TLG 0515 002 :: TIMOCLES :: Fragmenta

TIMOCLES Comic., fiq Timocles Trag.
(4 B.C.)

Cf. et TIMOCLES Trag. (0333)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 590–600, 602–613.

p. 613, fr. 5: line 2 supplied from vol. 5.1, p. 96

Citation: Play — fragment — (line)

Aig

tit

ΑΙΓΥΠΤΙΟΙ.

Aig

1

Πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων; ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεούς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίν’ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;

Bal

tit

ΒΑΛΑΝΕΙΟΝ.590

Dak

tit

ΔΑΚΤΥΛΙΟΣ.

Dak

1

Γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.

Del

tit

ΔΗΛΟΣ.

Del

1

Α. Δημοσθένης τάλαντα πεντήκοντ’ ἔχει. Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. Α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ. Β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων.
5Α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης. Β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. Α. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν πλουτιεῖ,
ὀψοφάγος ὥστε τοὺς λάρους εἶναι Σύρους.591

Dem

tit

ΔΗΜΟΣΑΤΥΡΟΙ.

Dem

1

Οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται, ἐν ταῖς γυναιξὶ λαμπρὸς οὐκ ἐν ἀνδράσιν.

Dionusi

tit

ΔΙΟΝΥΣΙΑΖΟΥΣΑΙ.

Dionusi

1

Ὦ τᾶν, ἄκουσον ἤν τί σοι μέλλω λέγειν. ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπήρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει. παραψυχὰς οὖν φροντίδων ἀνεύρατο
5ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβών
πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει, μεθ’ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης592
10πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει. ὁ νοσῶν τι μανικὸν Ἀλκμέων’ ἐσκέψατο. ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν.
15χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὁρᾷ. γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος
τὰς αὐτὸς αὑτοῦ συμφορὰς ἧττον στένει.593

Dionuso

tit

ΔΙΟΝΥΣΟΣ.

Dionuso

1

Α. Ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ; Β. οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις. Α. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι. Β. θάργηλον οὗτος ἀγκάλῃ χύτραν φέρει.

Dra

tit

ΔΡΑΚΟΝΤΙΟΝ.

Dra

1

Ἔπειτ’ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ
κακῶς λέγειν; ἥκιστά γ’· οὐδέν ἐστι γὰρ ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος. εἰ δ’ ἔστι τὸ φιλέταιρον ἕν τι τῶν καλῶν,594
5ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους. ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται. πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ, δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.
10χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις. τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν; ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι’ ἡμέρας, τεκμήριόν τι παμμέγεθες οἶμαί γ’ ἐρεῖν,
15ὁ τῶν παρασίτων ὡς τετίμηται βίος· γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται χρηστότητος οὕνεκα, σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί,
πρυτανεῖα ταῦτα πάντα προσαγορεύεται.595

Epis

tit

ΕΠΙΣΤΟΛΑΙ.

Epis

1

Οἴμοι κακοδαίμων, ὡς ἐρῶ. μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη φαγεῖν οὕτω σφόδρ’, οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ’, οὐ Κόρυδος ἀσύμβολος
5κινεῖν ὀδόντας.596

Epis

2

Ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετ’, ἀλλὰ παρέτρεφεν τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς οἴκαδε βαδίζειν ᾤετ’, ὢ ταλάντατος.
5καὶ μὴν ἔτι τοῦτ’ ἔστιν ἄξιον μόνον, τὸν παραμασήτην λαμβάνει δίκρουν ξύλον· οὔτ’ εὔρυθμος γάρ ἐστιν οὔτ’ ἀχρήματος.

Epich

tit

ΕΠΙΧΑΙΡΕΚΑΚΟΣ.

Epich

1

Ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν
ἥδιστον, ἂν δ’ ἀπορῇ τις ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει παρ’ αὑτὸν οἴκαδε.597
5ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέτταρας χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν θύννεια νάρκας καράβους· ᾑμωδία. καὶ ταῦτα πάντα μὲν περιελθὼν ἤρετο ὁπόσου, πυθόμενος δ’ ἀπέτρεχ’ εἰς τὰς μεμβράδας.

Her

tit

ΗΡΩΕΣ.

Her

1

Οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ τὰ προσόντα φράζειν. πάνυ γε δράσω τοῦτό σοι. Β. καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης ὀργιζόμενος. Α. ὁ ποῖος; Β. ὁποῖος; ὁ Βριάρεως,
5ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος, οὐδὲ πώποτε
ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων.598

Her

2

Ὡς δ’ ἦν ἠρμένη βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. Β. περιέργως γε νὴ τὸν οὐρανόν,
5ἐξὸν φράσαι τράπεζα συντόμως.599

Ika

tit

ΙΚΑΡΙΟΙ ΣΑΤΥΡΟΙ.

Ika

1

Ἄνυτος ὁ παχὺς πρὸς Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι· καλεῖ γὰρ αὐτόν, ὥς φασιν, ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη.

