TLG 0521 007 :: EPICHARMUS et PSEUDEPICHARMEA :: Testimonia EPICHARMUS et PSEUDEPICHARMEA Comic. Testimonia test. 1–10 Citation: Fragment — (line) | ||
1 | SUID. Ἐπίχαρμος Τιτύρου ἢ Χιμάρου καὶ Σηκίδος Συρακούσιος ἢ ἐκ πό‐ λεως Κραστοῦ τῶν Σικανῶν. ὃς εὗρε τὴν κωμωιδίαν ἐν Συρακούσαις ἅμα Φόρ‐ | |
μωι. ἐδίδαξε δὲ δράματα νβ, ὡς δὲ Λύκων [s. cap. 57] φησί, λε. τινὲς δὲ αὐτὸν Κῶιον ἀνέγραψαν τῶν μετὰ Κάδμου εἰς Σικελίαν μετοικησάντων, ἄλλοι Σάμιον, | 190 | |
5 | ἄλλοι Μεγάρων τῶν ἐν Σικελίαι. ἦν δὲ πρὸ τῶν Περσικῶν [480] ἔτη ἓξ διδάσκων ἐν Συρακούσαις. | |
---|---|---|
2 | ARIST. Poet. 5. 1449b 5 τὸ δὲ μύθους ποιεῖν [ἀπέδωκεν] Ἐ. καὶ Φόρ‐ μις· τὸ μὲν ἐξ ἀρχῆς ἐκ Σικελίας ἦλθε ... 3. 1448a 31 τῆς μὲν γὰρ κωμωιδίας οἱ Με‐ γαρεῖς οἵ τε ἐνταῦθα ὡς ἐπὶ τῆς παρ’ αὐτοῖς δημοκρατίας γενομένης καὶ οἱ ἐκ Σικε‐ λίας [ἀντιποιοῦνται]· ἐκεῖθεν γὰρ ἦν Ἐπίχαρμος ὁ ποιητής, πολλῶι πρότερος | |
5 | ὢν Χιωνίδου καὶ Μάγνητος. | |
3 | DIOG. VIII 78 Ἐπίχαρμος Ἡλοθαλοῦς Κῶιος. καὶ οὗτος ἤκουσε Πυθαγόρου. τριμηνιαῖος δ’ ὑπάρχων ἀπηνέχθη τῆς Σικελίας εἰς Μέγαρα, ἐντεῦθεν δ’ εἰς Συρα‐ κούσας, ὥς φησι καὶ αὐτὸς ἐν τοῖς συγγράμμασιν. καὶ αὐτῶι ἐπὶ τοῦ ἀνδριάντος ἐπιγέγραπται τόδε· | |
5 | εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων καὶ πόντος ποταμῶν μείζον’ ἔχει δύναμιν, φαμὶ τοσοῦτον ἐγὼ σοφίαι προέχειν Ἐπίχαρμον, ὃν πατρὶς ἐστεφάνως’ ἅδε Συρακοσίων. οὗτος ὑπομνήματα καταλέλοιπεν ἐν οἷς φυσιολογεῖ, γνωμολογεῖ, ἰατρολογεῖ. | |
10 | καὶ παραστιχίδια γε ἐν τοῖς πλείστοις τῶν ὑπομνημάτων πεποίηκεν, οἷς διασαφεῖ ὅτι ἑαυτοῦ ἐστι τὰ συγγράμματα. βιοὺς δ’ ἔτη ἐνενήκοντα κατέστρεψεν. | |
3a | DIOMED. Gr. p. 489 K. (p. 58, 170 Kaib.) sunt qui velint Epichar‐ mum in Co insula exulantem primum hoc carmen frequentasse et sic a Coo comoediam dici. | |
4 | IAMBL. V. P. 226 τῶν δὲ ἔξωθεν ἀκροατῶν γενέσθαι καὶ Ἐπίχαρμον, ἀλλ’ οὐκ ἐκ τοῦ συστήματος τῶν ἀνδρῶν. ἀφικόμενον δὲ εἰς Συρακούσας διὰ τὴν Ἱέ‐ ρωνος τυραννίδα τοῦ μὲν φανερῶς φιλοσοφεῖν ἀποσχέσθαι, εἰς μέτρον δ’ ἐντεῖναι τὰς διανοίας τῶν ἀνδρῶν, μετὰ παιδιᾶς κρύφα ἐκφέροντα τὰ Πυθαγόρου δόγματα. | |
5 | 166 περὶ τῶν φυσικῶν ὅσοι τινὰ μνείαν πεποίηνται, πρῶτον Ἐμπεδοκλέα καὶ Παρ‐ μενίδην τὸν Ἐλεάτην προφερόμενοι τυγχάνουσιν, οἵ τε γνωμολογῆσαί τι τῶν κατὰ τὸν βίον βουλόμενοι τὰς Ἐπιχάρμου διανοίας προφέρονται, καὶ σχεδὸν πάντες αὐτὰς οἱ φιλόσοφοι κατέχουσι. | |
5 | MARM. PAR. ep. 71 ἀφ’ οὗ Ἱέρων Συρακουσσῶν ἐτυράννευσεν ἔτη ΗΗΓΙΙΙ ἄρ‐ χοντος Ἀθήνησι Χάρητος [472/1]. ἦν δὲ καὶ Ἐπίχαρμος ὁ ποιητὴς κατὰ τοῦτον. ANON. de com. II 4 S. 7, 16 Kaibel 〈Ἐ. Συρακόσιοσ〉. οὗτος πρῶτος τὴν κωμωιδίαν διερριμμένην ἀνεκτήσατο πολλὰ προσφιλοτεχνήσας. | |
