TLG 0521 001 :: EPICHARMUS et PSEUDEPICHARMEA :: Fragmenta Epicharmi EPICHARMUS et PSEUDEPICHARMEA Comic. Fragmenta Epicharmi
Citation: Fragment — (line) | |||
1-3 tit | ΑΓΡΩΣΤΙΝΟΣ | ||
1 | ὡς ταχὺς Κόλαφος περιπατεῖ δῖνος. | ||
4-5 tit | ΑΛΚΥΟΝΕΥΣ | ||
5 | αὐτότερος αὐτῶν. | 91 | |
6-8 tit | ΑΜΥΚΟΣ | ||
6 | Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτερον ἀδελφεόν. | ||
7 | εἴ γε μὲν ὅτι ἐγκεκόμβωται καλῶς. | ||
9-13 tit | ΑΡΠΑΓΑΙ | ||
9 | ὡσπεραὶ πονηραὶ μάντιες, αἵ θ’ ὑπονέμονται γυναῖκας μωρὰς ἂμ πεντόγκιον ἀργύριον, ἄλλαι δὲ λίτραν, ταὶ δ’ ἀν’ ἡμιλίτριον δεχόμεναι, καὶ πάντα γινώσκοντι τῶι ... λόγωι. | ||
10 | ἐγὼ γὰρ τό γα βαλάντιον· λίτρα | ||
καὶ δεκάλιτρος στατήρ, ἑξάντιόν τε πεντόγκιον. | 92 | ||
11 | ἁ δὲ Σικελία πέποσχε. | ||
14-18 tit | *ΑΤΑΛΑΝΤΑΙ | 93 | |
19-20 tit | ΒΑΚΧΑΙ | ||
19 | καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόωι. | ||
21-22 tit | ΒΟΥΣΕΙΡΙΣ | ||
21 | πρᾶτον μὲν αἰκ ἔσθοντ’ ἴδοις νιν, ἀποθάνοις· βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ’, ἀραβεῖ δ’ ἁ γνάθος, ψοφεῖ δ’ ὁ γομφίος, τέτριγε δ’ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα. | ||
23-32 tit | ΓΑ ΚΑΙ ΘΑΛΑΣΣΑ | ||
23 | πόλτον ἕψειν ὄρθριον. | 94 | |
24 | οὐδ’ ἀμαμαξύας φέρει. | ||
25 | ναὶ μὰ τὰν κράμβαν. | ||
29 | ὅκχ’ ὁρῆι βῶκάς 〈τε〉 πολλοὺς καὶ σμαρίδας .. | ||
30 | κἀστακοὶ γαμψώνυχοι. | ||
31 | κουρίδες τε ταὶ φοινίκιαι. | 95 | |
33 tit | ΔΙΟΝΥΣΟΙ | ||
33 | χύτρα δὲ φακέας ἥψετο | ||
34-40 tit | ΕΛΠΙΣ Η ΠΛΟΥΤΟΣ | ||
34 | ἀλλ’ ἄλλος ἔστειχ’ ὧδε τοῦδε κατὰ πόδας, τὸν ῥαιδίως λαψῆι τὺ κὰτ τὸ νῦν γά θην εὔωνον ἀείσιτον· ἀλλ’ ἔμπας ὅδε ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον. | ||
35 | συνδειπνέων τῶι λῶντι, καλέσαι δεῖ μόνον, καὶ τῶι γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν. τηνεὶ δὲ χαρίεις τ’ εἰμὶ καὶ ποιέω πολὺν γέλωτα καὶ τὸν ἱστιῶντ’ ἐπαινέω· | ||
5 | καἴ κα τις ἀντίον 〈τι〉 λῆι τήνωι λέγειν, τήνωι κυδάζομαί τε κἀπ’ ὦν ἠχθόμαν. κἤπειτα πολλὰ καταφαγών, πόλλ’ ἐμπιὼν ἄπειμι· λύχνον δ’ οὐχ ὁ παῖς μοι συμφέρει, ἕρπω δ’ ὀλισθράζων τε καὶ κατὰ σκότος | ||
---|---|---|---|
10 | ἔρημος· αἴ κα δ’ ἐντύχω τοῖς περιπόλοις, τοῦθ’ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς, ὅτι οὐ λῶντι πλεῖον ἀλλὰ μαστιγοῦντί με. ἐπεὶ δέ χ’ εἵκω οἴκαδις καταφθερείς, ἄστρωτος εὕδω· καὶ τὰ μὲν πρᾶτ’ οὐ κοῶ, | ||