Ika

2

Ἡ Πυθιονίκη δ’ ἀσμένως σε δέξεται, καί σου κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις λαβὼν παρ’ ἡμῶν δῶρ’· ἄπληστός ἐστι γάρ, ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας
5αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσίν,
καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις τισίν.600

Ika

3

Τόν τ’ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην πέρα, ὃς ἠπίαις φωναῖσιν ἔμφρονος λόγου κόμποις παφλάζων ἡπίοις πυκνώμασιν πρὸς πᾶν δύσας ἔχει,
5μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.602

Ika

4

Ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν· νυκτερεύσας δ’ ἀθλίως πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος ὁ λέων παντελῶς ἔπηξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο. ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ
5οὐδ’ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς ὡς ὁρᾷ,
[ὡσπερεὶ] Κηφισόδωρος περὶ τὸ βῆμ’ ἐπέρδετο.603

Kau

tit

ΚΑΥΝΙΟΙ.

Kau

1

Ἤδη προσενήνεκται. τί μέλλεις; σπεύδετε, ὦ τᾶν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω κομιδῇ τεθνηκώς, τῶν ἀν’ ὀκτὼ τοὐβολοῦ θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ
5ἐκεῖνος, ἀλλ’ ἐκαρτέρης’, ὦ φίλτατε,
πίνων.604

Ken

tit

ΚΕΝΤΑΥΡΟΣ Η ΔΕΞΑΜΕΝΟΣ.

Ken

1

Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν.605

Kon

tit

ΚΟΝΙΣΑΛΟΣ.

Kon

1

Πατάξω τ’ ἴσον ἴσῳ ποτηρίοις μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι.

Leth

tit

ΛΗΘΗ.

Leth

1

Μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανεν. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα „χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἧψες τοὺς κυάμους.“ καὶ ταῦτά τε
5εἴρητο καὶ παριόντα Φείδιππον πάνυ τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
ἐπόππυσεν, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας.606

Mar

tit

ΜΑΡΑΘΩΝΙΟΙ.

Mar

1

Ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι, βαβαί. ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες, τό τε μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι
5ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν· ἡδύ γε νὴ τὸν Δία τὸν μέγιστον.

Neai

tit

ΝΕΑΙΡΑ.

Neai

1

Ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς Φρύνης ἐρασθείς, ἡνίκ’ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει, πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας
5ἀπεκλειόμην.607

Neai

2

Ἔπειτα διά τε ταῦτ’ ἀναρίστητος ὤν.

Ore

tit

ΟΡΕΣΤΑΥΤΟΚΛΕΙΔΗΣ.

Ore

1

Περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
Χρυσίς, Κοναλλίς, Ἱερόκλεια, Λοπάδιον.608

Pol

tit

ΠΟΛΥΠΡΑΓΜΩΝ.

Pol

1

Εἶθ’ ὁ Καλλιμέδων ἄφνω ὁ Κάραβος προσῆλθεν, ἐμβλέπων δ’ ἐμοί, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα ἐλάλει, συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγώ
5ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δ’ ἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.

Pon

tit

ΠΟΝΤΙΚΟΣ.

Pon

1

Πολλοὺς γὰρ ἐνίοθ’ ἡ πενία βιάζεται ἀνάξι’ αὑτῶν ἔργα παρὰ φύσιν ποιεῖν.

Por

tit

ΠΟΡΦΥΡΑ.609

Pyk

tit

ΠΥΚΤΗΣ.

Pyk

1

Εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τινάς, οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι’, ἑαυτοὺς ἀντὶ κωρύκων δέρειν παρέχοντες ἀθληταῖσιν.

Sap

tit

ΣΑΠΦΩ.

Sap

1

Ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται,
ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος.610

Syn

tit

ΣΥΝΕΡΙΘΟΙ.

Syn

1

Τοῖς μὲν τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός, τοῖς ζῶσι δ’ ἕτερον ἀνοσιώτατον φθόνος.

Phi

tit

ΦΙΛΟΔΙΚΑΣΤΗΣ.

Phi

1

Ἀνοίγετ’ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν βούληθ’ ὁ γυναικονόμος τὸν ἀριθμὸν λαμβάνειν, κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν,
5τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν
τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.611

Pseu

tit

ΨΕΥΔΟΛΗιΣΤΑΙ.

Pseu

1

Καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον.

FIF

tit

FABULARUM INCERTARUM FRAGMENTA.

FIF

1

Ὅστις φοβεῖται τὸν πατέρα κᾀσχύνεται, οὗτος πολίτης ἀγαθὸς ἔσται κατὰ λόγον, καὶ τοὺς πολεμίους δυνάμενος κακῶς ποιεῖν.

FIF

2

Τἀργύριόν ἐστιν αἷμα καὶ ψυχὴ βροτοῖς. ὅστις δὲ μὴ ἔχει τοῦτο μηδ’ ἐκτήσατο,
οὗτος μετὰ ζώντων τεθνηκὼς περιπατεῖ.612

FIF

3

Χῖοι πολὺ ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν.

FIF

4

Μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα.

FIF

5

Σῦκ’ ἔλαιον ἰσχάδας μέλι.
Β. σὺ μὲν εἰρεσιώνην οὐ γεωργίαν λέγεις.613