TLG 0530 001 :: Pseudo–GALENUS :: De causa affectionum

Pseudo–GALENUS Med.
(p. A.D. 2)

De causa affectionum

Source: Helmreich, G. (ed.), Handschriftliche Studien zu Galen [Programm Gymnasium Ansbach] 1911: 5–19.

Citation: Page — (line)

5

(t)

Γαληνοῦ περὶ αἰτίας παθῶν.
1 Αἰτία παθῶν πρώτη μὲν ἡ τῶν τεσσάρων στοιχείων ἀμετρία, ὅταν τι τούτων κατὰ πολὺ ᾖ [ὑπερέχῃ] ἢ ἐλλείπῃ· διδάσκει δὲ ἐν τῷ Περὶ ἐντὸς τόπων ὁ Ἱπποκράτης οὕτως· „Ὀδύνη δὲ γίνεται διὰ τὸ θερμὸν καὶ διὰ τὸ ψυχρόν· ἐν μὲν
5οὖν τοῖς ἐψυγμένοις φύσει τοῦ σώματος διὰ τὸ θερμὸν ἀεὶ ὀδύνη γίγνεται, ἐν δὲ τοῖσι θερμοῖσι διὰ τὸ ψυχρόν, ἐν δὲ τοῖσιν ξηροῖσιν ὑγραινομένοισι, ἐν δὲ τοῖσιν ὑγροῖσι (φύσει ξηραινο‐ μένοισι· τὴν γὰρ φύσιν) διαλλαττομένοισιν ἑκάστοισι καὶ διαφθει‐ ρομένοισιν αἱ ὀδύναι γίγνονται“. ταῦτα εἰπὼν μετὰ μικρὸν
10ἐπιφέρει· „Ἄλλος ὅδε τρόπος. διὰ τὰ ὅμοια νοῦσος γίγνεται“. ὁ τοίνυν εἰπὼν καὶ διὰ τὸ ἐναντίον γίγνεσθαι νόσον καὶ διὰ τὸ ὅμοιον τί ἄλλο μηνύει ἢ ὅτι διὰ τὸ μὲν ἐναντίον, εἰ τὰ φύσει ξηρὰ ὑγραίνοιτο, ὥσπερ ὀφθαλμός· οὗτος γὰρ ὑγρὸς ὢν ξηρὰν ὀφθαλμίαν νοσεῖ ἢ ῥοώδη· καὶ διὰ τὸ πλέονα εἶναι καὶ
15διὰ τὸ ἐλάσσονα. ὁμοίως οὖν καὶ ἐπὶ τῶν ἄλλων νοῶμεν. αἱ5

6

γὰρ ἄμετροι ὑπερβολαὶ καὶ ἐλλείψεις ἀδικοῦσιν. κατὰ μὲν οὖν τὰ στοιχεῖα οὕτω τὰ πάθη γίγνονται. κατὰ δὲ τῆς τῶν τεττάρων χυμῶν πρὸς ἀλλήλους ἀμετρίας ἐν τῷ Περὶ φύσεως ἀνθρώπου γράφει λέγων· „Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει
5ἐν ἑωυτῷ καὶ αἷμα καὶ φλέγμα καὶ χολὴν διττήν, ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτα αὐτέου ἐστὶν ἡ φύσις, καὶ διὰ ταῦτα νοσέει καὶ ὑγιαίνει. καὶ ὑγιαίνει μὲν μάλιστα, ὅταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλήθεος, καὶ μάλιστα εἰ μεμιγμένα εἴη. ἀλγέει δέ, ὅταν τι τουτέων ἔλασσον
10ἢ πλέον γίγνηται ἢ χωρισθῇ (ἐν) τῷ σώματι καὶ μὴ κεκρη‐ μένον ᾖ τοῖς ξύμπασιν [ἢ ἄλλοις]. ἀνάγκη γάρ, ὁπόταν τι τουτέων χωρισθῇ καὶ ἐφ’ ἑωυτοῦ στῇ, ἔνθεν ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον νοσερὸν γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν ἐκχυθῇ, ὑπερπιμπλάμενον πόνον καὶ ὀδύνην παρέχειν. ἤν τε
15εἴσω ποιήσηται τὴν κένωσιν καὶ τὴν ἀπόκρισιν τῶν ἄλλων, ἀνάγκη αὐτέῳ διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε καὶ ἔνθεν ἐξέστη ἢ ὑπερέβαλεν“. αὗται μὲν οὖν ὁλοσχερεῖς αἰτίαι παθῶν, ὡς ἐν συντόμῳ εἰπεῖν. „Εἰσὶν δὲ αὐτῶν ἀρχαὶ τρεῖς, ἀφ’ ὧν αἱ νοῦσοι γίγνονται“, ὥς φησιν
20ἐν τῷ Περὶ νούσων, τὰς προκαταρκτικὰς ἀρχὰς λέγων καὶ διδάσκων, μίαν μὲν τὴν ἀπὸ βρωμάτων τε καὶ πομάτων. ἀπὸ γὰρ τούτων ἄρξασθαι σημειοῦσθαι τινὰ χυμόν, εἴ γε τῶν λαμ‐ βανομένων τὸ μὲν χολὴν ποιεῖ μᾶλλον, τὸ δὲ φλέγμα, ἀφ’ ὧν αἱ ὑπερβολαὶ βλάπτουσιν. δευτέραν δέ, „ἢν συμβῇ ἀπὸ τοῦ
25οὐρανοῦ ἀνεπιτήδεια“. τῷ γὰρ ψύχειν ἢ θερμαίνειν κακοῖ τὰ ὑγρὰ τὸ περιέχον ἢ παχῦνον ἢ διακρῖνον, ὥσπερ ἐκ γάλακτος ὀρόν, ὃ ἐναποθῆται μένειν. ποτὲ μὲν συνελαῦνόν τε τὴν ὕλην εἴς τι χωρίον ὀδύνην παρέχει ἢ συνταράσσον τοὺς χυμοὺς ἀνακινεῖ χολὰς ἢ ἐγκλῖνον διὰ τὴν πύκνωσιν οὐκ ἐᾷ τῶν
30περισσῶν τὰς ἀποκαθάρσεις γίνεσθαι, μὴ συλλαμβάνουσιν6