15 | ἇς κά μ’ 〈ἔχ〉ων ὥκρατος ἀμφέπηι φρένας .. | 96 | |
37 | ἐκάλεσε γάρ τύ τις ἐπ’ αἶκλον ἀέκων· τὺ δὲ ἑκὼν ὤιχεο τρέχων. | ||
38 | οὔτ’ ὦν Πάλαιρος οὔτε βοιαυτοῦ | ||
39 | τὸν τοῦ γείτονος καλιόν. | 97 | |
tit,ante 41 | ΕΟΡΤΑ ΚΑΙ ΝΑΣΟΙ v. ΝΑΣΟΙ | ||
1 | ΕΠΙΝΙΚΙΟΣ | ||
41-75 tit | ΗΒΑΣ ΓΑΜΟΣ. ΜΟΥΣΑΙ | ||
42 | ἄγει δὲ παντοδαπὰ κογχύλια, λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθύνια, κτένια, βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα, τὰ διελεῖν μέν ἐντι χαλεπά, καταφαγῆμεν δ’ εὐμαρέα, | ||
5 | μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια, τὰ γλυκέα μέν ἐντ’ ἐπέσθειν, ἐμπαγῆμεν δ’ ὀξέα, τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν εστρισώνια· θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες, | ||
10 | ταὶ κακοδόκιμοί τε κηὔωνοι, τὰς ἀνδροφυκτίδας πάντες ἄνθρωποι καλέονθ’, ἁμὲς δὲ λεύκας τοὶ θεοί. | ||
43 | κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δ’ ἅδιστον κρέας. | 98 | |
44 | μύες .. ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες, αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ’, ἐνῆν δὲ σκιαθίδες πίονες χἰππίδια λεῖα ψύχειπαλο κουρίδες. | ||
45 | λαμβάνοντι γὰρ ὄρτυγας στρουθούς τε κορυδαλλάς 〈τε〉 φιλοκονίονας τέτραγάς τε σπερματολόγους κἀγλαὰς συκαλλίδας. | ||
46 | ἦν δ’ ἐρωιδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτραγές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες. | ||
47 | κομαρίδας τε καὶ κύνας κέστρας τε πέρκας τ’ αἰόλας. | ||
48 | χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ’ αἰόλας. | 99 | |
49 | σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες. | ||
50 | σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες. | ||
51 | κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες. | ||
53 | καρκίνοι θ’ ἵκοντ’ ἐχῖνοί θ’, οἳ καθ’ ἁλμυρὰν ἅλα νεῖν μὲν οὐκ ἴσαντι, πεζᾶι δ’ ἐμπορεύονται μόνοι. | ||
54 | αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς εἷκε καλλίστους αδητατήγανος ἁγεμὼν σπάρους καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θέμιτον ἐκβαλεῖν θεοῖς. | ||
55 | αἰ δὲ λῆις, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι .. | ||
56 | ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ ταὶ φίνταται | ||
