ ποτηροκλάστρια ἤτοι ἡ παπάβαρις. λιθόσπορον ἤτοι πα‐ λιούρου σπέρμαν. λιβανωτὸν ἤτοι τὸ λίβανον. λιβανω‐ τὶς ἤτοι τὸ δενδρολίβανον. λινόζωστις ἤτοι τὸ παρθένιον. λιμνεία σφραγὶς πηλὸς λίμνης ἰνδικῆς. λυσίμαχον ἤτοι | |
20 | τὸ ἄμωμον. λιβυστικὸν ἤτοι βασιλικοῦ σπέρμα. Μάννης λεία τὸ λεῖον τοῦ λιβάνου. μυρρίνη ἡ μυρσίνη λεγομένη. μέρπηλον τὸ χαμαιλίβανον. μῆλα περσικὰ ἤτοι τὰ ῥοδάκινα. μῆλα μηδικὰ ἤτοι τὰ κίτρα. μῶλυ ἤτοι πήγανον ἄγριον. μαλάβαθρον ἤτοι φύλλον ἰνδικόν. | |
25 | μολύβδαινα ἤτοι μολυβδόστακτον. μόρα ἤτοι συκα‐ μίνου καρπόν. μπαλαούστια τῶν ῥοῶν τὰ ἄνθη. Νυμφαία ἤτοι τὸ ἁλικάκαβον. νάφθα ἤτοι θεῖον ἢ πίσσα. ναρδόσταχυν· ἤτοι νάρδου κελτικῆς. νάρδου ἰνδι‐ κοῦ· ἤτοι μαλάβαθρον. νήριον ἤτοι ῥοδοδάφνης ἄνθος. | |
30 | Ξάνθης σπέρμα ἤτοι ἄωρα μόρα συκομορέας. ξυλοκινά‐ | |
391 | μωμον ἤτοι κανέλα. ξάνθιον ἤτοι στύραξ. Ὄνοι ὑπὸ τῆς ὑδρίας. ὀπὸς κυρηναϊκὸς ἤτοι σκορ‐ δοράσαρι. ὀρροῦ γάλακτος· ἤτοι τοῦ τυροῦ τὸ ὕδωρ. ὄλυνθος συκῆς ἤτοι καρπὸς ἀγρίας συκῆς. ὀροσέλινον | |
5 | ἤτοι πετροσέλινον ἢ ἄγχουσα. ὀρίγανον ἤτοι ἡρακλειω‐ τικήν. ὀλύρα ἤτοι ζέα ἢ σίκαλιν. ὀφιοστάφυλον ἤτοι κάππαριν. Πάναξ ἤτοι βρυωνία. ποταμογείτων ἤτοι ἡδύοσμος ἄγριος. πορφύριος ἤτοι κυκλάμινος ἄγριος. πολυγό‐ | |
10 | νιον ἤτοι ἵππουρις. πολυάνθιον ἤτοι τὸ μέλιν. ποντικὴν ῥίζαν ἤτοι τὸ γλυκόριζον. πανοίκιος ἤτοι κοχλιός. πολύ‐ νευρον ἤτοι ἀρνόγλωσσον. πρέμνιον ἤτοι ἀνεμώνην. πίσσα βρυτία ἤτοι ἄσφαλτος. παρθενούδιον ἤτοι σκα‐ ρολάχανον ἢ λινοζώστι τὸ μέγα. παρθένια τὰ ἀνεμόχορ‐ | |
15 | τα ὀνομαζόμενα. Ῥοῦ μαγειρικοῦ· ἤτοι τοῦ ῥοϊδίου τὰ ἄνθη. ῥοῦ συρια‐ κοῦ· ἤτοι τὸ σουμάκιν. ῥοῦ βυρσοδεψικοῦ· ἤτοι τὰ φύλλα τοῦ σουμακίου. Σκορπίουρον ἤτοι ἡλιοτρόπιν. σαγιόκολλον ἤτοι ῥοῶν | |
20 | γλυκειῶν χυλός. στρατιώτης χερσαῖος ἤτοι ἠριγέρων. σχοίνου ἀρωματικοῦ· ἤτοι ὀφιόσκορδον. σπονδύλιον ἤτοι ἁλικάκαβον. σέρις ἤτοι πικρίδος. σφάγνου· ἤτοι ἀσπάλαθον. σικύου ἀγρίου ὁ χυλὸς ἤτοι ὀπός. σχῖ‐ νος καθαρτικὸς ἤτοι τιθύμαλος ἢ ὁ γαλαγκάς. σκόρδιον | |