7

νόσον ἀναγκάζουσι. τρίτην, „ἤν τι βίαιον συμπέσῃ. βίαιον δὲ λέγω εἶναι καὶ πτῶμα καὶ τραῦμα καὶ θλάσμα καὶ πληγὴν καὶ ταλαι‐ πωρίην καὶ εἴ τι ἄλλο ἐστὶν τοιοῦτον“. εἶτα μικρὸν ἐπιφέρει λέγων· „Ἢν μὲν τραῦμα γένηται, δῆλον ὅτι ἡ σὰρξ διεκόπη καὶ ἕλκος
5γέγονεν. τοῦτο δὲ νόσημα ὀνομάζω εἶναι. ἢν δὲ θλάσμα γένηται ἢ πληγέντος ἢ κοπέντος ἤ τι ἄλλο τοιοῦτο παθόντος καὶ οἴδημα γέ‐ νηται, καὶ τὸ αἷμα αὖθις θερμανθῇ ὑπὸ τῆς βίης καὶ ὑποδραμὸν ἐς τὰς φλέβας χωρήσειεν, οὐκ ἔχον ἔξοδον ὑπὸ πλήθεος ἀπελ‐ θεῖν, συνεστράφη, καὶ τὸ οἴδημα διὰ τοῦτο ἐγένετο καὶ μέχρι ὧν
10χωρίων εἴρηκα. εἶτα ξὺν χειρουργίᾳ τε καὶ μὴ δίοδος δὲ γενή‐ σεται τῷ αἵματι πυωθέντι ὑπὸ χρόνου. καὶ ἡ ταλαιπωρίη δὲ τοιοῦτον ἐργάζεται. ὁκόταν (γὰρ) οἱ ἄνθρωποι ταλαιπωρέωσιν, ἢν μάλιστα τοῦ σώματος ταλαιπωρέωσιν, καταστηρίζεται καὶ θερμαίνεται καὶ πόνος καὶ κόπος ἐκ τοιουτέου γίγνεται.“
15„ἢ ἤν, φησί, ἡ κοιλίη ἢ κύστις συμμύσῃ, ἰηθὲν τὸ σύντηγμα ἐμμείνῃ, λυπεῖ.“ διδάσκει δὲ καὶ ἐκ πληθώρας νόσους, ὅταν ὁ ἄνθρωπος μὴ ἀποκαθαρθῇ καὶ ἕτερα σιτία ἐμπίπτῃ εἰς τὸ σῶμα. πληρούμενον γὰρ ὑπὸ τῆς ἰκμάδος θερμαίνεται. λέγει δὲ καὶ τὴν ἔνδειαν νοσοποιεῖν, καὶ ὅτι ἐμμένει τὰ ἀχρεῖα καὶ
20ὅτι τήκεται τὰ σώματα καὶ ἀναλύεται. τοιαῦται μὲν αἰτίαι παθῶν καὶ τοσαῦται ὁλοσχερεῖς. ἔξεστιν δὲ ἀπὸ τοῦ περὶ πάντων τῶν προκαταρκτικῶν ἐξευρίσκειν καὶ ἀποδιδόναι τὸν λόγον κατὰ τὴν ἀκολουθίαν ἐκ τῶν γεγραμμένων, ὥς φησιν καὶ αὐτὸς ἐκ τῶν ὑποτροπῶν πυρετῶν ἥδε μὲν ἑκάστη αἰτία τῶν παθῶν νοεῖται.
25„Τοῦτο γὰρ τὸ νόσημα πᾶσιν ἐφεδρεύει“, ὅμως δὲ καὶ κατ’
ἰδίαν λεγέσθω. γράφοντος δὲ περὶ ἀνδρὸς ἐν τῷ Περὶ ἑβδο‐7

8

μάδων οὕτως· „Ὅταν τὸ τῆς ψυχῆς θερμὸν κινῆται ἐκ τοῦ ἤθεος ὑπὸ πόνων ἢ θερμασίης ἢ ὑπὸ τοῦ ἡλίου ἢ τροφῆς ἢ θερμασίης ἢ φύσιος σκευασίης, ἀνάγκη ὁλκὴν χολῆς ἢ φλέγ‐ ματος ποιεῖσθαι τὸ θερμὸν τῆς ψυχῆς ἐφ’ ἑωυτό, ἐξ ὧν
5ἑλκυσθέντων [δὲ] ἕλκεται αὐτὸ τὸ θερμὸν εἰς πυρετούς. τὸ γὰρ τῆς τοῦ ἀνθρώπου φύσιος θερμὸν ξύμμαχον ἑαυτῷ ἔλαβεν τὸ παρὰ τοῦ ἡλίου θερμὸν ἢ τὸ ἐκ τῶν προσφερομένων, ὥστε εἰς πυρετοὺς τὰ σώματα καθίστησιν. ἢν μὲν οὖν τι ἐν τοῖσι πυρετοῖσι καὶ ἄλλο ἁμάρτημα προσγίγνηται ἀκαθάρτου τοῦ
10σώματος ὄντος, ταύτῃ μὲν ἡ ἔκκαυσις τοῦ θερμοῦ ἔγερσιν ἰσχυρὴν πυρετῶν ἐν τῷ σώματι ποιέει, ἢν μὴ αὐτοὶ οἱ πυρετοὶ τὰς ἀκαθαρσίας πεπήναντες διὰ τῶν ἀναπνοῶν ἢ τῶν ἄνω ἢ κάτω ὀχετῶν τῶν ἀπὸ τῶν κοιλιῶν ῥήξωσιν ἢ φαρμάκοισι εὐαγώγοισι ἐξαγάγῃ τις τὰς ἀκαθαρσίας. ἀπὸ γὰρ θερμῶν ἢ
15πικρῶν ἐουσῶν τῶν ἀκαθαρσιῶν τρεφόμενον τὸ θερμὸν ἰσχυρο‐ τέρως ἐκκαίει τὸν πυρετὸν ῥηϊδίως κρατέον τοῦ ἐν τῷ σώματι ψυχροῦ, καὶ ἀποκτείνει τὸ θερμὸν τοίνυν, ὅπερ ἔφυσεν τὰ σώματα, ὁκόταν ἐκκαύσῃ τὸ ἐν τῷ σώματι ὑγρὸν καὶ μηδεὶς τὸ θερμὸν κατασβέσῃ, ὡς δεῖ, καίτοι τοῦτό τε αὔξει τὰ σώματα
20τὸ θερμόν, ἢν εὐαρμόστως ἔχῃ πρὸς τὰ ἐν τῷ σώματι μέρη,
καὶ ἰᾶται τὸ θερμὸν τὰς νόσους, ἢν ἐπάγηται τὸ θερμὸν ἐφ’8