ταινίαι, λεπταὶ μὲν ἁδεῖαι δὲ κὠλίγου πυρός. | 100 | ||
57 | ἐντὶ δ’ ἀστακοὶ κολύβδαιναί τε χὠς τὰ πόδι’ ἔχει μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τοὔνομα. | ||
58 | καὶ σκιφίας χρόμις θ’, ὃς ἐν τῶι ἦρι κὰτ τὸν Ἀνάνιον ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι. | ||
59 | ἦν δὲ νάρκαι, βατίδες, ἦν δὲ 〈καὶ〉 ζύγαιναι, πρήστιες, κἀμίαι τε καὶ βάτοι ῥῖναί τε τραχυδέρμονες. | ||
60 | ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι, βαμβραδόνες τε καὶ κίχλαι, λαγοὶ δράκοντές τ’ ἄλκιμοι. | ||
61 | πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες | ||
χἀ δυσώδης βολβιτὶς γραῖαί τ’ ἐριθακώδεες. | 101 | ||
62 | καὶ χελιδόνες τε μύρμαι θ’, οἵ τε κολιᾶν μέζονες ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες. | ||
63 | ἀόνες φάγροι τε λάβρακές τε καὶ ταὶ πίονες σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ’ ἐν τῶι θέρει. | ||
64 | ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. | ||
65 | ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. | ||
66 | τρυγόνες τ’ ὀπισθόκεντροι καὶ μάλ’ ἁδροὶ κωβιοί. | ||
67 | μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστρους ὄνους. | 102 | |
68 | χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων. | ||
69* | συαγρίδας μαζούς τε συνόδοντάς τ’ ἐρυθροποικίλους. | ||
70 | λεκίδα κἠμβάφια δύο. | ||
71 | τόν τε πολυτίματον ἔλοφ’, ὁ δ’ αὐτὸς χαλκὸς ὤνιος, ἕνα μόνον· καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο | ||
κατθέμειν αὐτῶι τε οἱ καὶ τᾶι δάμαρτι θωτέρω. | 103 | ||
72 | οὔτε 〈οἱ〉 γόγγρων τι παχέων οὔτε μυραινᾶν ἀπῆς. | ||
76-77 tit* | ΗΡΑΚΛΗΣ Ο ΕΠΙ ΤΟΝ ΖΩΣΤΗΡΑ | ||
76 | 〈ὁ〉 Πυγμαρίων λοχαγὸς ἐκ τῶν κανθάρων τῶν μεζόνων, οὕς φαντι τὰν Αἴτναν ἔχειν. | ||
78 tit | ΗΡΑΚΛΗΣ Ο ΠΑΡΑ ΦΟΛΩΙ | ||
78 | ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω· | ||
οἴομαι δ’ οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄταν ἔχων. | 104 | ||
79-80 tit | ΘΕΑΡΟΙ | ||
79 | κιθάραι, τρίποδες, ἅρματα, τράπεζαι χάλκιαι, χειρόνιβα, λοιβάσια, λέβητες χάλκιοι, κρατῆρες, ὀδελοί· τοῖς γα μὰν ὑπωδέλοις καιλωτε βαλλίζοντες σιοσσον χρῆμα εἴη. | ||
80 | ὀσφύος τε πέρι κἠπιπλόου. | ||
81-83 tit | ΚΥΚΛΩΨ | ||
81 | ναὶ τὸν Ποτιδᾶν, κοιλότερος ὁλμοῦ πολύ. | ||
82 | χορδαί τε ἁδύ, ναὶ μὰ Δία, χὠ κωλεός. | ||
83 | φέρ’ ἐγχέας εἰς τὸ σκύφος. | 105 | |