25 | ἤτοι πράσου ὅμοιον. σκόλυμος ἤτοι κυνόγλωσσον ἢ καὶ σκολύμβριον. σφάγνου· ἤτοι ἐλελίσφακος. σίον ἤτοι τὸ | |
κάρδαμον. συριακὸν ἤτοι ὁ θύμος. σκορδίου σπέρμα | ||
392 | ἤτοι εὐζώμου ἤγουν τὰ λεγόμενα ἄζουμα. σελίνου ἀρω‐ ματικοῦ ἤτοι λιβυστικοῦ. σίδια ἤτοι τῶν ῥοϊδίων τὰ ἄνθη. στίμη ἤτοι κοχλιὸς θαλάσσιος ὁ λεγόμενος πορφύρα. σπλήνιον ἤτοι σκολοπένδριον. σχοῖνος ὁ μὲν ἀραβικός, | |
5 | ὁ δὲ μηδικὸς λεγόμενος. σκόλυμβρος ἤτοι ἀκανθῶδες κύλωμα. σινωπίτιδος ἤτοι σιναπίου σπέρμαν. σαν‐ δαράχην ἤτοι ἀρσενίκιν. σφέκλην ἤτοι τρυγίαν οἴνου κε‐ καυμένην. σάμψυχον μικρὸν ἤτοι ἀμαράκιν. σίλφιον ἤτοι ῥίζαν λευκοΐου. στοιχάδος· ἤτοι ἄνθος πρασινοειδὲς ὅπερ | |
10 | τινὲς λέγουσιν δάκρυα τῆς Κυρᾶς. σισύμβριον ἤτοι τὸ βάλσαμον. σαρκόκολλην ἤτοι δάκρυον περσικέας. σίλ‐ φιον καὶ σιλφίου ὀπὸς τὸ σκορδολάζαρον. σάνδυξ ἤτοι τρυ‐ γία οἴνου κεκαυμένου. σισύμβριον ἤτοι ἡ καρδαμίνα. σαρξίφαγον ἤτοι καὶ πετροσέλινον ὀνομαζόμενον. σκαμ‐ | |
15 | πιούζα ἤτοι βερβελίκιν. Τρώξιμον ἤτοι τὸ ἄγριον μαρούλιν. τεινεσμὸς ἤτοι ὁ βιασμὸς λεγόμενος. τούτια ἤτοι εἶδος μυρεψικόν. Ὑπερικοῦ· ἤτοι ὅμοιόν ἐστι κενταυρίῳ. ὑποκιστὶς ἤτοι ὑοσκύαμον ἄγριον τὸ παρά τινων λεγόμενον λύκον τὸν φυό‐ | |
20 | μενον ἐν τοῖς φαβάτοις. ὑπόσταθμον ἤτοι ἐλαίου τρυγίαν. Φύκιον ἤτοι βρύον θαλάσσης. φύλλου ἰνδικοῦ ἤτοι μα‐ λαβάθρου φύλλων. φαλάγγιν ἤτοι ἀράχνης ᾠά. φώκη ἤτοι ζῷον θαλάττιον. φοῦ ἤτοι εἶδος μυρεψικόν. Χαλβάνιν ἤτοι ὀπὸς νάρθηκος. χαμαίκισσον ἤτοι χα‐ | |
25 | μολεύκην. χαμαισύκης· ἤτοι τὸ τριφύλλιν. χαμαιδάφ‐ νης ἤτοι ἀσπαραγγαίας. Ψευδώνυμον ἤτοι βατράχιον τὸ φυτόν. ψυχότροφον ἤτοι | |
βετόνικα. ψίλωθρον ἤτοι ὁ κονιζός. | ||
393 | Ὠκίμου σπέρμα ἤτοι σπέρμα βασιλικοῦ. ὠκιμοειδὲς ἤτοι χαμαιλέων ὁ μέλας. ὤνιοι ἤτοι τὰ ἐν ταῖς ὑδρίαις | |
ζῷα εὑρισκόμενα. |