TLG 0521 008 :: EPICHARMUS et PSEUDEPICHARMEA :: Fragmenta EPICHARMUS et PSEUDEPICHARMEA Comic. Fragmenta
Citation: Fragment — (line) | ||
frag | τεῖδ’ ἔνεστι πολλὰ καὶ παντοῖα, τοῖς χρήσαιό κα ποτὶ φίλον, ποτ’ ἐχθρόν, ἐν δίκαι λέγων, ἐν ἁλίαι, ποτὶ πονηρόν, ποτὶ καλόν τε κἀγαθόν, ποτὶ ξένον, ποτὶ δύσηριν, ποτὶ πάροινον, ποτὶ βάναυσον, εἴτε τις | |
5 | ἄλλ’ ἔχει κακόν τι. καὶ τούτοισι κέντρα τεῖδ’ ἔνο, ἐν δὲ καὶ γνῶμαι σοφαὶ τεῖδ(ε), αἷσιν εἰ πείθοιτό τις, δεξιώτερός τέ κ’ εἴη βελτίων τ’ ἐς πάντ’ ἀνήρ. κοὔ τι πολλὰ δεῖ λέγειν, ἀλλ’ ἓμ μόνον, τοῦτ’ ὦν ἔπος | |
---|---|---|
ποττὸ πρᾶγμα ποτιφέροντα τῶνδ’ ἀεὶ τὸ συμφέρον. | ||
10 | αἰτίαν γὰρ ἦχον, ὡς ἄλλως μὲν εἴην δεξιός, μακρολόγος δ’ οὔ κα δυναίμαν ἐμ βραχεῖ γνώμας λέγειν. ταῦτα δὴ ’γὼν εἰσακούσας συντίθημι τὰν τέχναν τάνδ’ ὅπως εἴπηι τι〈σ〉· Ἐπίχαρμος σοφός τις ἐγένετο, 〈πόλλ’ ὃς εἶ〉π’ ἀστεῖα καὶ παντοῖα καθ’ ἓν 〈ἔποσ〉 λέγων, | |
15 | 〈πεῖραν〉 αὐταυτοῦ διδούς, ὡς καὶ β〈ραχέα λέγειν ἔχει〉 κτλ. | |
tit,1-7 | ΕΚ ΤΩΝ ΑΛΚΙΜΟΥ ΠΡΟΣ ΑΜΥΝΤΑΝ ΑΒΓΔ | |
prae1-6 | DIOG. III 9—17. (9) πολλὰ δὲ καὶ παρ’ Ἐπιχάρμου τοῦ κωμωιδιοποιοῦ προσωφέληται τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν Τοῖς πρὸς Ἀμύνταν, ἅ ἐστι τέτταρα, ἔνθα καὶ ἐν τῶι πρώτωι [fr. 7 FHG IV 297] φησὶ ταῦτα· ‘φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπιχάρμου λέγων· σκεπτέον δέ. | |
5 | ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῶι ποιῶι μηδὲ ποσῶι διαμένον, ἀλλ’ ἀεὶ ῥέον καὶ μεταβάλλον· (10) ὡς ἐξ ὧν ἄν τις ἀνέληι τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων—ταῦτα δ’ ἐστὶν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δ’ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν | |
10 | εἶναι. καὶ μὴν ὅ γε Ἐ. περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν· | |
1 | —ἀλλ’ ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα, τάδε δ’ ἀεὶ πάρεσθ’ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί. —ἀλλὰ λέγεται μὰν Χάος πρᾶτον γενέσθαι τῶν θεῶν. —πῶς δέ κα; μὴ ἔχον γ’ ἀπό τινος μηδ’ ἐς ὅ τι πρᾶτον μόλοι. | |
5 | —οὐκ ἄρ’ ἔμολε πρᾶτον οὐθέν; —οὐδὲ μὰ Δία δεύτερον τῶνδέ γ’ ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ’ ἀεὶ τάδ’ ἦς. | |
καί· | ||
2 | —〈αἰ〉 πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις πὸτ ἄρτιον, (11) ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἦ δοκεῖ κά τοί γ’ 〈ἔθ’〉 ωὑτὸς εἶμεν; —οὐκ ἐμίν γά κα. —οὐδὲ μὰν οὐδ’ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν | |
5 | λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ’ ἐόντος ἀποταμεῖν, ἔτι χ’ ὑπάρχοι κῆνο τὸ μέτρον; —οὐ γάρ. —ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθ’, ὁ δέ γα μὰν φθίνει, ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ’ ἐν ταὐτῶι μένει, | |
10 | ἕτερον εἴη κα τόδ’ ἤδη τοῦ παρεξεστακότος, καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες, καὖθις ἄλλοι κοὔποχ’ ωὑτοὶ καττὸν 〈αὐτὸν αὖ〉 λόγον.‘ [Vgl. Plut. d. comm. not. 44 p. 1083 A ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρ‐ χαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπ’ Ἐπιχάρμου. d. sera num. vind. 15 | |
15 | p. 559 A ταῦτά γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφι‐ σταῖς λόγος· ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ | |
κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι. ANON. IN PLAT. Theaet. 71, 26 [nach 22 B 126b] καὶ ἐκωμώιδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτου‐ μένου συμβολὰς καὶ ἀρνουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι, | ||
20 | τὰ δὲ ἀπεληλυθέναι, ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὸν καὶ ἐνεκαλεῖτο, πάλιν κἀκείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἕτερον δὲ τὸν ἐγκαλούμενον]. (12) ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί· ‘φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δ’ αὐτὴν καθ’ αὑτὴν ἐνθυμεῖσθαι, μηδὲν τῶι σώματι χρωμένην. διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ | |
25 | εἶναι, τὰ δὲ νοητά. ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ’ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύ‐ τερον αὐτὸ καθ’ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι. τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ | |
30 | δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ’ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείναις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ. ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές· διὸ καί φησιν [Parm. 132 D] ἐν τῆι φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δ’ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα. (13) ὁ τοίνυν | |
35 | Ἐ. περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει· | |
3 | (14)—ἆρ’ ἔστιν αὔλησίς τι πρᾶγμα; —πάνυ μὲν οὖν. —ἄνθρωπος οὖν αὔλησίς ἐστιν; —οὐθαμῶς. —φέρ(ε) ἴδω, τί δ’ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ; ἄνθρωπος, ἢ οὐ γάρ; —πάνυ μὲν οὖν. —οὐκ οὖν δοκεῖς | |
5 | οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τἀγαθοῦ; τὸ μὲν ἀγαθὸν τὸ πρᾶγμ〈α〉 εἶμεν καθ’ αὕθ’· ὅστις δέ κα | |
εἰδῆι μαθὼν τῆν(ο), ἀγαθὸς ἤδη γίγνεται. ὥσπερ γάρ ἐστ’ αὔλησιν αὐλητὰς μαθών ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, | ||
10 | ἢ πᾶν γ’ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῆις, οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν. (15) Πλάτων ἐν τῆι περὶ τῶν ἰδεῶν ὑπολήψει [Phaedo p. 96 B] φησίν, εἴπερ ἔστι μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. ‘τίνα γὰρ ἂν τρόπον, φησί, | |
15 | διεσώιζετο τὰ ζῶια μὴ τῆς ἰδέας ἐφαπτόμενα, καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα; νῦν δὲ μνημονεύει [vgl. Parm. p. 129] τῆς ὁμοιότητος 〈γενέσεώσ〉 τε καὶ τροφῆς, ὁποία τίς ἐστιν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζώιοις ἔμφυτός ἐστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται‘. πῶς οὖν ὁ Ἐ.; | |
4 | (16) Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ’ ἓν μόνον, ἀλλ’ ὅσσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος, αἰ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα | |
5 | ζῶντ(α), ἀλλ’ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἁ φύσις τόδ’ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο. καὶ πάλιν· | |
5 | θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ’ οὕτω λέγειν | |
καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνί κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοΐ, | ||
5 | ὄνος δ(ὲ) ὄνωι κάλλιστον, ὗς δέ θην ὑί. (17) καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν. ὅτι δ’ οὐδ’ αὐτὸς Ἐ. ἠγνόει τὴν αὑτοῦ σοφίαν, μαθεῖν ἔστι κἀκ τούτων ἐν οἷς τὸν ζηλώσοντα προμαντεύεται· | |
