TLG 0526 002 :: Flavius JOSEPHUS :: Josephi vita

Flavius JOSEPHUS Hist.
(Palaestinus Romanus: A.D. 1)

Josephi vita

Source: Niese, B. (ed.), Flavii Iosephi opera, vol. 4. Berlin: Weidmann, 1890 (repr. 1955): 321–389.

Citation: Section — (line)

Vit
.

t

Ἰωσήπου βίος
Vit
.

1

Ἐμοὶ δὲ γένος ἐστὶν οὐκ ἄσημον, ἀλλ’ ἐξ ἱερέων ἄνωθεν καταβεβηκός. ὥσπερ δ’ ἡ παρ’ ἑκάστοις ἄλλη τίς ἐστιν εὐγενείας ὑπόθεσις, οὕτως παρ’ ἡμῖν ἡ τῆς ἱερωσύνης μετουσία τεκμήριόν
Vit
.

2

ἐστιν γένους λαμπρότητος. ἐμοὶ δ’ οὐ μόνον ἐξ ἱερέων ἐστὶν τὸ γένος, ἀλλὰ καὶ ἐκ τῆς πρώτης ἐφημερίδος τῶν εἰκοσιτεσσάρων, πολλὴ δὲ κἀν τούτῳ διαφορά, καὶ τῶν ἐν ταύτῃ δὲ φυλῶν ἐκ τῆς ἀρίστης. ὑπάρχω δὲ καὶ τοῦ βασιλικοῦ γένους ἀπὸ τῆς μητρός· οἱ
5γὰρ Ἀσαμωναίου παῖδες, ὧν ἔγγονος ἐκείνη, τοῦ ἔθνους ἡμῶν ἐπὶ
Vit
.

3

μήκιστον χρόνον ἠρχιεράτευσαν καὶ ἐβασίλευσαν. ἐρῶ δὲ τὴν δια‐ δοχήν· ὁ πρόπαππος ἡμῶν Σίμων ὁ Ψελλὸς ἐπικαλούμενος. οὗτος ἐγένετο καθ’ ὃν καιρὸν ἠρχιεράτευσεν Σίμωνος ἀρχιερέως ὁ παῖς,
Vit
.

4

ὃς πρῶτος ἀρχιερέων Ὑρκανὸς ὠνομάσθη. γίνονται δὲ τῷ Ψελλῷ Σίμωνι παῖδες ἐννέα· τούτων ἐστὶν Ματθίας ὁ Ἠφαίου λεγόμενος· οὗτος ἠγάγετο πρὸς γάμον θυγατέρα Ἰωνάθου ἀρχιερέως τοῦ πρώτου
ἐκ τῶν Ἀσαμωναίου παίδων γένους ἀρχιερατεύσαντος τοῦ ἀδελφοῦ321
5Σίμωνος τἀρχιερέως, καὶ γίνεται παῖς αὐτῷ Ματθίας ὁ Κυρτὸς
Vit
.

5

ἐπικληθεὶς ἄρχοντος Ὑρκανοῦ τὸν πρῶτον ἐνιαυτόν. τούτου γίνεται Ἰώσηπος ἐνάτῳ ἔτει τῆς Ἀλεξάνδρας ἀρχῆς, καὶ Ἰωσήπου Ματθίας βασιλεύοντος Ἀρχελάου τὸ δέκατον, Ματθία δὲ ἐγὼ τῷ πρώτῳ τῆς Γαΐου Καίσαρος ἡγεμονίας. ἐμοὶ δὲ παῖδές εἰσιν τρεῖς, Ὑρκανὸς
5μὲν ὁ πρεσβύτατος ἔτει τετάρτῳ τῆς Οὐεσπασιανοῦ Καίσαρος ἡγε‐
Vit
.

6

μονίας, ἑβδόμῳ δὲ Ἰοῦστος, ἐνάτῳ δὲ Ἀγρίππας. τὴν μὲν τοῦ γένους ἡμῶν διαδοχήν, ὡς ἐν ταῖς δημοσίαις δέλτοις ἀναγεγραμ‐ μένην εὗρον, οὕτως παρατίθεμαι τοῖς διαβάλλειν ἡμᾶς πειρωμένοις χαίρειν φράσας.
Vit
.

7

Ὁ πατὴρ δέ μου Ματθίας οὐ διὰ μόνην τὴν εὐγένειαν ἐπίσημος ἦν, ἀλλὰ πλέον διὰ τὴν δικαιοσύνην ἐπῃνεῖτο, γνωριμώ‐ τατος ὢν ἐν τῇ μεγίστῃ πόλει τῶν παρ’ ἡμῖν τοῖς Ἱεροσολυμίταις.
Vit
.

8

ἐγὼ δὲ συμπαιδευόμενος ἀδελφῷ Ματθίᾳ τοὔνομα, γεγόνει γάρ μοι γνήσιος ἐξ ἀμφοῖν τῶν γονέων, εἰς μεγάλην παιδείας πρού‐
Vit
.

9

κοπτον ἐπίδοσιν μνήμῃ τε καὶ συνέσει δοκῶν διαφέρειν, ἔτι δ’ ἀν‐ τίπαις ὢν περὶ τεσσαρεσκαιδέκατον ἔτος διὰ τὸ φιλογράμματον ὑπὸ πάντων ἐπῃνούμην συνιόντων ἀεὶ τῶν ἀρχιερέων καὶ τῶν τῆς πόλεως πρώτων ὑπὲρ τοῦ παρ’ ἐμοῦ περὶ τῶν νομίμων ἀκριβέ‐
Vit
.

10

στερόν τι γνῶναι. περὶ δὲ ἑκκαίδεκα ἔτη γενόμενος ἐβουλήθην τῶν παρ’ ἡμῖν αἱρέσεων ἐμπειρίαν λαβεῖν· τρεῖς δ’ εἰσὶν αὗται, Φαρι‐ σαίων μὲν ἡ πρώτη, καὶ Σαδδουκαίων ἡ δευτέρα, τρίτη δ’ Ἐσση‐
νῶν, καθὼς πολλάκις εἴπομεν· οὕτως γὰρ ᾤμην αἱρήσεσθαι τὴν322
Vit
.

11

ἀρίστην, εἰ πάσας καταμάθοιμι. σκληραγωγήσας οὖν ἐμαυτὸν καὶ πολλὰ πονηθεὶς τὰς τρεῖς διῆλθον, καὶ μηδὲ τὴν ἐντεῦθεν ἐμπειρίαν ἱκανὴν ἐμαυτῷ νομίσας εἶναι πυθόμενός τινα Βάννουν ὄνομα κατὰ τὴν ἐρημίαν διατρίβειν, ἐσθῆτι μὲν ἀπὸ δένδρων χρώμενον, τροφὴν
5δὲ τὴν αὐτομάτως φυομένην προσφερόμενον, ψυχρῷ δὲ ὕδατι τὴν ἡμέραν καὶ τὴν νύκτα πολλάκις λουόμενον πρὸς ἁγνείαν, ζηλωτὴς
Vit
.

12

ἐγενόμην αὐτοῦ. καὶ διατρίψας παρ’ αὐτῷ ἐνιαυτοὺς τρεῖς καὶ τὴν ἐπιθυμίαν τελειώσας εἰς τὴν πόλιν ὑπέστρεφον. ἐννεακαιδέκατον δ’ ἔτος ἔχων ἠρξάμην τε πολιτεύεσθαι τῇ Φαρισαίων αἱρέσει κατα‐ κολουθῶν, ἣ παραπλήσιός ἐστι τῇ παρ’ Ἕλλησιν Στωϊκῇ λεγομένῃ.
Vit
.

13

Μετ’ εἰκοστὸν δὲ καὶ ἕκτον ἐνιαυτὸν εἰς Ῥώμην μοι συνέ‐ πεσεν ἀναβῆναι διὰ τὴν λεχθησομένην αἰτίαν· καθ’ ὃν χρόνον Φῆλιξ τῆς Ἰουδαίας ἐπετρόπευεν ἱερεῖς τινας συνήθεις ἐμοὶ καλοὺς κἀγαθοὺς διὰ μικρὰν καὶ τὴν τυχοῦσαν αἰτίαν δήσας εἰς τὴν Ῥώμην
Vit
.

14

ἔπεμψε λόγον ὑφέξοντας τῷ Καίσαρι. οἷς ἐγὼ πόρον εὑρέσθαι βουλόμενος σωτηρίας, μάλιστα δὲ πυθόμενος ὅτι καίπερ ἐν κακοῖς ὄντες οὐκ ἐπελάθοντο τῆς εἰς τὸ θεῖον εὐσεβείας, διατρέφοιντο δὲ σύκοις καὶ καρύοις, ἀφικόμην εἰς τὴν Ῥώμην πολλὰ κινδυνεύσας
Vit
.

15

κατὰ θάλασσαν. βαπτισθέντος γὰρ ἡμῶν τοῦ πλοίου κατὰ μέσον τὸν Ἀδρίαν περὶ ἑξακοσίους τὸν ἀριθμὸν ὄντες δι’ ὅλης τῆς νυκτὸς ἐνηξάμεθα, καὶ περὶ ἀρχομένην ἡμέραν ἐπιφανέντος ἡμῖν κατὰ θεοῦ πρόνοιαν Κυρηναϊκοῦ πλοίου φθάσαντες τοὺς ἄλλους ἐγώ τε
5καί τινες ἕτεροι περὶ ὀγδοήκοντα σύμπαντες ἀνελήφθημεν εἰς τὸ
Vit
.

16

πλοῖον. διασωθεὶς δ’ εἰς τὴν Δικαιάρχειαν, ἣν Ποτιόλους Ἰταλοὶ καλοῦσιν, διὰ φιλίας ἀφικόμην Ἁλιτύρῳ, μιμολόγος δ’ ἦν οὗτος μάλιστα τῷ Νέρωνι καταθύμιος Ἰουδαῖος τὸ γένος, καὶ δι’ αὐτοῦ Ποππαίᾳ τῇ τοῦ Καίσαρος γυναικὶ γνωσθεὶς προνοῶ ὡς τάχιστα323
5παρακαλέσας αὐτὴν τοὺς ἱερεῖς λυθῆναι. μεγάλων δὲ δωρεῶν πρὸς τῇ εὐεργεσίᾳ ταύτῃ τυχὼν παρὰ τῆς Ποππαίας ὑπέστρεφον ἐπὶ τὴν οἰκείαν.
Vit
.

17

Καταλαμβάνω δ’ ἤδη νεωτερισμῶν ἀρχὰς καὶ πολλοὺς ἐπὶ τῇ Ῥωμαίων ἀποστάσει μέγα φρονοῦντας. καταστέλλειν οὖν ἐπει‐ ρώμην τοὺς στασιώδεις καὶ μετανοεῖν ἔπειθον ποιησαμένους πρὸ ὀφθαλμῶν πρὸς οὓς πολεμήσουσιν, ὅτι Ῥωμαίων οὐ κατ’ ἐμπειρίαν
Vit
.

18

μόνον πολεμικήν, ἀλλὰ καὶ κατ’ εὐτυχίαν ἐλαττοῦνται· καὶ μὴ προ‐ πετῶς καὶ παντάπασιν ἀνοήτως πατρίσι καὶ γενεαῖς καὶ σφίσιν
Vit
.

19

αὐτοῖς τὸν περὶ τῶν ἐσχάτων κακῶν κίνδυνον ἐπάγειν. ταῦτα δ’ ἔλεγον καὶ λιπαρῶς ἐνεκείμην ἀποτρέπων, δυστυχέστατον ἡμῖν τοῦ πολέμου τὸ τέλος γενήσεσθαι προορώμενος. οὐ μὴν ἔπεισα· πολὺ γὰρ ἡ τῶν ἀπονοηθέντων ἐπεκράτησεν μανία.
Vit
.

20

Δείσας οὖν, μὴ ταῦτα συνεχῶς λέγων διὰ μίσους ἀφικοίμην καὶ ὑποψίας ὡς τὰ τῶν πολεμίων φρονῶν καὶ κινδυνεύσω ληφθεὶς ὑπ’ αὐτῶν ἀναιρεθῆναι, ἐχομένης ἤδη τῆς Ἀντωνίας, ὅπερ ἦν
Vit
.

21

φρούριον, εἰς τὸ ἐνδοτέρω ἱερὸν ὑπεχώρησα. μετὰ δὲ τὴν ἀναίρεσιν Μαναήμου καὶ τῶν πρώτων τοῦ λῃστρικοῦ στίφους ὑπεξελθὼν τοῦ ἱεροῦ πάλιν τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρώτοις τῶν Φαρισαίων συν‐
Vit
.

22

διέτριβον. φόβος δ’ οὔτι μέτριος εἶχεν ἡμᾶς ὁρῶντας τὸν μὲν δῆμον ἐν τοῖς ὅπλοις, αὐτοὶ δ’ ὄντες ἐν ἀπόρῳ, τί ποιήσομεν, καὶ τοὺς νεωτεριστὰς παύειν οὐ δυνάμενοι, προδήλου δ’ ἡμῖν τοῦ κιν‐ δύνου παρεστῶτος, συγκατανεύειν μὲν αὐτῶν ταῖς γνώμαις ἐλέγομεν,324
5συνεβουλεύομεν δὲ μένειν ἐφ’ αὑτῶν, καὶ τοὺς πολεμίους ἐπελθόντας
Vit
.

23

ἐᾶν, ἵνα τοῦ δικαίως ἀνταίρειν ὅπλα πίστιν εὕρωνται. ταῦτα δ’ ἐπράττομεν ἐλπίζοντες οὐκ εἰς μακρὰν Κέστιον μετὰ μεγάλης δυνά‐ μεως ἀναβάντα παύσειν τὸν νεωτερισμόν.
Vit
.

24

Ὁ δ’ ἐπελθὼν καὶ συμβαλὼν μάχῃ ἐνικήθη πολλῶν τῶν μετ’ αὐτοῦ πεσόντων. καὶ γίνεται τὸ Κεστίου πταῖσμα συμφορὰ τοῦ σύμπαντος ἡμῶν ἔθνους· ἐπήρθησαν γὰρ ἐπὶ τούτῳ μᾶλλον οἱ τὸν πόλεμον ἀγαπήσαντες καὶ νικήσαντες τοὺς Ῥωμαίους εἰς τέλος
Vit
.

25

ἤλπισαν προσγενομένης καὶ ἑτέρας τινὸς τοιαύτης αἰτίας· οἱ τὰς πέριξ τῆς Συρίας πόλεις κατοικοῦντες τοὺς παρ’ ἑαυτοῖς Ἰουδαίους συλλαμβάνοντες σὺν γυναιξὶ καὶ τέκνοις ἀνῄρουν οὐδεμίαν αὐτοῖς αἰτίαν ἐπικαλεῖν ἔχοντες· οὔτε γὰρ ἐπὶ Ῥωμαίων ἀποστάσει νεώ‐
5τερόν τι πεφρονήκεσαν οὔτε πρὸς αὐτοὺς ἐκείνους ἐχθρὸν ἢ ἐπί‐
Vit
.

26

βουλον. Σκυθοπολῖται δὲ πάντων ἀσεβέστατα καὶ παρανομώτατα διεπράξαντο· ἐπελθόντων γὰρ αὐτοῖς Ἰουδαίων ἔξωθεν πολεμίων τοὺς παρ’ αὐτοῖς Ἰουδαίους ἐβιάσαντο κατὰ τῶν ὁμοφύλων ὅπλα λαβεῖν, ὅπερ ἐστὶν ἡμῖν ἀθέμιτον, καὶ μετ’ ἐκείνων συμβαλόντες
5ἐκράτησαν τῶν ἐπελθόντων· ἐπειδὴ δ’ ἐνίκησαν, ἐκλαθόμενοι τῆς πρὸς τοὺς ἐνοίκους καὶ συμμάχους πίστεως πάντας αὐτοὺς διε‐
Vit
.

27

χρήσαντο πολλὰς μυριάδας ὄντας. ὅμοια δ’ ἔπαθον καὶ οἱ Δα‐ μασκὸν Ἰουδαῖοι κατοικοῦντες. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέ‐
στερον ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις δεδηλώκαμεν· νῦν δ’ αὐτῶν ἐπεμνήσθην βουλόμενος παραστῆσαι τοῖς ἀναγινώ‐325
5σκουσιν, ὅτι οὐ προαίρεσις ἐγένετο τοῦ πολέμου πρὸς Ῥωμαίους Ἰουδαίοις, ἀλλὰ τὸ πλέον ἀνάγκη.
Vit
.

28

Νικηθέντος οὖν, ὡς ἔφαμεν, τοῦ Κεστίου, τῶν Ἱεροσολυ‐ μιτῶν οἱ πρῶτοι θεασάμενοι τοὺς μὲν λῃστὰς ἅμα τοῖς νεωτερι‐ σταῖς εὐπορουμένους ὅπλων, δείσαντες δ’ αὐτοὶ μὴ ἄνοπλοι καθε‐ στηκότες ὑποχείριοι γένωνται τοῖς ἐχθροῖς, ὃ καὶ μετὰ ταῦτα συνέβη,
5καὶ πυθόμενοι τὴν Γαλιλαίαν οὔπω πᾶσαν Ῥωμαίων ἀφεστάναι,
Vit
.

29

μέρος δ’ αὐτῆς ἠρεμεῖν ἔτι, πέμπουσιν ἐμὲ καὶ δύο ἄλλους τῶν ἱερέων καλοὺς κἀγαθοὺς ἄνδρας, Ἰώζαρον καὶ Ἰούδαν, πείσοντας τοὺς πονηροὺς καταθέσθαι τὰ ὅπλα καὶ διδάξοντας, ὡς ἔστιν ἄμεινον τοῖς κρατίστοις τοῦ ἔθνους αὐτὰ τηρεῖσθαι. ἔγνωστο δὲ
5τούτοις ἀεὶ μὲν ἔχειν τὰ ὅπλα πρὸς τὸ μέλλον ἕτοιμα, περιμένειν δέ, τί πράξουσιν Ῥωμαῖοι, μαθεῖν.
Vit
.

30

Λαβὼν οὖν ἐγὼ τὰς ὑποθήκας ταύτας ἀφικόμην εἰς τὴν Γαλιλαίαν. καὶ Σεπφωρίτας μὲν οὐκ ἐν ὀλίγῳ περὶ τῆς πατρίδος ἀγῶνι καθεστῶτας εὗρον, διαρπάσαι κεκρικότων αὐτὴν τῶν Γαλι‐ λαίων διὰ τὴν πρὸς Ῥωμαίους ἐκείνων φιλίαν καὶ ὅτι Κεστίῳ
5Γάλλῳ τῷ τῆς Συρίας ἡγεμονεύοντι δεξιάν τε καὶ πίστιν προτεί‐
Vit
.

31

νειαν. ἀλλὰ τούτους μὲν ἐγὼ πάντας ἀπήλλαξα τοῦ φόβου πείσας ὑπὲρ αὐτῶν τὰ πλήθη καὶ ἐπιτρέψας ὅσα καὶ θέλουσι διαπέμπεσθαι διὰ τοὺς ἐν Δώροις οἰκείους ὁμηρεύοντας Κεστίῳ. τὰ δὲ Δῶρα πόλις ἐστὶν τῆς Φοινίκης. τοὺς ἐν Τιβεριάδι δὲ κατοικοῦντας εὗρον
5ἐφ’ ὅπλα κεχωρηκότας ἤδη δι’ αἰτίαν τοιαύτην·
Vit
.

32

Στάσεις τρεῖς ἦσαν κατὰ τὴν πόλιν, μία μὲν ἀνδρῶν εὐσχη‐
Vit
.

33

μόνων, ἦρχε δ’ αὐτῆς Ἰούλιος Κάπελλος. οὗτος δὴ καὶ οἱ σὺν αὐτῷ
πάντες, Ἡρώδης ὁ Μιαροῦ καὶ Ἡρώδης ὁ τοῦ Γαμάλου καὶ Κομ‐ ψὸς ὁ τοῦ Κομψοῦ· Κρίσπος γὰρ ἀδελφὸς αὐτοῦ τοῦ μεγάλου βασι‐ λέως γενόμενός ποτε ἔπαρχος ἐν ταῖς ἰδίαις κτήσεσιν ἐτύγχανεν326
Vit
.

34

πέραν τοῦ Ἰορδάνου· πάντες οὖν οἱ προειρημένοι κατὰ τὸν καιρὸν ἐκεῖνον ἐμμένειν συνεβούλευον τῇ πρὸς τοὺς Ῥωμαίους καὶ τὸν βασιλέα πίστει. τῇ γνώμῃ δ’ οὐ συνηρέσκετο Πιστὸς παραγόμενος
Vit
.

35

ὑπὸ Ἰούστου τοῦ παιδός· καὶ γὰρ ἦν φύσει πως ἐπιμανής. ἡ δευ‐
Vit
.

36

τέρα δὲ στάσις ἐξ ἀσημοτάτων συνεστηκυῖα πολεμεῖν ἔκρινεν. Ἰοῦ‐ στος δ’ ὁ Πιστοῦ παῖς ὁ τῆς τρίτης μερίδος πρῶτος ὑπεκρίνετο μὲν ἐνδοιάζειν πρὸς τὸν πόλεμον, νεωτέρων δ’ ἐπεθύμει πραγμάτων
Vit
.

37

ἐκ τῆς μεταβολῆς οἰόμενος δύναμιν ἑαυτῷ περιποιήσειν. παρελθὼν οὖν εἰς μέσους διδάσκειν ἐπειρᾶτο τὸ πλῆθος, ὡς ἡ πόλις ἀεὶ τῆς Γαλιλαίας ἄρξειεν ἐπί γε τῶν Ἡρώδου χρόνων τοῦ τετράρχου καὶ κτίστου γενομένου, βουληθέντος αὐτοῦ τὴν Σεπφωριτῶν πόλιν τῇ
5Τιβεριέων ὑπακούειν, ἀποβαλεῖν δὲ τὸ πρωτεῖον αὐτοὺς μηδὲ ἐπὶ τοῦ βασιλέως Ἀγρίππα τοῦ πατρὸς, διαμεῖναι δὲ καὶ μέχρι Φήλικος
Vit
.

38

προεσταμένου τῆς Ἰουδαίας. νῦν δὲ ἔλεγεν αὐτοὺς ἠτυχηκέναι τῷ νεωτέρῳ δωρεὰν Ἀγρίππᾳ δοθέντας ὑπὸ Νέρωνος· ἄρξαι γὰρ εὐθὺς τὴν μὲν Σέπφωριν, ἐπειδὴ Ῥωμαίοις ὑπήκουσεν, τῆς Γαλι‐ λαίας, καταλυθῆναι δὲ παρ’ αὐτοῖς τήν τε βασιλικὴν τράπεζαν καὶ
Vit
.

39

τὰ ἀρχεῖα. ταῦτα καὶ πρὸς τούτοις ἕτερα πολλὰ κατὰ βασιλέως Ἀγρίππα λέγων ὑπὲρ τοῦ τὸν δῆμον εἰς τὴν ἀπόστασιν ἐρεθίσαι, προσετίθει νῦν εἶναι καιρὸν ἀραμένους ὅπλα καὶ Γαλιλαίους συμ‐
μάχους προσλαβόντας, ἄρξειν γὰρ αὐτῶν ἑκόντων διὰ τὸ πρὸς τοὺς327
5Σεπφωρίτας μῖσος ὑπάρχειν αὐτοῖς, ὅτι τὴν πρὸς Ῥωμαίους πίστιν διαφυλάσσουσιν, μεγάλῃ χειρὶ πρὸς τὴν ὑπὲρ αὐτῶν τιμωρίαν τρα‐
Vit
.

40

πέσθαι. ταῦτα λέγων προετρέψατο τὸ πλῆθος· ἦν γὰρ ἱκανὸς δημαγωγεῖν καὶ τῶν ἀντιλεγόντων τὰ βελτίω περιεῖναι γοητείᾳ καὶ ἀπάτῃ τῇ διὰ λόγων· καὶ γὰρ οὐδ’ ἄπειρος ἦν παιδείας τῆς παρ’ Ἕλλησιν, ᾗ θαρρῶν ἐπεχείρησεν καὶ τὴν ἱστορίαν τῶν πραγμάτων
5τούτων ἀναγράφειν, ὡς τῷ λόγῳ τούτῳ περιεσόμενος τῆς ἀληθείας.
Vit
.

41

ἀλλὰ περὶ μὲν τούτου τοῦ ἀνδρός, ὡς φαῦλος τὸν βίον ἐγένετο καὶ ὡς σὺν τῷ ἀδελφῷ μικροῦ δεῖν καταστροφῆς αἴτιος ὑπῆρξεν, προϊ‐
Vit
.

42

όντος τοῦ λόγου δηλώσομεν. τότε δὲ πείσας ὁ Ἰοῦστος τοὺς πολίτας ἀναλαβεῖν τὰ ὅπλα πολλοὺς δὲ καὶ μὴ θελήσαντας ἀναγκάσας, ἐξελ‐ θὼν σὺν πᾶσιν τούτοις ἐμπίπρησιν τάς τε Γαδαρηνῶν καὶ Ἱππηνῶν κώμας, αἳ δὴ μεθόριοι τῆς Τιβεριάδος καὶ τῆς τῶν Σκυθοπολιτῶν
5γῆς ἐτύγχανον κείμεναι.
Vit
.

43

Καὶ Τιβεριὰς μὲν ἐν τοιούτοις ἦν. τὰ περὶ Γίσχαλα δὲ εἶχε τὸν τρόπον τοῦτον· Ἰωάννης ὁ τοῦ Ληουεῖ τῶν πολιτῶν τινας ὁρῶν διὰ τὴν ἀποστασίαν τὴν ἀπὸ Ῥωμαίων μέγα φρονοῦντας κατ‐
Vit
.

44

έχειν αὐτοὺς ἐπειρᾶτο καὶ τὴν πίστιν ἠξίου διαφυλάττειν. οὐ μὴν ἠδυνήθη καίτοι πάνυ προθυμούμενος· τὰ γὰρ πέριξ ἔθνη, Γαδαρηνοὶ καὶ βαραγαναῖοι καὶ Τύριοι, πολλὴν ἀθροίσαντες δύναμιν καὶ τοῖς Γισχάλοις ἐπιπεσόντες λαμβάνουσι τὰ Γίσχαλα κατὰ κράτος, καὶ πυρ‐
5πολήσαντες εἶτα δὲ προσκατασκάψαντες εἰς τὴν οἰκείαν ἀνέζευξαν.
Vit
.

45

Ἰωάννης δὲ ἐπὶ τούτῳ παροξυνθεὶς ὁπλίζει πάντας τοὺς μετ’ αὐτοῦ καὶ συμβαλὼν τοῖς προειρημένοις ἔθνεσιν * τά τε Γίσχαλα κρείττονα
πάλιν ἀνακτίσας τείχεσιν ὑπὲρ ἀσφαλείας τῆς εἰς ὕστερον ὠχύρωσεν.328
Vit
.

46

Γάμαλα δὲ πίστει τῇ πρὸς Ῥωμαίους ἐνέμεινε δι’ αἰτίαν τοιαύτην· Φίλιππος ὁ Ἰακείμου παῖς ἔπαρχος δὲ τοῦ βασιλέως Ἀγρίππα, σωθεὶς παρὰ δόξαν ἐκ τῆς ἐν Ἱεροσολύμοις βασιλικῆς αὐλῆς πολιορκουμένης καὶ διαφυγών, εἰς ἕτερον ἐνέπεσε κίνδυνον,
Vit
.

47

ὥστε ὑπὸ Μαναήμου καὶ τῶν σὺν αὐτῷ λῃστῶν ἀναιρεθῆναι. διε‐ κώλυσαν δὲ Βαβυλώνιοί τινες συγγενεῖς αὐτοῦ ἐν Ἱεροσολύμοις ὄντες πρᾶξαι τοὺς λῃστὰς τὸ ἔργον. ἐπιμείνας οὖν ἡμέρας τέσσαρας ὁ Φίλιππος ἐκεῖ τῇ πέμπτῃ φεύγει περιθετῇ χρησάμενος κόμῃ τοῦ
5μὴ κατάδηλος γενέσθαι, καὶ παραγενόμενος εἴς τινα τῶν ἑαυτοῦ κωμῶν κατὰ τοὺς ὅρους Γάμαλα τοῦ φρουρίου κειμένην πέμπει πρός τινας τῶν ὑπ’ αὐτὸν προστάσσων ὡς αὐτὸν ἀφικέσθαι * τὴν
Vit
.

48

Φιλίππου. ταῦτα δ’ αὐτὸν ἐννοούμενον ἐμποδίζει τὸ θεῖον ἐπὶ συμ‐ φέροντι· μὴ γὰρ τούτου γενομένου πάντως ἂν ἀπωλώλει· πυρετοῦ δὴ κατασχόντος αὐτὸν ἐξαίφνης γράψας ἐπιστολὰς τοῖς παισὶν Ἀγρίππᾳ καὶ Βερενίκῃ δίδωσιν τῶν ἐξελευθέρων τινὶ κομίζειν πρὸς
Vit
.

49

Οὔαρον. ἦν δ’ οὗτος κατὰ τὸν καιρὸν ἐκεῖνον ὁ τὴν βασιλείαν διοικῶν καταστησάντων αὐτὸν τῶν βασιλέων· αὐτοὶ γὰρ εἰς Βηρυτὸν
Vit
.

50

ἀφικνοῦντο ὑπαντῆσαι βουλόμενοι Κεστίῳ. λαβὼν οὖν Οὔαρος τὰ παρὰ Φιλίππου γράμματα καὶ πυθόμενος αὐτὸν διασεσῶσθαι βα‐ ρέως ἤνεγκεν, ἀχρεῖος τὸ λοιπὸν αὐτὸς νομίζων φανεῖσθαι τοῖς βασιλεῦσιν ἀφικομένου τοῦ Φιλίππου. προαγαγὼν οὖν εἰς τὸ πλῆ‐
5θος τὸν τὰς ἐπιστολὰς κομίζοντα καὶ πλαστογραφίαν ἐπικαλέσας ψεύδεσθαί τε φήσας αὐτὸν ἀπαγγείλαντα Φίλιππον ἐν τοῖς Ἱερο‐
Vit
.

51

σολύμοις μετὰ τῶν Ἰουδαίων Ῥωμαίοις πολεμεῖν ἀπέκτεινεν. μὴ
ὑποστρέψαντος δὴ τοῦ ἐξελευθέρου Φίλιππος ἀπορῶν τὴν αἰτίαν δεύτερον ἐκπέμπει μετ’ ἐπιστολῶν πάλιν τὸν ἀπαγγελοῦντα πρὸς αὐτόν, τί τὸ συμβεβηκὸς εἴη τῷ ἀποσταλέντι, δι’ ὃ βραδύνειεν.329
Vit
.

52

καὶ τοῦτον δὲ παραγενόμενον ὁ Οὔαρος συκοφαντήσας ἀνεῖλεν· καὶ γὰρ ὑπὸ τῶν ἐν Καισαρείᾳ Σύρων ἐπῆρτο μέγα φρονεῖν, ἀναιρε‐ θήσεσθαι μὲν λεγόντων ὑπὸ Ῥωμαίων τὸν Ἀγρίππαν διὰ τὰς ὑπὸ Ἰουδαίων ἁμαρτίας, λήψεσθαι δ’ αὐτὸν τὴν ἀρχὴν ἐκ βασιλέων ὄντα·
5καὶ γὰρ ἦν ὁμολογουμένως ὁ Οὔαρος βασιλικοῦ γένους ἔγγονος Σοέ‐
Vit
.

