TLG 0529 001 :: ARIUS DIDYMUS :: Physica (fragmenta)

ARIUS DIDYMUS Doxogr.
(1 B.C.)

Physica (fragmenta)

Source: Diels, H. (ed.), Doxographi Graeci. Berlin: Reimer, 1879 (repr. Berlin: De Gruyter, 1965): 447–472.

frr. 1–40

Citation: Fragment — (line)

t

ΕΚ ΤΩΝ ΑΡΕΙΟΥ ΔΙΔΥΜΟΥ ΕΠΙΤΟΜΗΣ ΦΥΣΙΚΩΝ

1,col 1

(n1)

Euseb. P. E. XI 23 3—6. Stob. ecl.
n2eth. I 12 p. 330 H.
1 Περὶ δὲ τῶν ἰδεῶν ὡδὶ διεξήρχετο, τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος ὡρισμένα τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας, ὧν τὰς ἐπιστήμας γί‐
5γνεσθαι καὶ τοὺς ὅρους· παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ παρὰ πάντας ἵππους ἵππον καὶ κοινῶς παρὰ πάντα ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον· ὃν τρόπον δὲ σφραγῖδος
10μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συ‐ χνὰς εἰκόνας ἑνὸς ἀνδρός, οὕτως καὶ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς, τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἅπαντας, 〈τῆς δὲ ἵππων
15ἵππους ἅπαντας,〉 καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν. εἶναι δὲ τὴν ἰδέαν ἀίδιον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἕκαστον εἶναι τοιοῦτον, οἵα ἐστὶν αὐτή. καθάπερ οὖν τὰ κατὰ
20μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγεῖσθαι σωμάτων, οὕτως τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν καλλίστην καὶ τελειοτάτην οὐσίαν ὑπάρχειν τοῦδε πα‐ ράδειγμα τοῦ κόσμου· πρὸς γὰρ ταύτην
25ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργήσαντος αὐτὸν ἀπειργάσθαι θεοῦ κατὰ πρόνοιαν ἐκ τῆς πάσης οὐσίας.

1,col 2

(n)

Alcinoi epit. Plut. dogm. c. 12.
1 Ἐπεὶ γὰρ τῶν κατὰ φύσιν αἰσθητῶν καὶ κατὰ μέρος ὡρισμένα τινὰ δεῖ παρα‐ δείγματα εἶναι τὰς ἰδέας, ὧν καὶ τὰς ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους (παρὰ
5πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι καὶ παρὰ πάντας ἵππους ἵππον καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον· ὃν τρόπον σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεται πολλὰ καὶ ἑνὸς ἀνδρὸς
10εἰκόνες μυρίαι ἐπὶ μυρίαις τῆς ἰδέας οὔσης αἰτίας ἀρχὴν τοῦ εἶναι ἕκαστον τοιοῦτον οἷον αὐτὴ ὑπάρχει), ἀναγκαῖον καὶ τὸ κάλλιστον κατασκεύασμα τὸν κόσμον ὑπὸ τοῦ θεοῦ δεδημιουργῆσθαι πρός τινα
15ἰδέαν κόσμου ἀποβλέποντος παράδειγμα ὑπάρχουσαν τοῦδε τοῦ κόσμου ὡς ἂν ἀπεικονισμένου ἀπ’ ἐκείνης πρὸς ἣν ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργοῦ αὐτὸν ἀπειργάσθαι κατὰ θαυμαστοτάτην πρό‐
20νοιαν καὶ δίαιταν ἐλθόντος ἐπὶ τὸ δη‐ μιουργεῖν τὸν κόσμον διότι ἀγαθὸς ἦν. ἐκ τῆς πάσης οὖν ὕλης αὐτὸν ἐδη‐
μιούργει.447

2

(n)

Stob. Ecl. I 11 4 p. 320 sq. H.
1 Ἀριστοτέλους. Ἐπειδὴ δ’ ἡ μὲν φύσις κατ’ ἐπίνοιαν ἀρχή τίς ἐστι κινήσεως καὶ στάσεως, οὔτε δὴ κινούμενον ἡ ὕλη κατὰ τὸν ἴδιον λόγον οὔτε τὸ εἶδος. ἡ μὲν γὰρ ἀνείδεος, τὸ δὲ εἶδος ἀεί, καὶ ἡ μὲν οὐ σῶμα, σωματικὴ δέ, τὸ δὲ καθάπαξ ἀσώματον. οὐ σῶμα δὲ τὴν ὕλην φασίν, [οὐχ] οὐ μόνον ὅτι
5ἐστερῆσθαι δοκεῖ τῶν περὶ σῶμα διαστάσεων, ἀλλ’ ὅτι καὶ πολλῶν ἄλλων ἀπο‐ λείπεται κατὰ τὸν ἴδιον λόγον, ἃ τοῖς σώμασιν ὑπάρχει, σχήματος χρώματος βαρύτητος κουφότητος, ὅλως πάσης ποιότητος καὶ ποσότητος. εἰ γὰρ τούτων μετεῖχε, τῶν ποιῶν 〈ἂν〉 ἦν καὶ ποσῶν· οὐ μετειληφυῖα δὲ, κατὰ λόγον σῶμα μὲν οὐκ ἂν εἴη, σωματικὴ δὲ διὰ τὸ πάσαις ὥσπερ ἐκμαγεῖον ὑποκεῖσθαι ταῖς
10ποιότησιν· ὃν τρόπον γὰρ τὸ εἶδος τῆς ὕλης ἀφαιρεθὲν ἀσώματον εἶναι τυγχάνει, οὕτως καὶ τὴν ὕλην τοῦ εἴδους χωρισθέντος οὐ σῶμα. δεῖν γὰρ ἀμφοῖν τῆς συ‐ νόδου πρὸς τὴν τοῦ σώματος ὑπόστασιν.

3

(n)

Stob. Ecl. I 12 p. 328sq. H.
1 Ταύτας δὲ τὰς ἀρχὰς ποτὲ μὲν εἶναί φησιν Ἀριστοτέλης δύο, τήν τε ὕλην καὶ τὸ εἶδος, ὃ καὶ μορφὴν καλεῖ καὶ ἐντελέχειαν καὶ τὸ τί ἦν εἶναι καὶ οὐσίαν τὴν κατὰ τὸν λόγον, καὶ ἐνέργειαν· οὕτως αὐτῷ πλούσιόν τε καὶ πολυώ‐ νυμόν ἐστι τὸ εἶδος. τοσοῦτον μὲν οὖν διαφέρειν τὸ εἶδος τῆς μορφῆς, ὅτι τὸ μέν
5ἐστι διῆκον διὰ βάθους, ἡ δ’ ἐπιπολαῖος· καὶ ἡ μὲν παραπλήσιος λευκότητι 〈τῇ〉 κατὰ τὴν ζῳγραφίαν, τὸ δ’ εἰδοποιεῖ τὴν τοῦ γάλακτος οὐσίαν· ταὐτὸν δ’ εἶδος λέγεται καθ’ ὅσον τὸ μὲν εἰδοποιεῖ τὸ δὲ διαμορφοῖ τὴν ὕλην. ἐντελέχειαν 〈δ’〉 αὐτὸ προσεῖπεν ἤτοι διὰ τὸ ἐνδελεχῶς ὑπάρχειν ἢ ὅτι τῶν μετεχόντων αὐτοῦ ἕκαστον παρέχεται τέλειον· ὁ γὰρ χαλκὸς ἀνδριὰς οὐδέπω πλὴν ὅτι μὴ δυνάμει, διαπλασθεὶς
10δὲ καὶ τὴν πρόσφορον λαβὼν μορφὴν ἐντελεχείᾳ λέγεται· τότε γὰρ ἀπείληφε τὸ τέλος. τὸ δὲ τί ἦν εἶναι προσηγόρευσε παρὰ τὸ τῶν ὄντων ἐπιφέρειν ἑκάστῳ τὴν τοῦ εἶναι δύναμιν. οὐσίαν δὲ τὴν κατὰ τὸν λόγον ὅτι διαλλάττει τῆς κατὰ τὴν ὕλην, ὡς ἀνδριὰς χαλκοῦ καὶ Θηρίκλειον ἀργυροῦ καὶ τῶν ἀγαλμάτων ὁτιοῦν λίθου· τὸ γὰρ ᾧ περιττεύει ταῦτα τῆς ὕλης, ἐξ ἧς δεδημιούργηται, τοῦτ’ ἔστιν ἡ
15κατὰ τὸν λόγον οὐσία. ἐνέργειαν δὲ ἐκάλεσεν ὅτι τῶν ὄντων οὐθὲν ἂν ἐνεργεῖν
ἐδύνατο μὴ πρότερον εἰδοποιηθέν.448

4

(n)

Stob. ecl. I 17 p. 368. 370 H.
1 Ἀριστοτέλους καὶ τῶν ἀπ’ αὐτοῦ. Τὰ μὲν σώματα φασὶ θρυπτόμενα κατὰ μικρὰ μόρια παρατίθεσθαι ἀλλήλοις, † τοὺς δ’ ἀσωμάτους λόγους, εἴ τινές εἰσι λόγοι, συγκρίνασθαι.

5

(n)

Stob. ecl. I 14 1 p. 342. 344 H.
1 (Ἀριστοτέλους) Τῶν δὲ ἁπλῶν σωμάτων εἶναι τὰς ποιότητας ἁπλᾶς, δι‐ αιρεῖσθαι δὲ εἰς ἄπειρον τὰ μεγέθη καὶ τὰ μέγεθος ἔχοντα. ταῦτα δὲ καὶ συνεχῆ καλεῖσθαι· μεγέθη δὲ εἶναι μῆκος πλάτος βάθος, τὰ δ’ ἔχοντα μέγεθος ἓξ ὑπάρ‐ χειν σῶμα τόπον ἐπιφάνειαν γραμμὴν κίνησιν χρόνον· ἐπιφάνειαν δ’ εἶναι σώ‐
5ματος πέρας δυσὶν ὁριζομένην διαστάσεσι· γραμμὴν δὲ τὸ τῆς ἐπιφανείας πέρας κατὰ μίαν διάστασιν· σῶμα δὴ τοίνυν ἐστὶ 〈τὸ〉 τὰς τρεῖς ἔχον διαστάσεις. ἐπεὶ δὲ καὶ περὶ τὸν τόπον εἰσὶν αὗται, προσθετέον τό τε μετ’ ἀντερείσεως καὶ τὸ μὴ δεχόμενον ἕτερον εἰς τὸν αὐτὸν τόπον σῶμα· πληρωτικὸν γὰρ εἶναι τοῦ τόπου τὸ σῶμα, καθάπερ καὶ τὸν τόπον τοῦ σώματος δεκτικόν. ποιεῖν δὲ καὶ πάσχειν
10τὰ σώματα ταῖς ἀσωμάτοις δυνάμεσι· κατὰ γὰρ τὰς ἐν ταύταις διαφορὰς ἀποτε‐ λεῖσθαι τάς τε τῶν δραστικῶν καὶ τὰς τῶν παθητικῶν φύσεις.

6

(n)

Stob. ecl. I 8 40 p. 252 H.
1 Ἀριστοτέλους. Τὸν δὲ χρόνον ἀριθμὸν εἶναι κινήσεως κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον, οὔτ’ ἀρχὴν ἔχοντα οὔτε τελευτήν, ἀλλ’ ἀεὶ ὄντα καὶ ἀεὶ γιγνό‐ μενον, εἶναι δὲ συνεχῆ καὶ διαιρετόν· λαμβάνεσθαι γὰρ αὐτοῦ τὸ μὲν πρότερον τὸ δ’ ὕστερον, ὅρον δ’ ὑπάρχειν ἑκατέρων τὸ νῦν· τοῦτο γὰρ νοεῖσθαι τοῦ μὲν
5προτέρου πέρας, τοῦ δὲ μέλλοντος ἀρχήν.449

7

(n)

Stob. ecl. I 8 40 p. 252. 254H.
1 Οἱ Ἀριστοτελικοὶ τὸν χρόνον ἀριθμὸν τῶν κατὰ τὸ νῦν ἀφοριζομένων κινήσεων, τὸ δὲ νῦν εἶναι μονάδα στάσεως ἐν κινήσει, κίνησιν δ’ οὐκ εἶναι τὸν χρόνον, οὐ μὴν 〈ἄνευ〉 κινήσεως· λέγεσθαι γὰρ κίνησιν βραδεῖαν καὶ ταχεῖαν, οὐκ ἔτι δὲ χρόνον, ἀλλὰ πολὺν καὶ ὀλίγον. ἔτι τὸ μὲν πλεῖον καὶ τοὔλαττον ἀριθμῷ
5κρίνεσθαι, χρόνῳ δὲ τὴν πλείω καὶ ἐλάττω κίνησιν. οὐκ ἄρα κίνησις ὁ χρόνος, οὐ μὴν κινήσεως κεχωρισμένος· ἀριθμὸν γὰρ εἶναι κινήσεως συνεχῆ κατὰ τὸ πρότερον καὶ ὕστερον.

8

(n)

Stob. ecl. I 24 p. 512H.
1 (Ἀριστοτέλους) Πάντα δὲ κινεῖσθαι, τὰ μὲν πρὸς ἡμῶν καλούμενα πλα‐ νήτας ὑπὸ τὸν ζῳδιακὸν κύκλον λοξὸν ὄντα καὶ τῶν τροπικῶν ἐφαπτόμενον, τὰ δὲ ἀπλανῆ ἀπὸ τοῦ αἰεὶ φανεροῦ παρήκοντα μέχρι τοῦ ἀφανοῦς· οὐκ ὀλίγα δὲ αὐτῶν τῆς γῆς εἶναι μείζονα.