9

ἑωυτὸ ὑγρὸν διάψυχρον καὶ ὑγιηρὸν γενόμενον καὶ μὴ διάθερμον μηδὲ διάχολον. οὕτω μὲν οὖν τὸ θερμὸν αὔξει τε τὰ σώματα καὶ φθίνειν ποιέει καὶ ἰῆται τὰς νόσους καὶ πυρετοὺς ποιέει καὶ τοῦ σώματος θανάτου αἴτιόν ἐστιν“. οὐκοῦν πυρετός ἐστι
5κατὰ τὸν Ἱπποκράτην τροπὴ τοῦ κατὰ φύσιν θερμοῦ εἰς τὸ παρὰ φύσιν. τρέπεται δέ, ὅταν ἀκαθαρσία τρέφηται χολῇ τε καὶ φλέγματι. „Οἱ μὲν γὰρ πλεῖστοι, φησίν, τῶν πυρετῶν γίγνονται ἀπὸ χολῆσ“. γίγνονται δὲ καὶ ἀπὸ φλέγματος ἢ καὶ ἐλάττους δριμυτέρου γενομένου. διδάσκει δέ, ὅταν εἴπῃ, „ὅστις
10δ’ ἂν ᾖ τῶν πυρετῶν ἐκνεφίας καὶ φλεγματώδης καὶ ἐς στῆθος μεθίστηται, ἀδεῶς προσφέρου“. λέγει δὲ καὶ ἀπὸ φλεγμονῆς πυρετὸν ἐν τῷ Περὶ ἐντὸς τόπων ὁ Ἱπποκράτης οὕτως· „Πυρετοὶ διὰ τόδε γίγνονται, ὁκόταν τοῦ σώματος ὑπερφλεγ‐ μήναντος αἱ σάρκες συνοιδήσωσιν καὶ ὁκόταν τὸ φλέγμα καὶ
15ἡ χολὴ κατακλεισθέντα ἀ[πο]τρεμίζῃ καὶ μήτ’ ἀναψύχηται (μηδὲν) μήτ’ ἐξιὸν μήτε κινούμενον μήτ’ ἄλλου ὑπιόντοσ“. γράφει καὶ ἀπὸ κόπων γίγνεσθαι πυρετοὺς ἐν τῷ Περὶ διαίτης ὡδέπως. „† ὦσοι κόποι, ὅταν μένῃ ἡ σύντηξις, ἐκθερμαίνει τὸ πᾶν σῶμα, ἕως ἂν ἐξέλθῃ. οὐ γάρ ἐστιν σύντροφον,
20ἀλλὰ πολέμιον“. διὸ κρατησάμενος ἀπέλθε τε ὁδῶ ἀλλὰ9

10

κατ’ ἔνδειαν καὶ κατὰ ξηρότητα πυρετὸς καὶ ἀπὸ κόπων ἐν τῷ αὐτῷ συντάγματι οὕτως. „Οἱ δὲ ἀπὸ τῶν συνήθων γυμνασίων πυρετοὶ τούτῳ τῷ τρόπῳ γίγνονται. ὅταν πλέον τοῦ καιροῦ πονήσῃ, ὑπερεξήρηνε τὴν σάρκα. κενωθεῖσα δὲ
5τοῦ ὑγροῦ θερμαίνεται καὶ ἀλγεῖ καὶ φρίσσει καὶ εἰς πυρετὸν μακρότερον καθίσταται, ἢν μή τις ἐκθεραπεύσῃ ὀρθῶσ“. ὁ μὲν οὖν ξένος κόπος ἐκ συμπτωμάτων λυπεῖ, ὁ δὲ συνήθης πλείων γενόμενος τῷ ὑπερξηραίνειν. λέγει δὲ ἐκ πλήθους πυρετὸν ἁπλοῦν ἐν τῷ Περὶ νούσων γράφων. „Ἢν δὲ πολλῷ
10πλείων ᾖ ἰκμὰς ἡ ἑτέρη“, τοῦτ’ ἔστιν ἡ ἀναδιδομένη τῆς ἀναδιδομένης (?), „πυρετὸς ἐκ τούτου γίγνεται“. ἐν δὲ τῷ αὐτῷ καὶ (περὶ) τῶν ἀπὸ ἕλκους διδάσκει λέγων· „Καὶ πληρεύμεναι φλέβες πόνον καὶ θέρμην τῷ ἕλκει παρέχουσιν. τὸ δὲ θερμαν‐ θὲν καὶ τὸ ἄλλο σῶμα θερμαίνει καὶ ἡ θερμασίη οὕτως εἰς τὰ
15ἕλκεα γίγνεται, καὶ ἡ ταλαιπωρίη ταὐτὸν ἐργάζεται“, δῆλον ὅτι πληροῦσα φλέβας καὶ πόνον παρέχουσα. γράφει γὰρ ἐν τῷ αὐτῷ οὕτως· „Ὁκόταν γὰρ οἱ ἄνθρωποι ταλαιπωρέωσιν, οἷσιν ἂν μάλιστα τοῦ αἵματος (ταλαιπωρίη ᾖ), καταστηρίζεται καὶ θερμαίνεται καὶ πόνος καὶ κόπος ἐκ τοιούτου γίγνεται“.
20ὅτι δὲ οὐ μόνον ἀπὸ χολῆς καὶ φλέγματος γίγνονται πυρετοί, διὰ τῆς δευτέρας Ἐπιδημίας σημαίνει ἐν τῷδε τῷ ῥητῷ. „Ἢν ἄνθρωπον θέρμη ἔχῃ (μὴ) ἀπὸ χολῆς μηδὲ ἀπὸ φλέγματος, ἀλλὰ κόπου, ἢ ἄλλως πυρεταίνῃ“, δῆλον ὅτι ἀπὸ ἕλκους ἤ τινος τῶν τοιούτων. μαρτυρεῖ δὲ τοῖς λεγομένοις καὶ ἡ γυναι‐
25κεία φύσις, εἴ τις μὴ ἀποκαθαιρομένης ἢ διὰ τὸ ἐπελθεῖν ἄχροα ὄντα τὰ λόχια. μαθεῖν δὲ ἔστιν ἐν Γυναικείοις καὶ Ἐπι‐ δημίαις, (ὅτι) πυρετὸς γυναιξὶν ἐξ ἐποχῆς ἐμμηνίων συμβαίνει. διὸ εἰπὼν μὲν καὶ πῶς ἀπὸ πνεύματος πυρετὸς ἐν τῷ Περὶ
φυσέων· τὸ γὰρ εἰσιὸν εἰς τὴν κοίλην μετὰ τῶν σιτίων πνεῦμα10