53

μου τοῦ περὶ τὸν Λίβανον τετραρχοῦντος. διὰ τοῦτ’ οὖν ὁ Οὔαρος τυφούμενος τὰς μὲν ἐπιστολὰς παρ’ ἑαυτῷ κατέσχεν μηχανώμενος μὴ ἐντυχεῖν τοῖς γράμμασι τὸν βασιλέα, τὰς ἐξόδους δὲ πάσας ἐφρούρει, μὴ διαδράς τις ἀπαγγείλειε τῷ βασιλεῖ τὰ πραττόμενα.
5καὶ δὴ χαριζόμενος τοῖς κατὰ τὴν Καισάρειαν Σύροις πολλοὺς τῶν
Vit
.

54

Ἰουδαίων ἀπέκτεινεν. ἐβουλήθη δὲ καὶ μετὰ τῶν ἐν Βατανέᾳ Τρα‐ χωνιτῶν ἀναλαβὼν τὰ ὅπλα ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Βαβυλωνίους
Vit
.

55

Ἰουδαίους, ταύτην γὰρ τὴν προσηγορίαν ἔχουσιν, ὁρμῆσαι. καλέσας οὖν τῶν κατὰ τὴν Καισάρειαν Ἰουδαίων δώδεκα τοὺς δοκιμωτάτους προσέτασσεν αὐτοῖς ἀφικομένοις εἰς Ἐκβάτανα πρὸς τοὺς ἐκεῖ κατοι‐ κοῦντας αὐτῶν ὁμοφύλους εἰπεῖν, ὅτι Οὔαρος ἀκούσας ὑμᾶς ἐπὶ
5βασιλέα μέλλειν ὁρμᾶν καὶ μὴ πιστεύσας πέπομφεν ἡμᾶς πείσοντας ὑμᾶς τὰ ὅπλα καταθέσθαι· τοῦτο γὰρ αὐτῷ τεκμήριον ἔσεσθαι καὶ
Vit
.

56

τοῦ καλῶς μὴ πιστεῦσαι τοῖς περὶ ὑμῶν λέγουσιν. ἐκέλευε δὲ καὶ τοὺς πρώτους αὐτῶν ἄνδρας ἑβδομήκοντα πέμπειν ἀπολογησομένους περὶ τῆς ἐπενηνεγμένης αἰτίας. ἐλθόντες οὖν οἱ δώδεκα πρὸς τοὺς ἐν Ἐκβατάνοις ὁμοφύλους καὶ καταλαβόντες αὐτοὺς μηδὲν ἐπὶ νεω‐
Vit
.

57

τερισμῷ φρονοῦντας ἔπεισαν καὶ τοὺς ἑβδομήκοντα πέμπειν. οἱ
δὲ μηδὲν ὑποπτεύσαντες τοιοῦτον οἷον ἔμελλεν ἀποβήσεσθαι ἐξαπ‐ έστειλαν. καταβαίνουσιν δ’ οὗτοι μετὰ τῶν δώδεκα πρέσβεων εἰς τὴν Καισάρειαν. ὑπαντήσας οὖν ὁ Οὔαρος μετὰ τῆς βασιλικῆς330
5δυνάμεως σὺν τοῖς πρέσβεσιν πάντας ἀπέκτεινεν καὶ τὴν πορείαν
Vit
.

58

ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Ἰουδαίους ἐποιεῖτο. φθάσας δέ τις ἐκ τῶν ἑβδομήκοντα σωθεὶς ἀπήγγειλεν αὐτοῖς, κἀκεῖνοι τὰ ὅπλα λαβόντες σὺν γυναιξὶ καὶ τέκνοις εἰς Γάμαλα τὸ φρούριον ὑπεχώ‐ ρησαν, καταλιπόντες τὰς κώμας πολλῶν ἀγαθῶν πλήρεις καὶ βοσκη‐
Vit
.

59

μάτων πολλὰς μυριάδας ἐχούσας. Φίλιππος δὲ πυθόμενος ταῦτα καὶ αὐτὸς εἰς Γάμαλα τὸ φρούριον ἧκεν. παραγενομένου δὲ κατεβόα τὸ πλῆθος, ἄρχειν αὐτὸν παρακαλοῦντες καὶ πολεμεῖν πρὸς Οὔαρον καὶ τοὺς ἐν τῇ Καισαρείᾳ Σύρους. διαδέδοκτο γὰρ ὑπὸ τούτων
Vit
.

60

τὸν βασιλέα τεθνάναι. Φίλιππος δ’ αὐτῶν κατεῖχε τὰς ὁρμὰς ὑπομιμνήσκων τῶν τε τοῦ βασιλέως εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ τὴν Ῥωμαίων διηγούμενος ὅση τίς ἐστι δύναμις συμφέρειν οὐκ ἔλεγεν
Vit
.

61

ἄρασθαι πρὸς τούτους πόλεμον, καὶ τέλος ἔπεισεν. ὁ δὲ βασιλεὺς πυθόμενος, ὅτι Οὔαρος μέλλει τοὺς ἐπὶ τῆς Καισαρείας Ἰουδαίους σὺν γυναιξὶ καὶ τέκνοις πολλὰς ὄντας μυριάδας ἀναιρεῖν ἡμέρᾳ μιᾷ, μεταπέμπεται πρὸς αὐτὸν Αἴκουον Μονόδιον πέμψας αὐτῷ
5διάδοχον, ὡς ἐν ἄλλοις ἐδηλώσαμεν. ὁ δὲ Φίλιππος Γάμαλα τὸ φρούριον κατέσχεν καὶ τὴν πέριξ χώραν πίστει τῇ πρὸς Ῥωμαίους ἐμμένουσαν.
Vit
.

62

Ἐπεὶ δ’ εἰς τὴν Γαλιλαίαν ἀφικόμην ἐγὼ καὶ ταῦτα παρὰ τῶν ἀπαγγειλάντων ἔμαθον, γράφω τῷ συνεδρίῳ τῶν Ἱεροσολυ‐ μιτῶν περὶ τούτων καὶ τί με πράττειν κελεύουσιν ἐρωτῶ. οἱ δὲ
προσμεῖναι παρεκάλεσαν καὶ τοὺς συμπρέσβεις. εἰ θέλοιεν, κατα‐331
Vit
.

63

σχόντα πρόνοιαν ποιήσασθαι τῆς Γαλιλαίας. οἱ δὲ συμπρέσβεις εὐπορήσαντες πολλῶν χρημάτων ἐκ τῶν διδομένων αὐτοῖς δεκατῶν, ἃς ὄντες ἱερεῖς ὀφειλομένας ἀπελάμβανον, εἰς τὴν οἰκείαν ὑπο‐ στρέφειν ἔκριναν. ἐμοῦ δ’ αὐτοὺς προσμεῖναι παρακαλέσαντος ἕως
Vit
.

64

οὗ τὰ πράγματα καταστήσωμεν, πείθονται. ἄρας οὖν μετ’ αὐτῶν ἀπὸ τῆς Σεπφωριτῶν πόλεως εἰς κώμην τινὰ Βηθμαοῦς λεγομένην ἀπέχουσαν Τιβεριάδος στάδια τέσσαρα παραγίνομαι, καὶ πέμψας ἐντεῦθεν πρὸς τὴν Τιβεριέων βουλὴν καὶ τοὺς πρώτους τοῦ δήμου
Vit
.

65

παρεκάλουν ἀφικέσθαι πρός με. καὶ παραγενομένων, ἐληλύθει δὲ σὺν αὐτοῖς καὶ Ιοῦστος, ἔλεγον ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πρεσβεύσων μετὰ τούτων πεπόμφθαι πρὸς αὐτούς, πείσων καθαι‐ ρεθῆναι τὸν οἶκον τὸν ὑπὸ Ἡρώδου τοῦ τετράρχου κατασκευασθέντα
5ζῴων μορφὰς ἔχοντα τῶν νόμων οὕτως τι κατασκευάζειν ἀπαγο‐ ρευόντων, καὶ παρεκάλουν αὐτοὺς ἐᾶν ἡμᾶς ᾗ τάχος τοῦτο πράτ‐
Vit
.

66

τειν. ἐπὶ πολὺ μὲν οὖν οἱ περὶ τὸν Καπέλλαν καὶ τοὺς πρώτους αὐτῶν ἐπιτρέπειν οὐκ ἤθελον, βιαζόμενοι δ’ ὑφ’ ἡμῶν συγκατατί‐ θενται. φθάνει δ’ Ἰησοῦς ὁ τοῦ Σαπφία παῖς, ὃν τῆς τῶν ναυτῶν καὶ τῶν ἀπόρων στάσεως πρῶτον ἔφαμεν ἄρξαι, παραλαβών τινας
5Γαλιλαίους καὶ τὴν πᾶσαν αὐλὴν ἐμπρήσας, πολλῶν οἰόμενος εὐπο‐ ρήσειν ἐξ αὐτῆς χρημάτων, ἐπειδή τινας οἴκων ὀροφὰς κεχρυσωμένας
Vit
.

67

εἶδεν. καὶ διήρπασαν πολλὰ παρὰ γνώμην τὴν ἡμετέραν πράξαντες· ἡμεῖς γὰρ μετὰ τὴν πρὸς Καπέλλαν καὶ τοὺς πρώτους Τιβεριέων ὁμιλίαν εἰς τὴν ἄνω Γαλιλαίαν ἀπὸ Βηθμαῶν ἀνεχωρήσαμεν. ἀναι‐ ροῦσιν δ’ οἱ περὶ τὸν Ἰησοῦν πάντας τοὺς ἐνοικοῦντας Ἕλληνας
5ὅσοι τε πρὸ τοῦ πολέμου γεγόνεισαν αὐτῶν ἐχθροί.
Vit
.

68

Πυθόμενος δ’ ἐγὼ ταῦτα παρωξύνθην σφόδρα, καὶ καταβὰς εἰς Τιβεριάδα πρόνοιαν εἰσηνεγκάμην τῶν βασιλικῶν σκευῶν ὅσα δυνατὸν ἦν τοὺς ἁρπάσαντας ἀφελέσθαι· λυχνίαι δ’ ἦσαν Κορίν‐ θιαι ταῦτα καὶ τράπεζαι τῶν βασιλικῶν καὶ ἀσήμου ἀργυρίου στα‐332
5θμὸς ἱκανός· πάντα δ’, ὅσα παρέλαβον, φυλάσσειν ἔκρινα τῷ
Vit
.

69

βασιλεῖ. μεταπεμψάμενος οὖν τοὺς τῆς βουλῆς πρώτους δέκα καὶ Καπέλλαν τὸν Ἀντύλλου τὰ σκεύη παρέδωκα, μηδενὶ παραγγείλας
Vit
.

70

ἑτέρῳ πλὴν ἐμοῦ δοῦναι. κἀκεῖθεν εἰς τὰ Γίσχαλα πρὸς τὸν Ἰωάννην μετὰ τῶν συμπρέσβεων ἀφικόμην βουλόμενος γνῶναι, τί ποτε φρονεῖ. κατεῖδον δ’ αὐτὸν ταχέως νεωτέρων ὀρεγόμενον πραγμάτων καὶ τῆς
Vit
.

71

ἀρχῆς ἐπιθυμίαν ἔχοντα· παρεκάλει γάρ με τὸν Καίσαρος σῖτον κείμενον ἐν ταῖς τῆς ἄνωθεν Γαλιλαίας κώμαις ἐξουσίαν αὐτῷ δοῦναι ἐκφορῆσαι· θέλειν γὰρ ἔφασκεν εἰς ἐπισκευὴν τῶν τῆς πα‐
Vit
.

72

τρίδος τειχῶν αὐτὸν ἀναλῶσαι. κατανοήσας δὲ ἐγὼ τὴν ἐπιχείρησιν αὐτοῦ καὶ τί διανοοῖτο πράσσειν, οὐκ ἔφην αὐτῷ συγχωρεῖν· ἢ γὰρ Ῥωμαίοις αὐτὸν ἐνενοούμην φυλάττειν ἢ ’μαυτῷ διὰ τὸ καὶ τὴν ἐξουσίαν τῶν ἐκεῖ πραγμάτων αὐτὸς παρὰ τοῦ κοινοῦ τῶν
Vit
.

73

Ἱεροσολυμιτῶν πεπιστεῦσθαι. μὴ πείθων δὲ περὶ τούτων ἐπὶ τοὺς συμπρέσβεις ἐτράπετο· καὶ γὰρ ἦσαν ἀπρονόητοι τῶν ἐσο‐ μένων καὶ λαβεῖν ἑτοιμότατοι· φθείρει δὲ χρήμασιν αὐτοὺς ψηφί‐ σασθαι πάντα τὸν σῖτον αὐτῷ παραδοθῆναι τὸν ἐν τῇ αὐτοῦ ἐπαρχίᾳ
Vit
.

74

κείμενον. κἀγὼ μόνος ἡττώμενος ὑποδὺς τὴν ἡσυχίαν ἤγαγον. καὶ δευτέραν Ἰωάννης ἐπεισέφερεν πανουργίαν· ἔφη γὰρ Ἰουδαίους τοὺς τὴν Φιλίππου Καισάρειαν κατοικοῦντας συγκεκλεισμένους κατὰ προσταγὴν τοῦ βασιλέως ὑποδίκου τοῦ τὴν δυναστείαν διοικοῦντος
5πεπομφέναι πρὸς αὐτὸν παρακαλοῦντας, ἐπειδὴ οὐκ ἔχουσιν ἔλαιον
ᾧ χρήσονται καθαρόν, ποιησάμενον πρόνοιαν εὐπορίαν αὐτοῖς τού‐ του παρασχεῖν, μὴ δι’ ἀνάγκην Ἑλληνικῷ χρώμενοι τὰ νόμιμα παρα‐333
Vit
.

75

βαίνωσιν. ταῦτα δ’ οὐχ ὑπ’ εὐσεβείας ἔλεγεν Ἰωάννης, δι’ αἰσχρο‐ κέρδειαν δὲ φανερωτάτην· γινώσκων γὰρ παρὰ μὲν ἐκείνοις κατὰ τὴν Καισάρειαν τοὺς δύο ξέστας δραχμῆς μιᾶς πωλουμένους, ἐν δὲ τοῖς Γισχάλοις τοὺς ὀγδοήκοντα ξέστας δραχμῶν τεσσάρων, πᾶν
5τὸ ἔλαιον ὅσον ἦν ἐκεῖ διεπέμψατο λαβὼν ἐξουσίαν καὶ παρ’ ἐμοῦ
Vit
.

76

τὸ δοκεῖν· οὐ γὰρ ἑκὼν ἐπέτρεπον, ἀλλὰ διὰ φόβον τὸν ἀπὸ τοῦ πλήθους, μὴ κωλύων καταλευσθείην ὑπ’ αὐτῶν. συγχωρήσαντος οὖν μου πλείστων χρημάτων ὁ Ἰωάννης ἐκ τῆς κακουργίας ταύτης εὐπόρησε.
Vit
.

77

Τοὺς δὲ συμπρέσβεις ἀπὸ τῶν Γισχάλων ἀπολύσας εἰς τὰ Ἱεροσόλυμα πρόνοιαν ἐποιούμην ὅπλων τε κατασκευῆς καὶ πόλεων ἐχυρότητος. μεταπεμψάμενος δὲ τῶν λῃστῶν τοὺς ἀνδρειοτάτους ἀφελέσθαι μὲν αὐτῶν τὰ ὅπλα οὐχ οἷόν τε ὂν ἑώρων, ἔπεισα δὲ
5τὸ πλῆθος μισθοφορὰν αὐτοῖς παρέχειν, ἄμεινον εἶναι λέγων ἑκόντας ὀλίγα διδόναι μᾶλλον ἢ τὰς κτήσεις διαρπαζομένας ὑπ’ αὐτῶν πε‐
Vit
.

78

ριορᾶν. καὶ λαβὼν παρ’ αὐτῶν ὅρκους μὴ ἀφίξεσθαι πρότερον εἰς τὴν χώραν, ἐὰν μὴ μετακληθῶσιν ἢ ὅταν τὸν μισθὸν μὴ λάβωσιν, ἀπέλυσα παραγγείλας μήτε Ῥωμαίοις πολεμεῖν μήτε τοῖς περιοί‐ κοις· εἰρηνεύεσθαι γὰρ πρὸ πάντων τὴν Γαλιλαίαν ἐφρόντιζον.
Vit
.

79

τοὺς δ’ ἐν τέλει τῶν Γαλιλαίων ὅσον ἑβδομήκοντα πάντας βουλό‐ μενος ἐν προφάσει φιλίας καθάπερ ὅμηρα τῆς πίστεως ἔχειν φίλους τε καὶ συνεκδήμους ἐποιησάμην ἐπί τε κρίσεις παρελάμβανον καὶ μετὰ γνώμης τῆς ἐκείνων τὰς ἀποφάσεις ἐποιούμην, μήτε προπε‐
5τείᾳ πειρώμενος τοῦ δικαίου διαμαρτάνειν καθαρεύειν τε παντὸς
ἐπ’ αὐταῖς λήμματος.334
Vit
.

80

Περὶ τριακοστὸν γοῦν ἔτος ὑπάρχων, ἐν ᾧ χρόνῳ, κἂν ἀπέ‐ χηταί τις τῶν παρανόμων ἐπιθυμιῶν, δύσκολον τὰς ἐκ τοῦ φθόνου διαβολὰς φεύγειν ἄλλως τε καὶ ἐξουσίας ὄντα μεγάλης, γυναῖκα μὲν πᾶσαν ἀνύβριστον ἐφύλαξα, πάντων δὲ τῶν διδομένων ὡς μὴ
5χρῄζων κατεφρόνησα, ἀλλ’ οὐδὲ τὰς ὀφειλομένας μοι ὡς ἱερεῖ δε‐
Vit
.

81

κάτας ἀπελάμβανον παρὰ τῶν κομιζόντων· ἐκ μέντοι τῶν λαφύρων μέρος τοὺς Σύρους τοὺς τὰς πέριξ πόλεις κατοικοῦντας νικήσας ἔλαβον, ἃ καὶ εἰς Ἱεροσόλυμα τοῖς συγγενέσιν ὁμολογῶ πεπομφέναι.
Vit
.

82

καὶ δὶς μὲν κατὰ κράτος ἑλὼν Σεπφωρίτας, Τιβεριεῖς τετράκις, Γαδαρεῖς δ’ ἅπαξ, καὶ τὸν Ἰωάννην πολλάκις ἐπιβουλεύσαντά μοι λαβὼν ὑποχείριον οὔτ’ αὐτὸν οὔτε τινὰς τῶν προειρημένων ἐθνῶν
Vit
.

83

ἐτιμωρησάμην, ὡς προϊὼν ὁ λόγος παραστήσει. διὰ τοῦτ’ οἶμαι καὶ τὸν θεόν, οὐ γὰρ λελήθασιν αὐτὸν οἱ τὰ δέοντα πράττοντες, καὶ ἐκ τῆς ἐκείνων ῥύσασθαί με χειρὸς καὶ μετὰ ταῦτα πολλοῖς περιπεσόντα κινδύνοις διαφυλάξαι, περὶ ὧν ὕστερον ἀπαγγελοῦμεν.
Vit
.

84

Τοσαύτη δ’ ἦν ἡ πρός με τοῦ πλήθους τῶν Γαλιλαίων εὔνοια καὶ πίστις, ὥστε ληφθεισῶν αὐτῶν κατὰ κράτος τῶν πόλεων, γυναικῶν δὲ καὶ τέκνων ἀνδραποδισθέντων, οὐχ οὕτως ταῖς ἑαυτῶν ἐπεστέναξαν συμφοραῖς, ὥσπερ τῆς ἐμῆς ἐφρόντισαν σωτηρίας.
Vit
.

85

ταῦτα δ’ ὁρῶν Ἰωάννης ἐφθόνησε, καὶ γράφει πρός με παρακαλῶν ἐπιτρέψαι καταβάντι χρήσασθαι τοῖς ἐν Τιβεριάδι θερμοῖς ὕδασι
Vit
.

86

τῆς τοῦ σώματος ἕνεκα θεραπείας. κἀγὼ μηδὲν ὑποπτεύσας πρά‐
ξειν αὐτὸν πονηρὸν οὐκ ἐκώλυσα· πρὸς δὲ καὶ τοῖς τῆς Τιβεριάδος τὴν διοίκησιν ὑπ’ ἐμοῦ πεπιστευμένοις κατ’ ὄνομα γράφω κατά‐ λυσιν ἑτοιμάσαι τῷ Ἰωάννῃ καὶ τοῖς ἀφιξομένοις σὺν αὐτῷ πάντων335
5τε [τῶν ἐπιτηδείων] ἀφθονίαν παρασχεῖν. διέτριβον δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν κώμῃ τῆς Γαλιλαίας, ἣ προσαγορεύεται Κανά.
Vit
.

87

Ὁ δ’ Ἰωάννης ἀφικόμενος εἰς τὴν Τιβεριέων πόλιν ἔπειθε τοὺς ἀνθρώπους ἀποστάντας τῆς πρός με πίστεως προστίθεσθαι αὐτῷ. καὶ πολλοὶ τὴν παράκλησιν ἡδέως ἐδέξαντο νεωτέρων ἐπι‐ θυμοῦντες αἰεὶ πραγμάτων καὶ φύσει πρὸς μεταβολὰς ἐπιτηδείως
Vit
.

88

ἔχοντες καὶ στάσεσι χαίροντες. μάλιστα δὲ Ἰοῦστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστὸς ὡρμήκεσαν ἀποστάντες ἐμοῦ προσθέσθαι τῷ Ἰωάννῃ.
Vit
.

89

διεκώλυσα δ’ αὐτοὺς φθάσας· ἧκεν γὰρ ἄγγελός μοι παρὰ Σίλα, ὃν ἐγὼ καθεστάκειν τῆς Τιβεριάδος στρατηγόν, ὡς προεῖπον, τὴν τῶν Τιβεριέων γνώμην ἀπαγγέλλων κἀμὲ σπεύδειν παρακαλῶν· βραδύ‐
Vit
.

90

ναντος γὰρ ὑπὸ τὴν ἑτέρων ἐξουσίαν γενέσθαι τὴν πόλιν. ἐντυχὼν οὖν τοῖς γράμμασι τοῦ Σίλα καὶ διακοσίους ἀναλαβὼν ἄνδρας δι’ ὅλης τῆς νυκτὸς τὴν πορείαν ἐποιούμην, προπέμψας ἄγγελον τὸν
Vit
.

91

τὴν ἐμὴν παρουσίαν τοῖς ἐν τῇ Τιβεριάδι σημανοῦντα. πρωῒ δὲ πλησιάζοντος ἐμοῦ τῇ πόλει τὸ πλῆθος ὑπηντίαζεν καὶ Ἰωάννης σὺν αὐτοῖς, καὶ πάνυ με τεταραγμένως ἀσπασάμενος, δείσας μὴ εἰς ἔλεγχον αὐτοῦ τῆς πράξεως ἀφικομένης ἀπολέσθαι κινδυνεύσῃ,
Vit
.

92

ὑπεχώρησε μετὰ σπουδῆς εἰς τὴν ἑαυτοῦ κατάλυσιν. κἀγὼ δὲ γενό‐ μενος κατὰ τὸ στάδιον τοὺς περὶ ἐμὲ σωματοφύλακας ἀπολύσας πλὴν ἑνὸς καὶ μετὰ τούτου κατασχὼν δέκα τῶν ὁπλιτῶν δημηγορεῖν ἐπειρώμην τῷ πλήθει τῶν Τιβεριέων στὰς ἐπὶ τριγχοῦ τινος ὑψηλοῦ,
Vit
.

93

παρεκάλουν τε μὴ οὕτως αὐτοὺς ταχέως ἀφίστασθαι· κατάγνωσιν γὰρ αὐτοῖς οἴσειν τὴν μεταβολήν, καὶ τῷ μετὰ ταῦτα προϊσταμένῳ δι’ ὑποψίας γενήσεσθαι δικαίας, ὡς μηδὲ τὴν πρὸς ἐκεῖνον πίστιν φυλαξόντων.336
Vit
.

94

Οὔπω δέ μοι πάντα λελάλητο, καί τινος ἐξήκουσα τῶν οἰκείων καταβαίνειν κελεύοντος· οὐ γάρ μοι καιρὸν εἶναι φροντίζειν τῆς παρὰ Τιβεριέων εὐνοίας, ἀλλὰ περὶ τῆς ἰδίας σωτηρίας καὶ
Vit
.

95

πῶς τοὺς ἐχθροὺς φύγω. πεπόμφει δ’ ὁ Ἰωάννης τῶν περὶ αὐτὸν ὁπλιτῶν ἐπιλέξας τοὺς πιστοτάτους ἐκ τῶν χιλίων, οἵπερ ἦσαν αὐτῷ, καὶ προσέταξεν τοῖς πεμφθεῖσιν ἀνελεῖν με πεπυσμένος
Vit
.

96

ὡς εἴην μετὰ τῶν οἰκείων μεμονωμένος. ἧκον δ’ οἱ πεμφθέντες, κἂν ἐπεπράχεισαν, εἰ μὴ τοῦ τριγχοῦ θᾶττον ἀφαλόμενος ἐγὼ μετὰ τοῦ σωματοφύλακος Ἰακώβου καὶ ὑπό τινος Τιβεριέως Ἡρώδου προσανακουφισθείς, ὁδηγηθεὶς ὑπὸ τούτου ἐπὶ τὴν λίμνην καὶ πλοίου
5λαβόμενος καὶ ἐπιβὰς παρὰ δόξαν τοὺς ἐχθροὺς διαφυγὼν εἰς Ταρι‐ χέας ἀφικόμην.
Vit
.

97

Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν τῶν Τιβεριέων ἀπιστίαν, σφόδρα παρωξύνθησαν. ἁρπάσαντες οὖν τὰ ὅπλα παρεκάλουν σφᾶς ἄγειν ἐπ’ αὐτούς· θέλειν γὰρ ἔφασκον
Vit
.

98

ὑπὲρ τοῦ στρατηγοῦ δίκας λαβεῖν παρ’ αὐτῶν. διήγγελλον δὲ τὰ γεγονότα καὶ τοῖς κατὰ τὴν Γαλιλαίαν πᾶσαν ἐρεθίσαι καὶ τού‐ τους κατὰ τῶν Τιβεριέων διὰ σπουδῆς ἔχοντες, παρεκάλουν τε πλείστους συναχθέντας ἀφικέσθαι πρὸς αὐτούς, ἵνα μετὰ γνώμης
Vit
.

99

τοῦ στρατηγοῦ πράττωσιν τὸ δόξαν. ἧκον οὖν οἱ Γαλιλαῖοι πολλοὶ
πανταχόθεν μεθ’ ὅπλων καὶ παρεκελεύοντό μοι προσβαλεῖν τῇ Τιβεριάδι καὶ κατὰ κράτος αὐτὴν ἐξελεῖν καὶ πᾶσαν ἔδαφος ποιή‐ σαντα τοὺς ἐνοίκους σὺν γυναιξὶ καὶ τέκνοις ἀνδραποδίσασθαι.337
5συνεβούλευον δὲ ταῦτα καὶ τῶν φίλων οἱ ἐκ τῆς Τιβεριάδος δια‐
Vit
.

100

σωθέντες. ἐγὼ δὲ οὐ συνεπένευον δεινὸν ἡγούμενος ἐμφυλίου πολέμου κατάρχειν· μέχρι λόγων γὰρ ᾤμην εἶναι δεῖν τὴν φιλο‐ νεικίαν. καὶ μὴν οὐδ’ αὐτοῖς ἔφασκον συμφέρειν τοῦτο πρᾶξαι Ῥωμαίων ταῖς πρὸς ἀλλήλους στάσεσιν αὐτοὺς ἀπολέσθαι προσ‐
5δοκώντων. ταῦτα δὲ λέγων ἔπαυσα τῆς ὀργῆς τοὺς Γαλιλαίους.
Vit
.

101

Ὁ δὲ Ἰωάννης ἀπράκτου τῆς ἐπιβουλῆς αὐτῷ γενομένης ἔδεισε περὶ ἑαυτοῦ, καὶ τοὺς περὶ αὐτὸν ὁπλίτας ἀναλαβὼν ἀπῆρεν ἐκ τῆς Τιβεριάδος εἰς τὰ Γίσχαλα, καὶ γράφει πρός με περὶ τῶν πεπραγμένων ἀπολογούμενος ὡς μὴ κατὰ γνώμην τὴν αὐτοῦ γενο‐
5μένων, παρακαλεῖ τε μηδὲν ὑπονοεῖν κατ’ αὐτοῦ προστιθεὶς ὅρκους καὶ δεινάς τινας ἀράς, δι’ ὧν ᾤετο πιστευθήσεσθαι περὶ ὧν ἐπέ‐ στειλεν.
Vit
.

102

Οἱ δὲ Γαλιλαῖοι, πολλοὶ γὰρ ἕτεροι πάλιν ἐκ τῆς χώρας πάσης ἀνήχθησαν μεθ’ ὅπλων, εἰδότες τὸν ἄνθρωπον ὡς πονηρός ἐστιν καὶ ἐπίορκος, παρεκάλουν ἀγαγεῖν σφᾶς ἐπ’ αὐτόν, ἄρδην
Vit
.

103

ἀφανίσειν ἐπαγγελλόμενοι σὺν αὐτῷ καὶ τὰ Γίσχαλα. χάριν μὲν οὖν ἔχειν αὐτῶν ταῖς προθυμίαις ὡμολόγουν ἐγὼ καὶ νικήσειν αὐ‐ τῶν τὴν εὔνοιαν ἐπηγγελλόμην, παρεκάλουν δ’ ὅμως ἐπισχεῖν αὐ‐ τοὺς ἀξιῶν καὶ συγγινώσκειν μοι δεόμενος προῃρημένῳ τὰς ταραχὰς
5χωρὶς φόνων καταστέλλειν. καὶ πείσας τὸ πλῆθος τῶν Γαλιλαίων εἰς τὴν Σέπφωριν ἀφικνούμην.
Vit
.

104

Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ἄνδρες κεκρικότες τῇ πρὸς Ῥωμαίους ἐμμεῖναι πίστει, δεδιότες δὲ τὴν ἐμὴν ἄφιξιν,
ἐπειράθησαν ἑτέρᾳ με πράξει περισπάσαντες ἀδεεῖς εἶναι περὶ338
Vit
.

105

ἑαυτῶν. καὶ δὴ πέμψαντες πρὸς Ἰησοῦν τὸν ἀρχιλῃστὴν εἰς τὴν Πτολεμαΐδος μεθορίαν ὑπέσχοντο δώσειν πολλὰ χρήματα θελήσαντι μετὰ τῆς σὺν αὐτῷ δυνάμεως, ἦσαν δ’ ὀκτακόσιοι τὸν ἀριθμόν,
Vit
.

106

πόλεμον ἐξάψαι πρὸς ἡμᾶς. ὁ δ’ ὑπακούσας αὐτῶν ταῖς ὑποσχέ‐ σεσιν ἠθέλησεν ἐπιπεσεῖν ἡμῖν ἀνετοίμοις καὶ μηδὲν προγινώ‐ σκουσιν. πέμψας γοῦν πρός με παρεκάλει λαβεῖν ἐξουσίαν ἀσπα‐ σόμενον ἀφικέσθαι. συγχωρήσαντος δέ μου, τῆς γὰρ ἐπιβουλῆς
5οὐδὲν προηπιστάμην, ἀναλαβὼν τὸ σύνταγμα τῶν λῃστῶν ἔσπευδεν
Vit
.