9

(n)

Stob. ecl. I 22 1 p. 486H.
1 (Ἀριστοτέλους) Περιέχεσθαι δὲ ταῦτα ὑπὸ τοῦ αἰθέρος, ἔνθα τὰ θεῖα διανενεμημένα κατὰ σφαίρας ἵδρυται τῶν λεγομένων ἀπλανῶν τε καὶ πλανωμένων ἀστέρων. ὅσας δὲ εἶναι τὰς σφαίρας, τοσούτους ὑπάρχειν καὶ τοὺς κινοῦντας θεοὺς ταύτας, ὧν μέγιστον τὸν πάσας περιέχοντα, ζῷον ὄντα λογικὸν καὶ μακάριον,
5συνεκτικὸν καὶ προνοητικὸν τῶν οὐρανίων. συνεστάναι δὲ τὰ ἄστρα καὶ τὸν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τοῦτον δὲ οὔτε βαρὺν οὔτε κοῦφον, οὔτε γενητὸν οὔτε φθαρτόν, οὔτε αὐξόμενον οὔτε μειούμενον ἐς ἀεὶ διαμένειν ἄτρεπτον καὶ ἀναλ‐ λοίωτον πεπερασμένον καὶ σφαιροειδῆ καὶ ἔμψυχον κινούμενον περὶ τὸ μέσον ἐγκυκλίως.

10

(n)

Stob. ecl. I 25 3 p. 534—538H.
1Ἀριστοτέλης ἐκ πέμπτης οὐσίας τὸν ἥλιον. πυροῦσθαι δὲ τὸν ἀέρα καὶ
σφόδρα γίνεσθαι θερμὸν ἀνίσχοντός τε τοῦ ἡλίου καὶ πλησιάζοντος ἡμῖν οὐ διὰ τὸ πύρινον εἶναι τὴν οὐσίαν, ἀλλὰ διὰ τὴν ὀξύτητα τῆς κινήσεως αὐτοῦ καὶ τὴν πρὸς τὸν ἀέρα παράτριψιν, ὑποβεβλημένον αὐτοῦ τῇ φορᾷ καὶ περικείμενον· οὔτε450
5δὲ τὸν ἥλιον οὔτε τῶν ἄλλων ἄστρων ὁτιοῦν πῦρ εἶναι· σφαιροειδῆ μὲν γὰρ τούτων τὰ σχήματα, πυρὸς δὲ ἐκτός· οὔτε γὰρ τὴν περὶ τὸ μέσον οἰκείαν εἶναι κίνησιν πυρός, ἀλλὰ τὴν ἀπὸ τοῦ μέσου, οὔτε τὴν τῆς αὐξήσεως τῶν ζῴων καὶ φυτῶν δύναμιν, ἀλλὰ τὴν τῆς φθορᾶς· οὐδὲ τὴν καθ’ ἑαυτὸ διαμονήν, τὸ γὰρ πῦρ ἀχώριστον εἶναι τῆς ὕλης. ἐκ πέμπτης ἄρα τινὸς καὶ διαφερούσης τοῦ πυρὸς
10οὐσίας τόν τε οὐρανὸν ὑπάρχειν καὶ τὰ ἐν αὐτῷ πάντα. καὶ τὸν μὲν ἥλιον ἡμέραν ἀπεργάζεσθαι ὑπὲρ γῆν ἰόντα, νύκτα δὲ χωρήσαντα ὑπὸ γῆν. καὶ τοῦ μὲν ἑτέρου τῶν τροπικῶν ἐφαψάμενον βραχυτάτην ποιεῖν τὴν ἡμέραν, μακροτάτην δὲ τὴν νύκτα· θατέρου δὲ ἀνάπαλιν· τοῦ δ’ ἰσημερινοῦ ἰόντα τε καὶ ἀπιόντα· διαθεῖν δὲ τὸν ἴδιον 〈ἐν〉 ἐνιαυτῷ κύκλον. ἔκλειψιν δὲ τοῦ ἡλίου φαίνεσθαι σελήνης ὑποδραμούσης
15ὑπὸ τὸν αὐτοῦ κύκλον καὶ ταῖς ἡμετέραις ὄψεσιν ἀντιφραττούσης, προσγειοτάτην γὰρ εἶναι τῶν ἄλλων ἄστρων· ὁπότ’ οὖν κατὰ διάμετρον ὑπ’ αὐτὸν γένοιτο, ταῖς προσπιπτούσαις ἀπ’ αὐτοῦ πρὸς τὴν γῆν ἀκτῖσιν ἐπιπροσθεῖν, ὥστε τοσοῦτον τόπον ἀφώτιστον ἀπεργάζεσθαι τῆς γῆς, ὁπόσον ἂν αὐτῆς ἐπίσχῃ τὸ σκίασμα· παρ’ ὃ καὶ μήτε κατὰ πᾶν κλίμα τῆς γῆς μήτε κατὰ τὴν αὐτὴν ὥραν μήτε
20ἐπὶ πολὺν ἄγαν τόπον διατείνειν τὸ τῆς ἡλιακῆς ἐκλείψεως πάθος.

11

(n)

Stob. ecl. I 31 [servavit I. Dam. N 6 p. 152, 7—153, 28 Mein.]
1 (Ἀριστοτέλους) Ἐκ δὲ τῆς ὑγρᾶς καὶ ἀτμώδους ὑετούς τε καὶ δρόσους καὶ πάχνας ὁμίχλας τε καὶ νέφη καὶ χιόνας καὶ χαλάζας· ὑετοὺς μὲν γίνεσθαι τῆς ἀναδιδομένης ἀπὸ τῆς γῆς ἀτμίδος τοῖς ἄνω τόποις συνισταμένης κατὰ πύκνωσιν καὶ τρεπομένης εἰς ὕδωρ, εἶτα φερομένης ἀθρόως ἐπὶ γῆν διὰ τὴν ἀπό‐
5λειψιν τοῦ ἀναγαγόντος αὐτὴν θερμοῦ, σκεδασθείσης δ’ εἰς μικρὰ μόρια καλεῖσθαι ψεκάδας, πρὸ τοῦ δὲ μετεωρισθῆναι σφόδρα κατενεχθείσης διὰ τὴν τοῦ ἀναγα‐ γόντος αὐτὴν πυρὸς ὀλιγότητα προσονομάζεσθαι δρόσον καὶ πάχνην· πάχνην μὲν ὅταν παγῇ πρὶν εἰς ὕδωρ συγκριθῆναι (γίνεσθαι δὲ χειμῶνος καὶ ἐν τόποις μᾶλλον χειμερινοῖς), δρόσον δ’ ὅταν τὸ συνιστάμενον ὑγρὸν νύκτωρ ψυχθὲν ἅμα τοῖς
10ὄρθροις ἐπὶ γῆν ἐπιφέρηται. διὸ καὶ πλείστην πίπτειν δρόσον καὶ πάχνην περὶ τὰ ἕλη καὶ τὰς λίμνας καὶ τοὺς ποταμοὺς καὶ μάλιστα περὶ τοὺς ἐναύλους καὶ κοίλους τῶν τόπων· ἀνάγεσθαί τε γὰρ πλεῖστον ὑγρὸν ἀπὸ τῶν τοιούτων χωρίων καὶ καταψύχεσθαι μᾶλλον. Τὴν δ’ ἀθρόαν ἀνάδοσιν λέγεσθαι τῆς ἀτμίδος ἐπὶ μικρὸν μὲν παχυνθεῖσαν
15ὁμίχλην οἷον ἀραιὰν καὶ ἄγονον ὕδατος νεφέλην, ὡς ἂν προσυνισταμένην ταύτης καὶ προδιαλυομένην καὶ σημεῖον οὖσαν εὐδίας, τὴν δὲ μετεωρισθεῖσαν ἐπὶ πλεῖον καὶ συγκριθεῖσαν νεφέλην. πάντα δὲ περὶ γῆν ταῦτα γίνεσθαι διὰ τὸ μὴ πόρρω τὴν ἀτμίδα μετεωρίζεσθαι κατισχύειν. ἐν γοῦν τοῖς ὑψηλοτάτοις ὄρεσιν οὐδὲν γίνεσθαι τούτων. αἴτιον 〈δ’〉 ὅτι μάλιστα ἐκ τῶν κοίλων ἀνάγεται καὶ ἐφύδρων ἡ451
20ἀτμὶς τόπων· ὥστε καθάπερ φορτίον πλεῖον φέρουσαν ἢ καθ’ ἑαυτὴν τὴν ἀνά‐ γουσαν θερμότητα μὴ δύνασθαι μετεωρίζειν ἐπὶ πολὺν ἄγαν τόπον, ἀλλ’ ἐγγὺς οὖσαν ἔτι τῆς γῆς μεθιέναι πάλιν ἐπ’ αὐτήν. Ἐκ δὲ τοῦ περὶ τὰ νέφη τόπου τρία φοιτᾶν σώματα πρὸς ἡμᾶς, ὕδωρ καὶ χιόνα καὶ χάλαζαν. ὧν δύο μὲν ἀναλογίας ἔχειν πρὸς ἄλληλα παρὰ τὸ διὰ τὰς
25αὐτὰς αἰτίας γίνεσθαι τοῖς κάτω διαφέροντα τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι. χιόνα γὰρ καὶ πάχνην εἶναι ταὐτὸν καὶ ὑετὸν καὶ δρόσον, ἀλλὰ τὸ μὲν πολύ, τὸ δ’ ὀλίγον· τὸν μὲν γὰρ ὑετὸν ἐκ πολλῆς ἀτμίδος γίνεσθαι ψυχο‐ μένης, τὴν δὲ δρόσον ἐξ ὀλίγης, ἐφήμερον γὰρ αὐτῆς ὑπάρχειν τὴν σύστασιν. ὁμοίως χιόνα καὶ πάχνην· χιόνα μὲν γὰρ εἶναι πῆξιν νέφους, ἀτμίδος δὲ τὴν
30πάχνην. διὸ ἢ χώρας ἢ ὥρας ψυχρᾶς σημεῖον γίνεσθαι τὴν χιόνα· χαλάζας δὲ κατὰ τοὐναντίον ἐν ταῖς εὐδιεινοτέραις συμβαίνειν χώραις ἢ ὥραις. θέρους γοῦν μάλιστα καὶ μετοπώρου γίνεσθαι, χειμῶνος δὲ ὀλιγάκις καὶ ὅταν ἧττον ᾖ ψῦχος. εἶναι δὲ τὴν χάλαζαν τοῦ καταφερομένου πῆξιν ἐκ τῶν νεφῶν ὕδατος. ἐκ δὲ τῆς ξηρᾶς καὶ καπνώδους πόρρω διατεινούσης καὶ μετεωριζομένης, ὡς καὶ διὰ τοῦτο
35πολλάκις διὰ τῆς ἐπιφορᾶς τῶν οὐρανίων ἐμπίπρασθαι, τῶν πρότερον εἰρημένων ἕκαστον ἀποτελεῖσθαι.

12

(n)

Stob. ecl. I 29 1 p. 598—602H.
1 Ἀριστοτέλης. Τυφῶνας δ’ ὅταν ἐκνεφίας δινούμενος καταφέρηται. τὸ γὰρ πνεῦμα κωλυόμενον μὲν εἰς ὀρθὸν ἰέναι παρ’ ἀντίπνοιαν ἢ ψῦχος ἢ πάχος ἤ τινα ἄλλην αἰτίαν, ἐλαυνόμενον δ’ ὑπὸ τοῦ κατόπιν ἐπεισιόντος ἀναστρέφειν εἱλούμενον ἐν τῷ νέφει κύκλῳ καὶ συγκατάγειν ἐπὶ γῆν ἑαυτῷ τὸ νέφος· εἶθ’
5ὅτῳ ἂν ἐντύχῃ φερόμενον σφοδρῶς ἀναρπάζειν καὶ πάλιν ἀπορρίπτειν, τοῦτο γὰρ εἶναι τὸ πάθος οἷον ἐκνεφίαν ἄπεπτον. πρηστῆρας δ’, ὅταν βιαίως κατιὸν ἐκπυ‐ ρωθῇ τὸ πνεῦμα κατὰ τὴν φοράν, συνεμπίπρασθαι γὰρ τὸν ἀέρα πυρώσει χρω‐ ματιζόμενον, διὸ καὶ νυκτὸς ἐκλάμπειν· ἀναρπάζειν δὲ καὶ περιτρέπειν ὁμοίως καὶ τούτους, ὥσπερ πυρώδεις ὄντας τυφῶνας. κεραυνὸν δ’, ὅταν πολὺ καὶ λεπτὸν
10περιληφθὲν ἐν τοῖς νέφεσι πνεῦμα πυρωθὲν ἐκθλιφθῇ καὶ μετ’ ἰσχυρᾶς ἐπὶ γῆν κατασκήψῃ φορᾶς, ἐὰν μὲν ᾖ πάνυ λεπτὸν καὶ διὰ τοῦτ’ οὐκ ἐπικαῖον, ἀργῆτα λέγεσθαι κατὰ τοὺς ποιητάς, ἐὰν δ’ ἧττον ἐπικαῖον, ψολόεντα. τὸν μὲν γὰρ διὰ τὴν λεπτότητα καὶ πρὶν ἐκπυρῶσαι φερόμενον οἴχεσθαι διὰ τάχους, ὡς μηδ’ ἐπιμελᾶναί τι τῶν ὑποκειμένων· τὸν δὲ οἷον καὶ βραδύτερον ἐπιχρῶσαι μὲν ὥσπερ452
15ἀπ’ αἰθάλου, παρενεχθῆναι δὲ μηδὲν ἀφανίσαντα. διὸ καὶ τὰ μὲν ἀντιτυπήσαντα φλέγεσθαι, τὰ δ’ εἰς τὰς ἑαυτῶν ἀραιότητας ὑποδεξάμενα μηδὲν πάσχειν. ἤδη γοῦν ἀσπίδος πληγείσης τακῆναι μὲν τὸ χάλκωμα, τὸ δὲ ξύλον μηδὲν παθεῖν, φθάσαντος τοῦ πνεύματος διὰ τὴν τῆς ὕλης μανότητα πρὸ τῆς καύσεως διεκδρα‐ μεῖν· καὶ δι’ ἱματίων ὁμοίως διελθὸν οὐ κατέκαυσεν, ἀλλ’ οἷον τρῦχος ἐποίησε.
20περὶ μὲν οὖν τούτων διετάττετο οὕτως.