84-86 tit | ΚΩΜΑΣΤΑΙ Η ΑΦΑΙΣΤΟΣ | ||
84 | σηπίας τ’ ἆγον νεούσας πέρδικάς τε πετομένους. | ||
85 | οὐδὲ ποτθιγεῖν ἐγὼν τεῦς ἀξιῶ. | ||
87-89 tit | ΛΟΓΟΣ ΚΑΙ ΛΟΓΙΝΑ | ||
87 | — ὁ Ζεύς μ’ ἐκάλεσε, Πέλοπί γ’ ἔρανον ἱστιῶν. — ἦ παμπόνηρον ὄψον, ὦ ’τάν, ὁ γέρανος. | ||
— ἀλλ’ οὔτι γέρανον, ἀλλ’ ἔρανόν 〈γά〉 τοι λέγω. | 106 | ||
88 | οἱ τοὺς ἰάμβους καὶ τὸν ἄριστον τρόπον, ὃν πρᾶτος εἰσαγήσαθ’ ὡριστόξενος. | ||
89 | ἀφύας τε κωρίδας τε καμπύλας. | ||
90-92 tit | ΜΕΓΑΡΙΣ | ||
90 | τὰς πλευρὰς οἷόνπερ βατίς, τὰν δ’ ὀπισθίαν ἔχεις, Θεάγενες, οἷόνπερ βάτος, τὰν δὲ κεφαλὰν ὀστέων οἷόνπερ ἔλαφος οὐ βατίς, τὰν δὲ λαπάραν σκορπίος παῖς ἐπιθαλάττιος τεοῦ. | ||
91 | εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν, φιλόλυρος. | ||
93-94 tit | ΜΗΝΕΣ | 107 | |
95-98 tit | ΝΑΣΟΙ | ||
99*-104 tit | ΟΔΥΣΣΕΥΣ ΑΥΤΟΜΟΛΟΣ | ||
99* | τῆλ’ ἀπε]νθὼν τεῖδε θωκησῶ τε καὶ λεξοῦ[μ’ ὅπως πιστά κ’ ε]ἴμειν ταῦτα καὶ τοῖς δεξιωτέροι[ς δοκῆι. ‘τοῖς θεοῖς] ἐμὶν δοκεῖτε πάγχυ καὶ κατὰ τρόπ[ον καὶ ἐοικό]τως ἐπεύξασθ’, αἴ τις ἐνθυμεῖν γ[α λῆι, | ||
5 | ὅσς’ ἐγών]γ’ ὤφειλον ἐνθ[ὼ]ν ὗσπερ ἐκελή[σασθ’ ἐμὲ τῶν παρ’ ὑμέ]ων ἀγαθικῶν κακὰ προτιμάσαι θ’ [ἅμα ἅμα τε κίν]δυνον τελέσσαι καὶ κλέος θεῖον [λαβεῖν, πολεμίω]ν μολὼν ἐς ἄστυ, πάντα δ’ εὖ σαφα[νέως πυθόμε]νος δίοις τ’ Ἀχαιοῖς παιδί τ’ Ἀτρέος φί[λωι | ||
10 | ἂψ ἀπαγγ]εῖλαι τὰ τηνεῖ καὐτὸς ἀσκηθὴς [μολεῖν.‘ | 108 | |
100 | δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα, οὐχ ἑκών· καὶ ταῦτα δή με συμβολατεύειν ἔφα τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ’ ὤμνυέ με τὸν δέλφακα. | ||
101 | ἁ δ’ Ἁσυχία χαρίεσσα γυνά, καὶ Σωφροσύνας πλατίον οἰκεῖ. | ||
102 | ποτιφόριμον τὸ τέμαχος ἦς, | ||
ὑπομελανδρυῶδες .. | 109 | ||
105-106 tit | ΟΔΥΣΣΕΥΣ ΝΑΥΑΓΟΣ | ||
107-108 tit | ΟΔΥΣΣΕΥΣ sive ΑΥΤΟΜΟΛΟΣ sive ΝΑΥΑΓΟΣ | ||
107 | ἀλλὰ καὶ ῥέζει τι χρῶμα. | ||
tit,ante 109 | ΟΡΥΑ sive ΟΡΟΥΑ | 110 | |
109-110 tit | ΠΕΡΙΑΛΛΟΣ | ||
109 | Σεμέλα δὲ χορεύει, καὶ ὑπαυλεῖ σφιν σοφὸς κιθάραι παριαμβίδας· ἃ δὲ γεγάθει πυκινῶν κρεγμῶν ἀκροαζομένα. | ||
110 | ἐκάλεσε γάρ τύ τις ἐπ’ αἶκλον ἀέκων· τὺ δὲ ἑκὼν ὤιχεο τρέχων. | ||
111-112 tit | ΠΕΡΣΑΙ | ||
111 | χρυσὸν καὶ χαλκὸν ὀφείλων. | ||
113 tit | ΠΙΘΩΝ | ||
113 | ἢ θύλακον βόειον ἢ κόιν φέρει | ||
ἢ κωρυκίδα. | 111 | ||
tit,ante 114 | ΠΟΛΙΤΑΙ | ||