107

ἐπ’ ἐμέ. οὐ μὴν ἔφθασεν αὐτοῦ τέλος λαβεῖν ἡ κακουργία· πλη‐ σιάζοντος γὰρ ἤδη τῶν σὺν αὐτῷ τις αὐτομολήσας ἧκεν πρός με τὴν ἐπιχείρησιν αὐτοῦ φράζων, κἀγὼ πυθόμενος ταῦτα προῆλθον εἰς τὴν ἀγορὰν σκηψάμενος ἀγνοεῖν τὴν ἐπιβουλήν· ἐπηγόμην δὲ
Vit
.

108

πολλοὺς ὁπλίτας Γαλιλαίους, τινὰς δὲ καὶ Τιβεριέων. εἶτα προσ‐ τάξας τὰς ὁδοὺς πάσας ἀσφαλέστατα φρουρεῖσθαι παρήγγειλα τοῖς ἐπὶ τῶν πυλῶν μόνον Ἰησοῦν, ἐπειδὰν παραγένηται, μετὰ τῶν πρώτων εἰσελθεῖν ἐᾶσαι, ἀποκλεῖσαι δὲ τοὺς ἄλλους, βιαζομένους
Vit
.

109

δὲ τύπτειν. τῶν δὲ τὸ προσταχθὲν ποιησάντων εἰσῆλθεν ὁ Ἰησοῦς μετ’ ὀλίγων. καὶ κελεύσαντος ἐμοῦ ῥῖψαι τὰ ὅπλα θᾶττον, εἰ γὰρ ἀπειθοίη τεθνήξεσθαι, περιεστῶτας ἰδὼν πανταχόθεν αὐτῷ τοὺς ὁπλίτας φοβηθεὶς ὑπήκουσεν· οἱ δ’ ἀποκλεισθέντες τῶν ἐπακολου‐
Vit
.

110

θούντων αὐτῷ πυθόμενοι τὴν σύλληψιν ἔφυγον. κἀγὼ τὸν Ἰησοῦν προσκαλεσάμενος κατ’ ἰδίαν οὐκ ἀγνοεῖν ἔφην τὴν ἐπ’ ἐμὲ συσκευα‐ σθεῖσαν ἐπιβουλὴν οὐδ’ ὑπὸ τίνων πεμφθείη, συγγνώσεσθαι δ’ ὅμως αὐτῷ τῶν πεπραγμένων, εἰ μέλλοι μετανοήσειν καὶ πιστὸς
Vit
.

111

ἐμοὶ γενήσεσθαι. ὑπισχνουμένου δὲ πάντα ποιήσειν ἐκείνου ἀπέ‐
λυσα συγχωρήσας αὐτῷ συναγαγεῖν πάλιν οὓς πρότερον εἶχεν. Σεπ‐ φωρίταις δ’ ἠπείλησα, εἰ μὴ παύσαιντο τῆς ἀγνωμοσύνης, λήψε‐ σθαι παρ’ αὐτῶν δίκας.339
Vit
.

112

Κατὰ τοῦτον τὸν καιρὸν ἀφικνοῦνται πρός με δύο μεγι‐ στᾶνες τῶν ὑπὸ τὴν ἐξουσίαν τοῦ βασιλέως ἐκ τῆς τῶν Τραχωνιτῶν χώρας ἐπαγόμενοι τοὺς ἑαυτῶν ἵππους καὶ ὅπλα, χρήματα δ’ ὑπο‐
Vit
.

113

κομίζοντες. τούτους περιτέμνεσθαι τῶν Ἰουδαίων ἀναγκαζόντων, εἰ θέλουσιν εἶναι παρ’ αὐτοῖς, οὐκ εἴασα βιασθῆναι, φάσκων δεῖν ἕκαστον κατὰ τὴν ἑαυτοῦ προαίρεσιν τὸν θεὸν εὐσεβεῖν, ἀλλὰ μὴ μετὰ βίας, χρῆναι δὲ τούτους δι’ ἀσφάλειαν πρὸς ἡμᾶς καταφυ‐
5γόντας μὴ μετανοεῖν. πεισθέντος δὲ τοῦ πλήθους τοῖς ἥκουσιν ἀνδράσιν τὰ πρὸς τὴν συνήθη δίαιταν ἅπαντα παρεῖχον δαψιλῶς.
Vit
.

114

Πέμπει δ’ ὁ βασιλεὺς Ἀγρίππας δύναμιν καὶ στρατηγὸν ἐπ’ αὐτῆς Αἴκουον Μόδιον Γάμαλα τὸ φρούριον ἐξαιρήσοντας. οἱ δὲ πεμφθέντες κυκλώσασθαι μὲν τὸ φρούριον οὐκ ἤρκεσαν, ἐν δὲ τοῖς φανεροῖς τῶν τόπων ἐφεδρεύοντες ἐπολιόρκουν τὰ Γάμαλα.
Vit
.

115

Αἰβούτιος δὲ ὁ δεκάδαρχος, ὁ τοῦ μεγάλου πεδίου τὴν προστασίαν πεπιστευμένος, ἀκούσας ὅτι παρείην εἰς Σιμωνιάδα κώμην ἐν μεθο‐ ρίοις κειμένην τῆς Γαλιλαίας, αὐτοῦ δ’ ἀπέχουσαν ἑξήκοντα στα‐ δίους, νυκτὸς ἀναλαβὼν τοὺς ἑκατὸν ἱππεῖς, οὓς εἶχεν σὺν αὐτῷ,
5καί τινας πεζοὺς περὶ διακοσίους, καὶ τοὺς ἐν Γάβα πόλει κατοι‐ κοῦντας ἐπαγόμενος συμμάχους, νυκτὸς ὁδεύσας ἧκεν εἰς τὴν κώμην,
Vit
.

116

ἐν ᾗ διέτριβον. ἀντιπαραταξαμένου δὲ κἀμοῦ μετὰ δυνάμεως πολλῆς ὁ μὲν Αἰβούτιος εἰς τὸ πεδίον ὑπάγειν ἡμᾶς ἐπειρᾶτο· σφόδρα γὰρ τοῖς ἱππεῦσιν ἐπεποίθει. οὐ μὴν ὑπηκούσαμεν· ἐγὼ γὰρ τὸ πλεονέκτημα συνιδὼν τὸ γενησόμενον τοῖς ἱππεῦσιν, εἰ καταβαίημεν
5εἰς τὸ πεδίον, πεζοὶ γὰρ ἡμεῖς σύμπαντες ἦμεν, ἔγνων αὐτοῦ τοῖς
Vit
.

117

πολεμίοις συνάπτειν. καὶ μέχρι μέν τινος γενναίως ἀντέσχεν σὺν τοῖς περὶ αὐτὸν ὁ Αἰβούτιος, ἀχρεῖον δ’ ὁρῶν κατὰ τὸν τόπον τοῦτον οὖσαι αὐτῷ τὴν ἱππικὴν δύναμιν ἀναζεύγνυσιν ἄπρακτος340
Vit
.

118

εἰς Γάβαν πόλιν, τρεῖς ἄνδρας ἀποβαλὼν κατὰ τὴν μάχην. εἱπόμην δὲ κατὰ πόδας ἐγὼ δισχιλίους ἐπαγόμενος ὁπλίτας, καὶ περὶ Βή‐ σαραν πόλιν γενόμενος ἐν μεθορίῳ μὲν τῆς Πτολεμαΐδος κειμένην, εἴκοσι δ’ ἀπέχουσαν στάδια τῆς Γάβας, ἔνθα διέτριβεν Αἰβούτιος,
5στήσας τοὺς ὁπλίτας ἔξωθεν τῆς κώμης καὶ φρουρεῖν αὐτοῖς ἀσφα‐ λῶς τὰς ὁδοὺς προστάξας ὑπὲρ τοῦ μὴ ἐνοχλῆσαι τοὺς πολεμίους
Vit
.

119

ἡμῖν ἕως τὸν σῖτον ἐκφορήσομεν, πολὺς γὰρ ἀπέκειτο Βερενίκης τῆς βασιλίδος ἐκ τῶν πέριξ κωμῶν εἰς τὴν Βήσαραν συλλεγόμενος, πληρώσας τὰς καμήλους καὶ τοὺς ὄνους, πολλοὺς ἐπηγόμην, διέ‐
Vit
.

120

πεμψα τὸν σῖτον εἰς τὴν Γαλιλαίαν. τοῦτο δὲ πράξας προεκαλούμην εἰς μάχην τὸν Αἰβούτιον, οὐχ ὑπακούσαντος δ’ ἐκείνου, κατεπέ‐ πληκτο γὰρ τὴν [ἡμετέραν] ἑτοιμότητα καὶ τὸ θράσος, ἐπὶ Νεοπο‐ λιτανὸν ἐτραπόμην τὴν Τιβεριέων χώραν ἀκούσας ὑπ’ αὐτοῦ λεη‐
Vit
.

121

λατεῖσθαι. ἦν δὲ Νεοπολιτανὸς ἴλης μὲν ἔπαρχος, παρειλήφει δὲ τὴν Σκυθόπολιν εἰς φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων. τοῦτον οὖν κωλύσας ἐπὶ πλέον τὴν Τιβεριέων κακοῦν περὶ τὴν τῆς Γαλιλαίας πρόνοιαν ἐγινόμην.
Vit
.

122

Ὁ δὲ τοῦ Λευεῖ παῖς Ἰωάννης, ὃν ἔφαμεν ἐν τοῖς Γισχά‐ λοις διατρίβειν, πυθόμενος πάντα κατὰ νοῦν μοι προχωρεῖν, καὶ
δι’ εὐνοίας μὲν εἶναί με τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ δι’ ἐκ‐ πλήξεως, οὐκ εὖ τὴν γνώμην ἐτέθη, κατάλυσιν δ’ αὐτῷ τὴν ἐμὴν341
Vit
.

123

εὐπραγίαν φέρειν νομίζων εἰς φθόνον ἐξώκειλεν οὔτι μέτριον. καὶ παύσειν με τῆς εὐτυχίας ἐλπίσας, εἰ παρὰ τῶν ὑπηκόων μῖσος ἐξάψειεν, ἔπειθεν τοὺς τὴν Τιβεριάδα κατοικοῦντας καὶ τοὺς τὴν Σέπφωριν [νομίζων] πρὸς τούτοις δὲ καὶ τοὺς Γάβαρα, πόλεις δ’
5εἰσὶν αὗται τῶν κατὰ τὴν Γαλιλαίαν αἱ μέγισται, τῆς πρός με πίστεως ἀποστάντας αὐτῷ προστίθεσθαι· κρεῖττον γὰρ ἐμοῦ στρα‐
Vit
.

124

τηγήσειν αὐτῶν ἔφασκεν. καὶ Σεπφωρεῖς μέν, οὐδετέρῳ γὰρ ἡμῶν προσεῖχον διὰ τὸ Ῥωμαίους ᾑρῆσθαι δεσπότας, οὐκ ἐπένευον αὐτῷ, Τιβεριεῖς δὲ τὴν μὲν ἀπόστασιν οὐκ ἐδέχοντο, αὐτοῦ δὲ συγκατέ‐ νευον γενέσθαι φίλοι, οἱ δὲ Γάβαρα κατοικοῦντες προστίθενται
5τῷ Ἰωάννῃ· Σίμων δ’ ἦν ὁ παρακαλῶν αὐτούς, πρωτεύων μὲν τῆς
Vit
.

125

πόλεως, ὡς φίλῳ δὲ καὶ ἑταίρῳ τῷ Ἰωάννῃ χρώμενος. ἐκ μὲν οὖν τοῦ φανεροῦ τὴν ἀπόστασιν οὐχ ὡμολόγουν· σφόδρα γὰρ ἐδεδοί‐ κεσαν τοὺς Γαλιλαίους ἅτε δὴ πεῖραν αὐτῶν τῆς πρὸς ἡμᾶς πολ‐ λάκις εὐνοίας λαβόντες· ἐκ τοῦ λεληθότος δὲ καιρὸν παραφυλάσ‐
5σοντες ἐπιτήδειον ἐπεβούλευον, καὶ δὴ ἀφικόμην εἰς κίνδυνον τὸν μέγιστον διὰ τοιαύτην αἰτίαν.
Vit
.

126

Νεανίσκοι τινὲς θρασεῖς Δαβαριττηνοὶ γένος ἐπιτηρή‐ σαντες τὴν Πτολεμαίου γυναῖκα τοῦ βασιλέως ἐπιτρόπου μετὰ πολλῆς παρασκευῆς καί τινων ἱππέων ἀσφαλείας χάριν ἑπομένων διὰ τοῦ μεγάλου πεδίου τὴν πορείαν ποιουμένην ἐκ τῆς τοῖς βασι‐
5λεῦσιν ὑποτελοῦς χώρας εἰς τὴν Ῥωμαίων ἐπικράτειαν, ἐπιπίπτουσιν
Vit
.

127

αὐτοῖς ἄφνω. καὶ τὴν μὲν γυναῖκα φυγεῖν ἠνάγκασαν, ὅσα δ’ ἐπε‐ φέρετο πάντα διήρπασαν, καὶ ἧκον εἰς Ταριχέας πρός με τέσσαρας ἡμιόνους καταφόρτους ἄγοντες ἐσθῆτος καὶ σκευῶν· ἦν δὲ καὶ ἀρ‐342
Vit
.

128

γυρίου σταθμὸς οὐκ ὀλίγος καὶ χρυσοῖ πεντακόσιοι. ταῦτ’ ἐγὼ βουλόμενος διαφυλάξαι τῷ Πτολεμαίῳ, καὶ γὰρ ἦν ὁμόφυλος, ἀπη‐ γόρευται δ’ ἡμῖν ὑπὸ τῶν νόμων μηδὲ τοὺς ἐχθροὺς ἀποστερεῖν, πρὸς μὲν τοὺς κομίσαντας ἔφην φυλάττειν αὐτὰ δεῖν, ἵν’ ἐκ τῆς
Vit
.

129

πράσεως αὐτῶν ἐπισκευασθῇ τὰ τείχη τῶν Ἱεροσολύμων, οἱ δὲ νεανίαι χαλεπῶς ἔσχον οὐ λαβόντες μοῖραν ἐκ τῶν λαφύρων, καθ‐ άπερ προσεδόκησαν, καὶ πορευθέντες εἰς τὰς πέριξ τῆς Τιβε‐ ριάδος κώμας προδιδόναι μέλλειν με Ῥωμαίοις τὴν χώραν αὐτῶν
Vit
.

130

ἔλεγον· κεχρῆσθαι γὰρ σοφίσματι πρὸς αὐτοὺς λέγοντα τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα φυλάττειν εἰς τὴν ἐπισκευὴν τῶν τειχῶν τῆς Ἱεροσολυμιτῶν πόλεως, ἐγνωκέναι δὲ πάλιν τῷ δεσπότῃ ἀποδοῦναι
Vit
.

131

[τὰ ἡρπασμένα]. καὶ κατὰ τοῦτό γε τῆς ἐμῆς γνώμης οὐ διήμαρτον· ἀπαλλαγέντων γὰρ αὐτῶν μεταπεμψάμενος δύο τοὺς πρώτους Δασ‐ σίωνα καὶ Ἰανναῖον τὸν τοῦ Ληουῖ, φίλους ἐν τοῖς μάλιστα τοῦ βασιλέως καθεστῶτας, τὰ ἐκ τῆς ἁρπαγῆς σκεύη λαβόντας διαπέμ‐
5ψασθαι πρὸς ἐκεῖνον ἐκέλευον, θάνατον ἀπειλήσας αὐτοῖς τὴν ζημίαν, εἰ πρὸς ἕτερον ταῦτα ἀπαγγελοῦσιν.
Vit
.

132

Ἐπισχούσης δὲ φήμης τὴν Γαλιλαίαν ἅπασαν, ὡς τῆς χώρας αὐτῶν μελλούσης ὑπ’ ἐμοῦ τοῖς Ῥωμαίοις προδίδοσθαι καὶ πάντων παροξυνθέντων ἐπὶ τὴν ἐμὴν τιμωρίαν, οἱ τὰς Ταριχέας κατοικοῦντες καὶ αὐτοὶ τοὺς νεανίσκους ἀληθεύειν ὑπολαβόντες πεί‐
5θουσι τοὺς σωματοφύλακας καὶ τοὺς ὁπλίτας κοιμώμενόν με κατα‐
λιπόντας παραγενέσθαι θᾶττον εἰς ἱππόδρομον, ὡς ἐκεῖ βουλευ‐343
Vit
.

133

σομένους μετὰ πάντων περὶ τοῦ στρατηγοῦ. πειθομένων δὲ τούτων καὶ συνελθόντων πολὺς ὄχλος ἤδη προσυνήθροιστο, μίαν τε πάντες ἐποιοῦντο φωνήν, κολάζειν τὸν προδότην πονηρὸν περὶ αὐτοὺς
Vit
.

134

γεγενημένον. μάλιστα δ’ αὐτοὺς ἐξέκαιεν ὁ τοῦ Σαπίθα παῖς Ἰησοῦς ἄρχων τότε τῆς Τιβεριάδος, πονηρὸς ἄνθρωπος καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχων στασιοποιός τε καὶ νεωτεριστὴς ὡς οὐχ ἕτερος, καὶ δὴ τότε λαβὼν εἰς χεῖρας τοὺς Μωυσέως νόμους καὶ
Vit
.

135

προελθὼν εἰς μέσον, „εἰ μὴ καὶ ὑπὲρ αὑτῶν, ἔφη, πολῖται, μισεῖν δύνασθε Ἰώσηπον, εἰς τοὺς πατρίους ἀποβλέψαντες νόμους, ὧν ὁ πρῶτος ὑμῶν στρατηγὸς προδότης ἔμελλε γίνεσθαι, καὶ μισοπονη‐ ρήσαντες ὑπὲρ τούτων τιμωρήσασθε τὸν τοιαῦτα τολμήσαντα.“
Vit
.

136

Ταῦτ’ εἰπὼν καὶ τοῦ πλήθους ἐπιβοήσαντος ἀναλαβών τινας ὁπλίτας ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατηγόμην, ἔσπευδεν ὡς ἀναι‐ ρήσων. ἐγὼ δ’ οὐδὲν προαισθόμενος διὰ κόπον πρὸ τῆς ταραχῆς
Vit
.

137

κατεσχήμην. Σίμων δ’ ὁ τοῦ σώματός μου τὴν φυλακὴν πεπιστευ‐ μένος, ὁ καὶ μόνος παραμείνας, ἰδὼν τὴν ἐπιδρομὴν τῶν πολιτῶν διήγειρέ με καὶ τὸν ἐφεστῶτά μοι κίνδυνον ἐξήγγειλεν, ἠξίου τε γενναίως θνήσκειν ὡς στρατηγὸν ὑπ’ αὐτοῦ πρὶν δὴ ἐλθεῖν τοὺς
Vit
.

138

ἐχθροὺς ἀναγκάσοντας ἢ κτενοῦντας. ὁ μὲν ταῦτα ἔλεγεν, ἐγὼ δὲ τῷ θεῷ τὰ κατ’ ἐμαυτὸν ἐπιτρέψας εἰς τὸ πλῆθος ὡρμήθην προελ‐
θεῖν. μετενδὺς οὖν μέλαιναν ἐσθῆτα καὶ τὸ ξίφος ἀπαρτησάμενος ἐκ τοῦ αὐχένος καθ’ ὁδὸν ἑτέραν, ᾗ μηδένα μοι τῶν πολεμίων344
5ὑπαντιάσειν ᾤμην, ᾔειν εἰς τὸν ἱππόδρομον, ἄφνω τε φανεὶς καὶ πρηνὴς πεσὼν καὶ τὴν γῆν δάκρυσιν φύρων ἐλεεινὸς ἔδοξα πᾶσιν.
Vit
.

139

συνεὶς δὲ τοῦ πλήθους τὴν μεταβολὴν διιστάναι τὰς γνώμας αὐτῶν ἐπειρώμην πρὸ τοῦ τοὺς ὁπλίτας ἀπὸ τῆς οἰκίας ὑποστρέψαι. καὶ συνεχώρουν μὲν ἀδικεῖν, ὡς αὐτοὶ νομίζουσιν, ἐδεόμην δὲ διδάξαι πρότερον, εἰς τίνα χρείαν ἐφύλαττον τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα
Vit
.

140

χρήματα καὶ τότε θνήσκειν, εἰ κελεύοιεν. τοῦ δὲ πλήθους λέγειν κελεύοντος ἐπῆλθον οἱ ὁπλῖται καὶ θεασάμενοί με προσέτρεχον ὡς κτενοῦντες. ἐπισχεῖν δὲ τοῦ πλήθους κελεύοντος ἐπείσθησαν προσ‐ δοκῶντες, ἐπειδὰν ὁμολογήσω πρὸς αὐτοὺς τὰ χρήματα τῷ βασιλεῖ
5τετηρηκέναι, ὡς ὡμολογηκότα τὴν προδοσίαν ἀναιρήσειν.
Vit
.

141

Σιγῆς οὖν παρὰ πάντων γενομένης, „ἄνδρες, εἶπον, ὁμό‐ φυλοι, θανεῖν μέν, εἰ δίκαιόν ἐστιν, οὐ παραιτοῦμαι. βούλομαι δ’
Vit
.

142

ὅμως πρὸ τοῦ τελευτῆσαι τὴν ἀλήθειαν φράσαι πρὸς ὑμᾶς· τὴν γὰρ πόλιν ταύτην φιλοξενωτάτην οὖσαν ἐπιστάμενος πληθύουσάν τε προθύμως τοσούτων ἀνδρῶν, οἳ τὰς ἑαυτῶν πατρίδας καταλι‐ πόντες ἀφίκοντο κοινωνοὶ τῆς ἡμετέρας γενόμενοι τύχης, ἐβουλήθην
5τείχη κατασκευάσαι ἐκ τῶν χρημάτων, περὶ ὧν ἡ παρ’ ὑμῶν ἐστιν
Vit
.

143

ὀργή, δαπανωμένων εἰς τὴν οἰκοδομίαν αὐτῶν.“ πρὸς ταῦτα παρὰ μὲν τῶν Ταριχεωτῶν καὶ ξένων ἐγείρεται φωνὴ χάριν ἔχειν ὁμολο‐ γούντων καὶ θαρρεῖν προτρεπομένων, Γαλιλαῖοι δὲ καὶ Τιβεριεῖς τοῖς θυμοῖς ἐπέμενον, καὶ γίνεται στάσις πρὸς ἀλλήλους τῶν μὲν
Vit
.

144

κολάσειν ἀπειλούντων με τῶν δὲ καταφρονεῖν. ἐπεὶ δ’ ἐπηγγειλάμην καὶ Τιβεριάδι κατασκευάσειν τείχη καὶ ταῖς ἄλλαις πόλεσιν αὐτῶν ταῖς ἀναγκαίαις, πιστεύσαντες ὑπεχώρουν ἕκαστος εἰς τὴν ἑαυτοῦ. κἀγὼ παρὰ πᾶσαν ἐλπίδα διαφυγὼν τὸν προειρημένον κίνδυνον345
5μετὰ τῶν φίλων καὶ ὁπλιτῶν εἴκοσιν εἰς τὴν οἰκίαν ὑπέστρεψα.
Vit
.

145

Πάλιν δ’ οἱ λῃσταὶ καὶ τῆς στάσεως αἴτιοι δείσαντες περὶ ἑαυτῶν, μὴ δίκας εἰσπραχθῶσιν ὑπ’ ἐμοῦ τῶν πεπραγμένων, ἀνα‐ λαβόντες ἑξακοσίους ὁπλίτας ἧκον ἐπὶ τὴν οἰκίαν ἔνθα διέτριβον
Vit
.

146

ἐμπρήσοντες αὐτήν. ἀπαγγελθείσης δέ μοι τῆς ἐφόδου φεύγειν μὲν ἀπρεπὲς ἡγησάμην, ἔκρινα δὲ παραβαλόμενος χρήσασθαί τι καὶ τόλμῃ. προστάξας οὖν ἀποκλεῖσαι τῆς οἰκίας τὰς θύρας αὐτὸς ἐπὶ τὸ ὑπερῷον ἀναβὰς παρεκάλουν εἰσπέμψαι τινὰς ληψομένους
Vit
.

147

τὰ χρήματα· παύσεσθαι γὰρ οὕτως τῆς ὀργῆς αὐτοὺς ἔφην. εἰσ‐ πεμψάντων δὲ τὸν θρασύτατον αὐτῶν μάστιξιν αἰκισάμενος τὴν ἑτέραν τε τῶν χειρῶν ἀποκόψαι κελεύσας καὶ κρεμάσαι ἐκ τοῦ τρα‐
Vit
.

148

χήλου τοιοῦτον ἐξέβαλον πρὸς τοὺς ἐξαποστείλαντας. τοὺς δ’ ἔλαβεν ἔκπληξις καὶ φόβος οὔτι μέτριος. δείσαντες οὖν καὶ αὐτοὶ ταὐτὰ πείσεσθαι, εἰ μένοιεν, εἴκαζον γὰρ ἔνδον ἔχειν με πλείους αὐτῶν, εἰς φυγὴν ὥρμησαν. κἀγὼ τοιούτῳ στρατηγήματι χρησά‐
5μενος τὴν δευτέραν ἐπιβουλὴν διέφυγον.
Vit
.

149

Πάλιν δὲ τὸν ὄχλον τινὲς ἠρέθιζον τοὺς ἀφικομένους
πρός με βασιλικοὺς μεγιστᾶνας οὐκ ὀφείλειν ζῆν λέγοντες μὴ μετα‐ βῆναι θέλοντας εἰς τὰ παρ’ αὐτοῖς ἔθη, πρὸς οὓς σωθησόμενοι πάρεισι· διέβαλλόν τε φαρμακέας εἶναι λέγοντες τοὺς Ῥωμαίους346
5παραγενέσθαι. ταχὺ δὲ τὸ πλῆθος ἐπείθετο ταῖς τῶν λεγομένων
Vit
.

150

πρὸς χάριν αὐτοῖς πιθανότησιν ἀπατώμενοι. πυθόμενος δὲ περὶ τούτων ἐγὼ πάλιν τὸν δῆμον ἀνεδίδασκον μὴ δεῖν διώκεσθαι τοὺς καταφυγόντας πρὸς αὐτούς· τὸν δὲ φλύαρον τῆς περὶ τῶν φαρμά‐ κων αἰτίας διέσυρον, οὐκ ἂν τοσαύτας μυριάδας στρατιωτῶν Ῥω‐
5μαίους λέγων τρέφειν, εἰ διὰ φαρμάκων ἦν νικᾶν τοὺς πολεμίους.
Vit
.

151

ταῦτα λέγοντος ἐμοῦ πρὸς ὀλίγον μὲν ἐπείθοντο, πάλιν δ’ ἀναχω‐ ρήσαντες ὑπὸ τῶν πονηρῶν ἐξηρεθίζοντο κατὰ τῶν μεγιστάνων, καί ποτε μεθ’ ὅπλων ἐπὶ τὴν οἰκίαν αὐτῶν τὴν ἐν Ταριχέᾳ ἀπῆλ‐
Vit
.

152

θον ὡς ἀναιρήσοντες. ἔδεισα δ’ ἐγὼ πυθόμενος, μὴ τοῦ μύσους τέλος λαβόντος ἀνεπίβατος γένηται τοῖς καταφυγεῖν εἰς αὐτὴν θέ‐
Vit
.

153

λουσιν. παρεγενόμην οὖν εἰς τὴν τῶν μεγιστάνων οἰκίαν μετά τινων ἑτέρων, καὶ κλείσας διώρυγά τε ποιήσας ἀπ’ αὐτῆς ἐπὶ τὴν λίμνην ἄγουσαν μεταπεμψάμενός τε πλοῖον καὶ σὺν αὐτοῖς ἐμβὰς ἐπὶ τὴν μεθόριον τῶν Ἱππηνῶν διεπέρασα, καὶ δοὺς αὐτοῖς τὴν τιμὴν τῶν
5ἵππων, οὐ γὰρ ἠδυνήθην αὐτοὺς ἐπαγαγέσθαι τοιαύτης γενομένης τῆς ἀποδράσεως, ἀπέλυσα πολλὰ παρακαλέσας τὴν προσπεσοῦσαν
Vit
.

154

ἀνάγκην γενναίως ἐνεγκεῖν. αὐτός τε μεγάλως ἠχθόμην βιασθεὶς τοὺς προσφυγόντας ἐκθεῖναι πάλιν εἰς τὴν πολεμίαν, ἄμεινον δὲ νομίσας παρὰ Ῥωμαίοις ἀποθανεῖν αὐτούς, εἰ συμπέσοι, μᾶλλον ἢ κατὰ τὴν ἐμὴν χώραν. οἱ δ’ ἄρα διεσώθησαν· συνεχώρησεν γὰρ
5αὐτοῖς βασιλεὺς Ἀγρίππας τὰ ἡμαρτημένα. καὶ τὰ μὲν περὶ ἐκεί‐
νους τοῦτ’ ἔσχε τὸ τέλος.347
Vit
.

155

Οἱ δὲ τὴν τῶν Τιβεριέων πόλιν κατοικοῦντες γράφουσιν πρὸς τὸν βασιλέα παρακαλοῦντες πέμψαι δύναμιν τὴν φυλάξουσαν αὐτῶν τὴν χώραν· θέλειν γὰρ αὐτῷ προστίθεσθαι. κἀκείνῳ μὲν
Vit
.

156

ταῦτ’ ἔγραφον. ἀφικόμενον δέ με πρὸς αὐτοὺς παρεκάλουν τὰ τείχη κατασκευάζειν αὐτοῖς, ὡς ὑπεσχήμην· ἠκηκόεισαν δὲ τὰς Τα‐ ριχέας ἤδη τετειχίσθαι. κατανεύσας οὖν ἐγὼ καὶ πάντα τὰ πρὸς τὴν οἰκοδομίαν παρασκευασάμενος τοὺς ἀρχιτέκτονας ἐκέλευον ἐνερ‐
Vit
.

157

γεῖν. μετὰ δὲ τρίτην ἡμέραν εἰς Ταριχέας ἀπερχομένου μου τῆς Τιβεριάδος ἀπεχούσας στάδια τριάκοντα, συνέβη τινὰς Ῥωμαίων ἱππεῖς οὐ πόρρωθεν τῆς πόλεως ὁδοιποροῦντας ὀφθῆναι, οἳ δόξαν
Vit
.

158

παρέσχον τὴν παρὰ τοῦ βασιλέως δύναμιν ἥκειν. εὐθέως γοῦν εἰς μὲν τὸν βασιλέα μετὰ πολλῶν ἐπαίνων ἠφίεσαν φωνάς, κατ’ ἐμοῦ δὲ βλασφήμους. καὶ ἐπιδραμών τις ἀπήγγειλέν μοι τὴν διάνοιαν
Vit
.

159

αὐτῶν, ὡς ἀφίστασθαί μου διεγνώκασιν. ἐγὼ δ’ ἀκούσας ἐταράχθην μὲν σφόδρα· τοὺς γὰρ ὁπλίτας ἔτυχον ἐκ τῶν Ταριχεῶν ἐπὶ τὰς αὐτῶν οἰκήσεις ἀφεικὼς διὰ τὸ τὴν ἐπιοῦσαν ἡμέραν σάββατον ὑπάρχειν· οὐ γὰρ ἐβουλόμην ὑπὸ τοῦ στρατιωτικοῦ πλήθους ἐνο‐
Vit
.