13

(n)

Stob. ecl. I 36 [33] p. 628—634H.
1 Ἀριστοτέλης φησὶ σεισμοὺς γίνεσθαι καὶ μυκήματα καὶ χάσματα τῆς ξηρᾶς ἀναθυμιάσεως εἰς τὰς ἀραιότητας κατὰ τῆς γῆς ῥυείσης καὶ κατὰ τὰς ἀθρόας ἐμπτώσεις τρόμους καὶ βρασμοὺς περὶ αὐτὴν ἀπεργαζομένης. ὡς γὰρ ὁρμήσασαν ἔξω τὴν ἀναθυμίασιν ἄνεμον ποιεῖν σφοδρόν, οὕτως εἴσω καθειρχθεῖσαν τῇ ῥύμῃ
5τῆς φορᾶς διακραδαίνειν τοὺς τόπους, ἐν οἷς ἂν ἀποληφθῇ. συνέχεσθαι 〈δὲ〉 τὴν δύναμιν ταύτην ἐν τῇ γῇ διά τε πύκνωσιν τῆς ἐπιφανείας καὶ διὰ κατάψυξιν καὶ διὰ ξηρασίαν. ὅθεν καὶ νηνεμίας οὔσης ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι τοὺς σεισμοὺς τῆς τῶν ἀνέμων ὁρμῆς εἴσω τραπείσης· καὶ νυκτὸς μᾶλλον διὰ τὴν ψῦξιν καὶ περὶ τὸν ὄρθρον· τοὺς γὰρ ἀνέμους τότε τῆς πνοῆς ἄρχεσθαι, καὶ πρὸς τὴν γῆν
10ἀποστρέφειν 〈τὸ〉 κατὰ τὴν ἀναθυμίασιν ἄνιον πνεῦμα· καὶ τῆς ἡμέρας ἔστιν ὅτε περὶ μεσημβρίαν. τὸν γὰρ ἥλιον τῆς ἀναθυμιάσεως ἐπικρατοῦντα κατακλείειν αὐτὴν εἰς τὴν γῆν· καὶ ἔαρος καὶ μετοπώρου μᾶλλον, ἀνωμάλους γὰρ ταύτας εἶναι τὰς ὥρας· τὸ γὰρ θέρος καὶ τὸν χειμῶνα, τὸ μὲν διὰ τὸν πάγον, τὸ δὲ διὰ τὴν ἀλέαν ἀκίνητον ποιεῖν τὸν ἀέρα διὰ τὸ τὸ μὲν ἄγαν εἶναι ξηρόν, τὸν δὲ ἄγαν ψυχρόν·
15καὶ ἐν τοῖς αὐχμοῖς, ὅτε μάλιστα πνευματώδης ὁ ἀήρ· τοῦτο γὰρ εἶναι τὸν αὐχμόν, ξηρᾶς πλῆθος ἀναθυμιάσεως. ἀπελαυνομένης οὖν τῆς ἀτμίδος εἰς τὴν γῆν καὶ καθειργνυμένης σφυγμὸν γίνεσθαι περὶ αὐτὴν καὶ τρόμον καὶ ἐν ταῖς ἐπομβρίαις ἐπιφραττομένης ὑπὸ τῶν ὑγρῶν καὶ τοῦ ψυχροῦ τῆς γῆς καὶ τῆς ἐντὸς ἀναθυμιάσεως αὐξομένης ὑπὸ τῶν ὑετῶν καὶ πυκνουμένης, ὥστε κατὰ τὴν
20πρόσπτωσιν ἰσχυρῶς κινεῖν καὶ σείειν, καὶ ἐν τοῖς ὑπάντρους καὶ σομφοὺς ἔχουσι τοὺς κάτω τόπους ἢ καὶ παρακειμένην ῥοώδη θάλατταν διὰ τὸ θύραθεν πλεῖον ὑποδέχεσθαι πνεῦμα καὶ διὰ τὸ τὴν θάλατταν προσπίπτουσαν ἀπωθεῖν εἰς τὴν γῆν τὸ πεφυκὸς ἀπ’ αὐτῆς ἀποπνεῖν πνεῦμα καὶ σκεδάννυσθαι. περὶ γοῦν τὴν Πελοπόννησον καὶ τὴν Ἀχαιίαν καὶ τῆς Εὐβοίας τὰς κοιλάδας πολλοὺς καὶ μεγά‐
25λους γίνεσθαι σεισμούς. ὡς γὰρ ὑφ’ ἡμῶν πολλάκις τὸ διαπνεόμενον ἔξω πνεῦμα, παλινδρομῆσαν εἴσω, παλμὸν παρέχει καὶ σφυγμὸν ἐν τοῖς σώμασιν, οὕτω τὸ περιληφθὲν ἐν τῇ γῇ κατὰ τὴν κίνησιν κλονούμενον περὶ τοὺς πόρους καὶ διεγ‐ κοπτόμενον σπασμοὺς καὶ σεισμοὺς ἀποτελεῖν. συμβαίνειν δὲ καὶ τὰ μυκήματα ποτὲ μὲν μετὰ σεισμῶν, ποτὲ δὲ καὶ χωρίς, τοῦ πνεύματος ἠχοῦντος, ὥστ’ ἐξα‐
30κούεσθαι ψόφον τινὰ καὶ βόμβον ἐπὶ μήκιστον, ὁπότε διὰ τῶν σηράγγων διαυλο‐ δρομεῖ παρατριβόμενον μηδ’ ἐξιόν. τὰ δὲ χάσματα μετὰ σεισμῶν· ἤδη γοῦν τινας σεισμοὺς μὴ πρότερον λῆξαι πρὶν ἢ διαρραγῆναι τοὺς τόπους, ἐν οἷς ἐγένοντο, βιασαμένου τοῦ περιληφθέντος πνεύματος περὶ τὴν ἔξοδον ὥσπερ ἐκνεφίου τινὸς ἀνέμου, καθάπερ καὶ τὸν περὶ τὴν Ποντικὴν Ἡράκλειαν καὶ τὸν ἔτι πρότερον
35γενόμενον περὶ τὴν Ἱερὰν καλουμένην Αἰόλου νῆσον. ἐν ταύταις γὰρ ὑπὸ σεισμῶν οἰδήματα τῆς γῆς γενέσθαι μεγάλα, καὶ ταῦτα διαρραγέντα πολὺν ἄνεμον ἐκπε‐ φυσηκέναι καὶ φέψαλον, ὥστε κατατεφρῶσαι πλησίον οὖσαν τὴν τῶν Λιπαραίων πόλιν. τὰς δὲ ποντίους λεγομένας νήσους ἧττον σείεσθαι τῶν προσγείων διὰ τὸ καταψύχεσθαι τῷ πλήθει τῆς θαλάττης τὴν ἀπὸ τῆς γῆς ἀναθυμίασιν. τεκμήριον
40δ’ εἶναι τοῦ ῥεῖν ὑπὸ τὴν γῆν τὸ πνεῦμα πρῶτον μὲν † ἀπὸ τοῦ ἐν οἷς γίνεται προσημαίνειν ἠχοῦντος, εἶτα τὸ περὶ τὸν ἥλιον πάθος· ἀμαυρότερον γὰρ καὶ ἀχλυώδη φαίνεσθαι χωρὶς νέφους, ὑπονοστεῖν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν γῆν τοῦ λεπτύνοντος τὸν ἀέρα καὶ διακρίνοντος. πρός τε τούτοις τὸ πρὸ τῶν ὀρθρίων σεισμῶν νηνεμίαν γίνεσθαι καὶ ψῦχος· τὴν μὲν γὰρ ξυμβαίνειν διὰ τὴν
45εἴσω τῶν ἀνέμων μετάρροιαν, τὸ δὲ διὰ τὴν τῆς θερμῆς ἀναθυμιάσεως ἀπου‐ σίαν. καὶ περὶ μὲν σεισμῶν καὶ τῶν ἄλλων τῶν περὶ τὴν γῆν παθημάτων ἐπὶ τοσοῦτον.

14

(n)

Stob. ecl. I 30 2 p. 616—622H.
1 Ἀριστοτέλους. Ἅλω δὲ καὶ ἴριδας καὶ παρήλιον καὶ ῥάβδους καὶ τἄλλα τὰ κατὰ τὰς ἐμφάσεις ὑπὸ μὲν τῆς αὐτῆς αἰτίας γίνεσθαι (πάντα γὰρ εἶναι ταῦτα τῆς ὄψεως ἀνάκλασιν), διαφέρειν δὲ τοῖς τόποις καὶ ἀφ’ ὧν καὶ ὡς ἔχει συμ‐ βαίνειν τὴν ἀνάκλασιν. ἅλω μὲν οὖν καὶ περὶ ἥλιον φαίνεσθαι καὶ περὶ σελήνην
5καὶ καθόλου περὶ τὰ λαμπρὰ τῶν ἄστρων καὶ οὐθὲν ἧττον ἡμέρας ἢ νυκτὸς καὶ περὶ μεσημβρίαν ἢ δείλην· ἕωθεν δ’ ἐλαττονάκις καὶ περὶ δύσιν. συμβαίνειν δ’,
ὅταν διὰ τοῦ πέριξ ἀέρος ἀχλυώδους ὄντος ἐπιλάμπηται τὸ φῶς αὐτῶν, ὥσθ’ ὅλον ὁρᾶσθαι τὸν κύκλον· περιφανῆ γὰρ εἶναι καὶ σφαιρικὴν κατὰ τὴν ἔμφασιν τὴν ἅλω. ταύτης δὲ τὴν μὲν ἐπιμένουσαν ὑετὸν σημαίνειν, τὴν δὲ διασπασθεῖσαν453
10πνεῦμα, τὴν δὲ μαραινομένην εὐδίαν. ἶριν δὲ περὶ μόνον ἥλιον καὶ σελήνην συ‐ νίστασθαι, γίνεσθαι δὲ καὶ νύκτωρ, ὀλιγάκις δὲ καὶ πάνυ διὰ πολλοῦ. κύκλον δὲ μηδέποτε φαίνεσθαι τῆς ἴριδος μηδὲ μεῖζον ἡμικυκλίου τμῆμα. ποικίλην δ’ ἔχειν τὴν ἔμφασιν διὰ τὸ κατὰ τὴν τῆς ὄψεως ἀνάκλασιν φοινικοῦν καὶ πράσινον καὶ ἁλουργὸν προσπίπτειν ἀπ’ αὐτῆς χρῶμα. φοινικοῦν μὲν, ὅτι τὸ λαμπρὸν ἐν μέλανι
15καὶ διὰ μέλανος ὁρώμενον τοιαύτην ἀποτελεῖ χρόαν. τοῖς γοῦν θεωμένοις τὸν ἥλιον δι’ ὁμίχλης ἢ διὰ καπνοῦ δοκεῖν ἐρυθρὸν εἶναι· καὶ τὴν ἀπὸ τῶν χλωρῶν ξύλων φλόγα πεφοινιγμένην διὰ τὸ πολὺν αὐτῇ καταμεμῖχθαι καπνόν. κατὰ τοῦτο δὴ καὶ τὴν ἐξωτάτω καὶ μείζονα περιφέρειαν τῆς ἴριδος ἐμφαίνειν τὸ φοινικοῦν· διὰ γὰρ μέλανος τοῦ νέφους ἀνακλωμένην τὴν ὄψιν πρὸς λαμπρότατον ὄντα τὸν ἥλιον
20ἀντιλαμβάνεσθαι τοιοῦδε χρώματος. τὴν δὲ δευτέραν καὶ τρίτην περιφέρειαν διὰ τὴν τῆς ὄψεως ἀσθένειαν τό τε πράσινον καὶ τὸ ἁλουργὲς ἐμφαίνειν. τὸ δ’ ὅλον εἶναι τὴν ἶριν ἔμφασιν ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει κοίλῳ καὶ δεδροσι‐ σμένῳ κατὰ κύκλου περιφέρειαν ὁρωμένην. γίνεσθαι δ’ ἔστιν ὅτε διπλῆν, ὡς τὴν ἑτέραν ἀμαυροτέραν φαίνεσθαι καὶ διὰ παντὸς ἐξ ἐναντίας ἱσταμένην τῇ προτέρᾳ
25καὶ τῇ θέσει τῶν χρωμάτων ἀντεστραμμένην. παρηλίους δὲ καὶ ῥάβδους γίνεσθαι μὲν ἀπὸ τῆς αὐτῆς αἰτίας, οὐδὲ μὴν ὁμοίως ἔχοντος τοῦ νέφους. ὅταν γὰρ ἀχλυ‐ ῶδες ᾖ καὶ ὁμαλές, πρὸς δὲ τούτοις ὑδατῶδες καὶ πυκνόν, ὡς ἀπὸ χαλκοῦ [κατό‐ πτρου] λείου κλωμένην πρὸς τὸν ἥλιον τὴν ὄψιν λευκοῦ ποιεῖν φαντασίαν. παρα‐ πλήσιον γὰρ ἡλίῳ κατά τε τὴν χρόαν καὶ τὸ σχῆμα φαίνεσθαι τὸν παρήλιον.
30τὴν μὲν γὰρ ὁμαλότητα τοῦ νέφους αἰτίαν εἶναι τοῦ χρώματος, τὴν δ’ ἀνάκλασιν τῆς ὄψεως τῆς τοῦ ἡλίου, διὰ τῆς ἀχλυώδους ἐμφάσεως προσπίπτουσαν ἀθρόως πρὸς πεπυκνωμένον ὥσπερ ἔνοπτρον οὐδέπω μὲν ὂν ὕδωρ, ἐγγὺς δ’ ὑπάρχον τῆς πρὸς ὕδωρ μεταβολῆς· διὸ καὶ σημεῖον ὕδατος εἶναι τὸν παρήλιον· καὶ μᾶλλόν γε τὸν νότιον τοῦ βορείου παρὰ τὸ μᾶλλον μεταβάλλειν εἰς ὕδωρ τὸν νότιον ἀέρα
35τοῦ πρὸς ἄρκτον. γίνεσθαι δὲ περί τε [τὰς] ἀνατολὰς τοῦ ἡλίου καὶ περὶ δύσεις οὐκ ἄνωθεν, ἀλλ’ ἐκ τῶν πλαγίων, καθάπερ καὶ τὰς ῥάβδους. εἶναι δὲ [διὰ] τὰς καλουμένας ῥάβδους ἰριοειδεῖς εὐθείας ἐμφάσεις περὶ τὸν ἀέρα συνισταμένας δι’ ἀνωμαλίαν τῶν ἐνοπτριζόντων νεφῶν.

