TLG 0518 001 :: XENARCHUS :: Fragmenta

XENARCHUS Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 467–473.

frr. 1–14

Citation: Fragment — (line)

tit 1

ΒΟΥΤΑΛΙΩΝ

1

φθίνει δόμος ἀσυστάτοισι δεσποτῶν κεχρημένος τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν. ἄστυτος οἶκος, κοὔτε βυσαύχην θεᾶς
5Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις ἑφθὸς βοηθῶν, δυνατός ἐστ’ ἐπαρκέσαι· μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς φλεβὸς τροπωτήρ, πουλύπους, ἁλοὺς βρόχων πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
10πίμπλησι λοπάδος στερροσώματον κύτος.467

tit 2-3

ΔΙΔΥΜΟΙ

2

ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι. ἡ τἀγαθοῦ γὰρ δαίμονος συνέσεισέ με ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς, ἡ τοῦ δὲ σωτῆρος Διὸς τάχιστά γε
5ἀπώλεσε ναύτην καὶ κατεπόντωσέν μ’ ὁρᾷς.

3

πίμπλη σὺ μὲν ἐμοί, σοὶ δ’ ἐγὼ δώσω πιεῖν· ἀμυγδαλῆ μὲν παιζέτω παρ’ ἀμυγδαλῆν.

tit 4-6

ΠΕΝΤΑΘΛΟΣ

4

δεινά, δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι. ὅπου γὰρ οὐσῶν μειράκων μάλ’ εὐπρεπῶν ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ’ ὁρᾶν
5εἱληθερούσας, στέρν’ ἀπημφιεσμένας, γυμνὰς ἐφεξῆς τ’ ἐπὶ κέρως τεταγμένας· ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται, λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ, νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ,468
10μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ, μηδὲ δι’ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης, μηδ’ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ. αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε, τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
15πατρίδια, τοὺς δ’ ἀπφάρια, τοὺς νεωτέρους. καὶ τῶνδ’ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς, μεθ’ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους· ἃς δ’ οὔτ’ ἰδεῖν ἔστ’ οὔθ’ ὁρῶντ’ ἰδεῖν σαφῶς, ἀεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον,
20δεδιότα ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα· ἃς πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι, βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;469

5

ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον, ἐλευθέριον πιοῦσαν οἶνον ἀποθανεῖν.

6

ὅρκον δ’ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.

tit 7-9

ΠΟΡΦΥΡΑ

7

οἱ μὲν ποιηταὶ λῆρός εἰσιν· οὐδὲ ἓν καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει ἕκαστος αὐτῶν ταὔτ’ ἄνω τε καὶ κάτω. τῶν δ’ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος
5οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον. ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ’ ἔστ’ ἐξουσία ῥαίνειν (ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ), εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ
ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην470
10ἐποίης’ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ· ἦσαν δὲ πληγαί, καιρίαν δ’ εἰληφέναι δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις ‘ὕδωρ ὕδωρ‘. ὁ δ’ εὐθὺς ἐξάρας πρόχουν
15τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς κατέχεε, κατὰ τῶν ἰχθύων δ’ ἁπαξάπαν. εἴποις γ’ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.

8

εἶθ’ ἁλιεὺς ὢν ἄκρος σοφίαν ἐπὶ μὲν παγούροις τοῖς θεοῖς ἐχθροῖσι καὶ ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας, γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ
5συναρπάσομαι; καλόν γ’ ἂν εἴη.

9

μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ.471

tit 10

ΠΡΙΑΠΟΣ

10

σὺ δὲ μηκέτ’ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν· εἰς τὸ βαθὺ πάλιν ἄγωμεν. εἰς τὸν κάνθαρον, παιδάριον, ἔγχει. Β. νὴ Δία, νὴ τὸν κάνθαρον.

tit 11-12

ΣΚΥΘΑΙ

11

ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια. Β. τί λέγεις; καπάνας; Α. ναί· καπάνας Θετταλοὶ πάντες καλοῦσι τὰς ἀπήνας. Β. μανθάνω.

12

τουτὶ τὸ κακὸν οὐκ ἔστ’ ἔτι κακόν, τὸ θυγάτριόν τέ μου σεσινάπικεν
διὰ τῆς ξένης.472

tit 13

ΣΤΡΑΤΙΩΤΗΣ

13

φιλύρας εἶχε γὰρ ὁ παῖς ἄφυλλον στέφανον ἀμφικείμενον.

tit 14

ΥΠΝΟΣ

14

εἶτ’ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες,
ὧν ταῖς γυναιξὶν οὐδ’ ὁτιοῦν φωνῆς ἔνι;473