114-122 tit* | ΠΥΡΡΑ ΚΑΙ ΠΡΟΜΑΘΕΥΣ sive ΔΕΥΚΑΛΙΩΝ vel ΛΕΥΚΑΡΙΩΝ | ||
114 | τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δή, καὶ λεπὰς ὅσσα. | ||
115* | τοῦ Ποτειδᾶνος δὲ χρηστὸν υἱὸν ἱπποκάμπιον. | ||
116 | πολλοὶ στατῆρες, ἀποδοτῆρες οὐδαμεῖ. | 112 | |
117* | Πύρραν γα μῶται Λευκαρίων. | ||
118 | κύλικα, μαγίδα, λύχνον. | ||
123*-124 tit | ΣΕΙΡΗΝΕΣ | ||
123* | λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων. | 113 | |
124 | — | πρωὶ μέν γ’ ἀτενὲς ἀπ’ ἀοῦς ἀφύας ἀπεπυρίζομες στρογγύλας, καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους, καὶ γλυκύν γ’ ἐπ’ ὦν ἐπίομες οἶνον. — οἰβοιβοῖ τάλας. | |
— | περί γα μὰν αἴκλου τί κά τις καὶ λέγοι. — φοῦ τῶν κακῶν. | ||
5 | — | ὃ καὶ πάρα τρίγλα τε μία παχεῖα κἀμίαι δύο διατετμαμέναι μέσαι, φάσσαι τε τοσσαῦται παρῆν σκορπίοι τε. | |
125-126 tit | ΣΚΙΡΩΝ | ||
125 | — τίς ἐστι μάτηρ; — Σακίς. — ἀλλὰ τίς πατήρ; — Σακίς. — τίς ἀδελφεὸς δέ; — Σακίς. | ||
127-128 tit | ΣΦΙΓΞ | ||
127 | καὶ τὸ τᾶς Χιτωνέας αὐλησάτω τίς μοι μέλος. | 114 | |
128 | ἀλλ’ οὐχ ὁμοῖα 〈τάδε〉 γ’ ἐρινοῖς οὐδαμῶς. | ||
129 tit | ΤΡΙΑΚΑΔΕΣ | ||
130-131 tit | ΤΡΩΕΣ | ||
130 | Ζεὺς ἄναξ, ἀν’ ἄκρα ναίων Γαργάρων ἀγάννιφα. | ||
131 | ἐκ παντὸς ξύλου κλοιός τε κα γένοιτο κἠκ τωὐτοῦ θεός. | ||
132-134 tit | ΦΙΛΟΚΤΗΤΑΣ | ||
132 | οὐκ ἔστι διθύραμβος ὅκχ’ ὕδωρ πίηις. | ||
133 | οὔτ’ ἐν κάδωι δηλοίμην οὔτ’ ἐν ἀμφορεῖ. | 115 | |
134 | ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο. | ||
135 tit | ΧΟΡΕΥΟΝΤΕΣ sive ΧΟΡΕΥΤΑΙ | ||
136-137 tit | ΧΥΤΡΑΙ | ||
136 | ἀλλ’ ὅμως καλαὶ καὶ πῖοι ἄρνες εὑρησοῦντί μοι δέκα νόμους· πωλατιᾶς γάρ ἐντι τᾶς ματρός ... | ||
137 | κᾶρυξ ἰὼν εὐθὺς πρία μοι δέκα νόμων μόσχον καλάν. | ||
138-239 tit | E FABVLIS INCERTIS | 116 | |
139 | θωσούμεθα· ὁ Ζεὺς ἀναρρύει. | ||
140 | ἀγλευκές ἐσθ’ ἄνθρωπος. | 117 | |
146 | ἐκ πονηροῦ θαμένους. | ||
147 | τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών. | ||
148 | ἐκ μὲν θυσίας θοῖνα, ἐκ δὲ θοίνας πόσις ἐγένετο. — χαρίεν, ὥς γ’ ἐμὶν 〈δοκεῖ〉. | ||
— | ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ’ ἐγένεθ’ ὑανία, ἐκ δ’ ὑανίας 〈δίκα .., ἐκ δίκας δὲ κατα〉δίκα, | ||
5 | ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία. | ||
149 | — | τί δὲ τόδ’ ἐστί; — δηλαδὴ τρίπους. — τί μὰν ἔχει πόδας τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ’ 〈ἐστὶν〉 οἶμαι τετράπους. | |