15

(n)

Stob. ecl. I 51 [43] 1 p. 1108H. [I. Dam. A 28 p. 237, 16—21 M.]
1Ἀριστοτέλους. Τὸ δὲ αἰσθητικόν, ὃ δὴ κοινῶς ἁπάντων τῶν ζῴων ἴδιον
(αἰσθήσει γὰρ διαφέρειν τὸ ζῷον τοῦ φυτοῦ), πενταπλοῦν ἐοικέναι. τοῦτο γὰρ τὸ μὲν ὅρασιν τὸ δ’ ἀκοὴν τὸ δ’ ὄσφρησιν τὸ δὲ γεῦσιν τὸ δ’ ἁφήν. ὑπάρχειν δέ τινα καὶ σύνθετον αἴσθησιν, ἐν ᾗ τό τε φανταστικὸν πᾶν γίνεσθαι καὶ 〈τὸ〉 μνη‐454
5μονευτικὸν καὶ τὸ δοξαστικόν, ὅπερ οὖν οὐδ’ ἄμοιρον τοῦ νοῦ τυγχάνει. αἰσθά‐ νεσθαι δ’ ἡμᾶς παθούσης τι τῆς αἰσθήσεως.

16

(n)

Stob. ecl. I 58 [47] p. 1114H.
1 Ἀριστοτέλης. Φαντασίαν δ’ εἶναι πάθος τι καὶ κίνησιν τῆς κατ’ ἐνέρ‐ γειαν αἰσθήσεως, ὠνομάσθαι δ’ ἀπὸ μιᾶς τῶν αἰσθήσεων, τῆς ὁράσεως· τὸ 〈γὰρ〉 φαίνεσθαι παρὰ τὸ φάος ἔχειν τὴν ἐπίρρησιν· τοῦτο δ’ οἰκεῖον εἶναι τῆς ὄψεως. διατείνειν δὲ 〈εἰσ〉 πάσας τὰς αἰσθήσεις καὶ τὰς διανοητικὰς κινήσεις, καὶ γὰρ
5ταύτας ὁμωνύμως λέγεσθαι φαντασίας. κριτήρια δ’ εἶναι τῆς τούτων γνώσεως τόν τε νοῦν καὶ τὴν αἴσθησιν, τὸν μὲν τῶν νοητῶν, τὴν δὲ τῶν αἰσθητῶν. οὔτε γὰρ τὸ καθόλου δύναιτ’ ἂν αἴσθησις ἐπικρίνειν οὔτε τὸ καθ’ ἕκαστον νοῦς, πάντα δ’ ἐκ τούτων συνεστάναι καὶ διὰ τούτων.

17

(n)

Stob. ecl. I 52 [44] 1 p. 1110H. [I. Dam. O 14 p. 173, 19 M.]
1 Ἀριστοτέλης ὁρᾶν ἡμᾶς κατὰ κίνησιν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. δια‐ φανὲς δὲ οὐ μόνον εἶναι τὸν ἀέρα, ἀλλὰ καὶ τὸ ὕδωρ καί τινα τῶν συνισταμένων ποθέν, οἷον ὕαλον καὶ κρύσταλλον καί τινας τῶν λαμπρῶν λίθων. ἀκούειν δὲ κατ’ ἐνέργειαν τοῦ μεταξὺ διηχοῦς. διηχὲς δ’ εἶναι καὶ τὸν ἀέρα καὶ τὸ πῦρ καὶ τὸ
5ὕδωρ καί τινα τῶν συγκριμάτων.
6nI. Dam. O 16 (p. 176, 14 M.)
7 Ἀριστοτέλης ὀσφραίνεσθαι τοῦ μεταξὺ σώματος ἀναπιμπλαμένου τῶν ὀσφραντῶν.
9nStob. ecl. I 55 [45] 4 p. 1112H.
10Ἀριστοτέλης γεύεσθαι διὰ τοῦ μεταξὺ τῶν γευστῶν ὑγρῶν.
11nStob. ecl. I 55 [45] 7 p. 1112H.
12 Ἀριστοτέλης. ἅπτεσθαι δὲ διὰ τοῦ μεταξὺ σώματος τῆς σαρκὸς καὶ τοῦ ἁπτοῦ. τὸ δὴ τοιοῦτον 〈ἢ τὸν〉 ἀέρα ἢ τὸ ὕδωρ ὑπάρχειν ἢ ἐκ τούτων τι κοινόν.
λανθάνειν δὲ ἐπί τε τῆς γεύσεως καὶ τῆς ἁφῆς διὰ τὸ μὴ διὰ μακροῦ γίνεσθαι455
15καθάπερ ἐπὶ τῶν ὁρατῶν καὶ ἀκουστῶν καὶ ὀσφραντῶν. τοῦ δὲ κινητικοῦ κατὰ τόπον, ὃ δὴ προσείπομεν ὁρμητικόν, τὸ πρῶτον κινοῦν καὶ ἐν ἡμῖν καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἀκίνητον εἶναι.

18

(n)

Stob. ecl. I 13 1 p. 336. 338H. [I. Dam. A 29 p. 238, 6 M.]
1 Αἴτιον δ’ ὁ Ζήνων φησὶν εἶναι δι’ ὅ, οὗ δ’ αἴτιον συμβεβηκός· καὶ τὸ μὲν αἴτιον σῶμα, οὗ δ’ αἴτιον κατηγόρημα· ἀδύνατον δ’ εἶναι τὸ μὲν αἴτιον παρεῖναι, οὗ δέ ἐστιν αἴτιον μὴ ὑπάρχειν. τὸ δὲ λεγόμενον τοιαύτην ἔχει δύναμιν· αἴτιόν ἐστι δι’ ὃ γίνεταί τι, οἷον διὰ τὴν φρόνησιν γίνεται τὸ φρονεῖν καὶ διὰ
5τὴν ψυχὴν γίνεται τὸ ζῆν καὶ διὰ τὴν σωφροσύνην γίνεται τὸ σωφρονεῖν. ἀδύ‐ νατον γὰρ εἶναι σωφροσύνης περί τινα οὔσης μὴ σωφρονεῖν ἢ ψυχῆς μὴ ζῆν ἢ φρονήσεως μὴ φρονεῖν. Χρύσιππος αἴτιον εἶναι λέγει δι’ ὅ. καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα καὶ [αἴτιον] ὅ τι· οὗ δὲ αἴτιον διά τι. αἰτίαν δ’ εἶναι λόγον αἰτίου ἢ λόγον τὸν περὶ
10τοῦ αἰτίου ὡς αἰτίου. Ποσειδώνιος δὲ οὕτως· αἴτιον δ’ ἐστί τινος, δι’ ὃ ἐκεῖνο, ἢ τὸ πρῶτον ποιοῦν ἢ τὸ ἀρχηγὸν ποιήσεως· καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα, οὗ δ’ αἴτιον οὔτε ὂν οὔτε σῶμα, ἀλλὰ συμβεβηκὸς καὶ κατηγόρημα.

19

(n)

Stob. ecl. I 14 1 p. 350. 352H.
1 Σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει· ταῦτα δὲ πλεοναχῶς λέγεσθαι, ὁτὲ μὲν γὰρ μῆκος εἶναι [λέγεσθαι] τὸ μέγιστον διάστημα τοῦ σώ‐ ματος, ὁτὲ δὲ μόνον τὸ κάτωθεν ἄνω· καὶ πλάτος ὁτὲ 〈μὲν〉 τὸ δεύτερον διά‐ στημα, ὁτὲ δὲ τὸ ἐκ δεξιᾶς καὶ ἐξ εὐωνύμου. καὶ βάθος ὁτὲ μὲν †καὶ εἰς ἑαυτὸ
5διάστημα, ὁτὲ δὲ τὸ πρόσω καὶ ὀπίσω· κατὰ μὲν τὸν πρότερον λόγον οὔτε τῶν σφαιρῶν οὔτε τῶν τετραγώνων καὶ τῶν ὁμοίων οὐδὲν τῶν διαστημάτων τούτων ἐχόντων, κατὰ δὲ τὸν δεύτερον παντὸς σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις διὰ τὸ κατὰ πᾶσαν θέσιν ὑπὸ τὸν λόγον τοῦτον πίπτειν αὐτό.

20

(n)

Stob. ecl. I 11 5 p. 322. 324H
1Ζήνωνος. Οὐσίαν δὲ εἶναι τὴν τῶν ὄντων πάντων πρώτην ὕλην, ταύτην
δὲ πᾶσαν ἀίδιον καὶ οὔτε πλείω γινομένην οὔτε ἐλάττω· τὰ δὲ μέρη ταύτης οὐκ ἀεὶ ταὐτὰ διαμένειν, ἀλλὰ διαιρεῖσθαι καὶ συγχεῖσθαι. διὰ ταύτης δὲ διαθεῖν τὸν τοῦ παντὸς λόγον, ὃν ἔνιοι εἱμαρμένην καλοῦσιν, οἷόν περ καὶ ἐν τῇ γονῇ456
5τὸ σπέρμα. Χρυσίππου Στωικοῦ. Τῶν κατὰ ποιότητα ὑφισταμένων πρώτην ὕλην· ταύτην δὲ ἀίδιον, οὔτε αὔξησιν οὔτε μείωσιν ὑπομένουσαν, διαίρεσιν δὲ καὶ σύγχυσιν ἐπιδεχομένην κατὰ μέρη, ὥστε φθορὰς γίνεσθαι ἐκ τῶν μερῶν εἴς τινα, οὐ κατὰ διαίρεσιν, ἀλλὰ κατ’ ἀναλογίαν τῇ συγχύσει τινῶν γινομένων ἔκ τινος.
10 Ἔφησε δὲ ὁ Ποσειδώνιος τὴν τῶν ὅλων οὐσίαν καὶ ὕλην ἄποιον καὶ ἄμορφον εἶναι, καθ’ ὅσον οὐδὲν ἀποτεταγμένον ἴδιον ἔχει σχῆμα οὐδὲ ποιότητα καθ’ αὑτήν· ἀεὶ δ’ ἔν τινι σχήματι καὶ ποιότητι εἶναι. διαφέρειν δὲ τὴν οὐσίαν τῆς ὕλης τὴν οὖσαν κατὰ τὴν ὑπόστασιν ἐπινοίᾳ μόνον.

21

(n)

Stob. ecl. I 10 16 p. 312—316 H.
1 Χρυσίππου. Περὶ δὲ τῶν ἐκ τῆς οὐσίας στοιχείων τοιαῦτά τινα ἀπο‐ φαίνεται τῷ τῆς αἱρέσεως ἡγεμόνι Ζήνωνι κατακολουθῶν, τέτταρα λέγων εἶναι στοιχεῖα, .. καὶ φυτὰ καὶ τὸν ὅλον κόσμον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ εἰς ταῦτα διαλύεσθαι. τὸ δὲ 〈πῦρ〉 κατ’ ἐξοχὴν στοιχεῖον λέγεσθαι διὰ τὸ ἐξ αὐτοῦ
5πρώτου τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ ἔσχατον πάντα χεό‐ μενα διαλύεσθαι. τοῦτο δὲ μὴ ἐπιδέχεσθαι τὴν εἰς ἄλλο χύσιν ἢ ἀνάλυσιν. συν‐ ίστασθαι δ’ ἐξ αὐτοῦ τὰ λοιπὰ καὶ χεόμενα εἰς τοῦτο ἔσχατον τελευτᾶν· παρ’ ὃ καὶ στοιχεῖον λέγεσθαι, ὃ πρῶτον ἕστηκεν οὕτως, ὥστε σύστασιν διδόναι ἀφ’ αὑτοῦ καὶ ἀπὸ τῶν λοιπῶν χύσιν καὶ διάλυσιν δέχεσθαι εἰς αὑτό. κατὰ μὲν τὸν
10λόγον τοῦτον αὐτοτελῶς λεγομένου τοῦ πυρὸς στοιχείου, οὐ μετ’ ἄλλου γάρ· κατὰ δὲ τὸν πρότερον καὶ μετ’ ἄλλων συστατικὸν εἶναι, πρώτης μὲν γινομένης τῆς ἐκ πυρὸς κατὰ σύστασιν εἰς ἀέρα μεταβολῆς, δευτέρας δ’ ἀπὸ τούτου εἰς ὕδωρ, τρίτης δ’ ἔτι μᾶλλον κατὰ τὸ ἀνάλογον συνισταμένου τοῦ ὕδατος εἰς γῆν. πάλιν δ’ ἀπὸ ταύτης διαλυομένης καὶ διαχεομένης πρώτη μὲν γίνεται χύσις εἰς ὕδωρ,
15δευτέρα δ’ ἐξ ὕδατος εἰς ἀέρα, τρίτη δὲ καὶ ἐσχάτη εἰς πῦρ. λέγεσθαι 〈δὲ〉 πῦρ τὸ πυρῶδες πᾶν καὶ ἀέρα τὸ ἀερῶδες καὶ ὁμοίως τὰ λοιπά. τριχῶς δὲ λεγο‐ μένου κατὰ Χρύσιππον τοῦ στοιχείου, καθ’ ἕνα μὲν τρόπον τοῦ πυρὸς διὰ τὸ ἐξ αὐτοῦ τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ λαμβάνειν τὴν ἀνάλυσιν· καθ’ ἕτερον δέ, καθ’ ὃ λέγεται τὰ τέτταρα στοιχεῖα πῦρ ἀὴρ ὕδωρ γῆ
20(ἐπεὶ διὰ τούτων τινὸς ἢ τινῶν ἢ καὶ πάντων τὰ λοιπὰ συνέστηκε, διὰ μὲν τῶν τεττάρων, ὡς τὰ ζῷα καὶ τὰ ἐπὶ γῆς πάντα συγκρίματα, διὰ δυοῖν δέ, ὡς ἡ σελήνη διὰ πυρὸς καὶ ἀέρος συνέστηκε, δι’ ἑνὸς δέ, ὡς ὁ ἥλιος· διὰ πυρὸς γὰρ μόνου, ὁ γὰρ ἥλιος πῦρ ἐστιν εἱλικρινές)· κατὰ τρίτον λόγον λέγεται στοι‐ χεῖον εἶναι ὃ πρῶτον συνέστηκεν οὕτως, ὥστε γένεσιν διδόναι ἀφ’ αὑτοῦ ὁδῷ457
25μέχρι τέλους καὶ ἐξ ἐκείνου τὴν ἀνάλυσιν δέχεσθαι εἰς ἑαυτὸ τῇ ὁμοίᾳ ὁδῷ. γεγονέναι δ’ ἔφησε καὶ τοιαύτας ἀποδόσεις περὶ στοιχείου, ὡς ἔστι τό τε δι’ αὑτοῦ εὐκινητότατον καὶ ἡ ἀρχὴ 〈καὶ ὁ〉 λόγος καὶ ἡ ἀίδιος δύναμις φύσιν ἔχουσα τοιαύτην, ὥστε † γῆν τε κινεῖν κάτω πρὸς γῆν τὴν τροφήν, καὶ ἀπὸ τῆς τροφῆς ἄνω πάντῃ κύκλῳ, εἰς αὑτήν τε πάντα καταναλίσκουσα καὶ τὸ αὑτῆς πάλιν ἀπο‐
30καθιστᾶσα τεταγμένως καὶ ὁδῷ.