160

χλεῖσθαι τοὺς ἐν ταῖς Ταριχέαις. ὁσάκις γοῦν ἐν αὐταῖς διέτριβον οὐδὲ τῆς περὶ τὸ σῶμα φυλακῆς ἐποιούμην πρόνοιαν, πεῖραν παρὰ
Vit
.

161

τῶν ἐνοικούντων τῆς πρός με πίστεως λαβὼν πολλάκις. μόνους δ’ ἔχων περὶ ἐμαυτὸν ἑπτὰ τῶν ὁπλιτῶν καὶ τοὺς φίλους ἠπόρουν, ὃ πράξω· μεταπέμψασθαι γὰρ τὴν ἐμὴν δύναμιν διὰ τὸ λήγειν ἤδη τὴν ἐνεστῶσαν ἡμέραν οὐκ ἐδοκίμαζον· οὐδὲ γὰρ ἀφικομένης
5αὐτῆς εἰς τὴν ἐπιοῦσαν ὅπλα λαβεῖν κωλυόντων ἡμᾶς τῶν νόμων,348
Vit
.

162

κἂν μεγάλη τις ἐπείγειν ἀνάγκη δοκῇ. εἰ δὲ τοῖς Ταριχεώταις καὶ τοῖς παρ’ αὐτοῖς ξένοις ἐπιτρέψαιμι τὴν πόλιν διαρπάζειν, ἑώρων οὐχ ἱκανοὺς ἐσομένους, τὴν ἐμὴν ὑπέρθεσιν ἑώρων μακρο‐ τάτην· φθήσεσθαι γὰρ καὶ τὴν παρὰ βασιλέως δύναμιν ἀφικομέ‐
Vit
.

163

νην, καὶ ἐκπεσεῖσθαι τῆς πόλεως ᾠόμην. ἐβουλευόμην οὖν στρα‐ τηγήματι χρῆσθαί τινι κατ’ αὐτῶν. παραχρῆμα δὴ τοὺς πιστο‐ τάτους τῶν φίλων ταῖς πύλαις τῶν Ταριχεῶν ἐπιστήσας φυλάξοντας μετ’ ἀσφαλείας τοὺς ἐξιέναι θέλοντας καὶ τοὺς πρώτους τῶν οἴκων
5προσκαλεσάμενος, αὐτῶν ἕκαστον ἐκέλευσα καθελκύσαντα πλοῖον ἐμβάντα συνεπαγόμενον τὸν κυβερνήτην ἕπεσθαί μοι πρὸς τὴν Τι‐
Vit
.

164

βεριέων πόλιν. καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων καὶ τῶν ὁπλιτῶν, οὓς ἔφην ἑπτὰ τὸν ἀριθμὸν εἶναι, ἐμβὰς ἔπλεον ἐπὶ τὴν Τιβεριάδα.
Vit
.

165

Τιβεριεῖς δὲ τὴν παρὰ τοῦ βασιλέως δύναμιν ὡς ἔγνωσαν οὐχ ἥκουσαν αὐτοῖς, πλοίων δὲ τὴν λίμνην πᾶσαν ἐθεάσαντο πλήρη, δείσαντες περὶ τῇ πόλει καὶ καταπλαγέντες ὡς ἐπιβατῶν πλήρεις
Vit
.

166

εἶναι νέας, μετατίθενται τὰς γνώμας. ῥίψαντες οὖν τὰ ὅπλα μετὰ γυναικῶν καὶ παίδων ὑπηντίαζον πολλὰς μετ’ ἐπαίνων εἰς ἐμὲ φωνὰς ἀφιέντες, εἴκαζον γὰρ οὐ προπεπύσθαι με τὴν διάνοιαν
Vit
.

167

αὐτῶν, καὶ παρεκάλουν φείσασθαι τῆς πόλεως. ἐγὼ δὲ πλησίον γενόμενος ἀγκύρας μὲν ἔτι πόρρω τῆς γῆς ἐκέλευον βαλέσθαι τοὺς κυβερνήτας ὑπὲρ τοῦ μὴ κατάδηλα τοῖς Τιβεριεῦσιν εἶναι τὰ πλοῖα κενὰ τῶν ἐπιβατῶν ὄντα, πλησιάσας δ’ αὐτὸς ἔν τινι πλοίῳ κατε‐
5μεμφόμην αὐτῶν τὴν ἄγνοιαν, καὶ ὅτι δὴ οὕτως εὐχερεῖς εἶεν πάσης
Vit
.

168

δικαίας ἄνευ προφάσεως ἐξίστασθαι τῆς πρός με πίστεως. ὡμο‐
λόγουν δ’ εἴς τε τὸ λοιπὸν αὐτοῖς συγγνώσεσθαι βεβαίως, εἰ πέμ‐ ψειαν δέκα τοῦ πλήθους προεστῶτας. ὑπακουσάντων δ’ ἑτοίμως καὶ πεμψάντων ἄνδρας οὓς προεῖπον, ἐμβιβάσας ἀπέλυον εἰς Τα‐349
5ριχέας φυλαχθησομένους.
Vit
.

169

Τῷ στρατηγήματι δὲ τούτῳ τὴν βουλὴν πᾶσαν κατ’ ὀλί‐ γους λαβὼν εἰς τὴν προειρημένην πόλιν καὶ μετ’ αὐτῶν τοὺς πολλοὺς τοῦ δήμου πρώτους ἄνδρας οὐκ ἐλάττους ἐκείνων ὄντας διεπεμψά‐
Vit
.

170

μην. τὸ δὲ πλῆθος, ὡς εἶδον εἰς οἷον κακῶν ἥκουσι μέγεθος, παρε‐ κάλουν με τὸν αἴτιον τῆς στάσεως τιμωρήσασθαι. Κλεῖτος δ’ ἦν
Vit
.

171

ὄνομα τούτῳ, θρασύς τε καὶ προπετὴς νεανίας. ἐγὼ δ’ ἀποκτεῖναι μὲν οὐχ ὅσιον ἡγούμενος ὁμόφυλον ἄνδρα, κολάσαι δ’ ἀνάγκην ἔχων, τῶν περὶ ἐμέ τινι σωματοφυλάκων Ληουεῖ προσέταξα προελθόντι
Vit
.

172

κόψαι τοῦ Κλείτου τὴν ἑτέραν τῶν χειρῶν. δείσαντος δὲ τοῦ κελευ‐ σθέντος εἰς τοσοῦτο πλῆθος προελθεῖν μόνου, τὴν δειλίαν τοῦ στρατιώτου μὴ βουληθεὶς κατάδηλον γενέσθαι τοῖς Τιβεριεῦσιν, αὐτὸν Κλεῖτον φωνήσας „ἐπειδὴ καὶ ἄξιος, εἶπον, ὑπάρχεις ἀμφο‐
5τέρας τὰς χεῖρας ἀποβαλεῖν οὕτως ἀχάριστος εἰς ἐμὲ γενόμενος, γενοῦ σαυτοῦ δημόσιος, μὴ καὶ ἀπειθήσας χείρονα τιμωρίαν ὑπό‐
Vit
.

173

σχῃς.“ τοῦ δὲ τὴν ἑτέραν αὐτῷ συγχωρῆσαι πολλὰ δεομένου μόλις κατένευσα. κἀκεῖνος ἄσμενος ὑπὲρ τοῦ μὴ τὰς δύο χεῖρας ἀποβαλεῖν λαβὼν μάχαιραν κόπτει τὴν ἀριστερὰν ἑαυτοῦ. καὶ τοῦτο τὴν στά‐ σιν ἔπαυσεν.
Vit
.

174

Τιβεριεῖς δέ, ὡς εἰς τὰς Ταριχέας ἀφικόμην γνόντες τὴν
στρατηγίαν, ᾗ κατ’ αὐτῶν ἐχρησάμην, ἀπεθαύμαζον ὅτι χωρὶς φόνων350
Vit
.

175

ἔπαυσα τὴν ἀγνωμοσύνην αὐτῶν. ἐγὼ δὲ τοὺς ἐκ τῆς εἱρκτῆς μετα‐ πεμψάμενος τοῦ πλήθους τῶν Τιβεριέων, ἦν δὲ σὺν αὐτοῖς Ἰοῦστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστός, συνδείπνους ἐποιησάμην, καὶ παρὰ τὴν ἑστίασιν ἔλεγον, ὅτι τὴν Ῥωμαίων δύναμιν οὐδ’ αὐτὸς ἀγνοῶ
5πασῶν διαφέρουσαν, σιγῴην μέντοι περὶ αὐτῆς διὰ τοὺς λῃστάς.
Vit
.

176

καὶ αὐτοῖς δὲ ταῦτα συνεβούλευον ποιεῖν τὸν ἐπιτήδειον περιμένουσι καιρὸν καὶ μὴ δυσανασχετεῖν ἐμοὶ στρατηγῷ· μηδενὸς γὰρ αὐτοὺς
Vit
.

177

ἑτέρου δυνήσεσθαι ῥᾳδίως ἐπιεικοῦς ὁμοίως τυχεῖν. τὸν Ἰοῦστον δὲ καὶ ὑπεμίμνησκον, ὅτι πρόσθεν ἤ με παραγενέσθαι ἐκ τῶν Ἱερο‐ σολύμων οἱ Γαλιλαῖοι τἀδελφοῦ τὰς χεῖρας ἀποκόψειαν αὐτοῦ πρὸ τοῦ πολέμου πλαστῶν αὐτῷ γραμμάτων κακουργίαν ἐπικαλέσαντες,
5καὶ ὅτι μετὰ τὴν ἀναχώρησιν τὴν Φιλίππου Γαμαλῖται πρὸς Βαβυ‐ λωνίους στασιάζοντες ἀνέλοιεν Χάρητα, συγγενὴς δ’ ἦν οὗτος τοῦ
Vit
.

178

Φιλίππου, καὶ ὡς Ἰησοῦν τὸν ἀδελφὸν αὐτοῦ ἄνδρα τῆς ἀδελφῆς Ἰούστου σωφρόνως κολάσειαν. ταῦτα παρὰ τὴν ἑστίασιν διαλεχθεὶς τοῖς περὶ τὸν Ἰοῦστον ἕωθεν ἐκέλευσα πάντας τῆς φυλακῆς ἀπο‐ λυθῆναι.
Vit
.

179

Πρὸ δὲ τούτων συνέβη τὸν Ἰακίμου Φίλιππον ἀπελθεῖν
Vit
.

180

ἐκ Γάμαλα τοῦ φρουρίου τοιαύτης αἰτίας γενομένης· Φίλιππος πυθόμενος μεθεστάναι μὲν Οὔαρον ὑπὸ τοῦ βασιλέως Ἀγρίππα, διάδοχον δὲ ἀφῖχθαι Μόδιον Αἴκουον ἄνδρα φίλον αὐτῷ καὶ συν‐ ήθη πάλαι, γράφει πρὸς τοῦτον τὰς καθ’ ἑαυτὸν τύχας ἀπαγγέλ‐
5λων καὶ παρακαλῶν τὰ παρ’ αὐτοῦ πεμφθέντα γράμματα πρὸς
Vit
.

181

τοὺς βασιλέας ἀποστεῖλαι. καὶ Μόδιος δεξάμενος τὰς ἐπιστολὰς
ἐχάρη σφόδρα σώζεσθαι τὸν Φίλιππον ἐξ αὐτῶν ἐπιγνούς, καὶ πρὸς351
Vit
.

182

τοὺς βασιλέας ἔπεμψε τὰ γράμματα περὶ Βηρυτὸν ὄντας. ὁ δὲ βασιλεὺς Ἀγρίππας ὡς ἔγνω ψευδῆ τὴν περὶ Φιλίππου φήμην γενομένην, λόγος γὰρ διῆλθεν, ὡς στρατηγοίη τῶν Ἰουδαίων ἐπὶ τὸν πρὸς Ῥωμαίους πόλεμον, ἔπεμψεν ἱππεῖς τοὺς παραπέμψον‐
Vit
.

183

τας τὸν Φίλιππον. καὶ παραγενόμενον ἀσπάζεταί τε φιλοφρόνως τοῖς τε Ῥωμαίων ἡγεμόσιν ἐπεδείκνυεν, ὅτι δὴ Φίλιππος οὗτός ἐστιν, περὶ οὗ διεξῄει λόγος ὡς Ῥωμαίων ἀποστάντος. κελεύει δ’ αὐτὸν ἱππεῖς τινας ἀναλαβόντα θᾶττον εἰς Γάμαλα τὸ φρούριον πορευ‐
5θῆναι τοὺς οἰκείους αὐτῷ πάντας ἐκεῖθεν ἐξάξοντα καὶ τοὺς Βα‐
Vit
.

184

βυλωνίους εἰς τὴν Βατανέαν πάλιν ἀποκαταστήσοντα. παρήγγειλε δὲ καὶ πᾶσαν ποιήσασθαι πρόνοιαν ὑπὲρ τοῦ μὴ γενέσθαι τινὰ νεωτερισμὸν παρὰ τῶν ὑπηκόων. Φίλιππος μὲν οὖν ταῦτα τοῦ βασιλέως ἐπιστείλαντος ἔσπευδε ποιήσων ἃ προσέταξεν.
Vit
.

185

Ἰώσηπος δὲ τῆς ἰατρίνης πολλοὺς νεανίσκους θρασεῖς προτρεψάμενος αὐτῷ συνάρασθαι καὶ ἐπαναστὰς τοῖς ἐν Γάμαλα πρώτοις ἔπειθεν αὐτοὺς ἀφίστασθαι τοῦ βασιλέως καὶ ἀναλαβεῖν τὰ ὅπλα ὡς διὰ τούτων τὴν ἐλευθερίαν ἀποληψομένους. καὶ τινὰς
5μὲν ἐβιάσαντο, τοὺς δὲ μὴ συναρεσκομένους αὐτῶν ταῖς γνώμαις
Vit
.

186

ἀνῄρουν. κτείνουσι δὲ καὶ Χάρητα, καὶ μετ’ αὐτοῦ τινα τῶν συγ‐ γενῶν Ἰησοῦν καὶ Ἰούστου δὲ τοῦ Τιβεριέως ἀδελφὴν ἀνεῖλον, κα‐ θὼς ἤδη προείπομεν, γράφουσι δὲ καὶ πρός με παρακαλοῦντες πέμψαι καὶ δύναμιν αὐτοῖς ὁπλιτῶν καὶ τοὺς ἀναστήσοντας αὐτῶν
Vit
.

187

τῇ πόλει τείχη. κἀγὼ πρὸς οὐδέτερον ἀντεῖπον ὧν ἠξίωσαν. ἀφί‐ σταται δὲ τοῦ βασιλέως καὶ ἡ Γαυλανῖτις χώρα μέχρι κώμης Σολύ‐
μης. Σελευκείᾳ δὲ καὶ Σωγάνῃ φύσει κώμαις ὀχυρωτάταις ᾠκοδό‐ μησα τείχη, τάς τε κατὰ τὴν ἄνω Γαλιλαίαν κώμας καὶ πάνυ352
Vit
.

188

πετρώδεις οὔσας ἐτείχισα παραπλησίως. ὀνόματα δ’ αὐταῖς Ἰάμνια Ἀμηρὼθ Ἀχαράβη. ὠχύρωσα δὲ καὶ τὰς ἐν τῇ κάτω Γαλιλαίᾳ πόλεις μὲν Ταριχέας Τιβεριάδα Σέπφωριν, κώμας δὲ Ἀρβήλων σπήλαιον, Βηρσουβαί, Σελαμήν, Ἰωτάπατα, Καφαραθ’ κωμος σω‐
5γαναι παφα καὶ τὸ Ἰταβύριον ὄρος. εἰς ταύτας καὶ σῖτον ἀπε‐ θέμην πολὺν καὶ ὅπλα πρὸς ἀσφάλειαν τὴν μετὰ ταῦτα.
Vit
.

189

Ἰωάννῃ δὲ τῷ τοῦ Ληουεῖ τὸ κατ’ ἐμοῦ μῖσος προσηύξετο βαρέως φέροντι τὴν ἐμὴν εὐπραγίαν. προθέμενος οὖν πάντως ἐκποδών με ποιήσασθαι τῇ μὲν αὐτοῦ πατρίδι τοῖς Γισχάλοις
Vit
.

190

κατασκευάζει τείχη, τὸν ἀδελφὸν δὲ Σίμωνα καὶ τὸν τοῦ Σισέννα Ἰωνάθην ὁπλιτῶν περὶ ἑκατὸν εἰς Ἱεροσόλυμα πέμπει πρὸς τὸν τοῦ Γαμαλιήλου Σίμωνα παρακαλέσοντας αὐτὸν πεῖσαι τὸ κοινὸν τῶν Ἱεροσολυμιτῶν τὴν ἀρχὴν ἀφελομένους ἐμὲ τῶν Γαλιλαίων
Vit
.

191

αὐτῷ ψηφίσασθαι τὴν ἐξουσίαν τούτων. ὁ δὲ Σίμων οὗτος ἦν πόλεως μὲν Ἱεροσολύμων, γένους δὲ σφόδρα λαμπροῦ, τῆς δὲ Φα‐ ρισαίων αἱρέσεως, οἳ περὶ τὰ πάτρια νόμιμα δοκοῦσιν τῶν ἄλλων
Vit
.

192

ἀκριβείᾳ διαφέρειν. ἦν δ’ οὗτος ἀνὴρ πλήρης συνέσεως καὶ λογισ‐ μοῦ δυνάμενός τε πράγματα κακῶς κείμενα φρονήσει τῇ ἑαυτοῦ
διορθώσασθαι, φίλος τε παλαιὸς τῷ Ἰωάννῃ καὶ συνήθης, πρὸς353
Vit
.

193

ἐμὲ δὲ τότε διαφόρως εἶχεν. δεξάμενος οὖν τὴν παράκλησιν ἔπει‐ θεν τοὺς ἀρχιερεῖς Ἄνανον καὶ Ἰησοῦν τὸν τοῦ Γαμαλᾶ τινάς τε τῶν τῆς αὐτῶν στάσεως ἐκείνους ἐκκόπτειν με φυόμενον καὶ μὴ περιιδεῖν ἐπὶ μήκιστον αὐξηθέντα δόξης, συνοίσειν αὐτοῖς λέγων,
5εἰ τῆς Γαλιλαίας ἀφαιρεθείην· μὴ μέλλειν δὲ παρεκάλει τοὺς περὶ τὸν Ἄνανον, μὴ καὶ φθάσας γνῶναι μετὰ πολλῆς ἐπέλθω τῇ πόλει
Vit
.

194

δυνάμεως. ὁ μὲν Σίμων ταῦτα συνεβούλευεν· ὁ δὲ ἀρχιερεὺς Ἄνανος οὐ ῥᾴδιον εἶναι τὸ ἔργον ἀπέφαινεν· πολλοὺς γὰρ τῶν ἀρχιερέων καὶ τοῦ πλήθους προεστῶτας μαρτυρεῖν, ὅτι καλῶς ἐγὼ στρατηγῶ· ποιεῖσθαι δὲ κατηγορίαν ἀνδρός, καθ’ οὗ μηδὲν λέγειν
5δύνανται δίκαιον, φαύλων ἔργον εἶναι.
Vit
.

195

Σίμων δ’ ὡς ἤκουσεν ταῦτα παρὰ τοῦ Ἀνάνου, σιωπᾶν μὲν ἐκείνους ἠξίωσεν μηδ’ εἰς πολλοὺς ἐκφέρειν τοὺς λόγους αὐτῶν· προνοήσεσθαι γὰρ αὐτὸς ἔφασκεν, ἵνα θᾶττον μετασταθείην ἐκ τῆς Γαλιλαίας· προσκαλεσάμενος δὲ τὸν ἀδελφὸν τοῦ Ἰωάννου
5προσέταξεν πέμπειν δωρεὰς τοῖς περὶ τὸν Ἄνανον· τάχα γὰρ οὕτως
Vit
.

196

ἔφη πείσειν αὐτοὺς μεταθέσθαι τὰς γνώμας. καὶ τέλος ἔπραξεν ὁ Σίμων ὃ προύθετο· ὁ γὰρ Ἄνανος καὶ οἱ σὺν αὐτῷ τοῖς χρή‐ μασιν διαφθαρέντες συντίθενται τῆς Γαλιλαίας ἐκβαλεῖν με μηδενὸς ἄλλου τῶν κατὰ τὴν πόλιν τοῦτο γινώσκοντος. καὶ δὴ ἔδοξεν αὐ‐
5τοῖς πέμπειν ἄνδρας κατὰ γένος μὲν διαφέροντας, τῇ παιδείᾳ δ’
Vit
.

197

ὁμοίους. ἦσαν δ’ αὐτῶν οἱ μὲν δύο δημοτικοί, Ἰωνάθης καὶ Ἀνα‐ νίας Φαρισαῖοι τὴν αἵρεσιν, ὁ δὲ τρίτος Γόζορος ἱερατικοῦ γένους, Φαρισαῖος καὶ αὐτός· Σίμων δ’ ἐξ ἀρχιερέων νεώτατος ἐκείνων.
Vit
.

198

τούτους ἐκέλευον ἀφικομένους εἰς τὸ πλῆθος τῶν Γαλιλαίων πυ‐ θέσθαι παρ’ αὐτῶν τὴν αἰτίαν, δι’ ἣν ἐμὲ φιλοῦσιν· εἰ δὲ φαῖεν, ὅτι πόλεως εἴην τῆς Ἱεροσολύμων, καὶ αὐτοὺς ἐξ ἐκείνων λέγειν ὑπάρχειν τοὺς τέσσαρας, εἰ δὲ διὰ τὴν ἐμπειρίαν τῶν νόμων, μηδ’354
5αὐτοὺς ἀγνοεῖν ἔθη τὰ πάτρια φάσκειν, εἰ δ’ αὖ διὰ τὴν ἱερωσύ‐ νην λέγοιεν ἀγαπᾶν με, καὶ αὐτῶν ἀποκρίνεσθαι δύο ἱερεῖς ὑπάρχειν.
Vit
.

199

Ταῦθ’ ὑποθέμενοι τοῖς περὶ τὸν Ἰωνάθην τέσσαρας μυ‐
Vit
.

200

ριάδας ἀργυρίου διδόασιν αὐτοῖς ἐκ τῶν δημοσίων χρημάτων. ἐπεὶ δέ τινα Γαλιλαῖον ἤκουσαν Ἰησοῦν ὄνομα περὶ αὐτὸν τάξιν ἑξακο‐ σίων ὁπλιτῶν ἔχειν ἐπιδημοῦντα τοῖς Ἱεροσολύμοις, τότε μετα‐ πεμψάμενοι τοῦτον καὶ τριῶν μηνῶν μισθὸν δόντες ἐκέλευον ἕπε‐
5σθαι τοῖς περὶ τὸν Ἰωνάθην πειθαρχοῦντα αὐτοῖς, καὶ τῶν πολιτῶν δὲ τριακοσίοις ἀνδράσιν δόντες ἀργύριον εἰς τροφὴν τῶν ὅλων
Vit
.

201

προσέταξαν ἀκολουθεῖν τοῖς πρέσβεσιν. πεισθέντων οὖν αὐτῶν καὶ πρὸς τὴν ἔξοδον εὐτρεπισθέντων ἐξῄεσαν οἱ περὶ τὸν Ἰωνά‐ θην σὺν τούτοις ἐπαγόμενοι καὶ τὸν ἀδελφὸν τοῦ Ἰωάννου καὶ
Vit
.

202

ὁπλίτας ἑκατόν, λαβόντες ἐντολὰς παρὰ τῶν πεμψάντων, εἰ μὲν ἑκὼν καταθείμην τὰ ὅπλα, ζῶντα πέμπειν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν, εἰ δ’ ἀντιτασσοίμην, ἀποκτεῖναι μηδὲν δεδιότας· αὐτῶν γὰρ
Vit
.

203

εἶναι τὸ πρόσταγμα. ἐγεγράφεισαν δὲ καὶ τῷ Ἰωάννῃ πρὸς τὸν κατ’ ἐμοῦ πόλεμον ἑτοιμάζεσθαι, τοῖς τε Σέπφωριν καὶ Γάβαρα κατοικοῦσιν καὶ Τιβεριεῦσιν προσέταττον συμμαχίαν τῷ Ἰωάννῃ πέμπειν.
Vit
.

204

Ταῦτά μοι τοῦ πατρὸς γράψαντος, ἐξεῖπε δὲ πρὸς αὐτὸν Ἰησοῦς ὁ τοῦ Γαμαλᾶ τῶν ἐν αὐτῇ τῇ βουλῇ γενομένων εἷς, φίλος ὢν καὶ συνήθης ἐμοί, σφόδρα περιήλγησα τούς τε πολίτας οὕτως περὶ ἐμὲ γενομένους ἀχαρίστους ἐπιγνοὺς διὰ φθόνον ἀναιρεθῆναί
5με προστάξαι, καὶ τῷ τὸν πατέρα διὰ τῶν γραμμάτων πολλά με παρακαλεῖν ἀφικέσθαι πρὸς αὐτόν· ποθεῖν γὰρ ἔφη θεάσασθαι355
Vit
.

205

τὸν υἱὸν πρὸ τοῦ τελευτῆσαι. ταῦτα δὴ πρὸς τοὺς φίλους εἶπον καὶ ὅτι μετὰ τρίτην ἡμέραν καταλιπὼν τὴν χώραν αὐτῶν εἰς τὴν πατρίδα πορευσοίμην. λύπη δ’ ἅπαντας τοὺς κἀκούσαντας κατέσχε παρεκάλουν τε κλαίοντες μὴ ἐγκαταλιπεῖν αὐτοὺς ἀπολουμένους, εἰ
Vit
.

206

τῆς ἐμῆς στρατηγίας ἀποστερηθεῖεν. οὐ κατανεύοντος δέ μου ταῖς ἱκετείαις αὐτῶν, ἀλλὰ περὶ τῆς ἐμαυτοῦ φροντίζοντος σωτηρίας, δείσαντες οἱ Γαλιλαῖοι, μὴ ἀπελθόντος εὐκαταφρόνητοι τοῖς λῃ‐ σταῖς γένοιντο, πέμπουσιν εἰς τὴν Γαλιλαίαν ἅπασαν τοὺς σημα‐
Vit
.

207

νοῦντας τὴν ἐμὴν γνώμην περὶ τῆς ἀπαλλαγῆς. πολλοὶ δὲ καὶ πανταχόθεν συνήχθησαν, ὡς ἤκουσαν, μετὰ γυναικῶν καὶ τέκνων, οὐ πόθῳ, δοκῶ μοι, τῷ πρὸς ἐμὲ μᾶλλον ἢ τῷ περὶ αὐτῶν δέει τοῦτο πράττοντες· ἐμοῦ γὰρ παραμένοντος πείσεσθαι κακὸν οὐδὲν
5ὑπελάμβανον. ἧκον οὖν πάντες εἰς τὸ μέγα πεδίον, ἐν ᾧ διέτριβον· Ἀσωχίς ἐστιν ὄνομα αὐτῷ.
Vit
.

208

Διὰ δὲ τῆς νυκτὸς ἐκείνης θαυμάσιον οἷον ὄνειρον ἐθεα‐ σάμην· ἐπεὶ γὰρ εἰς κοίτην ἐτραπόμην διὰ τὰ γραφέντα λυπού‐
Vit
.

209

μενος καὶ τεταραγμένος, ἔδοξά τινα λέγειν ἐπιστάντα μοι, „παῦσαι τὴν ψυχήν, ὦ οὗτος, ἀλγῶν, παντὸς δ’ ἀπαλλάσσου φόβου· τὰ γὰρ λυποῦντά σε μέγιστον ποιήσει καὶ ἐν πᾶσιν εὐτυχέστατον, κατορ‐ θώσεις δ’ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ πολλὰ ἕτερα. μὴ κάμνε δή,
Vit
.

210

μέμνησο δ’ ὅτι καὶ Ῥωμαίοις δεῖ σε πολεμῆσαι.“ τοῦτον δὲ τὸν ὄνειρον θεασάμενος διανίσταμαι καταβῆναι προθυμούμενος εἰς τὸ πεδίον. πρὸς δὲ τὴν ἐμὴν ὄψιν πᾶν τὸ πλῆθος τῶν Γαλιλαίων,
ἦσαν δ’ ἐν αὐτοῖς γυναῖκές τε καὶ παῖδες, ἐπὶ στόμα ῥίψαντες356
5ἑαυτοὺς καὶ δακρύοντες ἱκέτευον μὴ σφᾶς ἐγκαταλιπεῖν τοῖς πολε‐ μίοις, μηδ’ ἀπελθεῖν ἐάσαντα τὴν χώραν αὐτῶν ἐνύβρισμα τοῖς
Vit
.

211

ἐχθροῖς ἐσομένην. ὡς δὲ ταῖς δεήσεσιν οὐκ ἔπειθον, κατηνάγκαζον ὅρκοις μένειν παρ’ ἑαυτοῖς ἐλοιδοροῦντό τε τῷ δήμῳ πολλὰ τῶν Ἱεροσολυμιτῶν ὡς εἰρηνεύεσθαι τὴν χώραν αὐτῶν οὐκ ἐῶντι.
Vit
.

212

Ταῦτα δὴ καὶ ἐπακούων αὐτῶν καὶ βλέπων τοῦ πλήθους τὴν κατήφειαν ἐκλάσθην πρὸς ἔλεον, ἄξιον εἶναι νομίζων ὑπὲρ τοσούτου πλήθους καὶ προδήλους κινδύνους ὑπομένειν. κατανεύω δὴ μένειν, καὶ πεντακισχιλίους ἐξ αὐτῶν ὁπλίτας ἥκειν κελεύσας ἔχον‐
Vit
.

213

τας ἑαυτοῖς τροφὰς ἐπὶ τὰς οἰκήσεις διαφῆκα τοὺς ἄλλους. ἐπεὶ δὲ οἱ πεντακισχίλιοι παρεγένοντο, τούτους ἀναλαβὼν καὶ τρισχιλίους τοὺς σὺν ἐμαυτῷ στρατιώτας, ἱππεῖς δ’ ὀγδοήκοντα, τὴν πορείαν εἰς Χαβωλὼ κώμην Πτολεμαΐδος μεθόριον οὖσαν ἐποιησάμην, κἀκεῖ
5τὰς δυνάμεις συνεῖχον ἑτοιμάζεσθαι σκηπτόμενος ἐπὶ τὸν πρὸς
Vit
.

214

Πλάκιδον πόλεμον. ἀφίκετο δ’ οὗτος μετὰ δύο σπειρῶν πεζοῦ στρατεύματος καὶ ἱππέων ἴλης μιᾶς ὑπὸ Κεστίου Γάλλου πεμφθείς, ἵν’ ἐμπρήσῃ τὰς κώμας τῶν Γαλιλαίων, αἳ πλησίον ἦσαν Πτολε‐ μαΐδος. βαλλομένου δ’ ἐκείνου χάρακα πρὸ τῆς Πτολεμαέων πό‐
5λεως τίθεμαι κἀγὼ στρατόπεδον τῆς κώμης ὅσον ἑξήκοντα σταδίους
Vit
.