11

πλέον ἀθροισθὲν ἐγείρει τὸ πάθος λέγοντος αὐτοῦ· „Ὅταν οὖν τὸ σῶμα πλησθὲν τροφῆς καὶ πνεύματος ἔμπλεον γένηται, τῶν σιτίων ἐγχρονιζομένων. ἐγχρονίζεται γὰρ διὰ τὸ πλῆθος οὐ δυνάμενα διεξελθεῖν. ἐμφραχθείσης δὲ τῆς ἄνω κοιλίης εἰς
5ὅλον τὸ σῶμα διέδραμον αἱ φῦσαι. προσπεσοῦσαι δὲ πρὸς τὰ ἔναιμα μόρια τοῦ σώματος ἔψυξαν. τούτων δὲ τῶν τόπων ψυχθέντων, ὁκόθεν αἱ πηγαὶ καὶ αἱ ῥίζαι τοῦ αἵματός εἰσιν, διὰ παντὸς τοῦ σώματος ἡ φρίκη διῆλθεν. παντὸς δὲ τοῦ αἵματος ψυχθέντος ἅπαν τὸ σῶμα φρίσσει. διὰ τοῦτο αἱ φρῖκαι γίνονται
10πρὸ τῶν πυρετῶν. ὅπως δ’ ἂν ὁρμήσωσιν (αἱ) φῦσαι πλήθει καὶ ψυχρότητι, τοιοῦτο γίγνεται (καὶ τὸ ῥῖγος), ἀπὸ μὲν πλει‐ όνων καὶ ψυχροτέρων ἰσχυρότερον, ἀπὸ δ’ ἐλασσόνων καὶ ἧσσον ψυχρῶν ἧσσον ἰσχυρόν. ἐν δὲ ταῖς φρίκαις καὶ οἱ τρόμοι τοῦ σώματος διὰ τόδε γίγνονται. τὸ αἷμα φοβούμενον
15τὴν παροῦσαν φρίκην συντρέχει καὶ διαΐσσει διὰ παντὸς τοῦ σώματος ἐς τὰ θερμότερα τοῦ σώματος, καὶ τὰ μὲν γίνεται πολύαιμα, τὰ δὲ ἄναιμα. (τὰ μὲν οὖν ἄναιμα) διὰ τὴν ψῦξιν οὐκ ἀτρεμοῦσιν, ἀλλὰ σφάλλονται. τὸ γὰρ θερμὸν ἐξ αὐτῶν ἐκλέλοιπεν. τὰ δὲ πολύαιμα διὰ τὸ πλῆθος τοῦ αἵματος πολὺ
20γενόμενον ἀτρεμέει. χασμῶνται δὲ πρὸ τῶν πυρετῶν, ὅτι πολὺς ἀὴρ ἀθροισθεὶς ἀθρόως ἄνω διεξιὼν ἐξεμόχλευσεν καὶ διέστησεν τὸ στόμα. ταύτῃ γὰρ εὐδιέξοδός ἐστιν. ὥσπερ ἀπὸ τῶν λε‐ βήτων ἀτμὸς ἀνέρχεται πολὺς ἑψομένου τοῦ ὕδατος, (οὕτω καὶ τοῦ σώματος) θερμαινομένου δίεισι διὰ τοῦ στόματος ἀὴρ διε‐
25στραμμένος, καὶ τὰ ἄρθρα διαλύεται πρὸ τῶν πυρετῶν καὶ χλιαινόμενα τὰ νεῦρα διίσταται. ὅταν οὖν δὲ δὴ συναθροι‐ σθῇ τὸ πλεῖον τοῦ αἵματος, διαθερμαίνεται πάλιν ὁ ἀὴρ (ὁ) ψύξας τὸ σῶμα κρατηθεὶς ὑπὸ θερμότητος, διάπυρος καὶ χλοερὸς γενόμενος ὅλῳ τῷ σώματι τὴν θερμασίαν ἐνειργάσατο. συν‐
30εργὸν δὲ αὐτέῳ τὸ αἷμά ἐστιν. τήκεται γὰρ χλιαινόμενον καὶ γίνεται ἐξ αὐτοῦ πνεῦμα· τοῦ δὲ [τοῦ] πνεύματος προσπε‐ σόντος πρὸς τοὺς πόρους τοῦ σώματος ἱδρὼς γίνεται [καὶ
ἐξ αὐτοῦ δὲ τοῦ πνεύματος προσπίπτοντος πρὸς τοὺς πόρους11