22

(n)

Stob. ecl. I 19 3 p. 404. 406 H.
1 Χρυσίππου. Κίνησιν δέ φησιν εἶναι ὁ Χρύσιππος μεταβολὴν κατὰ τόπον ἢ ὅλῳ ἢ μέρει, ἢ μεταλλαγὴν ἐκ τόπου ἢ καθ’ ὅλον ἢ κατὰ μέρος. καὶ ἄλλως· κίνησιν 〈μὲν〉 μεταλλαγὴν κατὰ τόπον ἢ σχῆμα, φορὰν δὲ μετέωρον κίνησιν ὀξεῖαν, μονὴν δὲ τὸ μὲν οἷον ἀκινησίαν σώματος, τὸ δ’ οἷον σώματος σχέσιν κατὰ ταὐτὰ
5καὶ ὡσαύτως νῦν τε καὶ πρότερον. πολλαχῶς δὲ λέγεσθαι τὴν κίνησιν καὶ τὴν μονήν, διὸ καὶ πολλοὺς καθ’ ἕκαστον σημαινόμενον ἀποδίδοσθαι ὅρους. τὰς δὲ πρώτας κινήσεις εἶναι δύο, τήν τε εὐθεῖαν καὶ τὴν καμπύλην· διὰ τούτων δὲ πολ‐ λαχῶς μιγνυμένων γίνεσθαι πολλὰς κινήσεις καὶ διαφερούσας.

23

(n)

Stob. ecl. I 19 4 p. 406. 408 H.
1 Ζήνωνος. Τῶν δ’ ἐν τῷ κόσμῳ πάντων τῶν κατ’ ἰδίαν ἕξιν συνεστώτων τὰ μέρη τὴν φορὰν ἔχειν εἰς τὸ τοῦ ὅλου μέσον, ὁμοίως δὲ καὶ αὐτοῦ τοῦ κόσ‐ μου, διόπερ ὀρθῶς λέγεσθαι πάντα τὰ μέρη τοῦ κόσμου ἐπὶ τὸ μέσον τοῦ κόσμου τὴν φορὰν ἔχειν, μάλιστα δὲ τὰ βάρος ἔχοντα· ταὐτὸν δ’ αἴτιον εἶναι καὶ τῆς
5τοῦ κόσμου μονῆς ἐν ἀπείρῳ κενῷ καὶ τῆς γῆς παραπλησίως ἐν τῷ κόσμῳ περὶ τὸ τούτου κέντρον καθιδρυμένης ἰσοκρατῶς. οὐ πάντως δὲ σῶμα βάρος ἔχειν, ἀλλ’ ἀβαρῆ εἶναι ἀέρα καὶ πῦρ· τείνεσθαι δὲ καὶ ταῦτά πως ἐπὶ τὸ τῆς ὅλης σφαίρας τοῦ κόσμου μέσον, τὴν δὲ σύστασιν πρὸς τὴν περιφέρειαν αὐτοῦ ποιεῖσθαι.
φύσει γὰρ ἀνώφοιτα ταυτ’ εἶναι διὰ τὸ μηδενὸς μετέχειν βάρους· παραπλησίως458
10δὲ τούτοις οὐδ’ αὐτόν φασι τὸν κόσμον βάρος ἔχειν διὰ τὸ τὴν ὅλην αὐτοῦ σύ‐ στασιν ἔκ τε τῶν βάρος ἐχόντων στοιχείων εἶναι καὶ ἐκ τῶν ἀβαρῶν, τὴν δ’ ὅλην γῆν καθ’ ἑαυτὴν μὲν ἔχειν ἀρέσκει βάρος, παρὰ δὲ τὴν θέσιν διὰ τὸ τὴν μέσην ἔχειν χώραν (πρὸς δὲ τὸ μέσον εἶναι τὴν φορὰν τοῖς τοιούτοις σώμασιν) ἐπὶ τοῦ τόπου τούτου μένειν.

24

(n)

Stob. ecl. I 19 7 p. 408. 410H.
1 Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ τέχνῃ κίνησιν εἶναι μεταβολὴν κατὰ τόπον ἢ σχῆμα ἢ ὅλῳ ἢ [τοῖς] μέρεσι, σχέσιν δὲ συνοχὴν κατὰ τόπον ἢ σχῆμα καὶ τὸ ἴσχεσθαι τοιοῦτο· γένη δὲ κινήσεως εἶναι πρῶτα δύο, τήν τε κατ’ εὐθεῖαν καὶ τὴν ἐγκύκλιον. τούτων δὲ εἴδη γίνεσθαι πλείονα. περὶ τὸ αὐτὸ δὲ κινήσεις γί‐
5νεσθαι πολλὰς καὶ ἐν τῷ αὐτῷ τόπῳ, οἷον περιπατεῖν καὶ τρέχειν μὴ ἐκβαίνοντα τὸν ἀσώματον τόπον, καὶ ἅμα κινεῖσθαι τήν τε ἐπ’ εὐθεῖαν καὶ τὴν εἰς τὰ πλάγια καὶ τὴν ἔμπροσθεν καὶ τὴν ὄπισθεν καὶ τὴν εἰς δεξιὰν καὶ ἀριστερὰν καὶ ἐγκύκλιον καὶ ταχέως ἅμα καὶ βραδέως, καθάπερ ἐπὶ τῶν πλεόντων καὶ τῶν ὁμοίως τούτοις διακειμένων συντυγχάνειν. ὥσπερ δὲ παντὸς σώματος ἐλέγομεν
10μέρος εἶναι σῶμα καὶ πάσης ἐπιφανείας ἐπιφάνειαν καὶ πάσης γραμμῆς γραμμὴν καὶ παντὸς τόπου τόπον καὶ παντὸς χρόνου χρόνον, οὕτως καὶ πάσης κινήσεως κί‐ νησιν εἶναι ῥητέον καὶ πάσης σχέσεως σχέσιν κατὰ τὴν αὐτὴν ἀναλογίαν.

25

(n)

Stob. ecl. I 18 4 p. 390—394H.
1 Τόπον δ’ εἶναι ὁ Χρύσιππος ἀπεφαίνετο τὸ κατεχόμενον δι’ ὅλου ὑπὸ ὄντος ἢ τὸ οἷόν 〈τε〉 κατέχεσθαι ὑπὸ ὄντος καὶ δι’ ὅλου κατεχόμενον εἴτε ὑπὸ τινὸς 〈εἴτε〉 ὑπὸ τινῶν. ἐὰν δὲ τοῦ οἵου τε κατέχεσθαι ὑπὸ ὄντος τὶ μὲν κατέχηται, τὶ δὲ μή, τὸ ὅλον 〈οὔτε〉 κενὸν ἔσεσθαι οὔτε τόπον, ἕτερον δέ τι οὐκ ὠνομασμένον·
5τὸ μὲν γὰρ κενὸν τοῖς κενοῖς ἀγγείοις λέγεσθαι παραπλησίως, τὸν δὲ τόπον τοῖς πλήρεσι· χώραν δὲ πότερον τὸ μεῖζον οἷόν τε κατέχεσθαι ὑπὸ ὄντος καὶ οἷον μεῖζον ἀγγεῖον σώματος ἢ τὸ χωροῦν μεῖζον σῶμα; τὸ μὲν οὖν κενὸν ἄπειρον εἶναι λέγεσθαι· τὸ γὰρ ἐκτὸς τοῦ κόσμου τοιοῦτ’ εἶναι· τὸν δὲ τόπον πεπερασμένον διὰ τὸ μηδὲν σῶμα ἄπειρον εἶναι. καθάπερ δὲ τὸ σωματικὸν πεπερασμένον εἶναι,
10οὕτως τὸ ἀσώματον ἄπειρον· ὅ τε γὰρ χρόνος ἄπειρος καὶ τὸ κενόν. ὥσπερ γὰρ τὸ μηδὲν οὐδέν ἐστι πέρας, οὕτως οὐδὲ τοῦ μηδενός, οἷόν ἐστι τὸ κενόν. κατὰ γὰρ τὴν αὑτοῦ ὑπόστασιν ἄπειρόν ἐστι, περατοῦται δ’ αὖ τοῦτο ἐκπληρούμενον· τοῦ δὲ πληροῦντος ἀρθέντος οὐκ ἔστιν αὐτοῦ νοῆσαι πέρας.459

26

(n)

Stob. ecl. I 8 40 42 p. 254. 256—262H.
1 Ζήνων ἔφησε χρόνον εἶναι κινήσεως διάστημα, τοῦτο δὲ καὶ μέτρον καὶ κριτήριον τάχους τε καὶ βραδύτητος, ὅπως ἔχει *** κατὰ τοῦτον δὲ γίνεσθαι τὰ γινόμενα καὶ τὰ περαινόμενα ἅπαντα καὶ τὰ ὄντα εἶναι. Ἀπολλόδωρος δ’ ἐν τῇ Φυσικῇ τέχνῃ οὕτως ὁρίζεται τὸν χρόνον· χρόνος
5δ’ ἐστὶ τῆς τοῦ κόσμου κινήσεως διάστημα, οὕτως δ’ ἐστὶν ἄπειρος ὡς ὁ πᾶς ἀριθμὸς ἄπειρος λέγεται εἶναι· τὸ μὲν γάρ ἐστιν αὐτοῦ παρεληλυθὸς τὸ δὲ ἐνε‐ στηκὸς τὸ δὲ μέλλον. ἐνεστάναι δὲ τὸν πάντα χρόνον, ὡς τὸν ἐνιαυτὸν ἐνεστη‐ κέναι λέγομεν, κατὰ μείζονα περιγραφήν, καὶ ὑπάρχειν ὁ πᾶς χρόνος λέγεται οὐδενὸς αὐτοῦ τῶν μερῶν ὑπάρχοντος ἀπαρτιζόντως.
10 Ποσειδώνιος· τὰ μέν ἐστι κατὰ πᾶν ἄπειρα, ὡς ὁ σύμπας χρόνος· τὰ δὲ κατὰ τὶ, ὡς ὁ παρεληλυθὼς χρόνος καὶ ὁ μέλλων· κατὰ γὰρ τὸν παρόντα μόνον ἑκάτερος πεπέρανται. τὸν δὲ χρόνον οὕτως ὁρίζεται, διάστημα κινήσεως ἢ μέτρον τάχους τε καὶ βραδύτητος, ὅπως ἔχει τὸ ἐπινοούμενον· 〈καὶ〉 κατὰ τὸ πότε τοῦ χρό‐ νου τὸν μὲν εἶναι παρεληλυθότα, τὸν δὲ μέλλοντα, τὸν δὲ παρόντα, ὃς ἔκ τινος
15μέρους τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος περὶ τὸν διορισμὸν αὐτὸν συνέστηκε· τὸν δὲ διορισμὸν σημειώδη εἶναι. τὸ δὲ νῦν καὶ τὰ ὅμοια ἐν πλάτει χρόνον καὶ οὐχὶ κατ’ ἀπαρτισμὸν νοεῖσθαι. λέγεσθαι δὲ τὸ νῦν καὶ κατὰ τὸν ἐλάχιστον πρὸς αἴσθησιν χρόνον περὶ τὸν διορισμὸν τοῦ μέλλοντος καὶ παρεληλυθότος συνιστάμενον.
20 Ὁ δὲ Χρύσιππος χρόνον εἶναι κινήσεως διάστημα, καθ’ ὃ ποτὲ λέγεται μέτρον τάχους τε καὶ βραδύτητος, ἢ τὸ παρακολουθοῦν διάστημα τῇ τοῦ κόσμου κινήσει· καὶ κατὰ μὲν τὸν χρόνον κινεῖσθαί τε ἕκαστα καὶ εἶναι· εἰ μὴ ἄρα διττὸς λέγεται ὁ χρόνος, καθάπερ ἥ τε γῆ καὶ ἢ θάλαττα καὶ τὸ κενὸν τά τε ὅλα καὶ τὰ μέρη τὰ αὐτῶν. ὥσπερ δὲ τὸ κενὸν πᾶν ἄπειρον εἶναι πάντῃ, καὶ τὸν χρόνον
25πάντα ἄπειρον εἶναι ἐφ’ ἑκάτερα· καὶ γὰρ τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα ἄπειρον εἶναι. ἐκφανέστατα δὲ τοῦτο λέγει, ὅτι οὐθεὶς ὅλως ἐνίσταται χρόνος· ἐπεὶ γὰρ εἰς ἄπειρον ἡ τομὴ τῶν συνεχόντων ἐστί, κατὰ τὴν διαίρεσιν ταύτην καὶ πᾶς χρόνος εἰς ἄπειρον ἔχει τὴν τομήν· ὥστε μηθένα κατ’ ἀπαρτισμὸν ἐνεστάναι
χρόνον, ἀλλὰ κατὰ πλάτος λέγεσθαι. μόνον δὲ ὑπάρχειν φησὶ τὸν ἐνεστῶτα, τὸν460
30δὲ παρῳχημένον καὶ τὸν μέλλοντα ὑφεστάναι μέν, ὑπάρχειν δὲ οὐδαμῶς, εἰ μὴ ὡς καὶ κατηγορήματα ὑπάρχειν λέγεται μόνα τὰ συμβεβηκότα, οἷον τὸ περιπατεῖν ὑπάρχει μοι ὅτε περιπατῶ, ὅτε δὲ κατακέκλιμαι ἢ κάθημαι οὐχ ὑπάρχει ... .......................... Ἔαρ δὲ ἔτους ὥραν κεκραμένην ἐκ χειμῶνος ἀπολήγοντος καὶ θέρους ἀρ‐
35χομένου, ἢ τὴν μετὰ χειμῶνα ὥραν πρὸ θέρους. θέρος δὲ ὥραν ἔτους τὴν μά‐ λιστ’ ὑφ’ ἡλίου διακεκαυμένην. μετόπωρον δὲ ὥραν ἔτους τὴν μετὰ θέρος μὲν πρὸ χειμῶνος δέ, κεκραμένην. χειμῶνα δὲ ὥραν ἔτους τὴν μάλιστα κατεψυγμένην, ἢ τὸν περὶ γῆν ἀέρα κατεψυγμένον. γίνεσθαι δὲ ἰσημερίας δύο καθ’ ἕκαστον ἐνιαυτὸν καὶ τροπὰς δύο· ἰσημερίας μὲν ὅταν ἡ νὺξ καὶ ἡ ἡμέρα ἴσαι ὦσι,
40τούτων δὲ τὴν μὲν ἔαρι γίνεσθαι, τὴν δὲ μετοπώρῳ· τῶν δὲ τροπῶν τὰς μὲν θέ‐ ρους, τὰς δὲ χειμῶνος.