215

ἀποσχών. πολλάκις μὲν οὖν τὰς δυνάμεις προηγάγομεν ὡς εἰς μάχην, πλέον δ’ οὐδὲν ἀκροβολισμῶν ἐπράξαμεν· ὁ γὰρ Πλάκιδος ὅσῳπερ ἐγίνωσκεν σπεύδοντά με πρὸς μάχην αὐτὸς καταπληττόμενος ὑπεστέλλετο· τῆς μέντοι Πτολεμαΐδος οὐκ ἐχωρίζετο.
Vit
.

216

Κατὰ τοῦτον δὲ τὸν καιρὸν ἀφικόμενος Ἰωνάθης μετὰ τῶν συμπρέσβεων, ὧν ἔφαμεν ἐκ τῶν Ἱεροσολύμων ὑπὸ τῶν περὶ Σί‐
μωνα καὶ Ἄνανον τὸν ἀρχιερέα πεπέμφθαι, λαβεῖν δι’ ἐνέδρας357
Vit
.

217

ἐπεβούλευεν· φανερῶς γὰρ ἐπιχειρεῖν οὐκ ἐτόλμα. γράφει δὲ πρός με τοιαύτην ἐπιστολήν· „Ἰωνάθης καὶ οἱ σὺν αὐτῷ πεμφθέντες ὑπὸ τῶν Ἱεροσολυμιτῶν Ἰωσήπῳ χαίρειν. ἡμεῖς ὑπὸ τῶν ἐν Ἱερο‐ σολύμοις πρώτων ἀκουσάντων τὸν ἀπὸ Γισχάλων Ἰωάννην ἐπιβε‐
5βουλευκέναι σοι πολλάκις ἐπέμφθημεν ἐπιπλήξοντες αὐτῷ καὶ παρ‐
Vit
.

218

αινέσοντες εἰς τὸ λοιπὸν ὑπακούειν σοι. βουλεύσασθαι δὲ σὺν σοὶ θέλοντες περὶ τῶν κοινῇ πρακτέων παρακαλοῦμεν ἥκειν θᾶττον πρὸς ἡμᾶς μὴ μετὰ πολλῶν· οὐδὲ γὰρ ἡ κώμη δύναιτ’ ἂν στρα‐
Vit
.

219

τιωτῶν πλῆθος ἐπιδέξασθαι.“ ταῦτα δ’ ἔγραφον προσδοκῶντες δυοῖν θάτερον, ἢ ὅτι χωρὶς ὅπλων ἀφικόμενον πρὸς αὐτοὺς ἕξου‐
Vit
.

220

σιν ὑποχείριον, ἢ πολλοὺς ἐπαγόμενον κρινοῦσι πολέμιον. ἧκεν δέ μοι τὴν ἐπιστολὴν ἱππεὺς κομίζων θρασὺς ἄλλως νεανίας τῶν παρὰ βασιλεῖ ποτε στρατευσαμένων. ἦν δ’ ὥρα νυκτὸς ἤδη δευτέρα, καθ’ ἣν ἐτύγχανον μετὰ τῶν φίλων καὶ τῶν τῆς Γαλιλαίας πρώ‐
Vit
.

221

των ἑστιώμενος. οὗτος δὴ προσαγγείλαντος οἰκέτου μοι ἥκειν τινὰ ἱππέα Ἰουδαῖον, εἰσκληθεὶς ἐμοῦ κελεύσαντος ἠσπάσατο μὲν οὐδ’ ὅλως, τὴν δὲ ἐπιστολὴν προτείνας, „ταύτην, εἶπεν, οἱ ἐξ Ἱεροσο‐ λύμων ἥκοντες πεπόμφασί σοι. γράφε δὴ τάχιστα καὶ σύ· καὶ
Vit
.

222

γὰρ ἐπείγομαι πρὸς αὐτοὺς ὑποστρέφειν.“ οἱ μὲν οὖν κατακεί‐ μενοι τὴν τοῦ στρατιώτου τόλμαν ἐθαύμασαν, ἐγὼ δὲ καθέζεσθαι παρεκάλουν καὶ συνδειπνεῖν ἡμῖν. ἀρνησαμένου δὲ τὴν μὲν ἐπι‐ στολὴν μετὰ χεῖρας εἶχον ὡς ἐδεξάμην, πρὸς δὲ τοὺς φίλους περὶ
Vit
.

223

πραγμάτων ἑτέρων τὴν ὁμιλίαν ἐποιούμην. μετ’ οὐ πολλὴν δ’ ὥραν ἐξαναστὰς καὶ τοὺς μὲν ἄλλους ἀπολύσας ἐπὶ κοίτην, τέσ‐
σαρας δέ μοι μόνον τῶν ἀναγκαίων φίλων προσμεῖναι κελεύσας καὶ τῷ παιδὶ προστάξας οἶνον ἑτοιμάσαι, τὴν ἐπιστολὴν ἀναπτύξας358
5μηδενὸς ἐμβλέποντος κἀξ αὐτῆς ταχὺ συνεὶς τὴν τῶν γεγραμμένων
Vit
.

224

ἐπίνοιαν, πάλιν αὐτὴν ἐσημηνάμην. καὶ ὡς μὴ προανεγνωκώς, ἀλλὰ μετὰ χεῖρας αὐτὴν ἔχων, προσέταξα τῷ στρατιώτῃ δραχμὰς εἴκοσι ἐφόδιον δοθῆναι. τοῦ δὲ λαβόντος καὶ χάριν ἔχειν φήσαντος συνεὶς τὴν αἰσχροκέρδειαν αὐτοῦ καὶ ὡς ταύτῃ μάλιστά ἐστιν ἁλώσιμος,
5„ἀλλ’ εἰ συμπιεῖν ἡμῖν, ἔφην, θελήσειας, λήψει κατὰ κύαθον δραχ‐
Vit
.

225

μὴν μίαν.“ ὁ δ’ ἄσμενος ὑπήκουσεν, καὶ πολὺν τὸν οἶνον προσ‐ φερόμενος ὑπὲρ τοῦ πλέον λαβεῖν τὸ ἀργύριον καὶ μεθυσθεὶς οὐκέτι τὰ ἀπόρρητα στέγειν ἐδύνατο, ἀλλ’ ἔφραζεν οὐκ ἐρωτώμενος τήν τε συνεσκευασμένην ἐπιβουλὴν καὶ ὡς κατεψηφισμένος εἴην θάνατον
Vit
.

226

παρ’ αὐτοῖς. ταῦτ’ ἀκούσας ἀντιγράφω τὸν τρόπον τοῦτον· „Ἰώ‐ σηπος Ἰωνάθῃ καὶ τοῖς σὺν αὐτῷ χαίρειν. ἐρρωμένους ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἥκειν πυθόμενος ἥδομαι, μάλιστα δ’ ὅτι δυνήσομαι παραδοὺς ὑμῖν τὴν τῶν ἐνθάδε πραγμάτων ἐπιμέλειαν εἰς τὴν
Vit
.

227

πατρίδα πορευθῆναι· τοῦτο γὰρ καὶ πάλαι ποιεῖν ἤθελον. ἔδει μὲν οὖν μὴ μόνον εἰς Ξαλὼθ παραγενέσθαι με πρὸς ὑμᾶς, ἀλλὰ πόρρω καὶ μηδὲ κελευσάντων, συγγνώμης δὲ τυχεῖν ἀξιῶ μὴ δυνά‐ μενος τοῦτο ποιῆσαι παραφυλάσσων ἐν Χαβωλὼ Πλάκιδον εἰς
5τὴν Γαλιλαίαν ἀναβῆναι δι’ ἐννοίας ἔχοντα. ἥκετε οὖν ὑμεῖς πρός με τὴν ἐπιστολὴν ἀναγνόντες. ἔρρωσθε.“
Vit
.

228

Ταῦτα γράψας δοὺς τῷ στρατιώτῃ φέρειν συνεξέπεμψα τριάκοντα τῶν Γαλιλαίων δοκιμωτάτους, ὑποθέμενος αὐτοῖς ἀσπά‐
σασθαι μὲν ἐκείνους, ἕτερον δὲ μηδὲν λέγειν. ἔταξα δὲ καθ’ ἕκα‐ στον αὐτῶν πιστῶν ὁπλιτῶν ἕνα παραφυλάξοντα, μή τις τοῖς πεμ‐359
5φθεῖσιν ὑπ’ ἐμοῦ πρὸς τοὺς περὶ τὸν Ἰωνάθην ὁμιλία γένηται.
Vit
.

229

καὶ οἱ μὲν ἐπορεύθησαν. οἱ δὲ περὶ τὸν Ἰωνάθην τῆς πρώτης πείρας ἁμαρτόντες ἑτέραν ἐπιστολήν μοι τοιαύτην ἔπεμψαν· „Ἰω‐ νάθης καὶ οἱ σὺν αὐτῷ Ἰωσήπῳ χαίρειν. παραγγέλλομέν σοι χωρὶς ὁπλιτῶν εἰς τρίτην παραγενέσθαι πρὸς ἡμᾶς εἰς Γαβαρὼθ κώμην,
5ἵνα διακούσωμεν τῶν πρὸς Ἰωάννην ἐγκλημάτων σοι γεγονότων.“
Vit
.

230

ταῦτα γράψαντες καὶ ἀσπασάμενοι τοὺς Γαλιλαίους, οὓς πεπόμ‐ φειν, ἀφίκοντο εἰς Ἰαφὰν κώμην μεγίστην οὖσαν τῶν ἐν τῇ Γαλι‐ λαίᾳ, τείχεσιν ὀχυρωτάτην καὶ πολλῶν οἰκητόρων μεστήν. ὑπην‐ τίαζεν δὲ τὸ πλῆθος αὐτοὺς μετὰ γυναικῶν καὶ τέκνων καὶ κατε‐
5βόων κελεύοντες ἀπιέναι καὶ μὴ φθονεῖν αὐτοῖς ἀγαθοῦ τοῦ
Vit
.

231

στρατηγοῦ. παρηρεθίζοντο δὲ ταῖς φωναῖς οἱ περὶ τὸν Ἰωνάθην, καὶ φανεροῦν μὲν τὴν ὀργὴν οὐκ ἐτόλμων, οὐκ ἀξιώσαντες δ’ αὐτοὺς ἀποκρίσεως εἰς τὰς ἄλλας κώμας ἐπορεύοντο. ὅμοιαι δ’ ὑπήντων αὐτοῖς παρὰ πάντων αἱ καταβοήσεις μεταπείσειν αὐτοὺς βοώντων
Vit
.

232

οὐδένα περὶ τοῦ μὴ στρατηγὸν ἔχειν Ἰώσηπον. ἄπρακτοι δὲ παρὰ τούτων ἀπελθόντες οἱ περὶ τὸν Ἰωνάθην εἰς Σέπφωριν μεγίστην τῶν ἐν τῇ Γαλιλαίᾳ πόλιν ἀφικνοῦνται. οἱ δ’ ἐντεῦθεν ἄνθρωποι πρὸς Ῥωμαίους ταῖς γνώμαις ἀποβλέποντες, ἐκείνοις μὲν ὑπήντων,
Vit
.

233

ἐμὲ δὲ οὔτε ἐπῄνουν οὔτ’ ἐβλασφήμουν. παρὰ δὲ Σεπφωριτῶν εἰς Ἀσωχὶν καταβάντες οἱ ἐντεῦθεν παραπλησίως τοῖς Ἰαφηνοῖς κατε‐ βόων αὐτῶν. οἱ δὲ τὴν ὀργὴν οὐκέτι κατασχόντες κελεύουσιν τοῖς
μετ’ αὐτῶν ὁπλίταις τύπτειν ξύλοις τοὺς καταβοῶντας. κατὰ Γά‐360
5βαρα δὲ γενομένους ὑπαντιάζει μετὰ τρισχιλίων ὁπλιτῶν ὁ Ἰωάννης.
Vit
.

234

ἐγὼ δ’ ἐκ τῆς ἐπιστολῆς ἤδη συνεικώς, ὅτι διεγνώκασι πρός με πολεμεῖν, ἀναστὰς ἀπὸ Χαβώλων μετὰ τρισχιλίων ὁπλιτῶν, κατα‐ λιπὼν ἐν τῷ στρατοπέδῳ τὸν πιστότατον τῶν φίλων εἰς Ἰωτάπατα παρεγενόμην πλησίον αὐτῶν εἶναι βουλόμενος ὅσον ἀπὸ τεσσαράκοντα
Vit
.

235

σταδίων, καὶ γράφω πρὸς αὐτοὺς τάδε· „εἰ πάντως με πρὸς ὑμᾶς ἐλθεῖν βούλεσθε, διακόσιαι καὶ τέσσαρες κατὰ τὴν Γαλιλαίαν εἰσὶν πόλεις καὶ κῶμαι. τούτων εἰς ἣν θελήσετε παραγενήσομαι χωρὶς Γαβάρων καὶ Γισχάλων· ἡ μὲν γὰρ πατρίς ἐστιν Ἰωάννου, ἡ δὲ
5σύμμαχος αὐτῷ καὶ φίλη.“
Vit
.

236

Ταῦτα τὰ γράμματα λαβόντες οἱ περὶ τὸν Ἰωνάθην οὐκέτι μὲν ἀντιγράφουσιν· συνέδριον δὲ τῶν φίλων καθίσαντες καὶ τὸν Ἰωάννην παραλαβόντες ἐβουλεύοντο, τίνα τρόπον ἐπιχειρήσωσί μοι.
Vit
.

237

καὶ Ἰωάννῃ μὲν ἐδόκει γράφειν πρὸς πάσας τὰς ἐν τῇ Γαλιλαίᾳ πόλεις καὶ κώμας, εἶναι γὰρ ἐν ἑκάστῃ πάντως ἕνα γοῦν καὶ δεύ‐ τερον διάφορον ἐμοί, καὶ καλεῖν τούτους ὡς ἐπὶ πολέμιον * ἐκε‐ λεύετο πέμπειν τὸ δόγμα τοῦτο καὶ εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν,
5ἵνα κἀκεῖνοι γνόντες ὑπὸ τῶν Γαλιλαίων κεκρίσθαι με πολέμιον καὶ αὐτοὶ ψηφίσωνται· γενομένου γὰρ τούτου καὶ τοὺς εὔνως
Vit
.

238

ἔχοντάς μοι Γαλιλαίους ἐγκαταλείψειν ἔφη φοβηθέντας. ταῦτα συμβουλεύσαντος Ἰωάννου σφόδρα καὶ τοῖς ἄλλοις ἤρεσεν τὰ λεχ‐
Vit
.

239

θέντα. περὶ δ’ ὥραν τῆς νυκτὸς τρίτην εἰς γνῶσιν ἧκέ μοι ταῦτα, Σακχαίου τῶν σὺν αὐτοῖς τινος αὐτομολήσαντος πρός με καὶ τὴν ἐπιχείρησιν αὐτῶν ἀπαγγείλαντος· οὐκέτι δὴ δεῖν ὑπερτίθεσθαι
Vit
.

240

τὸν καιρόν. ἄξιον δὲ κρίνας Ἰάκωβον ὁπλίτην τῶν περὶ ἐμὲ πιστὸν κελεύω διακοσίους ὁπλίτας λαβόντα φρουρεῖν τὰς ἀπὸ Γαβάρων εἰς τὴν Γαλιλαίαν ἐξόδους, καὶ τοὺς παριόντας συλλαμβάνοντα πρὸς361
Vit
.

241

ἐμὲ πέμπειν, μάλιστα δὲ τοὺς μετὰ γραμμάτων ἁλισκομένους· Ἰερε‐ μίαν δὲ καὶ αὐτὸν ἐκ τῶν φίλων μου μεθ’ ἑξακοσίων ὁπλιτῶν εἰς τὴν μεθόριον τῆς Γαλιλαίας ἔπεμψα τὰς ἀπὸ ταύτης εἰς τὴν Ἱερο‐ σολυμιτῶν πόλιν ὁδοὺς παραφυλάξοντα, πρόσταγμα δοὺς κἀκείνῳ
5τοὺς μετ’ ἐπιστολῶν ὁδεύοντας συλλαμβάνειν καὶ τοὺς μὲν ἄνδρας ἐν δεσμοῖς ἐπὶ τόπου φυλάττειν, τὰ δὲ γράμματα πρὸς ἐμὲ δια‐ πέμπειν.
Vit
.

242

Ταῦτα τοῖς πεμπομένοις ἐντειλάμενος Γαλιλαίοις διήγ‐ γειλα κελεύων εἰς τὴν ἐπιοῦσαν ἀναλαβόντας τὰ ὅπλα καὶ τριῶν ἡμερῶν τροφὴν εἰς Γαβαρὼθ κώμην παραγενέσθαι πρός με. τῶν δὲ περὶ ἐμὲ ὁπλιτῶν μοίρας τέτταρας νείμας τοὺς πιστοτάτους
5αὐτῶν περὶ τὴν τοῦ σώματος φυλακὴν ἔταξα, ταξιάρχους αὐτοῖς ἐπιστήσας καὶ φροντίζειν κελεύσας ὑπὲρ τοῦ μηδένα στρατιώτην
Vit
.

243

ἄγνωστον αὐτοῖς συναναμίγνυσθαι. τῇ δ’ ἐπιούσῃ περὶ πέμπτην ὥραν ἐν Γαβαρὼθ γενόμενος εὑρίσκω πᾶν τὸ πεδίον τὸ πρὸ τῆς κώμης ὁπλιτῶν πλῆρες τῶν ἐκ τῆς Γαλιλαίας ἐπὶ τὴν συμμαχίαν παρόντων, ὡς αὐτοῖς παρηγγέλκειν· πολὺς δὲ καὶ ἄλλος ἐκ τῶν
Vit
.

244

κωμῶν ὄχλος συνέτρεχεν. ἐπεὶ δὲ καταστὰς εἰς αὐτοὺς λέγειν ἠρ‐ ξάμην, ἐβόων ἅπαντες εὐεργέτην καὶ σωτῆρα τῆς χώρας αὐτῶν καλοῦντες. κἀγὼ χάριν αὐτοῖς ἔχειν ὁμολογήσας συνεβούλευον πρὸς μηδένα μήτε πολεμεῖν μήτε ἁρπαγῇ μολύνειν τὰς χεῖρας, ἀλλὰ
5σκηνοῦν κατὰ τὸ πεδίον ἀρκουμένους τοῖς ἑαυτῶν ἐφοδίοις· θέλειν
Vit
.

245

γὰρ ἔφασκον τὰς ταραχὰς χωρὶς φόνων καταστεῖλαι. συνέβη δ’ αὐθημερὸν εἰς τὰς ὑπ’ ἐμοῦ κατασταθείσας τῶν ὁδῶν φυλακὰς τοὺς παρὰ τοῦ Ἰωνάθου πεμφθέντας μετὰ τῶν ἐπιστολῶν ἐμπεσεῖν. καὶ οἱ μὲν ἄνδρες ἐφυλάχθησαν ἐπὶ τῶν τόπων, ὡς παρήγγειλα,
5τοῖς δὲ γράμμασιν ἐντυχὼν πλήρεσι βλασφημιῶν καὶ ψευσμάτων,
οὐδενὶ ταῦτα φράσας ὁρμᾶν ἐπ’ αὐτοὺς διενοούμην.362
Vit
.

246

Ἀκούσαντες δὲ οἱ περὶ τὸν Ἰωνάθην περὶ τῆς ἐμῆς ἀφί‐ ξεως τοὺς ἰδίους πάντας ἀναλαβόντες καὶ τὸν Ἰωάννην ὑπεχώρησαν εἰς τὴν Ἰησοῦ οἰκίαν· βᾶρις δ’ ἦν αὕτη μεγάλη καὶ οὐδὲν ἀκροπό‐ λεως ἀποδέουσα. κρύψαντες οὖν λόχον ὁπλιτῶν ἐν αὐτῇ καὶ τὰς
5ἄλλας ἀποκλείσαντες θύρας, μίαν δὲ ἀνοίξαντες, προσεδόκων ἥκειν
Vit
.

247

ἐκ τῆς ὁδοῦ με πρὸς αὐτοὺς ἀσπασόμενον. καὶ δὴ διδόασιν ἐν‐ τολὰς τοῖς ὁπλίταις, ἐπειδὰν παραγένωμαι, μόνον εἰσελθεῖν ἐᾶσαι τοὺς ἄλλους ἀπείρξαντας· οὕτως γὰρ ᾤοντό με γενήσεσθαι ῥᾳδίως
Vit
.

248

αὐτοῖς ὑποχείριον. ἐψεύσθησαν δὲ τῆς ἐλπίδος· ἐγὼ γὰρ τὴν ἐπι‐ βουλὴν προαισθόμενος, ὡς ἐκ τῆς ὁδοῦ παρεγενόμην καταλύσας
Vit
.

249

ἄντικρυς αὐτῶν καθεύδειν ἐσκηπτόμην. καὶ οἱ περὶ τὸν Ἰωνάθην ὑπολαμβάνοντες ὄντως ἀναπαύεσθαί με καθυπνωμένον ὥρμησαν καταβάντες εἰς τὸ πλῆθος μεταπείθειν αὐτοὺς ὡς ἐμοῦ κακῶς στρα‐
Vit
.

250

τηγοῦντος. τἀναντία δὲ αὐτοῖς συνέπεσεν· ὀφθέντων γὰρ εὐθὺς ἐγένετο βοὴ παρὰ τῶν Γαλιλαίων πρὸς ἐμὲ τὸν στρατηγὸν εὐνοίας ἀξία, κατάμεμψίν τε ἐποιοῦντο τῶν περὶ τὸν Ἰωνάθην, ὅτι πάρεισιν οὐδὲν μὲν αὐτοὶ κακὸν προπεπονθότες, ἀνατρέψοντες δὲ τὰ ἐκείνων
5πράγματα, καὶ παρεκελεύοντο ἀπιέναι· μὴ γὰρ ἄν ποτε μεταπει‐
Vit
.

251

σθῆναι προστάτην ἕτερον ἀντ’ ἐμοῦ λαβεῖν. τούτων ἀπαγγελθέντων μοι προελθεῖν εἰς μέσους οὐκ ὤκνησα. κατέβαινον οὖν εὐθέως, αὐτὸς τί λέγουσιν οἱ περὶ τὸν Ἰωνάθην ἀκουσόμενος. προελθόντος δέ μου κρότος παρὰ παντὸς τοῦ πλήθους εὐθὺς ἦν καὶ μετ’ εὐφη‐
5μιῶν ἐπιβοήσεις χάριν ἔχειν ὁμολογούντων τῇ ’μῇ στρατηγίᾳ.
Vit
.

252

Ταῦτα δ’ οἱ περὶ τὸν Ἰωνάθην ἀκούοντες ἐφοβήθησαν, μὴ καὶ κινδυνεύσωσιν ἀποθανεῖν ἐπ’ αὐτοὺς ὁρμησάντων τῶν Γαλι‐ λαίων κατὰ τὴν πρὸς ἐμὲ χάριν· δρασμὸν οὖν ἐπενόουν. μὴ δυνη‐
θέντες δὲ ἀπελθεῖν, προσμεῖναι γὰρ αὐτοὺς ἠξίωσα, κατηφεῖς ἐστη‐363
Vit
.

253

σάμενοι τῷ λόγῳ. προστάξας οὖν τῷ μὲν πλήθει τὰς εὐφημίας ἐπισχεῖν, καὶ τῶν ὁπλιτῶν τοὺς πιστοτάτους ταῖς ὁδοῖς ἐπιστήσας ὑπὲρ τοῦ φρουρεῖν, μὴ ἀπροσδοκήτως ἡμῖν ὁ Ἰωάννης ἐπιπέσῃ, παραινέσας δὲ καὶ τοῖς Γαλιλαίοις ἀναλαβεῖν τὰ ὅπλα, μὴ πρὸς
5τὴν ἔφοδον τῶν πολεμίων, ἐὰν γένηταί τις αἰφνίδιος ταραχθῶσιν,
Vit
.

254

πρῶτον τῆς ἐπιστολῆς τοὺς περὶ τὸν Ἰωνάθην ὑπεμίμνησκον, ὃν τρόπον γράψειαν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πεπέμφθαι διαλύσοντές μου τὰς πρὸς τὸν Ἰωάννην φιλονεικίας, ὡς παρακαλέ‐
Vit
.

255

σειάν τέ με πρὸς αὐτοὺς ἀφικέσθαι. καὶ ταῦτα διεξιὼν τὴν ἐπι‐ στολὴν εἰς μέσους προύτεινον, ἵνα μηδὲν ἀρνήσασθαι δυνηθῶσιν
Vit
.

256

ἐλεγχόντων αὐτοὺς τῶν γραμμάτων. „καὶ μήν, ἔφην, Ἰωνάθη ὑμεῖς τε οἱ συμπρέσβεις, εἰ πρὸς Ἰωάννην κρινόμενος ὑπὲρ τοῦ παρα‐ στῆσαι τὸν ἐμαυτοῦ βίον δύο τινὰς ἢ τρεῖς μάρτυρας καλοὺς κἀγα‐ θοὺς ἤγαγον, δῆλον ὡς ἀνάγκην ἂν εἴχετε προεξετάσαντες καὶ τοὺς
Vit
.

257

τούτων βίους ἀπαλλάξαι με τῶν ἐγκλημάτων. ἵν’ οὖν γνῶτε καλῶς πεπρᾶχθαί μοι τὰ κατὰ τὴν Γαλιλαίαν, τρεῖς μὲν μάρτυρας ὀλί‐ γους εἶναι νομίζω τῷ καλῶς βεβιωκότι, τούτους δὲ πάντας ὑμῖν
Vit
.

258

δίδωμι. παρὰ τούτων οὖν πύθεσθε, τίνα τρόπον ἐβίωσα, εἰ μετὰ πάσης σεμνότητος καὶ πάσης ἀρετῆς ἐνθάδε πεπολίτευμαι. καὶ δὴ ὁρκίζω ὑμᾶς, ὦ Γαλιλαῖοι, μηδὲν ἐπικρύψασθαι τῆς ἀληθείας, λέγειν δ’ ἐπὶ τούτων ὡς δικαστῶν, εἴ τι μὴ καλῶς πέπρακται.“
Vit
.

259

Ταῦτ’ ἔτι λέγοντος κοιναὶ παρὰ πάντων ἐγένοντο φωναὶ καλούντων εὐεργέτην με καὶ σωτῆρα, καὶ περὶ μὲν τῶν πεπραγ‐ μένων ἐμαρτύρουν, περὶ δὲ τῶν πραχθησομένων παρεκάλουν, πάντες δ’ ὤμνυον ἀνυβρίστους μὲν ἔχειν τὰς γυναῖκας, λελυπῆσθαι
Vit
.

260

δὲ μηδέποτε μηδὲν ὑπ’ ἐμοῦ. μετὰ τοῦτο δύο τῶν ἐπιστολῶν, ἃς οἱ κατασταθέντες ὑπ’ ἐμοῦ φρουροὶ πεμφθείσας ὑπὸ τῶν περὶ
τὸν Ἰωνάθην ἑλόντες ἀπεστάλκεισαν πρὸς ἐμέ, παρανεγίνωσκον τοῖς Γαλιλαίοις πολλῶν βλασφημιῶν πλήρεις καὶ καταψευδομένας, ὅτι364
Vit
.

261

τυραννίδι μᾶλλον ἢ στρατηγίᾳ χρῶμαι κατ’ αὐτῶν. ἕτερά τε πολλὰ πρὸς τούτοις ἐνεγέγραπτο μηδὲν παραλιπόντων ἀναισχύντου ψευ‐ δολογίας. ἔφην δ’ ἐγὼ πρὸς τὸ πλῆθος τὰ γράμματα λαβεῖν δόν‐ των ἑκουσίως τῶν κομιζόντων· οὐ γὰρ ἐβουλόμην αὐτοὺς τὰ περὶ
5τὰς φρουρὰς τοὺς ἐναντίους εἰδέναι, μὴ δείσαντες τοῦ γράφειν ἀποστῶσιν.
Vit
.

262

Ταῦτ’ ἀκοῦσαν τὸ πλῆθος σφόδρα παροξυνθὲν ἐπὶ τὸν Ἰωνάθην ὥρμα καὶ τοὺς σὺν αὐτῷ συμπαρόντας ὡς διαφθεροῦντες· κἂν ἐπεπράχεισαν τὸ ἔργον, εἰ μὴ τοὺς μὲν Γαλιλαίους ἔπαυσα τῆς ὀργῆς, τοῖς περὶ τὸν Ἰωνάθην δ’ ἔφην συγγινώσκειν τῶν ἤδη
5πεπραγμένων, εἰ μέλλοιεν μετανοήσειν καὶ πορευθέντες εἰς τὴν πατρίδα λέγοιεν τοῖς πέμψασι τἀληθῆ περὶ τῶν ἐμοὶ πεπολιτευ‐
Vit
.

263

μένων. ταῦτ’ εἰπὼν ἀπέλυον αὐτοὺς καίτοι γιγνώσκων, ὅτι μηδὲν ὧν ὑπέσχοντο ποιήσουσιν. τὸ πλῆθος δ’ εἰς ὀργὴν ἐξεκαίετο κατ’ αὐτῶν κἀμὲ παρεκάλουν ἐπιτρέπειν αὐτοῖς τιμωρήσασθαι τοὺς τοι‐
Vit
.

264

αῦτα τολμήσαντας. παντοῖος μὲν [οὖν] ἐγινόμην πείθων αὐτοὺς φείσασθαι τῶν ἀνδρῶν· πᾶσαν γὰρ ᾔδειν στάσιν ὄλεθρον οὖσαν τοῦ κοινῇ συμφέροντος· τὸ δὲ πλῆθος ἔσχεν τὴν κατ’ αὐτῶν ὀργὴν ἀμετάβλητον, καὶ πάντες ὥρμησαν ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατήγοντο
Vit
.

265

οἱ περὶ τὸν Ἰωνάθην. ἐγὼ δὲ συνορῶν τὴν ὁρμὴν οὖσαν αὐτῶν ἀνεπίσχετον ἀναπηδήσας ἐφ’ ἵππον ἐκέλευσα τοῖς πλήθεσιν πρὸς Σωγάνην κώμην ἕπεσθαι Γαβάρων ἀπέχουσαν εἴκοσι στάδια. καὶ τοιούτῳ στρατηγήματι χρησάμενος παρέσχον ἐμαυτῷ τὸ μὴ δοκεῖν
5ἐμφυλίου πολέμου κατάρχειν.
Vit
.

266

Ἐπεὶ δὲ περὶ τὰς Σωγανέας ἐγενόμην, ἐπιστήσας τὸ πλῆ‐ θος καὶ παραινέσει χρησάμενος περὶ τοῦ μὴ πρὸς τὰς ὀργὰς καὶ ταῦτ’ ἐπ’ ἀνηκέστοις τιμωρίαις ὀξέως φέρεσθαι, κελεύω τοὺς καθ’
ἡλικίαν ἤδη προβεβηκότας καὶ πρώτους παρ’ αὐτοῖς ἑκατὸν ἄνδρας365
5ὡς πορευσομένους εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν εὐτρεπίζεσθαι, μέμ‐ ψιν ποιησομένους ἐπὶ τοῦ δήμου τῶν τὴν χώραν διαστασιαζόντων.
Vit
.

267

„καὶ ἐὰν ἐπικλασθῶσιν, ἔφην, πρὸς τοὺς λόγους ὑμῶν, παρακαλέ‐ σατε τὸ κοινὸν γράψαι πρὸς ἐμὲ μένειν κελεύοντας ἐπὶ τῆς Γαλι‐
Vit
.