5 | χρόνοις δὲ γέγονε κατὰ τὴν ογ ὀλυμπιάδα [488—5], τῆι δὲ ποιήσει γνωμικὸς καὶ | |
εὑρετικὸς καὶ φιλότεχνος. σώιζεται δὲ αὐτοῦ δράματα μ, ὧν ἀντιλέγονται δ. | 191 | |
6 | PLATO Theaet. p. 152 DE ἔστι μὲν γὰρ οὐδέποτ’ οὐδέν, ἀεὶ δὲ γίγνεται. καὶ περὶ τούτου πάντες ἐξ ἴσου οἱ σοφοὶ πλὴν Παρμενίδου συμφερέσθων, Πρω‐ ταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιή‐ σεως ἑκατέρας, κωμωιδίας μὲν Ἐπίχαρμος, τραγωιδίας δὲ Ὅμηρος. | |
5 | Ath. IV 164C [II 345 K.] Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγωιδίαι, Χοιρίλος, Ὅμηρος 〈ἔστ’〉 Ἐπίχαρμος, γράμματα παντοδαπά. | |
6a | THEOCR. Ep. 18 Wil. ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμωιδίαν εὑρὼν Ἐπίχαρμος· ὦ Βάκχε χάλκεόν νιν ἀντ’ ἀλαθινοῦ | |
5 | τὶν ὧδ’ ἀνέθηκαν τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίσται πόλει, οἷ’ ἀνδρὶ πολίται σοφῶν ἔοικε (?) ῥημάτων μεμναμένους τελεῖν ἐπίχειρα. | |
10 | πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα· μεγάλα χάρις αὐτῶι. | |
6b | PLIN. N. H. VII 192 Aristoteles [Peplos; fr. 501 Rose] X et VIII [sc. litteras] priscas fuisse ... et duas ab Epicharmo additas QX quama Palamede mavolt. | |
6c | DIOG. I 42 Ἱππόβοτος δ’ ἐν τῆι τῶν φιλοσόφων Ἀναγραφῆι· Ὀρφέα, Λίνον, Σόλωνα, Περίανδρον, Ἀνάχαρσιν, Κλεόβουλον, Μύσωνα, Θαλῆν, Βίαντα, Πιττακόν, Ἐπίχαρμον, Πυθαγόραν. | |
7 | PORPHYR. V. Plot. 24 Ἐπίχαρμον τὸν κωμωιδιο‐ γράφον εἰς δέκα τόμους φέρων συνήγαγεν. SUID. u. Διονύσιος υἱὸς τοῦ Σικελίας τυράννου καὶ αὐτὸς τύραννος καὶ φιλόσοφος. Ἐπιστολὰς καὶ Περὶ τῶν ποιημά‐ των Ἐπιχάρμου. | |
8 | IAMBL. V. P. 241 Μητρόδωρός τε ὁ Θύρσου 〈ἀδελφὸς ἐκ τῆσ〉 τοῦ πατρὸς Ἐπιχάρμου καὶ τῆς ἐκείνου διδασκαλίας τὰ πλείονα πρὸς τὴν ἰατρι‐ κὴν μετενέγκας ἐξηγούμενος τοὺς τοῦ πατρὸς λόγους πρὸς τὸν ἀδελφόν φησι τὸν Ἐπίχαρμον καὶ πρὸ τούτου τὸν Πυθαγόραν τῶν διαλέκτων ἀρίστην λαμβάνειν | |
5 | τὴν Δωρίδα κτλ. | |
9 | COLUMELL. I 1 Siculi quoque non mediocri cura negotium istud [d. h. die Landwirtschaft] prosecuti sunt Hieron et Epicharmus. STAT. Silv. v 3, 150 | |
quantumque pios ditarit agrestes Ascraeus Siculusque senex. | 192 | |
10 | ATHEN. XIV 648 D τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιή‐ ματα πεποιηκότες οἴδασι, κἀν τῶι Χίρωνι ἐπιγραφομένωι οὕτω λέγεται ‘καὶ ... δύο‘ [B 58]. τὰ δὲ Ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυ‐ σόγονός τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόωι Πολιτικῶν νόμων | |
5 | [fr. 80 FHG II 289], τὴν Πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δ’ ἐν τοῖς Περὶ μαντικῆς [fr. 193 I 416] Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλό‐ | |
δωρος [F GrHist. 244 F 226 II 1108]. | 193 |