— | ἔστιν ὄνομ’ αὐτῶι τρίπους, τέτοράς γα μὰν ἔχει πόδας. | ||
— | Οἰδίπους τοίνυν ποτ’ ἦν αἴνιγμά τοι νοεῖς. | 118 | |
150 | καπυρὰ τρώγων κάρυ’, ἀμυγδάλας .. | ||
151 | 〈καὶ〉 φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῆι. | ||
152 | ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν. | ||
153 | πραύτερος ἐγών γα μολόχας. | ||
154 | ὑγιώτερόν θήν ἐστι κολοκύντας πολύ. | ||
155 | οἷον αἰ μύκαι ἄρ’ ἐξεσκληκότες πνιξεῖσθέ 〈με〉. | 119 | |
157 | τάς τ’ ἐλαιοφιλοφάγους κιχήλας. | ||
158 | θρίδακος ἀπολελεμμένας τὸν καυλόν. | ||
159 | μακωνίδες, μάραθα, τραχέες τε κάκτοι, τοὶ σὺν ἄλλοις μὲν φαγεῖν ἐντὶ λαχάνοις εἰς τοπιον, αἴ κα τις ἐκτρίψας καλῶς παρατιθῆι νιν, ἁδύς ἐστ’· αὐτὸς δ’ ἐπ’ αὐτοῦ χαιρέτω. | ||
160 | θρίδακας, ἐλάταν, σχῖνον ... ῥαφανίδας, κάκτους ... | ||
161 | ὃ δέ τις ἄγροθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν, ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ’, ἀτράκτυλον, | ||
πτέριν, κάκτον ὀνόπορδον. | 120 | ||
164 | κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες πάντας, ὀπτᾶντες δὲ χἀδύνοντες αὐτοὺς χναύομες. | ||
165 | ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέωντι κάρρονες. | ||
166 | σκῶπας, ἔποπας, γλαῦκας. | ||
168* | οἵαπερ ἁ δέσποινα, τοία χἀ κύων. | ||
169 | ἀγρὸν τὰν πόλιν ποιεῖς. | ||
170 | — | ἀλλ’ ἀεὶ τοὶ θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα, | |
τάδε δ’ ἀεὶ πάρεσθ’ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί. | 121 | ||
— | ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν. | ||
— | πῶς δέ κα; μὴ ἔχον γ’ ἀπό τινος ἐνθὲν ὅ τι πρᾶτον μόλοι. | ||
5 | — | οὐκ ἄρ’ ἔμολε πρᾶτον οὐδέν; — οὐδὲ μὰ Δία δεύτερον, τῶνδε 〈γ’〉 ὧν ἁμὲς νὺν ὧδε λέγω μέλλει τάδ’ εἶν αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις, πὸτ ἄρτιον ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἦ δοκεῖ κά τοί γ’ ἔθ’ ωὑτὸς εἶμεν; — οὐκ ἐμίνγα κα. | |
10 | — | οὐδὲ μὰν οὐδ’ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ’ ἐόντος ἀποταμεῖν, ἔτι χ’ ὑπάρχοι κεῖνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπους· ὃ μὲν γὰρ αὔξεθ’, ὃ δέ γα μὰν φθίνει, ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. | |