6 | ὡς δ(ὲ) ἐγὼ δοκέω—δοκέω γάρ; σάφα ἴσαμι τοῦθ’, ὅτι τῶν ἐμῶν μνάμα ποκ’ ἐσσεῖται λόγων τούτων ἔτι. καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει, εἷμα δοὺς καὶ πορφυροῦν, λόγοισι ποικίλας καλοῖς, | |
5 | δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ. | |
7 | EUSTRAT. z. Ar. Nic. Γ 7 S. 155, 10 Heylb. ἐν Ἡρακλεῖ τῶι παρὰ Φόλωι· ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω· | |
οἴομαι δ’ οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄταν ἔχων. | ||
tit,8-46 | ΑΞΙΟΠΙΣΤΟΥ ΓΝΩΜΑΙ | |
8 | STOB. IV 31, 30 Μενάνδρου (537 Kock) vgl. B 53. ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας· ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεούς | |
5 | τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνους. | |
9 | [Plut.] cons. ad Apoll. 15 p. 110 A [vgl. B 48] συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ’ ἄνω· τί τῶνδε χαλεπόν; οὐδὲ ἕν. | |
10 | CLEM. Str. IV 45 (II 268, 20 St.) ἅ γα φύσις ἀνδρῶν τί ὦν; ἀσκοὶ πεφυσιαμένοι. | |
11 | SEXT. adv. math. I 273 ἀποθανεῖν 〈μὴ εἴ〉η, τεθνάκειν δ’ οὐκ ἐμίν 〈γα〉 διαφέρει. | |
12 | PLUT. de fort. Al. II 3 p. 336 B [vgl. 21 B 24] | |
νοῦς ὁρῆι καὶ νοῦς ἀκούει· τἆλλα κωφὰ καὶ τυφλά. | ||
13 | POLYB. XVIII 40, 4 νᾶφε καὶ μέμνας’ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν. | |
14 | ARIST. Metaph. M 9. 1086a 16 χαλεπὸν δ’ ἐκ μὴ καλῶς ἐχόντων λέγειν καλῶς κατ’ Ἐπίχαρμον· ἀρτίως τε γὰρ λέλεκται καὶ εὐθέως φαίνεται οὐ καλῶς ἔχον. | |
15 | —Metaph. Γ 5. 1010a 5. S. 21 Α 15 (I115, 23) | |
16 | ATHEN. VII 308 c τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω. | |
17 | STOB. III 37, 18 H. ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός. | |
18 | Anecd. Boiss. I 125 ἐφόδιον θνατοῖς μέγιστόν ἐστιν εὐσεβὴς βίος. | |
19 | ARIST. Rhet. II 21, 1394b 13 ἀνδρὶ δ’ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γ’ ἐμὶν δοκεῖ. | |
20 | — —II 21, 1394b 25 θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν. | |
20a | — —III 9, 1410b 3 | |
τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών. | ||
21 | CIC. ad Qu. fr. III 1, 23 γνῶθι πῶς ἄλλωι κέχρηται ... | |
22 | CLEM. Str. IV 170 (II 322, 22 St.) εὐσεβὴς νόωι πεφυκὼς οὐ πάθοις κ’ οὐδὲν κακόν κατθανών· ἄνω τὸ πνεῦμα διαμενεῖ κατ’ οὐρανόν. | |
23 | — —V 101 (II 393, 10 St.) ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν σε δεῖ· αὐτός ἐσθ’ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ’ οὐδὲν θεός. | |
24 | — —VI 12 (II 432, 11 St.) ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον, οὕτως διανοοῦ. | |
25 | — —VI 21 (II 439, 22 St.). ἐγγύα 〈δ’〉 ἄτας 〈γα〉 θυγάτηρ, ἐγγύας δὲ ζαμία. | |
26 | — —VII 27 (III 20, 11 St.) καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἶ. | |
27 | CORNUT. Theol. 14 αἴ τί κα ζατῆις σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον. καί· | |
28(2) | πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται. | |
29 | GELL. I 15, 15 οὐ λέγειν τύ γ’ ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος. | |
30 | [Plat.] Axioch. p. 366 C ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει· δός τι καὶ λάβοις τί κα. | |