27

(n)

Stob. ecl. I 17 et 20 7 p. 432—438H.
1 Ποσειδώνιος δὲ φθορὰς καὶ γενέσεις τέτταρας εἶναί φησιν ἐκ τῶν ὄντων εἰς τὰ ὄντα γιγνομένας. τὴν μὲν γὰρ ἐκ τῶν οὐκ ὄντων καὶ τὴν εἰς 〈τὰ〉 οὐκ ὄντα, καθάπερ εἴπομεν πρόσθεν, ἀπέγνωσαν ἀνύπαρκτον οὖσαν. τῶν δ’ εἰς 〈τὰ〉 ὄντα γινομένων μεταβολῶν τὴν μὲν εἶναι κατὰ διαίρεσιν, τὴν δὲ κατ’ ἀλλοίωσιν, τὴν δὲ
5κατὰ σύγχυσιν, τὴν δ’ ἐξ ὅλων, λεγομένην δὲ κατ’ ἀνάλυσιν. τούτων δὲ τὴν κατ’ ἀλλοίωσιν περὶ τὴν οὐσίαν γίγνεσθαι, τὰς δὲ ἄλλας τρεῖς περὶ τοὺς ποιοὺς λεγο‐ μένους τοὺς ἐπὶ τῆς οὐσίας γιγνομένους. ἀκολούθως δὲ τούτοις καὶ τὰς γενέσεις συμβαίνειν. τὴν γὰρ οὐσίαν οὔτ’ αὔξεσθαι οὔτε μειοῦσθαι κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν, ἀλλὰ μόνον ἀλλοιοῦσθαι, καθάπερ ἐπ’ ἀριθμῶν καὶ μέτρων [καὶ] συμ‐
10βαίνειν. ἐπὶ 〈δὲ〉 τῶν ἰδίως ποιῶν οἶον Δίωνος καὶ Θέωνος καὶ αὐξήσεις καὶ μειώσεις γίνεσθαι. διὸ καὶ παραμένειν τὴν ἑκάστου ποιότητα [τὰ] ἀπὸ τῆς γενέ‐ σεως μέχρι τῆς ἀναιρέσεως, 〈ὡσ〉 ἐπὶ τῶν ἀναίρεσιν ἐπιδεχομένων ζῴων καὶ φυτῶν καὶ τῶν τούτοις παραπλησίων. ἐπὶ δὲ τῶν ἰδίως ποιῶν φασι δύο εἶναι τὰ δεκτικὰ μόρια, τὸ μέν τι κατὰ τὴν τῆς οὐσίας ὑπόστασιν, τὸ δέ 〈τι〉 κατὰ τὴν
15τοῦ ποιοῦ. τοῦτο γάρ, ὡς πολλάκις ἐλέγομεν, τὴν αὔξησιν καὶ τὴν μείωσιν ἐπι‐ δέχεσθαι· μὴ εἶναι δὲ ταὐτὸν τό τε ποιὸν ἰδίως καὶ τὴν οὐσίαν [ὃ] ἐξ ἧς ἔστι τοῦτο, μὴ μέντοι γε μηδ’ ἕτερον, ἀλλὰ μόνον οὐ ταὐτὸν διὰ τὸ καὶ μέρος εἶναι τῆς οὐσίας καὶ τὸν αὐτὸν ἐπέχειν τόπον, τὰ δ’ ἕτερα τινῶν λεγόμενα δεῖν καὶ τόπῳ κεχωρίσθαι καὶ μηδ’ ἐν μέρει θεωρεῖσθαι.461
20 Τὸ δὲ μὴ εἶναι ταὐτὸ τό τε κατὰ τὸ ἰδίως ποιὸν καὶ τὸ κατὰ τὴν οὐσίαν, δῆλον εἶναί φησιν ὁ Μνήσαρχος· ἀναγκαῖον γὰρ τοῖς αὐτοῖς ταὐτὰ συμβεβηκέναι. εἰ γάρ τις πλάσας ἵππον λόγου χάριν συνθλάσειεν, ἔπειτα κύνα ποιήσειεν, εὐλόγως ἂν ἡμᾶς ἰδόντας εἰπεῖν, ὅτι τοῦτ’ οὐκ ἦν πάλαι, νῦν δ’ ἐστίν· ὥσθ’ ἕτερον εἶναι τὸ ἐπὶ τοῦ ποιοῦ λεγόμενον τό τε [καὶ] ἐπὶ τῆς οὐσίας. καθόλου νομίζειν τοὺς
25αὐτοὺς ἡμᾶς εἶναι ταῖς οὐσίαις ἀπίθανον εἶναι φαίνεται· πολλάκις γὰρ συμβαίνει τὴν μὲν οὐσίαν ὑπάρχειν πρὸ τῆς γενέσεως εἰ τύχοι τῆς Σωκράτους, τὸν δὲ Σω‐ κράτην μηδέπω ὑπάρχειν, καὶ μετὰ τὴν τοῦ Σωκράτους ἀναίρεσιν ὑπομένειν μὲν τὴν οὐσίαν, αὐτὸν δὲ μηκέτ’ εἶναι.

28

(n)

Stob. ecl. I 17 p. 374—378H.
1 Χρύσιππος δὲ τοιοῦτόν τι διεβεβαιοῦτο· εἶναι τὸ ὂν πνεῦμα κινοῦν ἑαυτὸ πρὸς ἑαυτὸ καὶ ἐξ αὑτοῦ, ἢ πνεῦμα ἑαυτὸ κινοῦν πρόσω καὶ ὀπίσω· πνεῦμα δὲ εἴληπται διὰ τὸ λέγεσθαι αὐτὸ ἀέρα εἶναι κινούμενον· ἀνάλογον δὲ γίνεσθαι κἀπὶ τοῦ αἰθέρος, ὥστε καὶ εἰς κοινὸν λόγον πεσεῖν αὐτά. ἡ τοιαύτη δὲ κίνησις κατὰ
5μόνους γίνεται τοὺς νομίζοντας τὴν οὐσίαν πᾶσαν μεταβολὴν ἐπιδέχεσθαι καὶ σύγχυσιν καὶ σύστασιν καὶ σύμμιξιν καὶ σύμφυσιν καὶ τὰ τούτοις παραπλήσια. διαφέρειν γὰρ ἀρέσκει τοῖς ἀπὸ τῆς Στωικῆς αἱρέσεως παράθεσιν μῖξιν κρᾶσιν σύγχυσιν· παράθεσιν μὲν γὰρ εἶναι σωμάτων συναφὴν κατὰ τὰς ἐπιφανείας, ὡς ἐπὶ τῶν σωρῶν ὁρῶμεν, ἐν οἷς πυροί τε καὶ κριθαὶ καὶ φακοὶ καὶ εἴ τινα τούτοις
10ἄλλα παραπλήσια περιέχεται, καὶ τῶν ἐπὶ τῶν αἰγιαλῶν ψήφων καὶ ἄμμων· μῖξιν δ’ εἶναι δύο ἢ καὶ πλειόνων σωμάτων ἀντιπαρέκτασιν δι’ ὅλων, ὑπομενουσῶν τῶν συμφυῶν περὶ αὐτὰ ποιοτήτων, ὡς ἐπὶ τοῦ πυρὸς ἔχει καὶ τοῦ πεπυρακτω‐ μένου σιδήρου· ἐπὶ τούτων γὰρ 〈δι’〉 ὅλων γίνεσθαι τῶν σωμάτων τὴν ἀντι‐ παρέκτασιν. ὁμοίως δὲ κἀπὶ τῶν ἐν ἡμῖν ψυχῶν ἔχει· δι’ ὅλων γὰρ τῶν σω‐
15μάτων ἡμῶν ἀντιπαρεκτείνουσιν· ἀρέσκει γὰρ αὐτοῖς σῶμα διὰ σώματος ἀντι‐ παρήκειν. κρᾶσιν δ’ εἶναι λέγουσι δύο ἢ καὶ πλειόνων σωμάτων ὑγρῶν δι’ ὅλων ἀντιπαρέκτασιν τῶν περὶ αὐτὰ ποιοτήτων ὑπομενουσῶν. 〈καὶ〉 τὴν μὲν μῖξιν καὶ ἐπὶ ξηρῶν γίγνεσθαι σωμάτων, οἷον πυρὸς καὶ σιδήρου ψυχῆς τε καὶ τοῦ περι‐
έχοντος αὐτὴν σώματος, τὴν δὲ κρᾶσιν ἐπὶ μόνων φασὶ γίνεσθαι τῶν ὑγρῶν.462
20συνεκφαίνεσθαι γὰρ ἐκ τῆς κράσεως τὴν ἑκάστου τῶν συγκραθέντων ὑγρῶν ποιό‐ τητα οἷον οἴνου μέλιτος ὕδατος ὄξους τῶν παραπλησίων. ὅτι δ’ ἐπὶ τοιούτων κράσεων διαμένουσιν αἱ ποιότητες τῶν συγκραθέντων, πρόδηλον ἐκ τοῦ πολλάκις ἐξ ἐπιμηχανήσεως ἀποχωρίζεσθαι ταῦτα ἀπ’ ἀλλήλων. ἐὰν γοῦν σπόγγον ἠλαιω‐ μένον καθῇ τις εἰς οἶνον ὕδατι κεκραμένον, ἀποχωρίσει τὸ ὕδωρ τοῦ οἴνου ἀνα‐
25δραμόντος τοῦ ὕδατος εἰς τὸν σπόγγον. τὴν δὲ σύγχυσιν δύο 〈ἢ〉 καὶ πλειόνων ποιοτήτων περὶ τὰ σώματα μεταβολὴν εἰς ἑτέρας διαφερούσης τούτων ποιότητος γένεσιν, ὡς ἐπὶ τῆς συνθέσεως ἔχει τῶν μύρων καὶ τῶν ἰατρικῶν φαρμάκων.