15 | ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ’ ἐν ταὐτῶι μένει, ἕτερον εἴη κα τόδ’ ἤδη τοῦ παρεξεστακότος. καὶ τὺ δὴ κἠγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες, | ||
καὖθις ἄλλοι κοὔποχ’ ωὑτοὶ κὰτ τὸν 〈αὐτὸν αὖ〉 λόγον. | 122 | ||
171 | — | ἆρ’ ἔστιν αὔλησίς τι πρᾶγμα; — πάνυ μὲν ὦν. | |
— | ἄνθρωπος ὦν αὔλησίς ἐστίν; — οὐδαμῶς. | ||
— | φέρ’ ἴδω, τί δ’ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ; ἄνθρωπος, ἢ οὐ γάρ; — πάνυ μὲν ὦν. — οὐκῶν δοκεῖς | ||
5 | οὕτως ἔχειν καὶ περί 〈γα〉 τὠγαθοῦ; τό γα ἀγαθὸν τὸ πρᾶγμ’ εἶμεν καθ’ αὕθ’, ὅστις δέ κα εἰδῆι μαθὼν τῆν’, ἀγαθὸς ἤδη γίνεται. ὥσπερ γάρ ἐστ’ αὔλησιν αὐλητὰς μαθὼν ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, | ||
10 | ἢ πᾶν γ’ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῆις, οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν. | ||
172 | Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ’ ἓν μόνον, ἀλλ’ ὅσσαπερ ζῆι, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τῶν ἀλεκτορίδων γένος, αἰ λῆις καταμαθεῖν, ἀτενὲς οὐ τίκτει τέκνα | ||
5 | ζῶντ’, ἀλλ’ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἁ φύσις τόδ’ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο. | ||
173 | θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ’ οὕτως λέγειν καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν | ||
καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνὶ κάλλιστον εἶμεν φαίνεται, καὶ βῶς βοί, | 123 | ||
5 | ὄνος δ’ ὄνωι κάλλιστον, ὗς δέ θην ὑί. | ||
179 | ἅμα τε καὶ λόγων ἀκούσας ἁδύμων .. | ||
180* | καρκίνος .. ἦνθ’ ἐκ βυθοῦ θαλασσίου. | 124 | |
182 | ἀλλὰ χρὴ εἴμειν ἕν τε λῆμα πᾶσι καὶ λῆσιν μίαν. | ||
185 | ἀλλὰ τᾶς κλεινᾶς Συρακοῦς. | 125 | |
188 | βάσσον τὸ χωρίον. | ||
189 | τρὶς ἀπεδόθη ζόος. | 126 | |
207 | μόρων νέον τὸ φυτόν. | 128 | |
216* | ὅκκ’ ἀργύριον ἦι, πάντα θεῖ κἠλαύνεται. | 129 | |
217 | ὅ τοι κακὸς θαρσεῖ μάλ’ αὐτόθεν [ἔπειτα φεύγει]. | ||
218 | γυναικάνδρεσσι ποθεινοί. | ||
219 | αἴ κά τυ βλείης σφενδόναι. | ||
221 | ἔνθα δέος, ἐνταῦθα καἰδώς. | 130 | |
228 | ἱαρὸν ἁ συμβουλία ἐστὶ χρῆμα. | ||
229 | ἐν πέντε κριτῶν γούνασι κεῖται. | ||
232* | μέγα τὸ στόμα τοῦ ἐνιαυτοῦ. | 131 | |
233* | ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος. | ||
235 | γέρρα Νάξια | ||
238* | ἁ Κορινθία, ἔοικας χοιροπωλήσειν. | ||
239 | Σικελὸς ὀμφακίζεται. | 132 |