268

λαίας, τοὺς δὲ περὶ τὸν Ἰωνάθην ἀναχωρεῖν ἐκεῖθεν.“ ταύτας αὐτοῖς τὰς ὑποθήκας δοὺς ἐναρμοσαμένων τε ταχέως ἐκείνων ἡμέρᾳ τρίτῃ μετὰ τὴν ἐκκλησίαν τὴν ἀποστολὴν ἐποιησάμην, συμπέμψας
Vit
.

269

ὁπλίτας πεντακοσίους. ἔγραψα δὲ καὶ τοῖς ἐν Σαμαρείᾳ φίλοις προνοήσασθαι τοῦ ἀσφαλῆ γενέσθαι τὴν πορείαν αὐτοῖς· ἤδη γὰρ ὑπὸ Ῥωμαίοις ἦν ἡ Σαμάρεια καὶ πάντως ἔδει τοὺς ταχὺ βουλο‐ μένους ἀπελθεῖν δι’ ἐκείνης πορεύεσθαι· τρισὶν [γὰρ] ἡμέραις ἀπὸ
Vit
.

270

Γαλιλαίας ἔνεστιν οὕτως εἰς Ἱεροσόλυμα καταλῦσαι. συμπαρέπεμψα δὲ τοὺς πρέσβεις κἀγὼ μέχρι τῶν τῆς Γαλιλαίας ὅρων φύλακας ἐπιστήσας ταῖς ὁδοῖς ὑπὲρ τοῦ μὴ ῥᾳδίως τινὰ μαθεῖν ἀπαλλατ‐ τομένους. καὶ ταῦτα πράξας ἐν Ἰάφοις τὴν διατριβὴν ἐποιούμην.
Vit
.

271

Οἱ δὲ περὶ τὸν Ἰωνάθην διαμαρτόντες τῆς κατ’ ἐμοῦ πράξεως Ἰωάννην ἀπέλυσαν εἰς τὰ Γίσχαλα, αὐτοὶ δ’ εἰς τὴν Τιβε‐ ριέων πόλιν πεπόρευντο λήψεσθαι προσδοκῶντες αὐτὴν ὑποχείριον, ἐπειδὴ καὶ Ἰησοῦς κατὰ τὸν καιρὸν τοῦτον ἐγεγράφει πρὸς αὐτοὺς
5πείσειν ἐπαγγελλόμενος τὸ πλῆθος ἐλθόντας ὑποδέχεσθαι καὶ αὐ‐
Vit
.

272

τοῖς ἑλέσθαι προστεθῆναι. ἐκεῖνοι μὲν οὖν ἐπὶ τοιαύταις ἐλπίσιν ἀπῆλθον, ἀπαγγέλλει δέ μοι ταῦτα Σίλας διὰ γραμμάτων, ὃν ἔφην τῆς Τιβεριάδος ἐπιμελητὴν καταλελοιπέναι, καὶ σπεύδειν ἠξίου. κἀγὼ ταχέως ὑπακούσας αὐτῷ καὶ παραγενόμενος εἰς κίνδυνον ἀπω‐
Vit
.

273

λείας κατέστην ἐξ αἰτίας τοιαύτης. οἱ περὶ τὸν Ἰωνάθην γενόμενοι παρὰ τοῖς Τιβεριεῦσιν καὶ πολλοὺς πείσαντες ἀποστῆναί μου δια‐
φόρους ὄντας, ὡς ἤκουσαν τὴν ἐμὴν παρουσίαν, δείσαντες περὶ ἑαυτῶν ἧκον πρὸς ἐμέ, καὶ ἀσπασάμενοι μακαρίζειν ἔλεγον οὕτως366
5περὶ τὴν Γαλιλαίαν ἀναστραφέντα, συνήδεσθαί τε διὰ τιμῆς ἀγο‐
Vit
.

274

μένῳ· κόσμον γὰρ ἑαυτῶν εἶναι τὴν ἐμὴν δόξαν ἔφασαν, ὡς ἂν διδασκάλων τέ μου γενομένων καὶ πολιτῶν ὄντων, δικαιοτέραν τε τῆς Ἰωάννου τὴν ἐμὴν πρὸς αὐτοὺς φιλίαν ὑπάρχειν ἔλεγον, καὶ σπεύδειν μὲν εἰς τὴν οἰκείαν ἀπελθεῖν, περιμένειν δ’ ἕως ὑποχείριον
Vit
.

275

τὸν Ἰωάννην ἐμοὶ ποιήσωσιν. καὶ ταῦτα λέγοντες ἐπώμοσαν τοὺς φρικωδεστάτους ὅρκους παρ’ ἡμῖν, δι’ οὓς ἀπιστεῖν οὐ θεμιτὸν ἡγούμην. καὶ δὴ παρακαλοῦσίν με τὴν κατάλυσιν ἀλλαχοῦ ποιήσα‐ σθαι διὰ τὸ τὴν ἐπιοῦσαν ἡμέραν εἶναι σάββατον· ὀχλεῖσθαι δὲ
5μὴ δεῖν ὑπ’ αὐτῶν τὴν πόλιν τῶν Τιβεριέων ἔφασκον.
Vit
.

276

Κἀγὼ μηδὲν ὑπονοήσας ἐς τὰς Ταριχέας ἀπῆλθον κατα‐ λιπὼν ὅμως ἐν τῇ πόλει τοὺς πολυπραγμονήσοντας, τί περὶ ἡμῶν λέγοιτο. διὰ πάσης δὲ τῆς ὁδοῦ τῆς ἀπὸ Ταριχεῶν εἰς Τιβεριάδα φερούσης ἐπέστησα πολλούς, ἵνα μοι δι’ ἀλλήλων σημαίνωσιν ἅπερ
Vit
.

277

ἂν παρὰ τῶν ἐν τῇ πόλει καταλειφθέντων πύθωνται. κατὰ τὴν ἐπιοῦσαν οὖν ἡμέραν συνάγονται πάντες εἰς τὴν προσευχὴν μέγι‐ στον οἴκημα καὶ πολὺν ὄχλον ἐπιδέξασθαι δυνάμενον. εἰσελθὼν δὲ ὁ Ἰωνάθης φανερῶς μὲν περὶ τῆς ἀποστάσεως οὐκ ἐτόλμα λέγειν,
Vit
.

278

ἔφη δὲ στρατηγοῦ κρείττονος χρείαν τὴν πόλιν αὐτῶν ἔχειν. Ἰησοῦς δ’ ὁ ἄρχων οὐδὲν ὑποστειλάμενος ἀναφανδὸν εἶπεν· „ἄμεινόν ἐστιν, ὦ πολῖται, τέσσαρσιν ἡμᾶς ἀνδράσιν ὑπακούειν ἢ ἑνί, καὶ κατὰ γένος λαμπροῖς καὶ κατὰ σύνεσιν οὐκ ἀδόξοις.“ ὑπεδείκνυε δὲ τοὺς
Vit
.

279

περὶ Ἰωνάθην. ταῦτ’ εἰπόντα τὸν Ἰησοῦν ἐπῄνει παρελθὼν Ἰοῦ‐ στος καί τινας ἐκ τοῦ δήμου συνέπειθεν. οὐκ ἠρέσκετο δὲ τοῖς λεχθεῖσιν τὸ πλῆθος καὶ πάντως ἂν εἰς στάσιν ἐχώρησαν, εἰ μὴ τὴν σύνοδον διέλυσεν ἐπελθοῦσα ἕκτη ὥρα, καθ’ ἣν τοῖς σάββασιν
5ἀριστοποιεῖσθαι νόμιμόν ἐστιν ἡμῖν, καὶ οἱ περὶ τὸν Ἰωνάθην εἰς367
Vit
.

280

τὴν ἐπιοῦσαν ὑπερθέμενοι τὴν βουλὴν ἀπῄεσαν ἄπρακτοι. εὐθὺς δέ μοι τούτων ἀπαγγελθέντων πρωῒ διέγνων εἰς τὴν Τιβεριέων πόλιν ἀφικέσθαι, καὶ τῇ ἐπιούσῃ περὶ τὴν ὥραν ἧκον ἀπὸ τῶν Ταριχεῶν, καταλαμβάνω δὲ συναγόμενον ἤδη τὸ πλῆθος εἰς τὴν
5προσευχήν· ἐφ’ ὅ τι δ’ ἦν αὐτοῖς ἡ σύνοδος οὐκ ἐγίνωσκον οἱ συλ‐
Vit
.

281

λεγόμενοι. οἱ δὲ περὶ τὸν Ἰωνάθην ἀπροσδοκήτως θεασάμενοί με παρόντα διεταράχθησαν. εἶτ’ ἐπινοοῦσιν διαδοῦναι λόγον, ὅτι Ῥω‐ μαίων ἱππεῖς ἐν τῇ μεθορίῳ πόρρω τριάκοντα σταδίων ἀπὸ τῆς
Vit
.

282

πόλεως κατὰ τόπον λεγόμενον Ὁμόνοιαν εἰσὶν ἑωραμένοι. καὶ προσαγγελθέντων τούτων ἐξ ὑποβολῆς παρεκάλουν οἱ περὶ τὸν Ἰω‐ νάθην μὴ περιιδεῖν ὑπὸ τῶν πολεμίων λεηλατουμένην αὐτῶν τὴν γῆν. ταῦτα δ’ ἔλεγον δι’ ἐννοίας ἔχοντες ἐμὲ προφάσει τῆς κατε‐
5πειγούσης βοηθείας μεταστήσαντες αὐτοὶ τὴν πόλιν ἐχθράν μοι κατασκευάσαι.
Vit
.

283

Ἐγὼ δὲ καίπερ εἰδὼς αὐτῶν τὸ ἐνθύμημα ὅμως ὑπήκουσα, μὴ δόξαν παράσχω τοῖς Τιβεριεῦσιν οὐ προνοούμενος αὐτῶν τῆς ἀσφαλείας. ἐξῆλθον οὖν, καὶ γενόμενος κατὰ τὸν τόπον, ὡς οὐδ’
Vit
.

284

ἴχνος πολεμίων εὗρον, ὑποστρέφω συντόνως ὁδεύσας, καὶ καταλαμ‐ βάνω τήν τε βουλὴν πᾶσαν συνεληλυθυῖαν καὶ τὸν δημοτικὸν ὄχλον ποιουμένους τε πολλὴν κατηγορίαν μου τοὺς περὶ τὸν Ἰωνάθην, ὡς τοῦ μὲν τὸν πόλεμον ἐπελαφρύνειν αὐτοῖς ἀμελοῦντος, ἐν τρυφαῖς
Vit
.

285

δὲ διάγοντος. ταῦτα δὲ λέγοντες προύφερον ἐπιστολὰς τέσσαρας ὡς ἀπὸ τῶν ἐν τῇ μεθορίᾳ τῆς Γαλιλαίας γεγραμμένας πρὸς αὐ‐ τοὺς ἐπὶ βοήθειαν ἥκειν παρακαλούντων, Ῥωμαίων γὰρ δύναμιν μέλλειν ἱππέων τε καὶ πεζῶν εἰς τρίτην ἡμέραν τὴν χώραν αὐτῶν
Vit
.

286

λεηλατεῖν, ἐπισπεύδειν τε καὶ μὴ περιοφθῆναι δεομένων. ταῦτ’ ἀκούσαντες οἱ Τιβεριεῖς λέγειν ἀληθῆ δόξαντες αὐτοὺς καταβοήσεις ἐποιοῦντο, μὴ καθέζεσθαί με δεῖν λέγοντες, ἀλλ’ ἀπελθεῖν ἐπικου‐
Vit
.

287

ρήσοντα τοῖς ὁμοεθνέσιν αὐτῶν. πρὸς ταῦτ’ ἐγώ, συνῆκα γὰρ τὴν ἐπίνοιαν τῶν περὶ τὸν Ἰωνάθην, ὑπακούσεσθαι μὲν ἔφην ἑτοίμως καὶ χωρὶς ἀναβολῆς ὁρμήσειν πρὸς τὸν πόλεμον ἐπηγγειλάμην, συνεβούλευον δ’ ὅμως, ἐπεὶ τὰ γράμματα κατὰ τέσσαρας τόπους368
5Ῥωμαίους σημαίνει προσβαλεῖν, εἰς πέντε μοίρας διελόντας τὴν δύναμιν ἑκάστῃ τούτων ἐπιστῆσαι τοὺς περὶ τὸν Ἰωνάθην καὶ τοὺς
Vit
.

288

ἑταίρους αὐτοῦ· πρέπειν γὰρ ἀνδράσιν ἀγαθοῖς μὴ μόνον συμβου‐ λεύειν, ἀλλὰ χρείας ἐπειγούσης ἡγουμένους βοηθεῖν· ἐγὼ γὰρ πλὴν
Vit
.

289

μιᾶς μοίρας οὐκ ἔφην ἀφηγεῖσθαι δυνατὸς εἶναι. σφόδρα τῷ πλήθει συνήρεσεν ἡ ’μὴ συμβουλία· κἀκείνους οὖν ἠνάγκαζον ἐπὶ τὸν πόλεμον ἐξιέναι. τοῖς δ’ οὔτι μετρίως συνεχύθησαν αἱ γνῶμαι μὴ κατεργασαμένοις ἃ διενοήθησαν ἐμοῦ τοῖς ἐπιχειρήμασιν αὐτῶν
5ἀντιστρατηγήσαντος.
Vit
.

290

Εἷς δέ τις ἐξ αὐτῶν Ἀνανίας τοὔνομα, πονηρὸς ἀνὴρ καὶ κακοῦργος, εἰσηγεῖτο τοῖς πλήθεσι πανδημεὶ νηστείαν εἰς τὴν ἐπι‐ οῦσαν τῷ θεῷ προθέσθαι καὶ κατὰ τὴν αὐτὴν ὥραν ἐκέλευεν εἰς τὸν αὐτὸν τόπον ἀνόπλους παρεῖναι τῷ θεῷ φανερὸν ποιήσοντας,
5ὅτι μὴ τῆς παρ’ ἐκείνου τυγχάνοντες βοηθείας πᾶν ὅπλον ἄχρηστον
Vit
.

291

εἶναι νομίζουσιν. ταῦτα δ’ ἔλεγεν οὐ δι’ εὐσέβειαν, ἀλλ’ ὑπὲρ τοῦ λαβεῖν ἄνοπλόν με καὶ τοὺς ἐμούς. κἀγὼ δι’ ἀνάγκην ὑπήκουον,
Vit
.

292

μὴ δόξω καταφρονεῖν τῆς περὶ τὴν εὐσέβειαν ὑποθήκης. ὡς οὖν ἀνεχωρήσαμεν ἐπὶ τὰ ἑαυτῶν, οἱ μὲν περὶ τὸν Ἰωνάθην γράφουσι τῷ Ἰωάννῃ πρὸς αὐτοὺς ἕωθεν ἀφικέσθαι κελεύοντες μεθ’ ὅσων ἂν στρατιωτῶν δυνηθῇ· λήψεσθαι γὰρ εὖ ἐμὲ ὑποχείριον καὶ ποιή‐
5σειν ὅπερ ἔχει δι’ εὐχῆς. δεξάμενος δὲ τὴν ἐπιστολὴν ἐκεῖνος ὑπα‐
Vit
.

293

κούειν ἔμελλεν. ἐγὼ δὲ τῆς ἐπιούσης ἡμέρας δύο τῶν περὶ ἐμὲ σωματοφυλάκων τοὺς κατ’ ἀνδρείαν δοκιμωτάτους καὶ κατὰ πίστιν βεβαίους κελεύω ξιφίδια κρύψαντας ὑπὸ τὰς ἐσθῆτας ἐμοὶ συμ‐
προελθεῖν, ἵν’ εἰ γένοιτο παρὰ τῶν ἐχθρῶν ἐπίθεσις ἀμυνώμεθα.369
5θώρακα δ’ ἔλαβον αὐτὸς καὶ μάχαιραν ὑπεζωσάμην ὡς οἷόν τ’ ἦν ἀφανέστατα καὶ ἦλθον εἰς τὴν προσευχήν.
Vit
.

294

Τοὺς μὲν οὖν σὺν ἐμοὶ πάντας ἐκκλεῖσαι προσέταξεν Ἰη‐ σοῦς ὁ ἄρχων, αὐτὸς γὰρ ταῖς θύραις ἐφειστήκει, μόνον δ’ ἐμὲ μετὰ
Vit
.

295

τῶν φίλων εἰσελθεῖν εἴασεν. ἤδη δ’ ἡμῶν τὰ νόμιμα ποιούντων καὶ πρὸς εὐχὰς τραπομένων ἀναστὰς Ἰησοῦς περὶ τῶν ληφθέντων ἐκ τοῦ ἐμπρησμοῦ τῆς βασιλικῆς αὐλῆς σκευῶν τοῦ ἀσήμου ἀργυρίου ἐπυνθάνετό μου, παρὰ τίνι τυγχάνει κείμενα. ταῦτα δ’ ἔλεγεν δια‐
5τρίβειν τὸν χρόνον βουλόμενος, ἕως ἂν ὁ Ἰωάννης παραγένηται.
Vit
.

296

κἀγὼ πάντα Καπέλλαν ἔχειν εἶπον καὶ τοὺς δέκα πρώτους Τιβε‐ ριέων· „ἀνάκριναι δ’ αὐτός, ἔφην, οὐ ψεύδομαι“. τῶν δὲ παρ’ ἑαυ‐ τοῖς εἶναι λεγόντων „οἱ δ’ εἴκοσιν, εἶπεν, χρυσοῖ, οὓς ἔλαβες πω‐
Vit
.

297

λήσας τινὰ σταθμὸν ἀσήμου, τί γεγόνασιν;“ καὶ τούτους ἔφην δεδωκέναι πρέσβεσιν αὐτῶν ἐφόδιον πεμφθεῖσιν εἰς Ἱεροσόλυμα. πρὸς ταῦτα οἱ μὲν περὶ τὸν Ἰωνάθην οὐ καλῶς ἔφασαν πεποιη‐
Vit
.

298

κέναι με δόντα τοῖς πρέσβεσιν τὸν μισθὸν ἐκ τοῦ κοινοῦ. παρο‐ ξυνθέντος δὲ τοῦ πλήθους ἐπὶ τούτοις, ἐνόησαν γὰρ τῶν ἀνθρώπων τὴν πονηρίαν, συνεὶς ἐγὼ στάσιν μέλλουσαν ἐξάπτεσθαι καὶ προσ‐ εξερεθίσαι μᾶλλον βουλόμενος τὸν δῆμον ἐπὶ τοὺς ἀνθρώπους,
5„ἀλλ’ εἴ γε μὴ ὀρθῶς, εἶπον, ἔπραξα δοὺς τὸν μισθὸν ἐκ τοῦ κοινοῦ τοῖς πρέσβεσιν ὑμῶν, παύεσθε χαλεπαίνοντες· ἐγὼ γὰρ τοὺς εἴκοσι χρυσοῦς αὐτὸς ἀποτίσω.“
Vit
.

299

Ταῦτ’ εἰπόντος, οἱ μὲν περὶ τὸν Ἰωνάθην ἡσύχασαν, ὁ δὲ δῆμος ἔτι μᾶλλον κατ’ αὐτῶν παρωξύνθη φανερὰν ἐπιδεικνυμένων
Vit
.

300

τὴν ἄδικον πρὸς ἐμὲ δυσμένειαν. συνιδὼν δὲ τὴν μεταβολὴν αὐτῶν Ἰησοῦς τὸν μὲν δῆμον ἐκέλευεν ἀναχωρεῖν, προσμεῖναι δὲ τὴν βουλὴν
ἠξίωσεν· οὐ γὰρ δύνασθαι θορυβουμένους περὶ πραγμάτων τοι‐370
Vit
.

301

ούτων τὴν ἐξέτασιν ποιεῖσθαι. τοῦ δὲ δήμου βοῶντος μὴ κατα‐ λείψειν παρ’ αὐτοῖς ἐμὲ μόνον, ἧκέν τις ἀγγέλλων κρύφα τοῖς περὶ τὸν Ἰησοῦν Ἰωάννην μετὰ τῶν ὁπλιτῶν πλησιάζειν. καὶ οἱ περὶ τὸν Ἰωνάθην οὐκέτι κατασχόντες αὑτούς, τάχα καὶ τοῦ θεοῦ προ‐
5νοοῦντος τῆς ἐμῆς σωτηρίας, μὴ γὰρ ἂν γενομένου τούτου πάντως
Vit
.

302

ὑπὸ τοῦ Ἰωάννου διεφθάρην, „παύσασθε, ἔφη, ὦ Τιβεριεῖς, τὴν ζήτησιν εἴκοσι χρυσῶν ἕνεκεν· διὰ τούτους μὲν γὰρ οὐκ ἄξιός ἐστιν Ἰώσηπος ἀποθανεῖν, ὅτι δὲ τυραννεῖν ἐπεθύμησεν καὶ τὰ τῶν Γαλι‐ λαίων πλήθη λόγοις ἀπατήσας τὴν ἀρχὴν αὑτῷ κατεκτήσατο.“
5ταῦτα λέγοντος εὐθύς μοι τὰς χεῖρας ἐπέβαλον ἀναιρεῖν τ’ ἐπει‐
Vit
.

303

ρῶντο. ὡς δ’ εἶδον οἱ σὺν ἐμοὶ τὸ γιγνόμενον, σπασάμενοι τὰς μαχαίρας καὶ παίειν ἀπειλήσαντες, εἰ βιάζοιντο, τοῦ τε δήμου λίθους ἀραμένου καὶ βάλλειν ἐπὶ τὸν Ἰωνάθην ὁρμήσαντος ἐξαρ‐ πάζουσί με τῆς τῶν πολεμίων βίας.
Vit
.

304

Ἐπεὶ δὲ προελθὼν ὀλίγον ὑπαντιάζειν ἔμελλον τῷ Ἰωάννῃ προσιόντι μετὰ τῶν ὁπλιτῶν, δείσας ἐκεῖνον μὲν ἐξέκλινα, διὰ στενωποῦ δέ τινος ἐπὶ τὴν λίμνην σωθεὶς καὶ πλοίου λαβόμενος, ἐμβὰς εἰς τὰς Ταριχέας διεπεραιώθην ἀπροσδοκήτως τὸν κίνδυνον
Vit
.

305

διαφυγών. μεταπέμπομαί τ’ εὐθὺς τοὺς πρωτεύοντας τῶν Γαλι‐ λαίων καὶ φράζω τὸν τρόπον, ᾧ παρασπονδηθεὶς ὑπὸ τῶν περὶ τὸν Ἰωνάθην καὶ τοὺς Τιβεριεῖς παρ’ ὀλίγον παρ’ αὐτῶν διαφθα‐
Vit
.

306

ρείην. ὀργισθὲν δ’ ἐπὶ τούτοις τῶν Γαλιλαίων τὸ πλῆθος παρε‐ κελεύετό μοι μηκέτι μέλλειν τὸν πρὸς αὐτοὺς πόλεμον ἐκφέρειν, ἀλλ’ ἐπιτρέπειν αὐτοῖς ἐλθοῦσιν ἐπὶ τὸν Ἰωάννην ἄρδην αὐτὸν
Vit
.

307

ἀφανίσαι καὶ τοὺς περὶ τὸν Ἰωνάθην. ἐπεῖχον δ’ ὅμως αὐτοὺς
ἐγὼ καίπερ οὕτως ὀργιζομένους, περιμένειν αὐτοὺς κελεύων ἕως μάθωμεν, τί οἱ πεμφθέντες ὑπ’ αὐτῶν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ἀπαγγελοῦσιν· μετὰ τῆς ἐκείνων γὰρ γνώμης τὰ δοκοῦντα πράξειν371
Vit
.

308

αὐτοὺς ἔφην. καὶ ταῦτ’ εἰπὼν ἔπεισα. τότε δὴ καὶ Ἰωάννης οὐ λαβούσης αὐτοῦ τέλος τῆς ἐνέδρας ἀνεζεύγνυεν εἰς τὰ Γίσχαλα.
Vit
.

309

Μετ’ οὐ πολλὰς δ’ ἡμέρας ἀφικνοῦνται πάλιν οὓς ἐπέμ‐ ψαμεν καὶ ἀπήγγελλον σφόδρα τὸν δῆμον ἐπὶ τοὺς περὶ τὸν Ἄνανον καὶ τὸν Σίμωνα τὸν τοῦ Γαμαλιήλου παρωξύνθαι, ὅτι χωρὶς γνώ‐ μης τοῦ κοινοῦ πέμψαντες εἰς τὴν Γαλιλαίαν ἐκπεσεῖν με ταύτης
Vit
.

310

παρεσκεύασαν. ἔφασαν δ’ οἱ πρέσβεις, ὅτι καὶ τὰς οἰκίας αὐτῶν ὁ δῆμος ὥρμησεν ἐμπιπράναι. ἔφερον δὲ καὶ γράμματα, δι’ ὧν οἱ τῶν Ἱεροσολυμιτῶν πρῶτοι πολλὰ τοῦ δήμου δεηθέντος αὐτῶν ἐμοὶ μὲν τὴν τῆς Γαλιλαίας ἀρχὴν ἐβεβαίουν, τοῖς περὶ τὸν Ἰωνά‐
Vit
.

311

θην δὲ προσέτασσον εἰς τὴν οἰκείαν ὑποστρέφειν θᾶσσον. ἐντυχὼν οὖν ταῖς ἐπιστολαῖς εἰς Ἄρβηλα κώμην ἀφικόμην, ἔνθα σύνοδον τῶν Γαλιλαίων ποιησάμενος ἐκέλευσα τοὺς πρέσβεις διηγεῖσθαι τὴν ἐπὶ τοῖς πεπραγμένοις ὑπὸ τῶν περὶ τὸν Ἰωνάθην ὀργὴν καὶ μισο‐
Vit
.

312

πονηρίαν, καὶ ὡς κυρώσειαν ἐμοὶ τῆς χώρας αὐτῶν τὴν προστασίαν, τά τε πρὸς τοὺς περὶ τὸν Ἰωνάθην γεγραμμένα περὶ ἀπαλλαγῆς, πρὸς οὓς δὴ καὶ τὴν ἐπιστολὴν εὐθέως διεπεμψάμην πολυπραγμο‐ νῆσαι τὸν κομίσαντα κελεύσας, τί ποιεῖν μέλλουσιν.
Vit
.

313

Δεξάμενοι δ’ ἐκεῖνοι τὴν ἐπιστολὴν καὶ ταραχθέντες οὐχὶ μετρίως μεταπέμπονται τὸν Ἰωάννην καὶ τοὺς ἐκ τῆς βουλῆς τῶν Τιβεριέων τούς τε πρωτεύοντας Γαβάρων, βουλήν τε προτιθέασιν
Vit
.

314

σκοπεῖσθαι κελεύοντες, τί πρακτέον ἐστὶν αὐτοῖς. Τιβεριεῦσι μὲν οὖν ἀντέχεσθαι μᾶλλον ἐδόκει τῶν πραγμάτων· οὐ δεῖν γὰρ ἔφασαν ἐγκαταλιπέσθαι τὴν πόλιν αὐτῶν ἅπαξ ἐκείνοις προστεθειμένην,
ἄλλως τε μηδ’ ἐμοῦ μέλλοντος αὐτῶν ἀφέξεσθαι· τοῦτο γὰρ ὡς372
Vit
.

315

ἠπειληκότος ἐμοῦ κατεψεύδοντο. ὁ δ’ Ἰωάννης οὐ μόνον τούτοις συνηρέσκετο, καὶ πορευθῆναι δὲ συνεβούλευεν αὐτῶν τοὺς δύο κατηγο‐ ρήσοντάς μου πρὸς τὸ πλῆθος, ὅτι μὴ καλῶς τὰ κατὰ τὴν Γαλιλαίαν διοικῶ, καὶ πείσειν ῥᾳδίως αὐτοὺς ἔφη διά τε τὸ ἀξίωμα καὶ παν‐
Vit
.

316

τὸς πλήθους εὐτρέπτως ἔχοντος. δόξαντος οὖν τοῦ Ἰωάννου κρα‐ τίστην εἰσενηνοχέναι γνώμην, ἔδοξε δύο μὲν ἀπιέναι πρὸς τοὺς Ἱεροσολυμίτας, Ἰωνάθην καὶ Ἀνανίαν, τοὺς ἑτέρους δὲ δύο μένον‐ τας ἐν τῇ Τιβεριάδι καταλιπεῖν. συνεπηγάγοντο δὲ φυλακῆς ἕνεκα
5τῆς ἑαυτῶν ὁπλίτας ἑκατόν.
Vit
.

317

Τιβεριεῖς δὲ τὰ μὲν τείχη προυνόησαν ἀσφαλισθῆναι, τοὺς ἐνοίκους δὲ κελεύουσιν ἀναλαβεῖν τὰ ὅπλα, καὶ παρὰ Ἰωάννου δὲ μετεπέμψαντο στρατιώτας οὐκ ὀλίγους συμμαχήσοντας, εἰ δεή‐
Vit
.

318

σειεν, αὐτοῖς τὰ πρὸς ἐμέ. ἦν δὲ ὁ Ἰωάννης ἐν Γισχάλοις. οἱ τοίνυν περὶ τὸν Ἰωνάθην ἀναζεύξαντες ἀπὸ τῆς Τιβεριάδος, ὡς ἧκον εἰς Δαβάριττα κώμην ἐν ταῖς ἐσχατιαῖς τῆς Γαλιλαίας κει‐ μένην ἐν τῷ μεγάλῳ πεδίῳ, περὶ μέσην νύκτα τοῖς ἐμοῖς φύλαξιν
5ἐμπίπτουσιν, οἳ καὶ κελεύσαντες αὐτοὺς τὰ ὅπλα καταθέσθαι ἐφύ‐
Vit
.

319

λασσον ἐν δεσμοῖς ἐπὶ τόπου καθὼς αὐτοῖς ἐντετάλμην. γράφει δὲ πρὸς ἐμὲ ταῦτα δηλῶν Λευίς, ᾧ τὴν φυλακὴν πεπιστεύκειν. παραλιπὼν οὖν ἡμέρας δύο καὶ μηδὲν ἐγνωκέναι προσποιησάμενος, πέμψας πρὸς τοὺς Τιβεριεῖς συνεβούλευον αὐτοῖς τὰ ὅπλα κατα‐
Vit
.

320

θεμένοις ἀπολύειν τοὺς ἀνθρώπους εἰς τὴν ἑαυτῶν. οἱ δέ, δόξαν γὰρ εἶχον περὶ τὸν Ἰωνάθην εἰς τὰ Ἱεροσόλυμα ἤδη διαπεπορεῦ‐ σθαι, βλασφήμους ἐποιήσαντο τὰς ἀποκρίσεις· μὴ καταπλαγεὶς
Vit
.

321

δ’ ἐγὼ καταστρατηγεῖν αὐτοὺς ἐπενόουν. πρὸς μὲν οὖν τοὺς πολίτας ἐξάπτειν πόλεμον οὐκ ἐνόμιζον εὐσεβὲς εἶναι, βουλόμενος δ’ αὐτοὺς
ἀποσπάσαι τῶν Τιβεριέων, μυρίους ὁπλίτας τοὺς ἀρίστους ἐπι‐ λέξας εἰς τρεῖς μοίρας διεῖλον, καὶ τούτους μὲν ἀφανῶς ἐν δώμαις373
Vit
.

