TLG 0518 002 :: XENARCHUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Boutit | ΒΟΥΤΑΛΙΩΝ. | |
Bou1 | Φθίνει δόμος ἀσυστάτοισι δεσποτῶν κεχρημένος τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν. ἄστυτος οἶκος, κοὔτε βυσαύχην θεᾶς | |
5 | Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις ἑφθὸς βοηθῶν, δυνατός ἐστ’ ἐπαρκέσαι· μάτην δὲ πόντου κυανέαις δίναις τραφείς φλεβὸς τροπωτήρ, πουλύπους, ἁλοὺς βρόχων πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης | |
---|---|---|
10 | πίμπλησι λοπάδος στερροσώματον κύτος. | 614 |
Didtit | ΔΙΔΥΜΟΙ. | |
Did1 | Ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι. ἡ τἀγαθοῦ δαίμονος . . . . . . συνέσεισέ μ’ ἐκποθεῖσα φιάλη παντελῶς, ἡ τοῦ δὲ σωτῆρος Διὸς τάχιστά γε | |
5 | ἀπώλεσε ναύτην καὶ κατεπόντωσεν μ’, ὁρᾷς. | |
Did2 | Πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ’ ἐγὼ δώσω πιεῖν· | |
ἀμυγδαλῆ μὲν παιζέτω παρ’ ἀμυγδαλῆν. | 616 | |
Pentit | ΠΕΝΤΑΘΛΟΣ. | |
Pen1 | Δεινὰ δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι. ὅπου γὰρ οὐσῶν μειράκων μάλ’ εὐπρεπῶν ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ’ ὁρᾶν | |
5 | εἰληθερούσας, στέρν’ ἀπημφιεσμένας, γυμνὰς ἐφεξῆς τ’ ἐπὶ κέρως τεταγμένας· ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται, λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ, νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ, | |
10 | μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ, μηδὲ δι’ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης, μηδ’ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ. αὗται βιάζονται γὰρ εἰσέλκουσί τε, τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι | |
15 | πατρίδια, τοὺς δ’ ἀπφάρια, τοὺς νεωτέρους. καὶ τῶνδ’ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς, μεθ’ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους· ἃς δ’ οὔτ’ ἰδεῖν ἔστ’ οὔθ’ ὁρῶντ’ ἰδεῖν σαφῶς, ἀεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον. | |
20 | [δεδιότα ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα] ἃς πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι, βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων | |
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι; | 617 | |
Pen2-3 | Ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον, ἐλεύθερον πιοῦσαν οἶνον ἀποθανεῖν. | |
Ὅρκον δ’ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω. | 620 | |
Portit | ΠΟΡΦΥΡΑ. | |
Por1 | Οἱ μὲν ποιηταὶ λῆρός εἰσιν· οὐδὲ ἕν καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταὔτ’ ἄνω τε καὶ κάτω. τῶν δ’ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος | |
5 | οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ’ ἔστ’ ἐξουσία ῥαίνειν (ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ), εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην | |
10 | ἐποίης’ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ· ἦσαν δὲ πληγαί, καιρίαν δ’ εἰληφέναι δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις, ὕδωρ ὕδωρ. ὁ δ’ εὐθὺς ἐξάρας πρόχουν | |
15 | τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς κατέχεε, κατὰ τῶν ἰχθύων δ’ ἁπαξάπαν. | |
εἴποις γ’ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι. | 621 | |
Por2 | Εἶθ’ ἁλιεὺς ὢν ἄκρος σοφίαν ἐν παγούροις μὲν θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας, γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ | |
5 | συναρπάσομαι; καλόν γ’ ἂν εἴη. | 622 |
Por3 | Μὰ τὸν Διόνυσον, ὃν σὺ κάπτεις ἴσον ἴσῳ. | |
Pritit | ΠΡΙΑΠΟΣ. | |
Pri1 | Σὺ δὲ μηκέτ’ ἔγχει, παιδάριον, εἰς τἀργυροῦν, εἰς τὸ βαθὺ δὲ πάλιν ἄγωμεν, εἰς τὸν κάνθαραν, | |
παιδάριον, ἔγχει νὴ Δία, νὴ τὸν κάνθαρον. | 623 | |
Skytit | ΣΚΥΘΑΙ. | |
Sky1 | Τουτὶ τὸ κακὸν οὐκ ἔστ’ ἔτι κακόν, τὸ θυγάτριόν τέ μου σεσινάπικε διὰ τῆς ξένης. | |
Sky2 | Ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλυμπίαν. Β. τί λέγεις; καπάνας; Α. ναί· καπάνας Θετταλοὶ | |
πάντες καλοῦσι τὰς ἀπήνας. Β. μανθάνω. | 624 | |
Strtit | ΣΤΡΑΤΙΩΤΗΣ. | |
Str1 | Φιλύρας εἶχε γὰρ ὁ παῖς ἄφυλλον στέφανον ἀμφικείμενον. | |
Hyptit | ΥΠΝΟΣ. | |
Hyp1 | Εἶτ’ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, | |
ὧν ταῖς γυναιξὶν οὐδ’ ὁτιοῦν φωνῆς ἔνι; | 625 |