29

(n)

Euseb. P. E. XV 15 1—9
1 Ὁποίαν δόξαν ἐπάγονται οἱ Στωικοὶ περὶ τοῦ θεοῦ καὶ περὶ συστάσεως τοῦ παντὸς ἀπὸ τῶν Ἀρείου Διδύμου. Ὅλον δὲ τὸν κόσμον σὺν τοῖς ἑαυτοῦ μέρεσι προσαγορεύουσι θεόν· τοῦτον δὲ ἕνα μόνον εἶναί φασι καὶ πεπερασμένον καὶ ζῷον καὶ ἀίδιον καὶ θεόν. ἐν γὰρ
5τούτῳ πάντα περιέχεσθαι τὰ σώματα, κενὸν δὲ μηδὲν ὑπάρχειν ἐν αὐτῷ. τὸ γὰρ ἐκ πάσης τῆς οὐσίας ποιὸν προσαγορεύεσθαι 〈κόσμον καὶ〉 τὸ κατὰ τὴν διακό‐ σμησιν τὴν τοιαύτην διάταξιν ἔχον. διὸ κατὰ μὲν τὴν προτέραν ἀπόδοσιν ἀίδιον τὸν κόσμον εἶναί φασι, κατὰ δὲ τὴν διακόσμησιν γενητὸν καὶ μεταβλητὸν κατὰ περιόδους ἀπείρους γεγονυίας τε καὶ ἐσομένας. καὶ τὸ μὲν ἐκ τῆς πάσης οὐσίας
10ποιὸν κόσμον ἀίδιον εἶναι καὶ θεόν· λέγεσθαι δὲ κόσμον 〈καὶ〉 σύστημα ἐξ οὐ‐ ρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἐν αὐτοῖς φύσεων· λέγεσθαι δὲ κόσμον καὶ τὸ οἰκητήριον θεῶν καὶ ἀνθρώπων 〈ἢ τὸν ἐκ θεῶν καὶ ἀνθρώπων〉 καὶ τῶν ἕνεκα τούτων γενομένων συνεστῶτα. ὃν γὰρ τρόπον πόλις λέγεται διχῶς τό τε οἰκητήριον καὶ τὸ ἐκ τῶν ἐνοικούντων σὺν τοῖς πολίταις σύστημα,
15οὕτω καὶ ὁ κόσμος οἱονεὶ πόλις ἐστὶν ἐκ θεῶν καὶ ἀνθρώπων συνεστῶσα, τῶν μὲν θεῶν τὴν ἡγεμονίαν ἐχόντων, τῶν δ’ ἀνθρώπων ὑποτεταγμένων. κοινωνίαν δ’ ὑπάρχειν πρὸς ἀλλήλους διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος· τὰ δ’ ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. οἷς ἀκολούθως νομιστέον προνοεῖν τῶν ἀν‐ θρώπων τὸν τὰ ὅλα διοικοῦντα θεόν, εὐεργετικὸν ὄντα καὶ χρηστὸν καὶ φιλάν‐
20θρωπον δίκαιόν τε καὶ πάσας ἔχοντα τὰς ἀρετάς. διὸ δὴ καὶ Ζεὺς λέγεται ὁ κόσμος, ἐπειδὴ τοῦ ζῆν αἴτιος ἡμῖν ἐστι. καθ’ ὅσον δὲ εἰρομένῳ λόγῳ πάντα διοικεῖ ἀπαραβάτως ἐξ ἀιδίου, προσονομάζεσθαι εἱμαρμένην· Ἀδράστειαν δέ, ὅτι οὐδὲν ἔστιν αὐτὸν ἀποδιδράσκειν· πρόνοιαν δ’, ὅτι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα.463
25 Ἡγεμονικὸν δὲ τοῦ κόσμου Κλεάνθει μὲν ἤρεσε τὸν ἥλιον εἶναι διὰ τὸ μέγιστον τῶν ἄστρων ὑπάρχειν καὶ πλεῖστα συμβάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ ἐνιαυτὸν ποιοῦντα καὶ τὰς ἄλλας ὥρας. τισὶ δὲ τῶν ἀπὸ τῆς αἱρέσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου. Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον καὶ εἱλικρινέστατον ἅτε πάντων εὐκινητότατον ὄντα
30καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν. Ταῦτα μὲν οὖν ἀπὸ τῆς Ἐπιτομῆς Ἀρείου Διδύμου προκείσθω.

30

(n)

Stob. ecl. I 1 [2] 26 p. 48H.
1 Χρυσίππου. Ζεὺς μὲν οὖν φαίνεται ὠνομάσθαι ἀπὸ τοῦ πᾶσι δεδωκέναι τὸ ζῆν· Δία δὲ αὐτὸν λέγουσιν, ὅτι πάντων ἐστὶν αἴτιος καὶ δι’ αὐτὸν πάντα.

31

(n)

Stob. ecl. I 21 5 p. 444—448H.
1 Κόσμον δ’ εἶναί φησιν ὁ Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων ἢ τὸ ἐκ θεῶν καὶ ἀνθρώπων σύστημα καὶ ἐκ τῶν ἕνεκα τούτων γεγονότων. λέγεται δ’ ἑτέρως κόσμος ὁ θεός, καθ’ ὃν ἡ διακόσμησις γίνεται καὶ τελειοῦται· τοῦ δὲ κατὰ τὴν διακόσμησιν λεγομένου κόσμου τὸ μὲν
5εἶναι περιφερόμενον περὶ τὸ μέσον, τὸ δ’ ὑπομένον· περιφερόμενον μὲν τὸν αἰθέρα, ὑπομένον δὲ τὴν γῆν καὶ τὰ ἐπ’ αὐτῆς ὑγρὰ καὶ τὸν ἀέρα. τὸ γὰρ τῆς πάσης οὐσίας πυκνότατον ὑπέρεισμα πάντων εἶναι κατὰ φύσιν, ὅνπερ τρόπον ἐν ζῴῳ τὰ ὀστέα, τοῦτο δὲ καλεῖσθαι γῆν. περὶ δὲ ταύτην τὸ ὕδωρ περικεχύσθαι σφαιρικῶς, ὁμαλωτέραν τὴν ἰσχὺν διειληχός. τῆς γὰρ γῆς ἐξοχάς τινας ἐχούσης ἀνωμάλους
10διὰ τοῦ ὕδατος ἐς ὕψος ἀνηκούσας, ταύτας μὲν νήσους καλεῖσθαι, τούτων δὲ τὰς ἐπὶ πλεῖον διηκούσας ἠπείρους προσηγορεῦσθαι ὑπ’ ἀγνοίας τοῦ περιέχεσθαι καὶ
ταύτας πελάγεσι μεγάλοις. ἀπὸ δὲ τοῦ ὕδατος τὸν ἀέρα ἐξῆφθαι καθάπερ ἐξα‐ τμισθέντα καὶ περικεχύσθαι σφαιρικῶς, ἐκ δὲ τούτου τὸν αἰθέρα ἀραιότατον ὄντα καὶ εἱλικρινέστατον. τὸν μὲν οὖν κατὰ τὴν διακόσμησιν λεγόμενον κόσμον εἰς464
15ταύτας διακεκρίσθαι τὰς φύσεις, τὸ δὲ περιφερόμενον αὐτῷ ἐγκυκλίως αἰθέρα εἶναι, ἐν ᾧ τὰ ἄστρα καθίδρυται τά τε ἀπλανῆ καὶ τὰ πλανώμενα, θεῖα τὴν φύσιν ὄντα καὶ ἔμψυχα καὶ διοικούμενα κατὰ τὴν πρόνοιαν. τῶν μὲν οὖν ἀπλα‐ νῶν ἄστρων ἀκατάληπτον εἶναι τὸ πλῆθος, τὰ δὲ πλανώμενα ἑπτὰ τὸν ἀριθμὸν εἶναι· πάντα δὲ τὰ πλανώμενα ταπεινότερα τῶν ἀπλανῶν. τετάχθαι δὲ τὰ μὲν
20ἀπλανῆ ἐπὶ μιᾶς ἐπιφανείας, ὡς καὶ ὁρᾶται· τὰ δὲ πλανώμενα ἐπ’ ἄλλης καὶ ἄλλης σφαίρας· περιέχεσθαι δὲ πάσας τὰς τῶν πλανωμένων ὑπὸ τῆς τῶν ἀπλανῶν σφαίρας. τῶν δὲ πλανωμένων ὑψηλοτάτην εἶναι μετὰ τὴν 〈τῶν〉 ἀπλανῶν τὴν τοῦ Κρόνου, μετὰ δὲ ταύτην τὴν τοῦ Διός, εἶτα τὴν τοῦ Ἄρεος, ἐφεξῆς δὲ τὴν τοῦ Ἑρμοῦ, καὶ μετ’ αὐτὴν τὴν τῆς Ἀφροδίτης, εἶτα τὴν τοῦ ἡλίου, ἐπὶ πᾶσι δὲ
25τὴν τῆς σελήνης πλησιάζουσαν τῷ ἀέρι. διὸ καὶ ἀερωδεστέραν φαίνεσθαι καὶ μάλιστα διατείνειν τὴν ἀπ’ αὐτῆς δύναμιν εἰς τὰ περίγεια. ὑπὸ δὲ τὴν σελήνην τὴν τοῦ † ὑπ’ αὐτοῦ φερομένου ἀέρος, εἶτα τὴν 〈τοῦ〉 ὕδατος, τελευταίαν δὲ τὴν τῆς γῆς περὶ τὸ μέσον σημεῖον τοῦ κόσμου κειμένης, ὃ δὴ τοῦ παντός ἐστι κάτω, ἄνω δὲ τὸ ἀπ’ αὐτοῦ εἰς τὸ κύκλῳ πάντῃ.

32

(n)

Stob. ecl. I 24 p. 518. 520H.
1 Ἄστρον δὲ εἶναί φησιν ὁ Ποσειδώνιος σῶμα θεῖον ἐξ αἰθέρος συνεστηκός, λαμπρὸν καὶ πυρῶδες, οὐδέποτε στάσιν ἔχον, ἀλλ’ αἰεὶ φερόμενον ἐγκυκλίως· ἰδίως δὲ τὸν ἥλιον καὶ τὴν σελήνην ἄστρα λέγεσθαι· διαφέρειν δὲ ἀστέρα ἄστρου· εἰ μὲν γάρ τίς ἐστιν ἀστήρ, καὶ ἄστρον ὀνομασθήσεται δεόντως, οὐ μὴν ἀνάπαλιν.
5 Ἀνατολὴν δ’ εἶναί φησιν ὁ Χρύσιππος ἐν ταῖς Φυσικαῖς τέχναις ὑπεροχὴν ἄστρου ὑπὲρ γῆς, δύσιν δὲ κρύψιν ἄστρου ὑπὸ γῆν. γίνεσθαι δ’ ἅμα τῶν αὐτῶν ἀνατολὴν καὶ δύσιν πρὸς ἄλλους τε καὶ ἄλλους. ἐπιτολὴν δ’ ἄστρου ἅμα ἡλίῳ ἀνατολήν, δύσιν δὲ τὴν ἅμα ἡλίῳ δύσιν. διχῶς γὰρ λέγεσθαι δύσιν τὴν μὲν κατὰ τὴν ἀνατολὴν, τὴν δὲ κατὰ τὴν ἐπιτολήν. κυνὸς δ’ ἐπιτολὴν ἅμα ἡλίῳ
10κυνὸς ἀνατολήν, δύσιν δὲ κυνὸς ἅμα ἡλίῳ κυνὸς ἀπόκρυψιν ὑπὸ γῆν. τὸν δ’
ὅμοιον λόγον εἶναι καὶ ἐπὶ τῆς πλειάδος. Ἀπολλόδωρος ἐν τῷ δευτέρῳ Περὶ θεῶν Πυθαγορείαν εἶναι τὴν περὶ τοῦ τὸν αὐτὸν εἶναι φωσφόρον τε καὶ ἕσπερον δόξαν.465

33

(n)

Stob. ecl. I 25 3 p. 538. 540H.
1 Ζήνων τὸν ἥλιόν φησι καὶ τὴν σελήνην καὶ τῶν ἄλλων ἄστρων ἕκαστον εἶναι νοερὸν καὶ φρόνιμον, πύρινον 〈δὲ〉 πυρὸς τεχνικοῦ. δύο γὰρ γένη πυρός, τὸ μὲν ἄτεχνον καὶ μεταβάλλον εἰς ἑαυτὸ τὴν τροφήν, τὸ δὲ τεχνικὸν αὐξητικόν τε καὶ τηρητικόν, οἷον ἐν τοῖς φυτοῖς ἐστι καὶ ζῴοις, ὃ δὴ φύσις ἐστὶ καὶ ψυχή·
5τοιούτου δὴ πυρὸς εἶναι τὴν τῶν ἄστρων οὐσίαν. τὸν δὲ ἥλιον καὶ τὴν σελήνην δύο φορὰς φέρεσθαι, τὴν μὲν ὑπὸ τοῦ κόσμου ἀπ’ ἀνατολῆς ἐπ’ ἀνατολήν, τὴν δὲ ἐναντίαν τῷ κόσμῳ, ζῴδιον ἐκ ζῳδίου μεταβαίνοντας. τὰς δ’ ἐκλείψεις τούτων γίγνεσθαι διαφόρως, ἡλίου μὲν περὶ τὰς συνόδους, σελήνης δὲ περὶ τὰς πανσε‐ λήνους. γίνεσθαι δ’ ἐπ’ ἀμφοτέρων τὰς ἐκλείψεις καὶ μείζους καὶ ἐλάττους.
10 Χρύσιππος τὸν ἥλιον εἶναι τὸ ἀθροισθὲν ἔξαμμα νοερὸν ἐκ τοῦ τῆς θα‐ λάσσης ἀναθυμιάματος, σφαιροειδῆ δὲ εἶναι τῷ σχήματι.

34

(n)

Stob. ecl. I 26
1 Ζήνων τὴν σελήνην ἔφησεν ἄστρον νοερὸν καὶ φρόνιμον, πύρινον δὲ πυρὸς τεχνικοῦ. Κλεάνθης πυροειδῆ τὴν σελήνην, πιλοειδῆ δὲ τῷ σχήματι. Χρύσιππος τὸ ἀθροισθὲν ἔξαμμα μετὰ τὸν ἥλιον νοερὸν ἐκ τοῦ ἀπὸ
5τῶν ποτίμων ὑδάτων ἀναθυμιάματος· διὸ καὶ τούτοις τρέφεσθαι. σφαιροειδῆ δὲ εἶναι. μῆνα δὲ καλεῖσθαι τὴν τοῦ δρόμου αὐτῆς περίοδον. μεὶς δ’ ἐστί, φησί, τὸ φαινόμενον τῆς σελήνης πρὸς ἡμᾶς, ἢ σελήνη μέρος ἔχουσα φαινόμενον
πρὸς ἡμᾶς.466

35

(n)

Stob. ecl. I 31 [I. Dam. N 6 p. 153, 30 M.]
1 Χρύσιππος ἔφησε τὴν ὁμίχλην νέφος διακεχυμένον ἢ ἀέρα πάχος ἔχοντα, δρόσον δὲ ἐξ ὁμίχλης καταφερόμενον ὑγρόν, ὑετὸν δὲ φορὰν ὕδατος ἐκ νεφῶν, ὄμβρον δὲ λάβρου ὕδατος καὶ πολλοῦ ἐκ νεφῶν φοράν, χάλαζαν δὲ ὑετοῦ πεπη‐ γότος διάθρυψιν, χιόνα δὲ νέφος πεπηγὸς ἢ νέφους πῆξιν, τὸ δ’ ἐπὶ τῆς γῆς
5πεπηγὸς ὕδωρ κρύσταλλον, πάχνην δὲ δρόσον πεπηγυῖαν.