322

προσέταξα λοχῶντας περιμένειν, χιλίους δ’ εἰς ἑτέραν κώμην ὀρεινὴν μὲν ὁμοίως, ἀπέχουσαν δὲ τῆς Τιβεριάδος τέσσαρας σταδίους, εἰσ‐ ήγαγον κελεύσας ἐκείνους ἐπειδὰν λάβωσιν σημεῖον εὐθὺς κατα‐ βαίνειν· αὐτὸς δὲ τῆς κώμης προελθὼν ἐν προύπτῳ καθεζόμην.
Vit
.

323

οἱ δὲ Τιβεριεῖς ὁρῶντες ἐξέτρεχον συνεχῶς καὶ πολλὰ κατεκερτό‐ μουν· τοσαύτη γοῦν ἀφροσύνη κατέσχεν αὐτούς, ὥστε ποιήσαντες εὐτρεπῆ κλίνην προύθεσαν καὶ περὶ αὐτὴν ἱστάμενοι ὠδύροντό με μετὰ παιδιᾶς καὶ γέλωτος. διετιθέμην δ’ ἐγὼ τὴν ψυχὴν ἡδέως
5τὴν ἄνοιαν αὐτῶν ἐπιβλέπων.
Vit
.

324

Βουλόμενος δὲ δι’ ἐνέδρας λαβεῖν τὸν Σίμωνα καὶ σὺν αὐτῷ Ἰώζαρον, πέμψας πρὸς αὐτοὺς παρεκάλουν ὀλίγον τῆς πό‐ λεως πόρρω μετὰ φίλων πολλῶν τῶν παραφυλαξόντων αὐτοὺς ἐλθεῖν· βούλεσθαι γὰρ ἔφην καταβὰς σπείσασθαι πρὸς αὐτοὺς
Vit
.

325

καὶ διανείμασθαι τὴν προστασίαν τῆς Γαλιλαίας. Σίμων μὲν οὖν διὰ νεότητα καὶ πρὸς ἐλπίδα κέρδους ἀπατηθεὶς οὐκ ὤκνη‐ σεν ἐλθεῖν, ὁ δ’ Ἰώζαρος ἐνέδραν ὑποπτεύσας ἔμεινεν. ἀναβάντα δὴ τὸν Σίμωνα μετὰ φίλων τῶν παραφυλασσόντων αὐτὸν ὑπαν‐
5τιάσας ἠσπαζόμην τε φιλοφρόνως καὶ χάριν ἔχειν ὡμολόγουν ἀνα‐
Vit
.

326

βάντι. μετ’ οὐ πολὺ δὲ συμπεριπατῶν ὡς κατὰ μόνας τι βουλό‐ μενος εἰπεῖν, ἐπεὶ πορρωτέρω τῶν φίλων ἀπήγαγον, μέσον ἀρά‐ μενος ἀγαγεῖν εἰς τὴν κώμην τοῖς μετ’ ἐμοῦ φίλοις ἔδωκα, τοὺς ὁπλίτας δὲ καταβῆναι κελεύσας προσέβαλλον μετ’ αὐτῶν τῇ Τιβε‐
Vit
.

327

ριάδι. μάχης δὲ γενομένης ἀμφοτέρωθεν καρτερᾶς καὶ ὅσον οὔπω τῶν Τιβεριέων νικώντων, πεφεύγεισαν γὰρ οἱ παρ’ ἡμῶν ὁπλῖται, τὸ γινόμενον ἰδὼν καὶ τοὺς μετ’ ἐμαυτοῦ παρακαλέσας νικῶντας ἤδη τοὺς Τιβεριεῖς εἰς τὴν πόλιν συνεδίωξα. ἑτέραν δὲ δύναμιν
5εἰσπέμψας διὰ τῆς λίμνης προσέταξα τὴν πρώτην λαβοῦσιν οἰκίαν374
Vit
.

328

ἐμπρῆσαι. τούτου γενομένου νομίσαντες οἱ Τιβεριεῖς εἰλῆφθαι κατὰ κράτος αὐτῶν τὴν πόλιν, ὑπὸ φόβου ῥίπτουσιν τὰ ὅπλα, μετὰ γυναικῶν δὲ καὶ τέκνων ἱκέτευον φείσασθαι τῆς πόλεως αὐ‐
Vit
.

329

τῶν. ἐγὼ δὲ πρὸς τὰς δεήσεις ἐπικλασθεὶς τοὺς μὲν στρατιώτας τῆς ὁρμῆς ἐπέσχον, αὐτὸς δέ, καὶ γὰρ ἑσπέρα κατέλαβεν, μετὰ τῶν ὁπλιτῶν ἀπὸ τῆς πολιορκίας ὑποστρέψας περὶ τὴν τοῦ σώματος
Vit
.

330

θεραπείαν ἐγινόμην. καλέσας δὲ ἐπὶ τὴν ἑστίασιν τὸν Σίμωνα παρε‐ μυθούμην περὶ τῶν γεγονότων ὑπισχνούμην τε δοὺς ἐφόδια αὐτῷ καὶ τοῖς σὺν αὐτῷ παραπέμψειν εἰς Ἱεροσόλυμα μετὰ πάσης ἀσφαλείας.
Vit
.

331

Κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν μυρίους ἐπαγόμενος ὁπλίτας ἧκον εἰς τὴν Τιβεριάδα, καὶ μεταπεμψάμενος εἰς τὸ στάδιον τοὺς πρώτους αὐτῶν τοῦ πλήθους ἐκέλευσα φράζειν, οἵτινες εἶεν αἴτιοι
Vit
.

332

τῆς ἀποστάσεως. ἐνδειξαμένων δὲ τοὺς ἄνδρας ἐκείνους μὲν δεδε‐ μένους εἰς τὴν Ἰωταπάτην πόλιν ἐξέπεμψα, τοὺς δὲ περὶ τὸν Ἰω‐ νάθην καὶ Ἀνανίαν λύσας τῶν δεσμῶν καὶ δοὺς ἐφόδια μετὰ Σί‐ μωνος καὶ Ἰωζάρου καὶ ὁπλιτῶν πεντακοσίων, οἳ παραφυλάξουσιν
Vit
.

333

αὐτούς, ἐξέπεμψα εἰς τὰ Ἱεροσόλυμα. Τιβεριεῖς δὲ πάλιν προσ‐ ελθόντες συγγινώσκειν αὐτοῖς παρεκάλουν περὶ τῶν πεπραγμένων, ἐπανορθώσεσθαι τὰς ἁμαρτίας τῇ μετὰ ταῦτα πρὸς ἐμὲ πίστει λέγοντες, τὰ δ’ ἐκ τῆς διαρπαγῆς περισσεύσαντα σῶσαί με τοῖς
Vit
.

334

ἀπολέσασιν ἐδέοντο. κἀγὼ τοῖς ἔχουσιν προσέταττον εἰς μέσον πάντα φέρειν, ἀπειθούντων δὲ μέχρι πολλοῦ, θεασάμενός τινα τῶν περὶ ἐμὲ στρατιωτῶν λαμπροτέραν τοῦ συνήθους περικείμενον στο‐
Vit
.

335

λὴν ἐπυθόμην, πόθεν ἔχοι. εἰπόντος δὲ ἐκ τῆς κατὰ πόλιν ἁρ‐ παγῆς, ἐκεῖνον μὲν πληγαῖς ἐκόλασα, τοῖς δὲ ἄλλοις ἅπασιν ἠπεί‐ λησα μείζω τιμωρίαν ἐπιθήσειν μὴ κομίσασιν εἰς τοὐμφανὲς ὅσα ἡρπάκεισαν. πολλῶν δὲ συνενεχθέντων ἑκάστῳ τῶν Τιβεριέων τὸ
5ἐπιγνωσθὲν ἀπέδωκα.
Vit
.

336

Γεγονὼς δ’ ἐνταῦθα τῆς διηγήσεως βούλομαι πρὸς Ἰοῦ‐ στον καὶ αὐτὸν τὴν περὶ τούτων πραγματείαν γεγραφότα πρός τε τοὺς ἄλλους τοὺς ἱστορίαν μὲν γράφειν ὑπισχνουμένους, περὶ δὲ τὴν ἀλήθειαν ὀλιγώρους καὶ δι’ ἔχθραν ἢ χάριν τὸ ψεῦδος οὐκ375
Vit
.

337

ἐντρεπομένους, [μικρὰ διελθεῖν]. πράττουσι μὲν γὰρ ὅμοιόν τι τοῖς περὶ συμβολαίων πλαστὰ γράμματα συντεθεικόσι, τῷ δὲ μηδε‐ μίαν ὁμοίως τιμωρίαν ἐκείνοις δεδιέναι καταφρονοῦσι τῆς ἀλη‐
Vit
.

338

θείας. Ἰοῦστος γοῦν συγγράφειν τὰς περὶ τούτων ἐπιχειρήσας πράξεις τὸν πόλεμον, ὑπὲρ τοῦ δοκεῖν φιλόπονος εἶναι ἐμοῦ μὲν κατέψευσται, ἠλήθευσε δὲ οὐδὲ περὶ τῆς πατρίδος. ὅθεν ἀπο‐ λογήσασθαι γὰρ νῦν ἀνάγκην ἔχω καταψευδομαρτυρούμενος, ἐρῶ
Vit
.

339

τὰ μέχρι νῦν σεσιωπημένα. καὶ μὴ θαυμάσῃ τις, ὅτι μὴ πάλαι περὶ τούτων ἐδήλωσα· τῷ γὰρ ἱστορίαν ἀναγράφοντι τὸ μὲν ἀλη‐ θεύειν ἀναγκαῖον, ἔξεστιν δ’ ὅμως μὴ πικρῶς τὰς τινῶν πονηρίας ἐλέγχειν, οὐ διὰ τὴν πρὸς ἐκείνους χάριν, ἀλλὰ διὰ τὴν αὐτοῦ
Vit
.

340

μετριότητα. πῶς οὖν, ἵνα φῶ πρὸς αὐτὸν ὡς παρόντα, Ἰοῦστε δεινότατε συγγραφέων, τοῦτο γὰρ αὐχεῖς περὶ σεαυτοῦ, αἴτιοι γεγό‐ ναμεν ἐγώ τε καὶ Γαλιλαῖοι τῇ πατρίδι σου τῆς πρὸς Ῥωμαίους
Vit
.

341

καὶ πρὸς τὸν βασιλέα στάσεως; πρότερον γὰρ ἢ ἐμὲ τῆς Γαλιλαίας στρατηγὸν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν χειροτονηθῆναι σὺ καὶ πάντες Τιβεριεῖς οὐ μόνον ἀνειλήφατε τὰ ὅπλα, ἀλλὰ καὶ τὰς ἐν τῇ Συρίᾳ δέκα πόλεις ἐπολεμεῖτε· σὺ γοῦν τὰς κώμας αὐτῶν
5ἐνέπρησας καὶ ὁ σὸς οἰκέτης ἐπὶ τῆς παρατάξεως ἐκείνης ἔπεσεν.
Vit
.

342

ταῦτα δὲ οὐκ ἐγὼ λέγω μόνος, ἀλλὰ καὶ ἐν τοῖς Οὐεσπασιανοῦ τοῦ αὐτοκράτορος ὑπομνήμασιν οὕτως γέγραπται, καὶ τίνα τρόπον ἐν Πτολεμαΐδι Οὐεσπασιανοῦ κατεβόησαν οἱ τῶν δέκα πόλεων ἔνοικοι
Vit
.

343

τιμωρίαν ὑποσχεῖν σε τὸν αἴτιον ἀξιοῦντες. καὶ δεδώκεις ἂν δίκην Οὐεσπασιανοῦ κελεύσαντος, εἰ μὴ βασιλεὺς Ἀγρίππας λαβὼν ἐξου‐ σίαν ἀποκτεῖναί σε, πολλὰ τῆς ἀδελφῆς Βερενίκης δεηθείσης οὐκ
Vit
.

344

ἀνελὼν δεδεμένον ἐπὶ πολὺν χρόνον ἐφύλαξεν. καὶ αἱ μετὰ ταῦτα
δὲ πολιτεῖαί σου σαφῶς ἐμφανίζουσιν τόν τε βίον τὸν ἄλλον καὶ ὅτι σὺ τὴν πατρίδα Ῥωμαίων ἀπέστησας, ὧν τὰ τεκμήρια κἀγὼ376
Vit
.

345

δηλώσω μετ’ ὀλίγον. βούλομαι δ’ εἰπεῖν καὶ πρὸς τοὺς ἄλλους Τιβεριεῖς ὀλίγα διὰ σὲ καὶ παραστῆσαι τοῖς ἐντυγχάνειν μέλλουσιν ταῖς ἱστορίαις, ὅτι μήτε φιλορώμαιοι μήτε φιλοβασιλεῖς γεγόνατε·
Vit
.

346

τῶν ἐν τῇ Γαλιλαίᾳ πόλεων αἱ μέγισται Σέπφωρις καὶ Τιβεριὰς ἡ σὴ πατρίς, ὦ Ἰοῦστε. ἀλλὰ Σέπφωρις μὲν ἐν τῷ μεσαιτάτῳ τῆς Γαλιλαίας κειμένη καὶ περὶ αὐτὴν κώμας ἔχουσα πολλὰς καί τι καὶ θρασύνεσθαι δυναμένη πρὸς Ῥωμαίους εἴπερ ἠθέλησεν εὐχε‐
5ρῶς, διεγνωκυῖα τῇ πρὸς τοὺς δεσπότας ἐμμένειν πίστει κἀμὲ τῆς πόλεως αὐτῶν ἐξέκλεισε καὶ στρατεύσασθαί τινα τῶν πολιτῶν Ἰου‐
Vit
.

347

δαίοις ἐκώλυσεν. ὅπως δὲ καὶ τὰ πρὸς ἡμᾶς ἀσφαλεῖς εἶεν, ἠπά‐ τησάν με τείχεσιν αὐτῶν τὴν πόλιν ὀχυρῶσαι προτρέψαντες, καὶ παρὰ Κεστίου Γάλλου τοῦ τῶν ἐν τῇ Συρίᾳ Ῥωμαϊκῶν ταγμάτων ἡγεμονεύοντος φρουρὰν ἑκόντες ἐδέξαντο, καταφρονήσαντες ἐμοῦ
Vit
.

348

τότε μέγα δυναμένου καὶ πᾶσιν δι’ ἐκπλήξεως ὄντος. πολιορκου‐ μένης τε τῆς μεγίστης ἡμῶν πόλεως Ἱεροσολύμων καὶ τοῦ κοινοῦ πάντων ἱεροῦ κινδυνεύοντος ἐν τῇ τῶν πολεμίων ἐξουσίᾳ γενέσθαι συμμαχίαν οὐκ ἔπεμψαν μὴ βουλόμενοι δοκεῖν κατὰ Ῥωμαίων ὅπλα
Vit
.

349

λαβεῖν. ἡ δὲ σὴ πατρίς, ὦ Ἰοῦστε, κειμένη ἐν τῇ Γεννησαρίδι λίμνῃ καὶ ἀπέχουσα Ἵππου μὲν στάδια τριάκοντα, Γαδάρων δὲ ἑξήκοντα, Σκυθοπόλεως δὲ εἴκοσι καὶ ἑκατὸν τῆς ὑπηκόου βασιλεῖ, μηδεμιᾶς δὲ πόλεως Ἰουδαίων παρακειμένης, εἰ ἤθελεν τὴν πρὸς
Vit
.

350

Ῥωμαίους πίστιν φυλάττειν, ῥᾳδίως ἐδύνατο. καὶ γὰρ πολὺς ἦτε δῆμος καὶ ὅπλων εὐπορεῖτε. ἀλλ’, ὡς σὺ φῄς, αἴτιος ὑμῖν ἐγὼ τότε. μετὰ ταῦτα δὲ τίς, ὦ Ἰοῦστε; πρὸ γὰρ τῆς Ἱεροσολύμων πολιορκίας οἶδας ὑπὸ Ῥωμαίοις ἐμὲ γενόμενον, καὶ Ἰωτάπατα κατὰ
5κράτος ληφθέντα φρούριά τε πολλά, πολύν τε Γαλιλαίων ὄχλον377
Vit
.

351

κατὰ τὴν μάχην πεσόντα. τότ’ οὖν ἐχρῆν ὑμᾶς παντὸς ἀπηλλαγ‐ μένους τοῦ δι’ ἐμὲ φόβου ῥῖψαί τε τὰ ὅπλα καὶ παραστῆσαι τῷ βασιλεῖ καὶ Ῥωμαίοις, ὅτι δὴ οὐχ ἑκόντες, ἀλλ’ ἀναγκασθέντες ἐπὶ
Vit
.

352

τὸν πρὸς αὐτοὺς ὡρμήσατε πόλεμον. ὑμεῖς δὲ καὶ περιεμείνατε Οὐεσπασιανόν, ἕως αὐτὸς ἀφικόμενος μετὰ πάσης τῆς δυνάμεως προσέλθοι τοῖς τείχεσιν, καὶ τότε διὰ φόβον τὰ ὅπλα κατέθεσθε· καὶ πάντως ἂν ὑμῶν ἡ πόλις ἥλω κατὰ κράτος, εἰ μὴ τῷ βασιλεῖ
5δεομένῳ καὶ τὴν ἄνοιαν ὑμῶν παραιτουμένῳ συνεχώρησεν Οὐεσπα‐ σιανός. οὐκ ἐγὼ τοίνυν αἴτιος, ἀλλ’ ὑμεῖς οἱ πολεμικὰ φρονήσαντες.
Vit
.

353

ἢ οὐ μέμνησθε, ὅτι τοσαυτάκις ὑμῶν ἐγκρατὴς γενόμενος οὐδένα διέφθειρα, στασιάζοντες δ’ ὑμεῖς πρὸς ἀλλήλους, οὐ διὰ τὴν πρὸς Ῥωμαίους καὶ τὸν βασιλέα εὔνοιαν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν πονηρίαν ἑκατὸν ὀγδοηκονταπέντε τῶν πολιτῶν ἀπεκτείνατε, κατὰ
5τὸν καιρὸν ἐκεῖνον ἐμοῦ πολιορκουμένου ἐν Ἰωταπάτοις ὑπὸ Ῥω‐
Vit
.

354

μαίων. τί δ’ οὐχὶ καὶ κατὰ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν δισ‐ χίλιοι Τιβεριέων ἐξητάσθησαν, οἱ μὲν πεπτωκότες, οἱ δὲ ληφθέντες αἰχμάλωτοι; ἀλλὰ σὺ πολέμιος οὐ γεγονέναι φήσεις, ὅτι πρὸς βασιλέα τότ’ ἔφυγες. καὶ τοῦτο δὲ διὰ τὸν ἐξ ἐμοῦ φόβον φημί
Vit
.

355

σε πεποιηκέναι. κἀγὼ μὲν πονηρός, ὡς λέγεις, ὁ δὲ βασιλεὺς Ἀγρίππας, ὁ τὴν ψυχήν σοι συγχωρήσας ὑπὸ Οὐεσπασιανοῦ θανεῖν κατακριθέντι, ὁ τοσούτοις δωρησάμενος χρήμασιν, τίνος ἕνεκεν ὕστερον δὶς μὲν ἔδησε, τοσαυτάκις δὲ φυγεῖν τὴν πατρίδα προσ‐
5έταξεν, καὶ ἀποθανεῖν δὲ κελεύσας ἅπαξ τῇ ἀδελφῇ Βερενίκῃ πολλὰ
Vit
.

356

δεηθείσῃ τὴν σὴν σωτηρίαν ἐχαρίσατο; καὶ μετὰ τοσαῦτα δέ σου κακουργήματα τάξιν ἐπιστολῶν σοι πιστεύσας, ὡς καὶ ταύταις εὗρε ῥᾳδιουργόν, ἀπήλασε τῆς ὄψεως. ἀλλὰ περὶ μὲν τούτων ἐλέγχειν
Vit
.

357

ἐπ’ ἀκριβὲς ἐῶ. θαυμάζειν δ’ ἔπεισί μοι τὴν σὴν ἀναίδειαν, ὅτι τολμᾷς λέγειν ἁπάντων τῶν τὴν πραγματείαν ταύτην γεγραφότων αὐτὸς ἄμεινον ἐξηγγελκέναι, μήτε τὰ πραχθέντα κατὰ τὴν Γαλι‐ λαίαν ἐπιστάμενος, ἦς γὰρ ἐν Βηρυτῷ τότε παρὰ βασιλεῖ, μηθ’378
5ὅσα ἔπαθον Ῥωμαῖοι ἐπὶ τῆς Ἰωταπάτων πολιορκίας ἢ ἔδρασαν ἡμᾶς παρακολουθήσας, μήθ’ ὅσα κατ’ ἐμαυτὸν ἔπραξα πολιορκού‐ μενος δυνηθεὶς πυθέσθαι· πάντες γὰρ οἱ ἀπαγγείλαντες ἂν διε‐
Vit
.

358

φθάρησαν ἐπὶ τῆς παρατάξεως ἐκείνης. ἀλλ’ ἴσως τὰ κατὰ τὴν Ἱεροσόλυμα πραχθέντα μετὰ ἀκριβείας φήσεις συγγεγραφέναι. καὶ πῶς οἷόν τε; οὔτε γὰρ τῷ πολέμῳ παρέτυχες οὔτε τὰ Καίσαρος ἀνέγνως ὑπομνήματα. μέγιστον δὲ τεκμήριον· τοῖς γὰρ Καίσαρος
Vit
.

359

ὑπομνήμασιν ἐναντίαν πεποίησαι τὴν γραφήν. εἰ δὲ θαρρεῖς ἄμει‐ νον ἁπάντων συγγεγραφέναι, διὰ τί ζώντων Οὐεσπασιανοῦ καὶ Τίτου τῶν αὐτοκρατόρων τῶν τὸν πόλεμον κατεργασαμένων καὶ βασιλέως Ἀγρίππα περιόντος ἔτι καὶ τῶν ἐκ γένους αὐτοῦ πάν‐
5των, ἀνδρῶν τῆς Ἑλληνικῆς παιδείας ἐπὶ πλεῖστον ἡκόντων, τὴν
Vit
.

360

ἱστορίαν οὐκ ἔφερες εἰς μέσον; πρὸ γὰρ εἴκοσι ἐτῶν εἶχες γεγραμ‐ μένην καὶ παρ’ εἰδότων ἔμελλες τῆς ἀκριβείας τὴν μαρτυρίαν ἀπο‐ φέρεσθαι· νῦν δ’, ὅτ’ ἐκεῖνοι μὲν οὐκέτ’ εἰσὶν μεθ’ ἡμῶν, ἐλεγ‐
Vit
.

361

χθῆναι δ’ οὐ νομίζεις, τεθάρρηκας. οὐ μὴν ἐγώ σοι τὸν αὐτὸν τρόπον περὶ τῆς ἐμαυτοῦ γραφῆς ἔδεισα, ἀλλ’ αὐτοῖς ἐπέδωκα τοῖς αὐτοκράτορσι τὰ βιβλία μόνον οὐ τῶν ἔργων ἔτι βλεπομένων· συν‐ ῄδειν γὰρ ἐμαυτῷ τετηρηκότι τὴν τῆς ἀληθείας παράδοσιν, ἐφ’ ᾗ
Vit
.

362

μαρτυρίας τεύξεσθαι προσδοκήσας οὐ διήμαρτον. καὶ ἄλλοις δὲ πολλοῖς εὐθὺς ἐπέδωκα τὴν ἱστορίαν, ὧν ἔνιοι καὶ παρατετεύχεισαν τῷ πολέμῳ, καθάπερ βασιλεὺς Ἀγρίππας καί τινες αὐτοῦ τῶν
Vit
.

363

συγγενῶν. ὁ μὲν γὰρ αὐτοκράτωρ Τίτος ἐκ μόνων αὐτῶν ἐβουλήθη
τὴν γνῶσιν τοῖς ἀνθρώποις παραδοῦναι τῶν πράξεων, ὥστε χαράξας379
Vit
.

364

τῇ ἑαυτοῦ χειρὶ τὰ βιβλία δημοσιῶσαι προσέταξεν, ὁ δὲ βασιλεὺς Ἀγρίππας ἑξηκονταδύο γέγραφεν ἐπιστολὰς τῇ τῆς ἀληθείας παρα‐ δόσει μαρτυρῶν. ὧν δὴ καὶ δύο ὑπέταξα καὶ βουληθέντι σοι τὰ
Vit
.

365

γεγραμμένα γνῶναι πάρεστιν ἐξ αὐτῶν· „βασιλεὺς Ἀγρίππας Ἰω‐ σήπῳ τῷ φιλτάτῳ χαίρειν. ἥδιστα διῆλθον τὴν βύβλον, καί μοι πολὺ ἐπιμελέστερον ἔδοξας τῶν ταῦτα συγγραψάντων ἠκριβωκέναι.
Vit
.

366

πέμπε δέ μοι καὶ τὰς λοιπάς. ἔρρωσο. βασιλεὺς Ἀγρίππας Ἰω‐ σήπῳ τῷ φιλτάτῳ χαίρειν. ἐξ ὧν ἔγραψας οὐδεμιᾶς ἔοικας χρῄ‐ ζειν διδασκαλίας ὑπὲρ τοῦ μαθεῖν ἡμᾶς ὅλους ἀρχῆθεν. ὅταν μέν‐ τοι συντύχῃς μοι, καὶ αὐτός σε πολλὰ κατηχήσω τῶν ἀγνοουμένων.“
Vit
.

367

* ἐμοὶ δὲ ἀπαρτισθείσης τῆς ἱστορίας ἀληθείᾳ οὐ κολακεύων, οὐδὲ γὰρ ἐπέβαλλεν αὐτῷ, οὐδὲ εἰρωνευόμενος, ὡς σὺ φήσεις, πόρρω γὰρ ἦν ἐκεῖνος τοιαύτης κακοηθείας, ἀλλὰ τὴν ἀλήθειαν ἐμαρτύρει, καθάπερ πάντες οἱ ταῖς ἱστορίαις ἐντυγχάνοντες. ἀλλὰ τὰ μὲν
5πρὸς Ἰοῦστον ἀναγκαίαν λαβόντα τὴν παρέκβασιν μέχρι τούτων ἡμῖν λελέχθω.
Vit
.

368

Διοικήσας δ’ ἐγὼ τὰ κατὰ τὴν Τιβεριάδα καὶ καθίσας τῶν φίλων συνέδριον ἐβουλευόμην περὶ τῶν πρὸς Ἰωάννην πρα‐ χθησομένων. ἐδόκει μὲν οὖν πᾶσι τοῖς Γαλιλαίοις ὁπλίσαντα πάντας ἀπελθεῖν ἐπὶ τὸν Ἰωάννην καὶ λαβεῖν παρ’ αὐτοῦ δίκας
Vit
.

369

ὡς πάσης τῆς στάσεως αἰτίου γεγονότος. οὐκ ἠρεσκόμην δ’ ἐγὼ ταῖς γνώμαις αὐτῶν προαίρεσιν ἔχων τὰς ταραχὰς χωρὶς φόνου καταστέλλειν. ὅθεν δὴ παρῄνεσα πᾶσαν εἰσενέγκασθαι πρόνοιαν
Vit
.

370

ὑπὲρ τοῦ γνῶναι τὰ ὀνόματα τῶν ὑπὸ τὸν Ἰωάννην ὄντων. ποιη‐ σάντων δ’ ἐκείνων γνοὺς ἐγὼ τοὺς ἀνθρώπους οἵτινες ἦσαν ἐξέ‐
θηκα πρόγραμμα, διὰ τούτου πίστιν καὶ δεξιὰν προτείνων τοῖς μετὰ Ἰωάννου θελήσασιν λαβεῖν μετάνοιαν, καὶ ἡμερῶν εἴκοσι380
5χρόνον προέτεινα τοῖς βουλεύσασθαι θέλουσιν περὶ τῶν ἑαυτοῖς συμφερόντων. ἠπείλουν δέ, εἰ μὴ ῥίψουσιν τὰ ὅπλα, καταπρήσειν
Vit
.

371

αὐτῶν τὰς οἰκήσεις καὶ δημοσιώσειν τὰς οὐσίας. ταῦτα δὲ ἀκού‐ σαντες οἱ ἄνθρωποι καὶ ταραχθέντες οὔ τι μετρίως καταλείπουσιν μὲν τὸν Ἰωάννην, τὰ δ’ ὅπλα ῥίψαντες ἧκον πρός με τετρακισχίλιοι
Vit
.

372

τὸν ἀριθμὸν ὄντες. μόνοι δὲ τῷ Ἰωάννῃ παρέμειναν οἱ πολῖται καὶ ξένοι τινὲς ἐκ τῆς Τυρίων μητροπόλεως ὡς χίλιοι καὶ πεντα‐ κόσιοι. Ἰωάννης μὲν οὖν οὕτω καταστρατηγηθεὶς ὑπ’ ἐμοῦ τὸ λοι‐ πὸν ἐν τῇ πατρίδι περίφοβος ἔμεινεν.
Vit
.

373

Κατὰ τοῦτον δὲ τὸν καιρὸν Σεπφωρῖται θαρρήσαντες ἀναλαμβάνουσιν ὅπλα πεποιθότες τῇ τε τῶν τειχῶν ὀχυρότητι καὶ τῷ πρὸς ἑτέροις ὄντα με ὁρᾶν. πέμπουσι δὴ πρὸς Κέστιον Γάλλον, Συρίας δ’ ἦν οὗτος ἡγεμών, παρακαλοῦντες ἢ αὐτὸν ἥκειν θᾶττον
5παραληψόμενον αὐτῶν τὴν πόλιν ἢ πέμψαι τοὺς φρουρήσοντας.
Vit
.

374

ὁ δὲ Γάλλος ἐλεύσεσθαι μὲν ὑπέσχετο, πότε δὲ οὐ διεσάφησεν. κἀγὼ ταῦτα πυθόμενος, ἀναλαβὼν τοὺς σὺν ἐμοὶ στρατιώτας καὶ ὁρμήσας ἐπὶ τοὺς Σεπφωρίτας εἷλον αὐτῶν κατὰ κράτος τὴν πόλιν.
Vit
.

375

λαβόμενοι δ’ ἀφορμῆς οἱ Γαλιλαῖοι καὶ παρεῖναι τοῦ μίσους τὸν καιρὸν οὐ βουληθέντες, εἶχον γὰρ ἀπεχθῶς καὶ πρὸς ταύτην τὴν πόλιν, ὥρμησαν ὡς ἄρδην ἀφανίσοντες πάντας σὺν τοῖς ἐποίκοις.
Vit
.

376

εἰσδραμόντες οὖν ἐνεπίμπρασαν αὐτῶν τὰς οἰκίας ἐρήμους κατα‐ λαμβάνοντες· οἱ γὰρ ἄνθρωποι δείσαντες εἰς τὴν ἀκρόπολιν συνέ‐ φυγον· διήρπαζον δὲ πάντα καὶ τρόπον οὐδένα πορθήσεως κατὰ
Vit
.

377

τῶν ὁμοφύλων παρελίμπανον. ταῦτ’ ἐγὼ θεασάμενος σφόδρα διε‐ τέθην ἀνιαρῶς καὶ παύεσθαι προσέταττον αὐτοῖς, ὑπομιμνήσκων
Vit
.