31 | PLUT. Popl. 15 (πρὸς τὸν ἄσωτον) οὐ φιλάνθρωπος τύ γ’ ἔσς’, ἔχεις νόσον· χαίρεις διδούς. | |
32 | —de aud. poet. 4 p. 21 E ποτὶ [τὸν] πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία. | |
33 | STOB. Flor. (III) 29, 54 H. ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται, φίλοι. | |
34 | —38, 21 H. τίς δέ κα λώιη γενέσθαι μὴ φθονούμενος, φίλοι; δῆλον ὡς ἀνὴρ παρ’ οὐδέν ἐσθ’ ὁ μὴ φθονούμενος· τυφλὸν ἠλέης’ ἰδών τις, ἐφθόνησε δ’ οὐδὲ εἷς. | |
35 | —(IV) 23, 37 H. σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν [ἄνδρα]. | |
36 | XENOPH. Mem. II 1, 20 μαρτυρεῖ δὲ καὶ Ἐ. ἐν τῶιδε· τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθ’ οἱ θεοί. καὶ ἐν ἄλλωι δὲ τόπωι φησίν· | |
37(2) | ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ’ ἔχηις. | |
38 | STOB. Ecl. II 15, 7 πρὸς 〈δὲ〉 τὸς πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων, καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως 〈οὐδὲν φρονῶν〉. | |
39 | — —18 τῶι λόγωι μὲν εὖ διέρχηι πάντα, τῶι δ’ ἔργωι κακῶς. | |
40 | — —31, 25 φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ 〈μανθάνειν〉. | |
41 | —Flor. (III) 1, 10 H. οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν. | |
42 | — —20, 8 H. μὴ (ἐ)πὶ μικροῖς αὐτὸς αὐτὸν ὀξύθυμον δείκνυε. | |
43 | — —20, 9 H. ἐπιπολάζειν οὔ τι χρὴ τὸν θυμόν, ἀλλὰ τὸν νόον. | |
44 | — —20, 10 H. οὐδὲ εἷς οὐδὲν μετ’ ὀργῆς κατὰ τρόπον βουλεύεται. | |
44a | OSTRAKON 12319 [Wilamowitz Berl. Sitz. Ber. 1918, 742, 1. 2 vgl. oben I 154, 12]. Τ̣ΑΛ̣Ε̣ΑΣ̣ γάρ ἐσθ’ ὁ φρόνιμος· ὡς δὲ τοῦθ’ οὕτως ἔχει· | |
χῶρος οἰκία τυραννὶς πλοῦτος ἰσχὺς καλλονά | ||
5 | ἄφρονος ἀνθρώπου τυχόντα καταγέλαστα γίνεται. ἁδοναὶ δ’ εἰσὶν βροτοῖσιν ἀνόσιοι λαστήριοι· καταπεπόντισται γὰρ εὐθὺς ἁδοναῖς ἀνὴρ ἁλούς. | |
45 | ANTHOL. MAHAFF. [Flinders Petrie Pap. I t. 3] Ἐπιχάρμου 〈ἥκιστά γ’ ὅσ〉τις δυστυχῶν βίον τ’ ἔχων 〈μηδὲν καλόν〉 τε κἀγαθὸν ψυχᾶι διδῶι, | |
5 | 〈ἐγὼν μὲν αὐτὸ〉ν οὔτι φασῶ μακάριον, 〈φύλακα δὲ μ〉ᾶλλον χρημάτων ἄλλωι τε̣〈λεῖν. Ἐυριπίδου [fr. 198 N.] εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος μηδὲν δόμοισι τῶν καλῶν θηράσεται, | |
10 | ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον χρημάτων ἄλλων λέγω. | |
46 | PHILO Qu. in Gen. IV 203 p. 406 Auch. porro optime dixit Epicharmus ‘quicunque, ait, minus delinquit, optimus est vir: nemo est enim innocens, nemo reprehensionis expers.‘ et Euri‐ pides [fr. 954 N.] ‘quicunque incontinentes sunt et redundat in eis malum | |
5 | inimicitiae et iniustitiae, mali sunt; in quibus autem opposita praevalent, virtute praediti; in aliis vero ita, quasi aequalis sit commixtio; ita ut nulli | |
sint qui omnia mala habeant sine ullo bono.‘ | ||
tit,47-54 | EPICHARMUS ENNI | |
47 | CIC. Ac. II 16, 51 at cum somniavit, ita narravit ‘visus Homerus adesse poeta‘ [Ann. 7]; idemque in Epicharmo nam videbar somniare med ego esse mortuum. | |
48 | PRISC. I 341 H. (mentis = mens) [vgl. B 9] –⏒–⏒terra corpus est, at mentis ignis est. | |
49 | VARRO d. re r. I 4, 1 eius [agriculturae] principia sunt eadem, quae mundi esse Ennius scribit, aqua terra anima et sol. | |
50 | —d. ling. l. v 59 itaque Epicharmus dicit de mente humana. ait: istic est de sole sumptus ignis. | |