36,col 1

(n)

Euseb. P. E. XV 18 1—3
1Ὅπως οἱ Στωικοὶ περὶ τῆς τοῦ παντὸς ἐκπυρώσεως δοξάζουσιν. Ἀρέσκει δὲ τοῖς πρεσβυτάτοις τῶν ἀπὸ τῆς αἱρέσεως ταύτης ἐξαιθεροῦσθαι
5πάντα κατὰ περιόδους τινὰς τὰς με‐ γίστας εἰς πῦρ αἰθερῶδες ἀναλυομένων πάντων. Καὶ ἑξῆς ἐπάγει· Ἐκ τούτων δὲ δῆλον, ὅτι Χρύ‐
10σιππος ἐπὶ τῆς οὐσίας οὐ ταύτην παρ‐ είληφε τὴν σύγχυσιν (ἀδύνατον γάρ), ἀλλὰ τὴν ἀντὶ τῆς μεταβολῆς λεγομένην· οὐ γὰρ ἐπὶ τῆς τοῦ κόσμου κατὰ περι‐ όδους τὰς μεγίστας γινομένης φθορᾶς
15κυρίως παραλαμβάνουσι τὴν φθορὰν οἱ τὴν εἰς πῦρ ἀνάλυσιν τῶν ὅλων δογμα‐ τίζοντες, ἣν δὴ καλοῦσιν ἐκπύρωσιν· ἀλλ’ ἀντὶ τῆς κατὰ φύσιν μεταβολῆς χρῶνται τῇ προσηγορίᾳ τῆς φθορᾶς.
20ἀρέσκει γὰρ τοῖς Στωικοῖς φιλοσόφοις τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν οἷον εἰς σπέρμα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα τὸ πρότερον ἦν. καὶ τοῦτο τὸ δόγμα
25τῶν ἀπὸ τῆς αἱρέσεως οἱ πρῶτοι καὶ πρεσβύτατοι προσήκαντο, Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος. τὸν μὲν γὰρ τούτου μαθητὴν καὶ διάδοχον τῆς σχολῆς Ζήνωνά φασιν ἐπισχεῖν περὶ
30τῆς ἐκπυρώσεως τῶν ὅλων.467

36,col 2

(n)

Stob. I 20 1 p. 414. 416 H.
1 Ζήνωνι καὶ Κλεάνθει καὶ Χρυ‐ σίππῳ ἀρέσκει τὴν οὐσίαν μεταβάλλειν οἷον εἰς σπέρμα τὸ πῦρ, καὶ πάλιν ἐκ τούτου τοιαύτην ἀποτελεῖσθαι τὴν δια‐
5κόσμησιν, οἵα πρότερον ἦν. Παναίτιος πιθανωτέραν εἶναι νο‐ μίζει καὶ μᾶλλον ἀρέσκουσαν αὑτῷ τὴν ἀιδιότητα τοῦ κόσμου ἢ τὴν τῶν ὅλων εἰς πῦρ μεταβολήν.

37

(n)

Euseb. P. E. XV 19 1—3
1 Ὅπως δοξάζουσιν οἱ Στωικοὶ περὶ τῆς παλιγγενεσίας τῶν ὅλων. Ἐπὶ τοσοῦτον δὲ προελθὼν ὁ κοινὸς λόγος καὶ 〈ἡ〉 κοινὴ φύσις μείζων καὶ πλείων γενομένη τέλος ἀναξηράνασα πάντα καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα ἐν τῇ πάσῃ οὐσίᾳ γίνεται ἐπανελθοῦσα εἰς τὸν πρῶτον ῥηθέντα λόγον καὶ εἰς τὴν ἀνά‐
5στασιν ἐκείνην τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ’ ὃν ἀπ’ αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ ἀποκατάστασις. ἐπανελθοῦσα δὲ διὰ τάξιν, ἀφ’ οἵας δια‐ κοσμεῖν ὡσαύτως ἤρξατο, κατὰ λόγον πάλιν τὴν αὐτὴν διεξαγωγὴν ποιεῖται τῶν τοιούτων περιόδων ἐξ ἀιδίου γινομένων ἀκαταπαύστως. οὔτε γὰρ τῆς οὐσίας ἀρχὴν κἀνάπαυσιν οἷόν τε γίνεσθαι οὔτε τοῦ διοικοῦντος αὐτήν. οὐσίαν τε γὰρ τοῖς
10γινομένοις ὑφεστάναι δεῖ, πεφυκυῖαν ἀναδέχεσθαι τὰς μεταβολὰς πάσας, καὶ τὸ δημιουργῆσαν ἐξ αὐτῆς. οἵα γὰρ ἐφ’ ἡμῶν τίς ἐστι φύσις δημιουργοῦσα τοιούτου τινὸς κατ’ ἀνάγκην ὄντος καὶ ἐν τῷ κόσμῳ ἀγενήτου *. γενέσεως γὰρ ἀρχὴν οὐχ οἷόν τε εἶναι ἐπὶ τῆς φύσεως ταύτης. ὃν τρόπον δ’ ἀγένητός ἐστι, καὶ ἀναι‐ ρεθῆναι ἀδύνατόν ἐστιν αὐτὴν οὔτε αὐτῆς ἐξ αὑτῆς οὔτε ἔξωθέν τινος ἀναιρή‐
15σοντος αὐτήν.

38

(n)

Stob. I 17 p. 370. 372 H.
1Ζήνωνα δὲ οὕτως ἀποφαίνεσθαι διαρρήδην· τοιαύτην δὲ δεήσει εἶναι ἐν
περιόδῳ τὴν τοῦ ὅλου διακόσμησιν ἐκ τῆς οὐσίας· ὅταν ἐκ πυρὸς τροπὴ εἰς ὕδωρ δι’ ἀέρος γένηται, τὸ μέν τι ὑφίστασθαι καὶ γῆν συνίστασθαι, [καὶ] ἐκ τοῦ λοιποῦ δὲ τὸ μὲν διαμένειν ὕδωρ, ἐκ δὲ τοῦ ἀτμιζομένου ἀέρα γίνεσθαι, ἔκ τινος δὲ468
5τοῦ ἀέρος πῦρ ἐξάπτειν· τὴν δὲ μῖξιν 〈καὶ〉 κρᾶσιν γίνεσθαι τῇ εἰς ἄλληλα τῶν στοιχείων μεταβολῇ σώματος ὅλου δι’ ὅλου τινὸς ἑτέρου διερχομένου. Κλεάνθης δὲ οὕτω πώς φησιν· ἐκφλογισθέντος τοῦ παντὸς συνίζειν τὸ μέσον αὐτοῦ πρῶτον, εἶτα τὰ ἐχόμενα ἀποσβέννυσθαι δι’ ὅλου. τοῦ δὲ παντὸς ἐξυγρανθέντος τὸ ἔσχατον τοῦ πυρὸς ἀντιτυπήσαντος αὐτῷ τοῦ μέσου τρέπεσθαι
10πάλιν εἰς τοὐναντίον, εἶθ’ οὕτω τρεπόμενον ἄνω φησὶν αὔξεσθαι καὶ ἄρχεσθαι διακοσμεῖν τὸ ὅλον καὶ τοιαύτην περίοδον αἰεὶ καὶ διακόσμησιν ποιουμένου τὸν ἐν τῇ τῶν ὅλων οὐσίᾳ τόνον μὴ παύεσθαι. ὥσπερ γὰρ ἑνός τινος τὰ μέρη πάντα φύεται ἐκ σπερμάτων ἐν τοῖς καθήκουσι χρόνοις, οὕτω καὶ τοῦ ὅλου τὰ μέρη, ὧν καὶ τὰ ζῷα καὶ τὰ φυτὰ ὄντα τυγχάνει, ἐν τοῖς καθήκουσι χρόνοις
15φύεται. καὶ ὥσπερ τινὲς λόγοι τῶν μερῶν εἰς σπέρμα συνιόντες μίγνυνται καὶ αὖθις διακρίνονται γενομένων τῶν μερῶν, οὕτως ἐξ ἑνός τε πάντα γίνεσθαι καὶ ἐκ πάντων [εἰς] ἓν συγκρίνεσθαι ὁδῷ καὶ συμφώνως διεξιούσης τῆς περιόδου.

39

(n)

Euseb. P. E. XV 20 1—7
1 Ὅπως οἱ αὐτοὶ περὶ ψυχῆς δοξάζουσιν. Τὸ δὲ σπέρμα φησὶν ὁ Ζήνων εἶναι, ὃ μεθίησιν ἄνθρωπος, πνεῦμα μεθ’ ὑγροῦ, ψυχῆς μέρος καὶ ἀπόσπασμα καὶ τοῦ σπέρματος τοῦ τῶν προγόνων κέ‐ ρασμα καὶ μῖγμα τῶν τῆς ψυχῆς μερῶν συνεληλυθός. ἔχον γὰρ τοὺς λόγους τῷ
5ὅλῳ τοὺς αὐτοὺς τοῦτο, ὅταν ἀφεθῇ εἰς τὴν μήτραν, συλληφθὲν ὑπ’ ἄλλου πνεύματος, μέρος ψυχῆς τῆς τοῦ θήλεος καὶ συμφυὲς γενόμενον, κρυφθέν τε φύει κινούμενον καὶ ἀναρριπιζόμενον ὑπ’ ἐκείνου, προσλαμβάνον ἀεὶ [εἰς] τὸ ὑγρὸν καὶ αὐξόμενον ἐξ αὐτοῦ. Καὶ μετὰ βραχέα ἐπιλέγει·
10 Περὶ δὲ ψυχῆς Κλεάνθης μὲν τὰ Ζήνωνος δόγματα παρατιθέμενος πρὸς σύγκρισιν τὴν πρὸς τοὺς ἄλλους φυσικούς φησιν, ὅτι Ζήνων τὴν ψυχὴν λέγει αἰσθητικὴν ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. βουλόμενος γὰρ ἐμφανίσαι, ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται, εἴκασεν αὐτὰς τοῖς ποταμοῖς λέγων οὕτως ‘ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ· καὶ469
15ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.‘ ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτωι τὴν ψυχὴν ἀποφαίνει Ζήνων, αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει, ὅτι τυποῦσθαί τε δύναται [τὸ μέγεθος] τὸ μέρος τὸ ἡγούμενον αὐτῆς ἀπὸ τῶν ὄντων καὶ ὑπαρχόντων διὰ τῶν αἰσθητηρίων καὶ παραδέχεσθαι τὰς τυπώσεις. ταῦτα γὰρ ἴδια ψυχῆς ἐστι.
20 Καὶ μεθ’ ἕτερα· Εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασίν, ὃ καλοῦσιν αἰθέρα καὶ ἀέρα κύκλῳ †περὶ τὴν γῆν καὶ θάλασσαν καὶ ἐκ τούτων ἀναθυμιάσεις· τὰς δὲ λοιπὰς ψυχὰς προσ‐ πεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ ἐκεῖ τὰς τῶν ἀποθανόντων ψυχάς. ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου ἀίδιον, τὰς δὲ
25λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ εἰς ἐκείνην. ἔχειν δὲ πᾶσαν ψυχὴν ἡγεμονικόν τι ἐν αὑτῇ, ὃ δὴ ζωὴ καὶ αἴσθησίς ἐστι καὶ ὁρμή. Καὶ ἔτι μετ’ ὀλίγα· Τὴν δὲ ψυχὴν γενητήν τε καὶ φθαρτὴν λέγουσιν. οὐκ εὐθὺς δὲ τοῦ σώ‐ ματος ἀπαλλαγεῖσαν φθείρεσθαι, ἀλλ’ ἐπιμένειν τινὰς χρόνους καθ’ ἑαυτήν· τὴν
30μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποσούς τινας χρόνους. τὸ δὲ διαμένειν τὰς ψυχὰς οὕτως λέγουσιν, ὅτι διαμένομεν ἡμεῖς ψυχαὶ γενομένοι τοῦ σώματος χωρισθέντες καὶ εἰς ἐλάττω μεταβαλόντες οὐσίαν τὴν τῆς ψυχῆς, τὰς δὲ τῶν ἀφρόνων καὶ ἀλόγων ζῴων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι.
35Τοιαῦτα καὶ τὰ τῆς Στωικῆς φιλοσοφίας δόγματα ἀπὸ τῶν Ἐπιτομῶν Ἀρείου Διδύμου
συνειλεγμένα.470

40

(n)

Stob. I 12 p. 332H.
1 Ζήνωνος. Τὰ ἐννοήματα φασὶ μήτε τινὰ εἶναι μήτε ποιά, ὡσανεὶ δὲ τινὰ καὶ ὡσανεὶ ποιὰ φαντάσματα ψυχῆς· ταῦτα δὲ ὑπὸ τῶν ἀρχαίων ἰδέας προσαγο‐ ρεύεσθαι. τῶν γὰρ κατὰ τὰ ἐννοήματα ὑποπιπτόντων εἶναι τὰς ἰδέας, οἷον ἀν‐ θρώπων ἵππων, κοινότερον εἰπεῖν πάντων τῶν ζῴων καὶ τῶν ἄλλων ὁπόσων λέ‐
5γουσιν ἰδέας εἶναι. ταύτας δὲ οἱ Στωικοὶ φιλόσοφοι φασὶν ἀνυπάρκτους εἶναι, καὶ τῶν μὲν ἐννοημάτων μετέχειν ἡμᾶς, τῶν δὲ πτώσεων, ἃς δὴ προσηγορίας
καλοῦσι, τυγχάνειν471