378

ὅτι τοιαῦτα δρᾶν ὁμοφύλους οὐκ ἔστιν ὅσιον. ἐπεὶ δ’ οὔτε παρα‐ καλοῦντος οὔτε προστάσσοντος ἤκουον, ἐνίκα δὲ τὸ μῖσος τὰς παρ‐ αινέσεις, τοὺς πιστοτάτους τῶν περὶ ἐμὲ φίλων ἐκέλευσα διαδοῦναι λόγους, ὡς Ῥωμαίων μετὰ μεγάλης δυνάμεως κατὰ τὸ ἕτερον μέρος381
Vit
.

379

τῆς πόλεως εἰσβεβληκότων. ταῦτα δ’ ἐποίουν ὑπὲρ τοῦ τῆς φήμης ἐμπεσούσης ἐπισχεῖν μὲν τῶν Γαλιλαίων τὰς ὁρμάς, διασῶσαι δὲ τὴν τῶν Σεπφωριτῶν πόλιν. καὶ τέλος προυχώρησε τὸ στρατήγημα·
Vit
.

380

τῆς γὰρ ἀγγελίας ἀκούσαντες ἐφοβήθησαν ὑπὲρ αὑτῶν· καὶ κατα‐ λιπόντες τὰς ἁρπαγὰς ἔφευγον, μάλιστα δ’, ἐπεὶ κἀμὲ τὸν στρα‐ τηγὸν ἑώρων ταῦτα ποιοῦντα· πρὸς γὰρ τὸ πιστὸν τῆς φήμης ἐσκηπτόμην ὁμοίως αὐτοῖς διατεθεῖσθαι. Σεπφωρῖται δὲ παρ’
5ἐλπίδα τὴν ἑαυτῶν ὑπὸ τοῦ ἐμοῦ σοφίσματος ἐσώθησαν.
Vit
.

381

Καὶ Τιβεριὰς δὲ παρ’ ὀλίγον ἀνηρπάσθη ὑπὸ Γαλιλαίων τοιαύτης αἰτίας ὑποπεσούσης· τῶν ἐκ τῆς βουλῆς οἱ πρῶτοι γρά‐ φουσι πρὸς τὸν βασιλέα παρακαλοῦντες ἀφικέσθαι πρὸς αὐτοὺς
Vit
.

382

παραληψόμενον τὴν πόλιν. ὑπέσχετο δ’ ὁ βασιλεὺς ἔρχεσθαι, καὶ τὰς ἐπιστολὰς ἀντιγράφει καὶ τῶν περὶ τὸν κοιτῶνα τινί, Κρίσπῳ μὲν τοὔνομα, τὸ δὲ γένος Ἰουδαίῳ, δίδωσι πρὸς τοὺς Τιβεριεῖς
Vit
.

383

φέρειν. τοῦτον κομίσαντα τὰ γράμματα γνωρίσαντες οἱ Γαλιλαῖοι καὶ συλλαβόντες ἄγουσιν ἐπ’ ἐμέ. τὸ δὲ πᾶν πλῆθος, ὡς ἤκουσεν,
Vit
.

384

παροξυνθὲν ἐφ’ ὅπλα τρέπεται. συναχθέντες δὲ πολλοὶ πολλα‐ χόθεν κατὰ τὴν ἐπιοῦσαν ἧκον εἰς Ἄσωχιν πόλιν, ἔνθα δὴ τὴν κατάλυσιν ἐποιούμην, καταβοήσεις τε σφόδρα ἐποιοῦντο, προδότιν ἀποκαλοῦντες τὴν Τιβεριάδα καὶ βασιλέως φίλην, ἐπιτρέπειν τε
5ἠξίουν αὐτοῖς καταβᾶσιν ἄρδην ἀφανίσαι· καὶ γὰρ πρὸς τοὺς Τιβε‐ ριεῖς εἶχον ἀπεχθῶς, ὡς πρὸς τοὺς Σεπφωρίτας.
Vit
.

385

Ἐγὼ δ’ ἀκούσας ἠπόρουν, τίνα τρόπον ἐξαρπάσω τὴν
Τιβεριάδα τῆς Γαλιλαίων ὀργῆς. ἀρνήσασθαι γὰρ οὐκ ἐδυνάμην μὴ γεγραφέναι τοὺς Τιβεριεῖς καλοῦντας τὸν βασιλέα· ἤλεγχον γὰρ382
Vit
.

386

αἱ παρ’ ἐκείνου πρὸς αὐτοὺς ἀντιγραφαὶ τὴν ἀλήθειαν. σύννους οὖν πολλὴν γενόμενος ὥραν, „ὅτι μὲν ἠδικήκασιν, εἶπον, Τιβεριεῖς, οἶδα κἀγώ, τὴν πόλιν δ’ αὐτῶν ὑμᾶς οὐ κωλύσω διαρπάσαι. δεῖ δ’ ὅμως καὶ μετὰ κρίσεως τὰ τηλικαῦτα πράττειν· οὐ γὰρ μόνοι
5Τιβεριεῖς προδόται τῆς ἐλευθερίας ἡμῶν γεγόνασιν, ἀλλὰ πολλοὶ
Vit
.

387

καὶ τῶν ἐν Γαλιλαίᾳ δοκιμωτάτων. προσμείνατε δὴ μέχρι τοὺς αἰτίους ἀκριβῶς ἐκμάθω, καὶ τότε πάντας ὑποχειρίους ἕξετε καὶ
Vit
.

388

ὅσους ἰδίᾳ ἐπάξαι δυνήσεσθε“. ταῦτ’ εἰπὼν ἔπεισα τὸ πλῆθος καὶ παυσάμενοι τῆς ὀργῆς διελύθησαν. τὸν παρὰ βασιλέως δὲ πεμφθέντα δῆσαι κελεύσας, μετ’ οὐ πολλὰς ἡμέρας ἐπί τινα τῶν ἐμαυτοῦ χρειῶν ἐπείγουσαν σκηψάμενος ἐκδημεῖν τῆς βασιλείας,
5καλέσας τὸν Κρῖσπον λάθρα προσέταξα μεθύσαι τὸν στρατιώτην
Vit
.

389

φύλακα καὶ φυγεῖν πρὸς βασιλέα· μὴ γὰρ διωχθήσεσθαι. καὶ ὁ μὲν ταῖς ὑποθήκαις πεισθεὶς διέφυγε· Τιβεριὰς δὲ μέλλουσα δεύ‐ τερον ἀφανίζεσθαι στρατηγίᾳ τῇ ἐμῇ καὶ προνοίᾳ τῇ περὶ αὐτῆς ὀξὺν οὕτως κίνδυνον διέφυγεν.
Vit
.

390

Κατὰ τοῦτον δὲ τὸν καιρὸν Ἰοῦστος ὁ Πιστοῦ παῖς λα‐ θὼν ἐμὲ διαδιδράσκει πρὸς τὸν βασιλέα. τὴν αἰτίαν δὲ δι’ ἣν
Vit
.

391

τοῦτ’ ἔπραξεν ἀφηγήσομαι. λαβόντος ἀρχὴν Ἰουδαίοις τοῦ πρὸς Ῥωμαίους πολέμου Τιβεριεῖς διεγνώκεισαν ὑπακούειν βασιλεῖ καὶ Ῥωμαίων μὴ ἀφίστασθαι. πείθει δ’ αὐτοὺς Ἰοῦστος ἐφ’ ὅπλα χωρῆσαι νεωτέρων αὐτὸς ἐφιέμενος πραγμάτων καὶ δι’ ἐλπίδος
Vit
.

392

ἔχων ἄρξειν Γαλιλαίων τε καὶ τῆς ἑαυτοῦ πατρίδος. οὐ μὴν τῶν προσδοκηθέντων ἐπέτυχεν· Γαλιλαῖοί τε γὰρ ἐχθρῶς ἔχοντες πρὸς τοὺς Τιβεριεῖς διὰ μῆνιν ὧν ὑπ’ αὐτοῦ πρὸ τοῦ πολέμου πεπόν‐
Vit
.

393

θεισαν, οὐκ ἠνείχοντο στρατηγοῦντος αὐτῶν Ἰούστου, κἀγὼ δὲ τὴν προστασίαν τῆς Γαλιλαίας πιστευθεὶς ὑπὸ τοῦ κοινοῦ τῶν Ἱερο‐ σολυμιτῶν, πολλάκις εἰς τοσαύτην ἧκον ὀργήν, ὡς ὀλίγου δεῖν ἀπο‐
κτεῖναι τὸν Ἰοῦστον, φέρειν αὐτοῦ τὴν μοχθηρίαν οὐ δυνάμενος.383
5δείσας οὖν ἐκεῖνος, μὴ καὶ λάβῃ τέλος ἅπαξ ὁ θυμός, ἔπεμψε πρὸς βασιλέα Κρῖσπον ἀσφαλέστερον οἰκήσειν παρ’ ἐκείνῳ νομίζων.
Vit
.

394

Σεπφωρῖται δὲ παραδόξως τὸν πρῶτον κίνδυνον διαφυ‐ γόντες πρὸς Κέστιον Γάλλον ἔπεμψαν ἥκειν παρακαλοῦντες ὡς αὐ‐ τοὺς θᾶττον παραληψόμενον τὴν πόλιν, ἢ πέμπειν δύναμιν τὴν ἀνακόψουσαν τὰς ἐπ’ αὐτοὺς τῶν πολεμίων ἐπιδρομάς· καὶ τέλος
5ἔπεισαν τὸν Γάλλον πέμψαι δύναμιν αὐτοῖς ἱππικήν τε καὶ πεζικήν,
Vit
.

395

ἣν ἐλθοῦσαν νυκτὸς εἰσεδέξαντο. κακουμένης δὲ ὑπὸ τῆς Ῥωμαϊκῆς στρατιᾶς τῆς [πέριξ] χώρας ἀναλαβὼν ἐγὼ τοὺς περὶ ἐμὲ στρατιώ‐ τας ἧκον εἰς Γαρεις κώμην. ἔνθα βαλόμενος χάρακα πόρρω τῆς Σεπφωριτῶν πόλεως ἀπὸ σταδίων εἴκοσι νυκτὸς ἐπ’ αὐτῇ προσ‐
Vit
.

396

έμιξα καὶ τοῖς τείχεσι προσέβαλλον, καὶ διὰ κλιμάκων ἐμβιβάσας συχνοὺς τῶν στρατιωτῶν ἐγκρατὴς τοῦ πλείστου τῆς πόλεως μέρους ἐγενόμην, μετ’ οὐ πολὺ δὲ διὰ τὴν τῶν τόπων ἄγνοιαν ἀναγκα‐ σθέντες ὑπεχωρήσαμεν, ἀνελόντες Ῥωμαίων μὲν ἱππεῖς δύο, πεζοὺς
5δὲ δέκα, ὀλίγους δὲ Σεπφωριτῶν, αὐτοὶ δ’ ἕνα μόνον ἀπεβάλομεν.
Vit
.

397

γενομένης δ’ ὕστερον ἡμῖν κατὰ τὸ πεδίον μάχης πρὸς τοὺς ἱππεῖς μέχρι πολλοῦ καρτερῶς διακινδυνεύσαντες ἡττήθημεν· περιελθόν‐ των γὰρ τῶν Ῥωμαίων οἱ μετ’ ἐμοῦ δείσαντες ἔφυγον εἰς τοὐπίσω. πίπτει δ’ ἐπὶ τῆς παρατάξεως ἐκείνης εἷς τῶν πεπιστευμένων τὴν
5τοῦ σώματός μου φυλακὴν Ἰοῦστος τοὔνομα καὶ παρὰ βασιλεῖ
Vit
.

398

ποτε τὴν αὐτὴν τάξιν ἐσχηκώς. κατὰ τοῦτον δὲ τὸν καιρὸν ἡ παρὰ βασιλέως δύναμις ἧκεν ἱππική τε καὶ πεζικὴ καὶ Σύλλας ἐπ’ αὐτῆς
ἡγεμὼν ὁ ἐπὶ τῶν σωματοφυλάκων. οὗτος οὖν βαλόμενος στρα‐ τόπεδον Ἰουλιάδος ἀπέχον σταδίους πέντε φρουρὰν ἐφίστησιν ταῖς384
5ὁδοῖς, τῇ τε εἰς Σελεύκειαν ἀγούσῃ καὶ τῇ εἰς Γάμαλα τὸ φρού‐ ριον, ὑπὲρ τοῦ τὰς παρὰ τῶν Γαλιλαίων ὠφελείας τοῖς ἐνοίκοις ἀποκλείειν.
Vit
.

399

Ταῦτα δ’ ὡς ἐπυθόμην ἐγὼ πέμπω δισχιλίους ὁπλίτας καὶ στρατηγὸν αὐτῶν Ἱερεμίαν, οἳ δὴ καὶ χάρακα θέντες ἀπὸ στα‐ δίου τῆς Ἰουλιάδος πλησίον τοῦ Ἰορδάνου ποταμοῦ πλέον ἀκροβο‐ λισμῶν οὐδὲν ἔπραξαν, μέχρι τρισχιλίους στρατιώτας αὐτὸς ἀνα‐
Vit
.

400

λαβὼν ἧκον πρὸς αὐτούς. κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν ἔν τινι φάραγγι καθίσας λόχον οὐκ ἄπωθεν αὐτῶν τοῦ χάρακος προεκα‐ λούμην τοὺς βασιλικοὺς εἰς μάχην, παραινέσας τοῖς μετ’ ἐμοῦ στρα‐ τιώταις στρέψαι τὰ νῶτα, μέχρις ἂν ἐπισπάσωνται τοὺς πολεμίους
Vit
.

401

προελθεῖν· ὅπερ καὶ ἐγένετο. Σύλλας γὰρ εἰκάσας ταῖς ἀληθείαις τοὺς ἡμετέρους φεύγειν προελθὼν ἐπιδιώκειν οἷός τε ἦν, κατὰ νώτου δ’ αὐτὸν λαμβάνουσιν οἱ ἐκ τῆς ἐνέδρας καὶ σφόδρα πάντας
Vit
.

402

ἐθορύβησαν. ἐγὼ δ’ εὐθὺς ὀξείᾳ χρησάμενος ὑποστροφῇ μετὰ τῆς δυνάμεως ὑπήντησα τοῖς βασιλικοῖς καὶ εἰς φυγὴν ἔτρεψα. κἂν κατώρθωτό μοι κατὰ τὴν ἡμέραν ἐκείνην ἡ πρᾶξις μὴ ἐμποδὼν
Vit
.

403

γενομένου δαίμονός τινος· ὁ γὰρ ἵππος, ἐφ’ ᾧ τὴν μάχην ἐποιού‐ μην, εἰς τελματώδη τόπον ἐμπεσὼν συγκατήνεγκέ με ἐπὶ τοὔδαφος. θραύσεως δὲ τῶν ἄρθρων γενομένης ἐπὶ τὸν ταρσὸν τῆς χειρὸς
Vit
.

404

ἐκομίσθην εἰς κώμην Κεφαρνωκὸν λεγομένην. οἱ δὲ ταῦτ’ ἀκού‐ σαντες καὶ δεδοικότες, μή τι χεῖρον ἔπαθον, τῆς μὲν ἐπὶ πλέον διώξεως ἀπέσχοντο, ὑπέστρεφον δὲ περὶ ἐμὲ λίαν ἀγωνιῶντες. μεταπεμψάμενος οὖν ἰατροὺς καὶ θεραπευθεὶς τὴν ἡμέραν ἐκείνην
5αὐτοῦ κατέμεινα πυρέξας, δόξαν τε τοῖς ἰατροῖς τῆς νυκτὸς εἰς Ταριχέας μετεκομίσθην.
Vit
.

405

Σύλλας δὲ καὶ οἱ μετ’ αὐτοῦ πυθόμενοι τὰ κατ’ ἐμὲ πάλιν ἐθάρρησαν, καὶ γνόντες ἀμελεῖσθαι τὰ περὶ τὴν φυλακὴν τοῦ στρα‐ τοπέδου διὰ νυκτὸς ἱππέων λόχον ἱδρύσαντες ἐν τῷ πέραν τοῦ385
Vit
.

406

Ἰορδάνου, γενομένης ἡμέρας εἰς μάχην ἡμᾶς προεκαλέσαντο. τῶν δ’ ὑπακουσάντων καὶ μέχρι τοῦ πεδίου προελθόντων ἐπιφανέντες οἱ ἐκ τῆς ἐνέδρας ἱππεῖς καὶ ταράξαντες αὐτοὺς εἰς φυγὴν ἔτρεψαν ἕξ τε τῶν ἡμετέρων ἀπέκτειναν, οὐ μὴν μέχρι τέλους τὴν νίκην
5ἤγαγον· καταπεπλευκέναι γάρ τινας ὁπλίτας ἀκούσαντες ἀπὸ Ταρι‐ χεῶν εἰς Ἰουλιάδα φοβηθέντες ἀνεχώρησαν.
Vit
.

407

Μετ’ οὐ πολὺν δὲ χρόνον Οὐεσπασιανὸς εἰς Τύρον ἀφι‐ κνεῖται καὶ σὺν αὐτῷ ὁ βασιλεὺς Ἀγρίππας. καὶ οἱ Τύριοι βλα‐ σφημεῖν ἤρξαντο τὸν βασιλέα Τυρίων αὐτὸν καλοῦντες καὶ Ῥωμαίων πολέμιον· τὸν γὰρ στρατοπεδάρχην αὐτοῦ Φίλιππον ἔλεγον προ‐
5δεδωκέναι τὴν βασιλικὴν αὐλὴν καὶ τὰς Ῥωμαίων δυνάμεις τὰς
Vit
.

408

οὔσας ἐν Ἱεροσολύμοις κατὰ τὴν αὐτοῦ πρόσταξιν. Οὐεσπασιανὸς δὲ ἀκούσας Τυρίοις μὲν ἐπέπληξεν ὑβρίζουσιν ἄνδρα καὶ βασιλέα καὶ Ῥωμαίοις φίλον, τῷ δὲ βασιλεῖ παρῄνεσεν πέμψαι Φίλιππον
Vit
.

409

εἰς Ῥώμην ὑφέξοντα λόγον Νέρωνι περὶ τῶν πεπραγμένων. Φίλιπ‐ πος δὲ πεμφθεὶς οὐχ ἧκεν εἰς ὄψιν Νέρωνι· καταλαβὼν γὰρ αὐτὸν ἐν τοῖς ἐσχάτοις ὄντα διὰ τὰς ἐμπεσούσας ταραχὰς καὶ τὸν ἐμ‐
Vit
.

410

φύλιον πόλεμον ὑπέστρεψε πρὸς τὸν βασιλέα. ἐπεὶ δὲ Οὐεσπα‐ σιανὸς εἰς Πτολεμαΐδα παρεγένετο, οἱ πρῶτοι τῶν τῆς Συρίας δέκα πόλεων κατεβόων Ἰούστου τοῦ Τιβεριέως, ὅτι τὰς κώμας αὐτῶν ἐμπρήσειεν. παρέδωκεν οὖν αὐτὸν Οὐεσπασιανὸς τῷ βασιλεῖ κολα‐
5σθησόμενον ὑπὸ τῶν τῆς βασιλείας ὑποτελῶν· ὁ βασιλεὺς δ’ αὐτὸν ἔδησεν ἐπικρυψάμενος τοῦτο Οὐεσπασιανόν, ὡς ἀνωτέρω δεδηλώ‐
Vit
.

411

καμεν. Σεπφωρῖται δ’ ὑπαντήσαντες καὶ ἀσπασάμενοι Οὐεσπα‐ σιανὸν λαμβάνουσι δύναμιν καὶ στρατηγὸν Πλάκιδον, ἀναβάντες δὲ μετὰ τούτων ἑπομένου μου * ἄχρι τῆς εἰς Γαλιλαίαν Οὐεσπασιανοῦ
Vit
.

412

ἀφίξεως. περὶ ἧς τίνα τρόπον ἐγένετο, καὶ πῶς περὶ Γάρις κώμην τὴν πρώτην πρὸς ἐμὲ μάχην ἐποιήσατο, καὶ ὡς ἐκεῖθεν εἰς τὰ Ἰωτάπατα ἀνεχώρησα, καὶ τὰ πεπραγμένα μοι κατὰ τὴν ταύτης πολιορκίαν, καὶ ὃν τρόπον ζῶν ληφθεὶς ἐδέθην καὶ πῶς ἐλύθην,386
5πάντα τε τὰ πεπραγμένα μοι κατὰ τὸν Ἰουδαϊκὸν πόλεμον καὶ τὴν Ἱεροσολύμων πολιορκίαν μετ’ ἀκριβείας ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ
Vit
.

413

πολέμου βίβλοις ἀπήγγελκα. ἀναγκαῖον δ’ ἐστίν, ὡς οἶμαι, καὶ ὅσα μὴ κατὰ τὸν Ἰουδαϊκὸν πόλεμον ἀνέγραψα τῶν ἐν τῷ βίῳ μου πεπραγμένων νῦν προσαναγράψαι.
Vit
.

414

Τῆς γὰρ τῶν Ἰωταπάτων πολιορκίας λαβούσης τέλος γενόμενος παρὰ Ῥωμαίοις μετὰ πάσης ἐπιμελείας ἐφυλασσόμην τὰ πολλὰ διὰ τιμῆς ἄγοντός με Οὐεσπασιανοῦ, καὶ δὴ κελεύσαντος αὐτοῦ ἠγαγόμην τινὰ παρθένον ἐκ τῶν αἰχμαλωτίδων τῶν κατὰ
Vit
.

415

Καισάρειαν ἁλουσῶν ἐγχώριον. οὐ παρέμενεν δ’ αὕτη μοι πολὺν χρόνον, ἀλλὰ λυθέντος καὶ μετὰ Οὐεσπασιανοῦ πορευθέντος εἰς τὴν Ἀλεξάνδρειαν ἀπηλλάγη· γυναῖκα δ’ ἑτέραν ἠγαγόμην κατὰ τὴν
Vit
.

416

Ἀλεξάνδρειαν. κἀκεῖθεν ἐπὶ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν συμ‐ πεμφθεὶς Τίτῳ πολλάκις ἀποθανεῖν ἐκινδύνευσα, τῶν τε Ἰουδαίων διὰ σπουδῆς ἐχόντων ὑποχείριόν με λαβεῖν τιμωρίας ἕνεκα καὶ Ῥωμαίων ὁσάκι νικηθεῖεν πάσχειν τοῦτο κατ’ ἐμὴν προδοσίαν δο‐
5κούντων συνεχεῖς καταβοήσεις ἐπὶ τοῦ αὐτοκράτορος ἐγίγνοντο κολά‐
Vit
.

417

ζειν με ὡς καὶ αὐτῶν προδότην ἀξιούντων. Τίτος δὲ Καῖσαρ τὰς πολέμου τύχας οὐκ ἀγνοῶν σιγῇ τὰς ἐπ’ ἐμὲ τῶν στρατιωτῶν ἐξέ‐ λυεν ὁρμάς. ἤδη δὲ κατὰ κράτος τῆς τῶν Ἱεροσολυμιτῶν πόλεως ἐχομένης Τίτος Καῖσαρ ἔπειθέν με πολλάκις ἐκ τῆς κατασκαφῆς
5τῆς πατρίδος πᾶν ὅ τι θέλοιμι λαβεῖν· συγχωρεῖν γὰρ αὐτὸς ἔφα‐
Vit
.

418

σκεν. ἐγὼ δὲ τῆς πατρίδος πεσούσης μηδὲν ἔχων τιμιώτερον, ὃ τῶν ἐμαυτοῦ συμφορῶν εἰς παραμυθίαν λαβὼν φυλάξαιμι, σωμά‐ των ἐλευθέρων τὴν αἴτησιν ἐποιούμην Τίτον καὶ βιβλίων ἱερῶν
Vit
.

419

* ἔλαβον χαρισαμένου Τίτου. μετ’ οὐ πολὺ δὲ καὶ τὸν ἀδελφὸν μετὰ πεντήκοντα φίλων αἰτησάμενος οὐκ ἀπέτυχον. καὶ εἰς τὸ ἱερὸν δὲ πορευθεὶς Τίτου τὴν ἐξουσίαν δόντος, ἔνθα πολὺ πλῆθος αἰχ‐ μαλώτων ἐγκέκλειστο γυναικῶν τε καὶ τέκνων, ὅσους ἐπέγνων φίλων387
5ἐμῶν καὶ συνήθων ὑπάρχοντας ἐρρυσάμην περὶ ἑκατὸν καὶ ἐνενή‐ κοντα ὄντας τὸν ἀριθμὸν καὶ οὐδὲ λύτρα καταθεμένους ἀπέλυσα
Vit
.

420

συγχωρήσας αὐτοὺς τῇ προτέρᾳ τύχῃ. πεμφθεὶς δ’ ὑπὸ Τίτου Καίσαρος σὺν Κερεαλίῳ καὶ χιλίοις ἱππεῦσιν εἰς κώμην τινὰ Θε‐ κῶαν λεγομένην προκατανοήσων, εἰ τόπος ἐπιτήδειός ἐστιν χάρακα δέξασθαι, ὡς ἐκεῖθεν ὑποστρέφων εἶδον πολλοὺς αἰχμαλώτους ἀνε‐
5σταυρωμένους καὶ τρεῖς ἐγνώρισα συνήθεις μοι γενομένους, ἤλγησά
Vit
.

421

τε τὴν ψυχὴν καὶ μετὰ δακρύων προσελθὼν Τίτῳ εἶπον. ὁ δ’ εὐθὺς ἐκέλευσεν καθαιρεθέντας αὐτοὺς θεραπείας ἐπιμελεστάτης τυχεῖν. καὶ οἱ μὲν δύο τελευτῶσιν θεραπευόμενοι, ὁ δὲ τρίτος ἔζησεν.
Vit
.

422

Ἐπεὶ δὲ κατέπαυσεν τὰς ἐν τῇ Ἰουδαίᾳ ταραχὰς Τίτος, εἰκάσας τοὺς ἀγροὺς οὓς εἶχον ἐν τοῖς Ἱεροσολύμοις ἀνονήτους ἐσο‐ μένους μοι διὰ τὴν μέλλουσαν ἐκεῖ Ῥωμαίων φρουρὰν ἐγκαθέζεσθαι, ἔδωκεν ἑτέραν χώραν ἐν πεδίῳ, μέλλων τε ἀπαίρειν εἰς τὴν Ῥώμην
Vit
.

423

σύμπλουν ἐδέξατο πᾶσαν τιμὴν ἀπονέμων. ἐπεὶ δ’ εἰς τὴν Ῥώμην ἥκομεν, πολλῆς ἔτυχον παρὰ Οὐεσπασιανοῦ προνοίας· καὶ γὰρ καὶ κατάλυσιν ἔδωκεν ἐν τῇ οἰκίᾳ τῇ πρὸ τῆς ἡγεμονίας αὐτῷ γενο‐ μένῃ πολιτείᾳ τε Ῥωμαίων ἐτίμησεν καὶ σύνταξιν χρημάτων ἔδωκεν
5καὶ τιμῶν διετέλει μέχρι τῆς ἐκ τοῦ βίου μεταστάσεως οὐδὲν τῆς πρὸς ἐμὲ χρηστότητος ὑφελών, [ὅ μοι] διὰ τὸν φθόνον ἤνεγκε κίν‐
Vit
.

424

δυνον· Ἰουδαῖος γάρ τις Ἰωνάθης τοὔνομα στάσιν ἐξεγείρας ἐν Κυρήνῃ καὶ δισχιλίους τῶν ἐγχωρίων συναναπείσας, ἐκείνοις μὲν αἴτιος ἀπωλείας ἐγένετο, αὐτὸς δὲ ὑπὸ τοῦ τῆς χώρας ἡγεμονεύ‐ οντος δεθεὶς καὶ ἐπὶ τὸν αὐτοκράτορα πεμφθεὶς ἔφασκεν ἐμὲ αὐτῷ
Vit
.

425

ὅπλα πεπομφέναι καὶ χρήματα. οὐ μὴν Οὐεσπασιανὸν ψευδόμενος ἔλαθεν, ἀλλὰ κατέγνω θάνατον αὐτοῦ, καὶ παραδοθεὶς ἀπέθανεν. πολλάκις δὲ καὶ μετὰ ταῦτα τῶν βασκαινόντων μοι τῆς εὐτυχίας κατηγορίας ἐπί με συνθέντων θεοῦ προνοίᾳ πάσας διέφυγον. ἔλα‐388
5βον δὲ παρὰ Οὐεσπασιανοῦ δωρεὰν γῆν οὐκ ὀλίγην ἐν τῇ Ἰουδαίᾳ.
Vit
.

426

καθ’ ὃν δὴ καιρὸν καὶ τὴν γυναῖκα μὴ ἀρεσκόμενος αὐτῆς τοῖς ἤθεσιν ἀπεπεμψάμην τριῶν παίδων γενομένην μητέρα, ὧν οἱ μὲν δύο ἐτελεύτησαν, εἷς δέ, ὃν Ὑρκανὸν προσηγόρευσα, περίεστιν.
Vit
.

427

μετὰ ταῦτα ἠγαγόμην γυναῖκα κατῳκηκυῖαν μὲν ἐν Κρήτῃ, τὸ δὲ γένος Ἰουδαίαν, γονέων εὐγενεστάτων καὶ τῶν κατὰ τὴν χώραν ἐπι‐ φανεστάτων, ἤθει πολλῶν γυναικῶν διαφέρουσαν, ὡς ὁ μετὰ ταῦτα βίος αὐτῆς ἀπέδειξεν. ἐκ ταύτης δή μοι γίνονται παῖδες δύο, πρεσ‐
5βύτερος μὲν Ἰοῦστος, Σιμωνίδης δὲ μετ’ ἐκεῖνον ὁ καὶ Ἀγρίππας
Vit
.

428

ἐπικληθείς. ταῦτα μέν μοι τὰ κατὰ τὸν οἶκον. διέμεινεν δὲ ὅμοια καὶ τὰ παρὰ τῶν αὐτοκρατόρων· Οὐεσπασιανοῦ γὰρ τελευτήσαντος Τίτος τὴν ἀρχὴν διαδεξάμενος ὁμοίαν τῷ πατρὶ τὴν τιμήν μοι
Vit
.

429

διεφύλαξεν πολλάκις τε κατηγορηθέντος οὐκ ἐπίστευσεν. διαδεξά‐ μενος δὲ Τίτον Δομετιανὸς καὶ προσηύξησεν τὰς εἰς ἐμὲ τιμάς· τούς τε γὰρ κατηγορήσαντάς μου Ἰουδαίους ἐκόλασεν καὶ δοῦλον εὐνοῦχον παιδαγωγὸν τοῦ παιδός μου κατηγορήσαντα κολασθῆναι
5προσέταξεν, ἐμοὶ δὲ τῆς ἐν Ἰουδαίᾳ χώρας ἀτέλειαν ἔδωκεν, ἥπερ ἐστὶ μεγίστη τιμὴ τῷ λαβόντι. καὶ πολλὰ δ’ ἡ τοῦ Καίσαρος γυνὴ
Vit
.

430

Δομετία διετέλεσεν εὐεργετοῦσά με. ταῦτα μὲν τὰ πεπραγμένα μοι διὰ παντὸς τοῦ βίου ἐστίν, κρινέτωσαν δ’ ἐξ αὐτῶν τὸ ἦθος ὅπως ἂν ἐθέλωσιν ἕτεροι. σοὶ δ’ ἀποδεδωκώς, κράτιστε ἀνδρῶν Ἐπαφρόδιτε, τὴν πᾶσαν τῆς ἀρχαιολογίας ἀναγραφὴν ἐπὶ τοῦ πα‐
5ρόντος ἐνταῦθα καταπαύω τὸν λόγον.389