12

τοῦ πνεύματος]. τὸ γὰρ πνεῦμα συνιστάμενον εἰς ὕδωρ χεῖται καὶ διὰ τῶν πόρων ἐλθὸν ἔξω περαιοῦται τὸν αὐτὸν τρόπον, ὥσπερ ἀπὸ τῶν ἑψομένων ὑδάτων ὁ ἀτμὸς ἐπανιών, ἐὰν ἔχῃ στερέωμα, πρὸς ὅ τι χρὴ προσπίπτειν, παχύνεται καὶ πυκνοῦται,
5καὶ σταγόνες ἀποπίπτουσιν ἀπὸ τῶν πωμάτων, οἷσιν ὁ ἀτμὸς προσπίπτει. πόνοι δὲ κεφαλῆς ἅμα πυρετῷ γίγνονται (διὰ τόδε· στενοχωρίη τῇσι διεξόδοισι ἐν τῇ κεφαλῇ) ταῖς τοῦ αἵματος (γίνεται). πίμπλανται γὰρ ἀέρος αἱ φλέβες. πλησθεῖσαι δὲ τὸν πόνον ἐμποιέουσι τῇ κεφαλῇ. βίῃ γὰρ τὸ αἷμα βιαζόμενον διὰ
10στενῶν ὁδῶν θερμανθὲν οὐ δύναται περαιοῦσθαι ταχέως· πολλὰ γὰρ ἐμποδὼν αὐτέῳ κωλύματα. διὸ δὴ καὶ οἱ σφυγμοὶ γίγνονται περὶ τοὺς κροτάφους. οἱ μὲν οὖν πυρετοὶ διὰ ταῦτα γίγνονται καὶ μετὰ τῶν πυρετῶν ἀλγήματα καὶ νοσεύματα“. αὐτάρκως οἶμαι περὶ ἁπάντων ἐδίδαξεν περὶ μιᾶς αἰτίας τῶν
15ἀπὸ τῶν φυσῶν. καὶ γὰρ καὶ ἄλλον τρόπον συνεστάλη τὸ θερμὸν καὶ τὸ αἷμα, ἤτοι ψυχροῦ χυμοῦ ἔφοδον αἰσθήσει καὶ πόνων τῶν σπλάγχνων καλοῦντα ταῦτα γενέσθαι δυνήσεται καὶ πάντα τὰ εἰρημένα, ὥστε νοεῖν ἔξεστιν ἐκ τοῦδε τοῦ ῥητοῦ ἐκ τοῦ Περὶ ἑβδομάδων. „Οἱ δὲ καῦσοι διὰ τόδε μάλιστα γίγ‐
20νονται. ἀπὸ ἡλίου τροπέων τῶν θερινῶν, ὅτι τὸ ἔνδον ἐν τῷ σώματι τοῦ ἀνθρώπου ὑγρὸν ἐὸν ἐπὶ τῆς ἀκαθαρσίας δια‐ καυθὲν καὶ ζέον ἐν τῇσι φλεψὶ καὶ τοῖσι σπλάγχνοισι καυσώδεα τροφὴν παρέχει τῷ θερμῷ τῆς ψυχῆσ“. λέγει δὲ ἐν τῷ αὐτῷ καὶ ὕστερον ἀποφαίνεσθαι (περὶ) καύσων οὕτως· „Τῦφος
25νόσημα καλεῖται. ἐπιλαμβάνει δὲ θέρεος (ἐν) ὥρῃ, ὅταν ὁ κύων τὸ ἄστρον ἐπιτέλλῃ, χολῆς κινηθείσης κατὰ τὸ σῶμα.
εὐθέως οὖν οἱ πυρετοὶ ἔχουσιν ἰσχυροὶ καὶ καῦμα λαμβάνει“12

13

τοὺς χολώδεας. καὶ πάλιν· „Ἢν δὲ τὴν τροφὴν ἀφέλῃ τοῦ πυρετοῦ τὴν ἀπὸ τοῦ πόματος καὶ τῶν ῥοφημάτων, ἢ διὰ τὸν πυρετὸν μὴ προσίξεται αὐτοῖς ὁ κάμνων, ἤδη ἀνάγκη ἕλκειν ἐφ’ ἑωυτὸ τῆς σαρκὸς λιπαρὴν ἰκμάδα. ὁκόταν δὲ τοῦτο
5γένηται, πυρετός ἐστιν καυσώδης ἅτε ἔχων τροφὴν ἀπὸ τοῦ λιπαροῦ τοῦ ἐν τῷ ἀνθρώπῳ, καὶ τὸ σῶμα ἀνέλκεται (?) ἀφαιρούμενον τὸ ὑγρὸν τοῦ ἀνθρώπου καὶ τῷ πυρετῷ ἀποκ‐ τείνει“· ἀλλὰ καὶ (ἀπὸ) πλήθους καῦσον συμβαίνειν ἀπο‐ φαίνεται, γράφων ἐν τῇ ὀγδόῃ Ἐπιδημίᾳ· „Ἐνθερμότερον
10φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀπο‐ κρίνει“. ἐν δὲ τῷ Περὶ πτισάνης φησιν· „Καῦσος δὲ γίνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια ἐν θερινῇ ὥρῃ ἐπι‐ σπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας. ταῦτα πυρετὸς ἴσχει, τό (τε) σῶμα ὥσπερ ὑπὸ [τε] κόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει.
15γίνεται δὲ ὡς τὸ πολὺ ἐκ πορίης μακρῆς, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια ἐν θερινῇ ὥρῃ δριμέα καὶ θερμὰ ῥεύματα ἐπι‐ σπάσηται“. ἡ δὲ ὁλοσχερὴς αἰτία καύσου ἐν τῷ Περὶ ἑβδομάδων ἔχει οὕτω σαφής, καὶ περὶ ἀνέσεως μαθησόμεθα. „Ἀρχὴ
μὲν οὖν τῶν καυσωδέων πυρετῶν οἱ διψώδεές εἰσι πυρετοὶ13

