TLG 0521 002 :: EPICHARMUS et PSEUDEPICHARMEA :: Fragmenta Pseudepicharmea

EPICHARMUS et PSEUDEPICHARMEA Comic.
(Syracusanus: 5 B.C.)

Fragmenta Pseudepicharmea

Source: Kaibel, G. (ed.), Comicorum Graecorum fragmenta, vol. 1.1 [Poetarum Graecorum fragmenta, vol. 6.1] Berlin: Weidmann, 1899: 135–146.

  • frr. 239, 245–247, 249–250, 252–258, 261–290, 296–298
  • Dup. partim 0521 008

Citation: Fragment — (line)

239-254 tit

CARMEN PHYSICVM

239

ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας.135

245

συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ’ ἄνω· τί τῶνδε χαλεπόν; οὐδὲ ἕν.

246

αὕτα φύσις ἀνθρώπων, ἀσκοὶ πεφυσαμένοι.136

247*

ἀποθανεῖν ἢ τεθνάναι οὔ μοι διαφέρει.

249

νοῦς ὁρῆι καὶ νοῦς ἀκούει· τἄλλα κωφὰ καὶ τυφλά.

250

νᾶφε καὶ μέμνας’ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν.137

252

εἰκότως μὲν οὐκ ἔφα τόδ’, ἀλλ’ ἀλαθέως ἔφα.

253

τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.

254

ὡς δ’ ἐγὼ δοκέω—δοκέων γὰρ σάφα ἴσαμι τοῦθ’ ὅτι τῶν ἐμῶν μνάμα ποκ’ ἐσσεῖται λόγων τούτων ἔτι. καὶ λαβών τις αὐτὰ περιλύσας τὸ μέτρον ὃ νῦν ἔχει, εἷμα δοὺς καὶ πορφύραν, λόγοισι ποικίλας καλοῖς,
5δυσπάλαιστος αὐτὸς ἄλλους εὐπαλαίστους ἀποφανεῖ.138

255-260 tit

ΧΡΥΣΟΓΟΝΟΥ ΤΟΥ ΑΥΛΗΤΟΥ ΠΟΛΙΤΕΙΑ

255

ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ· ζῶμεν ἀριθμῶι καὶ λογισμῶι· ταῦτα γὰρ σώιζει βροτούς.

256

ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σώιζει ...

257

ἔστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος .... ἀνθρώπωι πέφυκε περὶ βίου καταστροφάς. ὁ δέ γε τὰς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αὐτὸς αὐτοὺς ὅτι ποιεῖν δεῖ συμφέρον·
5οὐ γὰρ ἄνθρωπος τέχναν τιν’ εὗρεν, ὁ δὲ θεὸς ταύταν φέρει· ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου.

258*

ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός.139

261-288 tit

ΑΞΙΟΠΙΣΤΟΥ ΤΟΥ ΛΟΚΡΟΥ Η ΣΙΚΥΩΝΙΟΥ ΓΝΩΜΑΙ

261

εὐσεβὴς βίος μέγιστον ἐφόδιον θνατοῖς ἐστι.

262*

ἀνδρὶ δ’ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γ’ ἐμὶν δοκεῖ.

263*

θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.

264

γνῶθι πῶς ἄλλωι κέχρηται.

265

εὐσεβὴς νόωι πεφυκὼς οὐ πάθοις κ’ οὐδὲν κακὸν κατθανών· ἄνω τὸ πνεῦμα διαμένει κατ’ οὐρανόν.

266

οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν τυ δεῖ·
αὐτός ἐσθ’ ἁμῶν ἐπόπτας, ἀδυνατεῖ δ’ οὐδὲν θεός.140

267

ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον, οὕτως διανοοῦ.

268

ἐγγύας ἄτα 〈ἐστὶ〉 θυγάτηρ, ἐγγύα δὲ ζαμίας.

269

καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἶ.

270

αἴ τί κα ζατῆις σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον.

271

πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.

272

οὐ λέγειν τύγ’ ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.141

273

ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει· δός τι καὶ λάβ’ αἴ τι 〈λῆισ〉.

274

οὐ φιλάνθρωπος τύγ’ ἔσς’· ἔχεις νόσον, χαίρεις διδούς.

275*

ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία.

276*

πρὸς στάθμαι πέτρον τίθεσθαι, μή τι πρὸς πέτρωι στάθμαν.

277

πρὸς 〈δὲ〉 τοὺς πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων, καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως 〈οὐδὲν φρονῶν〉.

278*

τῶι λόγωι μὲν εὖ διέρχηι πάντα, τῶι δ’ ἔργωι κακῶς.

279*

φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ 〈μανθάνειν〉.142

280

οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν.

281

μὴ ἐπὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε.

282

ἐπιπολάζειν οὔ τι χρὴ τὸν θυμὸν ἀλλὰ τὸν νόον.

283

οὐδὲ εἷς οὐδὲν μετ’ ὀργᾶς κατὰ τρόπον βουλεύεται.

284

ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται φίλοις.

285

τίς δέ κα λώιη γενέσθαι μὴ φθονούμενος φίλοις; δῆλον ὡς ἀνὴρ παρ’ οὐδέν ἐσθ’ ὁ μὴ φθονούμενος· τυφλὸν ἠλέης’ ἰδών τις, ἐφθόνησε δ’ οὐδὲ εἷς.

286

σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν.

287

τῶν πόνων πωλοῦσιν ἁμῖν πάντα τἀγάθ’ οἱ θεοί.

288

ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ’ ἔχηις.143

289 tit*

ΑΞΙΟΠΙΣΤΟΥ ΚΑΝΩΝ

290-294 tit*

ΧΙΡΩΝ (ΟΨΟΠΟΙΙΑ?)

290

καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.144

tit,ante 295

ΟΨΟΠΟΙΙΑ

295 tit

ΛΟΓΟΣ ΠΡΟΣ ΑΝΤΗΝΟΡΑ

296 tit

ΕΠΙΓΡΑΜΜΑ

296

Εἰμὶ νεκρός· νεκρὸς δὲ κόπρος, γῆ δ’ ἡ κόπρος ἐστίν·
εἰ δὴ γῆ νεκρός ἐστ’, οὐ νεκρὸς ἀλλὰ θεός.145

297

μηδὲν γὰρ εἴ] τις δυστυχῶν βίον τ’ ἔχων μηδὲν καλόν] τε κἀγαθὸν ψυχᾶι διδῶι, ἐγὼ μὲν αὐτὸν οὔ]τι φασῶ μακάριον, φύλακα δὲ μᾶ]λλον χρημάτων καλῶν [κακόν.

298

ὦ θύγατερ, αἰαῖ τύχας· ξυνοικεῖς ὦν νέωι γ’ ἔσσα παλαιτέρα. ὃ μὲν γὰρ ἄλλην λαμβάνει νεανίδα,
ἃ δ’ ἄλλον ἄλληι δῆτα μαστεύει τινά.146