50a | idem solem: isque totus mentis est, ut humores frigidae sunt humi, ut supra ostendi. 60. quibus iunctis caelum et terra omnia exgenuerunt, quod per hos natura | |
51 | frigori miscet calorem atque humori aritudinem. | |
52 | VARRO 1. 1. 64 dicitur Ops mater quod terra mater. haec enim terris gentis omnis peperit et resumit penuo quae ...... dat cibaria, | |
ut ait Ennius. quae | ||
52a | quod gerit fruges, Ceres. antiquis enim, quod nunc G, C. 65 item hi dei Caelum et Terra Iupiter et Iuno, quod ut ait Ennius | |
53 | istic est is Iupiter quem dico, quem Graeci vocant aerem; qui ventus est et nubes, imber postea, atque ex imbre frigus, ventus post fit, aer denuo. haece propter Iupiter sunt ista quae dico tibi, | |
5 | quia mortalis 〈is〉 atque urbes beluasque omnis iuvat. | |
54 | —68 hinc Epicharmus Enni Proserpinam quoque [sc. lunam] appellat quod solet esse sub terris; dicta Proserpina, quod serpens modo in dexteram modo in sinisteram partem late movetur. | |
55(tit) | ΑΞΙΟΠΙΣΤΟΥ ΚΑΝΩΝ | |
1 | TERTULL. de anima 46 (377, 8 Wiss.) ceterum E. etiam summum apicem inter divinationes somniis extulit cum Philochoro Athe‐ niensi. 47 porro quia non est ex arbitrio somniare (nam et E. ita sentit), | |
quomodo ipsa erit sibi causa alicuius visionis? | ||
tit,56-57 | ΧΡΥΣΟΓΟΝΟΥ ΠΟΛΙΤΕΙΑ | |
56 | CLEM. Str. V 119 (II 405, 13 St.) ὅ τε κωμικὸς Ἐ. σαφῶς περὶ τοῦ λόγου ἐν τῆι Πολιτείαι λέγει ὧδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ· ζῶμεν [δὲ] ἀριθμῶι καὶ λογισμῶι· ταῦτα γὰρ σώιζει βροτούς. | |
57 | εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σώιζει τ’ ἀεί. ἔστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος· ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου, | |
5 | 〈καὶ〉 φέρει 〈πόρους ἑκάστωι〉 περὶ βίου καὶ τᾶς τροφᾶς. ὁ δέ γε ταῖς τέχναις ἁπάσαις συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον. | |
οὐ γὰρ ἄνθρωπος τέχναν τιν’ εὗρεν, ὁ δὲ θεὸς τοπάν. | ||
tit,58-62 | ΧΙΡΩΝ | |
58 | ATHEN. XIV 648 D [vgl. I 193, 1]. καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο. | |
58a | ANECD. Bekk. Antiattic. 98, 32 ἡμιλίτριον· Ἐ. Χίρωνι. | |
59 | CENSORIN. VII 6 (D. 195) contra eum ferme omnes Epicharmum secuti octava mense nasci negaverunt. | |
60 | COLUMELL. VII 3, 6 E. autem Syracusanus, qui pecudum medicinas diligentissime conscripsit, affirmat pugnacem arietem mitigari terebra secundum auriculas foratis cornibus, qua curvantur in flexu. | |
61 | PLIN. N. H. XX 89 E. testium et genitalium malis hanc [sc. brassicam] utilissime inponi etc. | |
62 | — —94 E. satis esse eam [sc. brassicam silvestrem] contra canis rabiosi morsum imponi, melius si cum lasere et aceto acri, necari quoque canes ea si detur ex carne. | |
63(tit) | ΟΨΟΠΟΙΙΑ | |
1 | ANECD. Bekk. Antiattic. 99, 1 ἡμίνα· ἐν τῆι ἀναφερομένηι εἰς | |
Ἐπίχαρμον Ὀψοποιίαι [= B 58? vgl. B 58a]. | ||
64(tit) | ΕΠΙΓΡΑΜΜΑ | |
1 | [296]. Schol. BT zu Χ 414 ἔστι δὲ καὶ ἐπίγραμμα ὃ εἰς Ἐπίχαρμον ἀναφέρεται· εἰμὶ νεκρός· νεκρὸς δὲ κόπρος, γῆ δ’ ἡ κόπρος ἐστίν· εἰ δ’ ἡ γῆ θεός ἐστ’, οὐ νεκρός, ἀλλὰ θεός. | |
65(tit) | ΠΡΟΣ ΑΝΤΗΝΟΡΑ | |
1 | PLUT. Num. 8 Πυθαγόραν τῆι πολιτείαι Ῥωμαῖοι προσέγραψαν, ὡς ἱστόρηκεν Ἐπίχαρμος ὁ κωμικὸς ἔν τινι λόγωι πρὸς Ἀντήνορα γεγραμμένωι, | |
παλαιὸς ἀνὴρ καὶ τῆς Πυθαγορικῆς διατριβῆς μετεσχηκώς. |