14

γιγνόμενοι ὧδε“ „Ὁκόταν εἰς τὰ σπλάγχνα καὶ τὴν καρδίην καὶ τὰς ἀρτηρίας καὶ τὰς κοίλας φλέβας παρὰ τὴν τοῦ ἀνθρώπου συγγενῆ φύσιν πλεῖον ἔλθῃ ὑγρόν, ἀνάγκη τῶν προειρημένων περιπεσεῖν τινα κινηθέντος τοῦ τῆς φύσεως θερμοῦ καὶ ἀθροι‐
5σθέντος εἰς τὰς εἴσω κοιλίας καὶ πρὸς τὰ σπλάγχνα τοῦ θερμοῦ αὐτοῦ καὶ ὑγροῦ ἅμα τῷ θερμῷ ἕλκοντος ἐφ’ ἑωυτὸ τοῦ θερμοῦ εἰς τὴν τροφὴν [ἐν] ἑωυτοῦ. ἔστιν δὲ τοῦτο χολῶδες διακεκαυμένον καὶ ἔχον χυμῶν παντοίων ἰκμάδας. ἀρχὴ μὲν οὖν ἐστιν τοιαύτη τῶν καυσωδῶν πυρετῶν, ἀκμὴ δὲ καὶ μέσον
10[ὑπ’ αὐτοῦ] ἡ διὰ τοῦ καύσου πῆξις καὶ ὁκόταν πήξῃ τὸ ἐν τῷ σώματι ὑγρὸν ὁ καῦσος καὶ ἡ τοῦ θερμοῦ ἐφ’ ἑωυτὸ ὁλκή, πάντων ὑπ’ αὐτοῦ τοῦ θερμοῦ τακέντων τῶν ὑγρῶν ἐν τῷ σώματι. τότε γὰρ ἰσχύει μάλιστα τὸ θερμόν, ὁκόταν οὕτως ἔχῃ τε καὶ ποιέῃ. μέσον οὖν ἐστιν τοῦτο τῶν καυσωδέων
15πυρετῶν, τελευτὴ δ’ ἐστὶν τῶν πυρετῶν ἥπερ καὶ τοῦ ζῆν κελευομένου ἐκ τῶν σωμάτων εἰς θανάτους καὶ τῶν νούσων ἄνεσιν εἰς ὑγίειαν. ἔστιν δὲ ἡ αὐτὴ καὶ γίγνεται ὧδε· (ὁκόταν) τὸ τῆς ψυχῆς θερμὸν ἀφῇ τὴν ἐφ’ ἑωυτὸ ὁλκὴν τῆς τοῦ ὑγροῦ ἰκμάδος καὶ τοῦ ψυχροῦ, τότε τοῦ ζῆν διάλυσιν τῆς ψυχῆς
20γίγνεσθαι τῶν τε ζῴων καὶ τῶν φυτῶν (καὶ) νούσων ἄνεσις ὁμοίως (ἢν) ἔν [τε] τῇσι νούσοισι τὴν ὁλκὴν τὴν ἐφ’ ἑωυτὸ
τὸ θερμὸν ἀφῇ, ἐὰν μὲν τελείως, θάνατος, ἐὰν δὲ μετρίως,14

15

ἄνεσισ“. ἔξεστιν δὲ ἐν τῷ αὐτῷ καὶ ἀπ’ ἄλλου ῥητοῦ περὶ καύσου διαλεχθῆναι λέγοντος αὐτοῦ. „Οἱ δὲ καῦσοι γίνονται ἀπὸ ἡλίου τροπέων θερινῶν, ὅτι ἡ ἀκαθαρσίη τοῦ ὑγροῦ τοῦ ἐν τῷ ἀνθρώπῳ θερμή ἐστιν ἤδη σφόδρα διακεκαυμένη“. ἐν
5δὲ τῷ Περὶ ἑβδομάδων λέγει. „Ὁκόταν τὸ τῆς ψυχῆς θερμὸν τῆς τοῦ ἀνθρώπου ἐν τοῖσι σπλάγχνοισι καὶ τῇσι φλεψὶ γένηται πλέον τοῦ ἐν τούτοισι τοῖσι χωρίοισιν συγγενέος θερ‐ μοῦ τὸν ἰχῶρα τὸν ἔξω τοῦ σώματος τὸν ὑγρὸν καὶ ψυχρὸν συνάγον ἐφ’ ἑωυτὸ εἴσω, ἠπίαλον ποιεῖ τότε ἔξω τοῦ σώ‐
10ματος ἅτε ἐκκενουμένου τοῦ θερμοῦ μετὰ τοῦ ἰχῶρος εἴσω ἰόντος. ἐν τουτέοισι τοῖσι καιροῖσι καὶ χολὰς πλείους ἕλκει ἐκ τῶν πιμελῶν, ἀφ’ ὧν οἵ τε πυρετοὶ καὶ αἱ δίψαι αἴρονται. γίγνονται μὲν οὖν διὰ ταῦτα. ἐν δὲ ταῖς μεταβολαῖς παύονται διὰ τόδε· ὑπὸ τῆς τοῦ θερμοῦ βίης τε καὶ ἀκμῆς ἔνδον αὐτὸ
15τὸ θερμὸν διὰ τῆς ἀναπνοῆς ἐξατμίζον ἀναπνέει καὶ ἐξωθέεται τὸ ὑγρόν, ὃ προσήγαγεν τὸ θερμόν. ἀναπνέει δὲ καὶ διὰ τῶν ῥινῶν ὥσπερ καὶ τοῦ στόματος πλέον (ἢ) ὁκόσον ὑγιαίνων ἑκά‐ στοτε. οὕτως ἀποψύχεται πᾶν τὸ σῶμα. ἐν δὲ τοῖς διαιτήμασι
πάλιν ὁμοίως συλλέγει τοὺς ἰχῶρας. γίγνονται μὲν οὖν οὕτως15

16

οἱ τεταρταῖοι καὶ ἄλλοι πυρετοί“, δῆλον ὅτι τῆς μὲν συνδόσεως παροξυσμὸν φερούσης, τῆς δὲ ἀποκρίσεως τῶν ὑλῶν ἀνάπαυσιν. νοεῖν δὲ ἔξεστιν ἐπὶ ὀφθαλμίας, ἐπὶ κόλπων καὶ ἀποστη‐ μάτων. πληρουμένων γὰρ τῶν φλεβῶν καὶ τῶν πυρετῶν ἐκρη‐
5γνυμένων ἄνεσις. ἔστιν δὲ καὶ δίχα τοῦ ῥητοῦ μαθεῖν τὰς περιόδους, ὅταν εἴπῃ (συν)τήγματα πάλιν ἐφ’ ἑωυτὸ τὸ ἕλκειν. ὁ γὰρ πυρετὸς πρώτην ὕλην ἀναλώσας ἐκ τῶν συντη‐ γμάτων συνδιδομένων πάλιν αἴρεται, ἐπειδὴ σύνδοσις οὔτε ἐπὶ τὰ αὐτὰ μέρη τοῦ σώματος οὔτε ἐν ἴσῳ χρόνῳ διαφορὰ
10περιόδων ἐγένετο. ὁ μέντοι συνεχής, ἐπειδὴ πολλὰς ἔχει προφάσεις ἀπὸ πλείστης χολῆς γινόμενος πολλὰ συντήκων καὶ ἐπὶ πολὺ παραμένων πρὸ τοῦ τάξαι τῶν συντηγμάτων συνελκομένων ἐπὶ τὴν σύνδοσιν ὑπὸ αὐτῶν τρεφόμενος οὐκ ἐπίκαιρον ἔχων ἀνέσεως εὕρεσιν οὐκ ἐνδίδωσιν. γίγνεται δὲ
15καὶ ἄλλῳ τρόπῳ περίοδος, ἐν ᾧ καὶ οἱ ἄτακτοι πυρετοί, ὅταν τὰ ὑγρὰ μετάστασιν λάβωσιν, ἢ ἀπὸ τῶν κυρίων ἐπὶ τὰ ἄκυρα καὶ ἀνάπαλιν ἤτοι ἀτάκτως, ἄστατα γὰρ ἐν ὑγροῖς, ἢ τετα‐ γμένως. γίγνεται γάρ ποτε καὶ τεταγμένως μετάστασις. πείθει δὲ ἡμᾶς ἐν τῇ ὀγδόῃ Ἐπιδημίᾳ λέγων· „Τὰ παρ’ οὖς,
20(οἷς) ἀμφὶ κρίσιν γιγνόμενα [ἢν] μὴ ἐκπυήσει, τουτέου λα‐ πασσομένου, ὑποτρέχοντα ποιέεται. καὶ κατὰ λόγον (τῶν) ὑποστροφέων τῆς ὑποστροφῆς γιγνομένης καὶ ῥῶσις. αἴρεται γὰρ καὶ παραμένει ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαί, ἐν ὁμοίῃ περιόδῳ. τούτοις ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι.“ ἥδε ἡ
25λέξις αἰτίαν περιόδου ἐδίδαξεν καὶ ὑποστροφῆς. εἰ μὲν γὰρ
τυπικῷ κινήματι αἱ συνδόσεις ἐγίγνοντο, περίοδος φανήσεται. ἡ16

17

διὰ μακροῦ χρόνου μετάστασις καὶ ἐπὶ πολὺ παραμεμενηκυῖα, εἶτα δὲ ἔκ τινος αἰτίας συνδεθείσης ὑποστροφὴ κληθήσεται, ἥτις καὶ ἐξ ἐγκαταλειμμάτων γίνεται. „Τὰ γὰρ ἐγκατα‐ λιμπανόμενα μετὰ κρίσιν ὑποστροφώδεα“. οἱ μὲν πλανῆται
5πυρετοὶ καὶ διὰ πλῆθος ὑγρῶν συμβαίνουσιν, ὡς ἐν Ἐπιδημίᾳ. περίοδος γὰρ ἡ μὴ δυναμένη κρατεῖσθαι ὑπὸ τῆς δυνάμεως πλημμελῶς καὶ ἀτάκτως φερομένη πλανήτας εἰργάζετο πυρετούς, οἳ γίνονται κατὰ Ἱπποκράτην καὶ ἀπ’ ἀρκτούρου ἐπιτολῆς, ἐπειδὴ μάχην ἔχει τῷ ψυχρῷ τὸ θερμὸν τά τε ἄλλα καὶ
10γυναιξὶν μετὰ τόκον μὴ καθαρθείσαις. ἐν τῇ τρίτῃ Ἐπιδημίᾳ [ἀποστάσεως] „Τῇ Ἱπποστράτου ἐκ τεταρταίου ἐνιαυσίου ἀπεκορύφου ἀπὸ ψυχροῦ. εἶτα ἱδρὼς καὶ γυναικεῖα πλείω κατέβη. τότε γὰρ ἐπεῖχεν ἢ ἑστάναι ἔδοξεν (ἀπόστασισ)“ ὡς ἐν συντόμῳ εἰπεῖν τροπὴ περιέχοντος ἐκ τοῦ κατὰ φύσιν
15εἰς τὸ παρὰ φύσιν. ὅτι δὲ τὸ περιέχον αἴτιον, ἐν τῷ Περὶ ἀνθρώπου φύσεως διδάσκει λέγων· „Αἱ δὲ νοῦσοι γίγνονται, αἱ μὲν ἀπὸ (τῶν) διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ εἰσαγόμενοι ζῶμεν. τὴν δὲ διάγνωσιν χρὴ ἑκατέρων ὧδε ποιέε‐ σθαι. ὅταν μὲν οὖν ὑπὸ ἑνὸς νοσήματος πολλοὶ ἄνθρωποι
20ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίαν χρὴ ἀνα‐ τιθέναι τουτέῳ, ὅ τι κοινότατόν ἐστιν καὶ μάλιστα αὐτέῳ πάντες χρεόμεθα. ἔστιν δὲ τοῦτο ὃ ἀναπνέομεν. φανερὸν γὰρ δή, ὅτι τὰ διαιτήματα ἑκάστου ἡμῶν οὐκ αἴτιά ἐστιν, (ὅτε) ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων
25καὶ τῶν πρεσβυτέρων, ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων. ὅταν δὲ νοῦσοι γένωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐστιν αἴτια ἕκαστα
ἑκάστοισι“. εἶτα μικρὸν ἐπιφέρει λέγων· „Ὅταν δὲ νοσεύματος17

18

ἑνὸς ἐπιδημία καθεστήκῃ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά ἐστιν, ἀλλὰ ὃ ἀναπνέομεν, τοῦτο αἴτιόν ἐστιν, καὶ δῆλον ὅτι τοῦτο νοσερὴν ἔχον τὴν ἀπόκρισιν αἰτία“. τὴν αὐτὴν δὲ αἰτίαν γράφει καὶ ἐν τῷ Περὶ φυσέων εἰπών· „Ἔστιν δὲ
5δισσὰ εἴδεα πυρετῶν. ὁ μὲν κοινὸς ἅπασι καλεόμενος λοιμός, ὁ δὲ διὰ πονηρὴν δίαιταν.“ ἐπιφέρει μὲν οὖν· „Κοινὸς πυρετὸς διὰ τοῦτο τοιοῦτός ἐστιν, (ὅτι) τὸ αὐτὸ πνεῦμα πάντες ἕλ‐ κουσιν. ὁμοίως δὲ ὁμοίου τοῦ πνεύματος ὄντος τῷ σώματι μιχθέντος ὅμοιοι καὶ (οἱ) πυρετοὶ γίνονται. (ἀλλ’ ἴσως) φήσει
10τις· δι’ ἣν αἰτίαν οὐχ ἅπασι τοῖς ζῴοις, ἀλλ’ ἔν τισι τῶν ζῴων ἐμπίπτουσιν αἱ τοιαῦται νοῦσοι; διότι διαφέρει καὶ σῶμα σώ‐ ματος καὶ φύσις φύσιος καὶ τροφὴ τροφῆς· οὐκοῦν ἅπασι τοῖς ἔθνεσι τῶν ζῴων (ταὐτὰ) οὔτε ἀνάρμοστα οὔτε εὐάρ‐ μοστά ἐστιν, ἀλλὰ ἕτερα ἑτέροις σύμφορα καὶ ἕτερα ἑτέροις
15ἀξύμφορα. ὅταν οὖν ὁ ἀὴρ χρωσθῇ μιάσμασιν, ἃ τῇ ἀνθρω‐ πίνῃ φύσει πολέμιά ἐστιν, ἄνθρωποί τε νοσέουσιν. αἱ μὲν οὖν δημόσιαι τῶν νούσων εἴρηνται, καὶ δι’ ὅτι καὶ οἷς καὶ ὅκως καὶ ἀφ’ οὗ.“ ἔνεστιν δὲ καὶ ἀπὸ τῶν ἐπιδημίων μαθεῖν. ἐνταῦθα μὲν γὰρ ἀὴρ λυπεῖ χρωσθεὶς μιαροῖς μιάσμασιν
20εἴτ’ (ἐξ) ἀπορροίας ἄστρων εἴτ’ ἐξ ἀναθυμιάσεως εἴτ’ ἐκ νεκρῶν σαπέντων. ἐκεῖθεν δὲ οὐχ οὕτως. ἀλλ’ ἕως ὅταν θέρος γέ‐ νηται ἢ ψυχρὸς δι’ ὅλου ἢ θερμὸς ἢ ὑγρὸς ἢ ξηρός. καὶ γὰρ ὁ αὐχμός, νόσος, καὶ ἡ ἐπομβρία, νόσος. εἰ δὲ ἄνθρωπος ὡρῶν ἐναλλαγῇ διὰ τὴν ἀταξίαν καὶ ὑπερβολὴν καὶ ἀτονίαν
25καὶ τὴν ἔλλειψιν τούτων οἷον ἔαρος ἢ χειμῶνος μὴ γενομένου. καὶ τί γάρ. ἔξεστιν διὰ τὰς τοιαύτας αἰτίας τῶν λοιμῶν ἱκανῶς μανθάνειν, δι’ ὀλίγων ἐπιμνησθέντα νῦν ἐν τῷ Περὶ νούσων πρώτῳ „Φρενῖτις δὲ ὧδε ἔχει· τὸ αἷμα τὸ ἐν τῷ ἀν‐ θρώπῳ πλεῖστον ξυμβάλλεται (μέρος συνέσιος, ἔνιοι δὲ λέγουσι
30τὸ πᾶν)· ὁκόταν οὖν χολὴ κινηθεῖσα εἰς τὰς φλέβας καὶ τὸ18

19

αἷμα εἰσέλθῃ, διεκίνησέν τε καὶ συνετάραξεν τὸ αἷμα ἐκ τῆς εἰωθυίης συστάσιός τε καὶ μίξιος καὶ διεθέρμηνε. διαθερ‐ μανθὲν δὲ διαθερμαίνει καὶ τὸ ἄλλο σῶμα ἅπαν καὶ παρανοεῖ τε ὁ ἄνθρωπος καὶ οὐκ ἔστιν ἐν ἑωυτῷ ὑπό τε τοῦ πυρετοῦ
5καὶ πλήθεος τῆς διουρήσιοσ“. λέγει δὲ καὶ ἐν τῷ τέλει· „Παραφρονέουσιν ἐν τῇ νούσῳ διὰ παντὸς ἅτε τοῦ αἵματος ἐφθαρμένου καὶ κεκινημένου (οὐ) τὴν εἰωθυῖαν κίνησιν.“ καὶ περὶ πνεύμονι φρενῖτις αἵματος φθορᾷ. σχεδὸν οὖν ἡ συνεκτικὴ αἰτία, ὅταν ὕλη πονηρὰ ἐν πυρετοῖς εἰς τὰς τοῦ
10ἐγκεφάλου κοιλίας γίνηται. ἡ ὕλη δὲ πονηρά, τὸ αἷμα φθαρὲν ἢ τὸ ἀχρεῖον τοῦ αἵματος ἀνακρουσθέν, ὡς τῇ Ἐπικράτους γυναικὶ καὶ Φιλίνου μετὰ τόκον καθαρθείσῃ καὶ τῇ [τοῦ]
κατὰ τὸ ψυχρὸν ὕδωρ καὶ τῇ ἐν Κυζίκῳ.19