TLG 0515 001 :: TIMOCLES :: Fragmenta TIMOCLES Comic., fiq Timocles Trag. Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 451–466. frr. 1–16, 18–25, 27–38 + tituli Citation: Fragment — (line) | ||
tit 1 | ΑΙΓΥΠΤΙΟΙ | |
1 | πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων; ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην, τίν’ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν; | |
tit 2 | ΒΑΛΑΝΕΙΟΝ | |
2 | καὶ τὸ γλωττοκομεῖον βαλανεύεται. | |
tit,ante 3 | ΓΕΩΡΓΟΣ | |
tit 3 | ΔΑΚΤΥΛΙΟΣ | |
3 | γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν | |
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται. | 451 | |
tit 4 | ΔΗΛΟΣ | |
4 | Α. Δημοσθένης τάλαντα πεντήκοντ’ ἔχει. Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. Α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ. Β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων. | |
5 | Α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης. Β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. Α. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν πλουτιεῖ ὀψοφάγος ὥστε τοὺς λάρους εἶναι Σύρους. | |
---|---|---|
tit 5 | ΔΗΜΟΣΑΤΥΡΟΙ | |
5 | οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται, | |
ἐν ταῖς γυναιξὶ λαμπρὸς οὐκ ἐν ἀνδράσιν. | 452 | |
tit 6 | ΔΙΟΝΥΣΙΑΖΟΥΣΑΙ | |
6 | ὦ ’τάν, ἄκουσον ἤν τί σοι δοκῶ λέγειν. ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπήρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει. παραψυχὰς οὖν φροντίδων ἀνεύρετο | |
5 | ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει, μεθ’ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει, ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης | |
10 | πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει. ὁ νοσῶν τι μανικὸν Ἀλκμέων’ ἐσκέψατο. ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί. τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν. | |
15 | χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὁρᾷ. γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος | |
τὰς αὐτὸς αὑτοῦ συμφορὰς ἧττον στένει. | 453 | |
tit 7 | ΔΙΟΝΥΣΟΣ | |
7 | ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ; Β. οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις. Α. πῶς; ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι. Β. θάργηλον ἀγκάλῃ χύτραν φέρει. | |
tit 8 | ΔΡΑΚΟΝΤΙΟΝ | |
8 | ἔπειτ’ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ κακῶς λέγειν; ἥκιστά γ’· οὐδέν ἐστι γὰρ ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος. εἰ δ’ ἔστι τὸ φιλέταιρον ἕν τι τῶν καλῶν, | |
5 | ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους. ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίνεται, πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ, δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων. | 454 |
10 | χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις· τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν; ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι’ ἡμέρας, τεκμήριόν τι παμμέγεθες οἶμαί γ’ ἐρεῖν, | |
15 | ὁ τῶν παρασίτων ὡς τετίμηται βίος· γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται χρηστότητος εἵνεκα, σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί, πρυτανεῖα ταῦτα πάντα προσαγορευτέα. | |
tit 9-10 | ΕΠΙΣΤΟΛΑΙ | |
9 | ὁ Δημοτίων δὲ παραμένειν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετ’, ἀλλὰ παρέτρεφεν τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς οἴκαδε βαδίζειν ᾤετ’, ὢ ταλάντατος. | |
5 | καὶ μὴν ἔτι τοῦτ’ ἔστιν ἄξιον μόνον, τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον· | |
οὔτ’ εὔρυθμος γάρ ἐστιν οὔτ’ ἀχρήματος. | 455 | |
10 | οἴμοι κακοδαίμων, ὡς ἐρῶ. μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη φαγεῖν οὕτω σφόδρ’, οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ’, οὐ Κόρυδος ἀσύμβολος | |
5 | κινεῖν ὀδόντας. | |
tit 11 | ΕΠΙΧΑΙΡΕΚΑΚΟΣ | |
11 | ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δ’ ἀπορῇ τις ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει παρ’ αὑτὸν οἴκαδε. | |
5 | ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέτταρας χαλκοῦς ἔχων ἅνθρωπος, ἐγχέλεις ὁρῶν, θύννεια, νάρκας, καράβους ᾑμωδία. καὶ ταῦτα πάντα μὲν περιελθὼν ἤρετο | |
ὁπόσου, πυθόμενος δ’ ἀπέτρεχ’ εἰς τὰς μεμβράδας. | 456 | |
tit 12-13 | ΗΡΩΕΣ | |
12 | οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ τὰ προσόντα φράζειν. Β. πάνυ γε. Α. δράσω τοῦτό σοι. καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης ὀργιζόμενος. Β. ὁ ποῖος; Α. ὁποῖος; ὁ Βριάρεως, | |
5 | ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, μισῶν λόγους ἄνθρωπος, οὐδὲ πώποτε ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων. | |
13 | ὡς δ’ ἦν ἠρμένη βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. Β. περιέργως γε νὴ τὸν οὐρανόν, | |
5 | ἐξὸν φράσαι τράπεζα συντόμως. | 457 |
tit 14-17 | ΙΚΑΡΙΟΙ ΣΑΤΥΡΟΙ | |
14 | ἡ Πυθιονίκη δ’ ἀσμένως σε δέξεται, καί σου κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις λαβὼν παρ’ ἡμῶν δῶρ’· ἄπληστός ἐστι γάρ. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας | |
5 | αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσίν, καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις τισίν. | |
15 | τόν τ’ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς, ὃς ἠπίαις φωναῖσιν ἔμφρονος λόγου κόμποις παφλάζων ἠπίοις πυκνώμασιν πρὸς πανδυσας ἔχει, | |
5 | μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος. | 458 |
16 | ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν· νυκτερεύσας δ’ ἀθλίως πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων παντελῶς ἔπηξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο. ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ | |
5 | οὐδ’ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς ὡς ὁρᾷ, | |
(ὡσπερεὶ) Κηφισόδωρος περὶ τὸ βῆμ’, ἐπέρδετο. | 459 | |
tit 18 | ΚΑΥΝΙΟΙ | |
18 | ἤδη προσενήνεκται; τί μέλλεις; σπεύδετε, ὦ ’τάν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω κομιδῆ τεθνηκώς, τῶν ἀν’ ὀκτὼ τοὐβολοῦ θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ | |
5 | ἐκεῖνος, ἀλλ’ ἐκαρτέρης’, ὦ φίλτατε, πεινῶν. | |
tit 19 | ΚΕΝΤΑΥΡΟΣ Η ΔΕΞΑΜΕΝΟΣ | |
19 | Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν | 460 |
tit 20 | ΚΟΝΙΣΑΛΟΣ | |
20 | πατάξω τ’ ἴσον ἴσῳ ποτηρίοις μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι. | |
tit 21 | ΛΗΘΗ | |
21 | μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανεν. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα ‘χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἧψες τοὺς κυάμους.‘ καὶ ταῦτά τε | |
5 | εἴρητο καὶ παριόντα Φείδιππον πάνυ τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν ἐπόππυς’, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας. | |
tit 22 | ΜΑΡΑΘΩΝΙΟΙ | |
22 | ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι, βαβαί. ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες, τὸ μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι | |
5 | ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν. Β. ἡδύ γε | |
νὴ τὸν Δία τὸν μέγιστον. | 461 | |
tit 23-24 | ΝΕΑΙΡΑ | |
23 | ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς Φρύνης ἐρασθείς, ἡνίκ’ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει, πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας | |
5 | ἀπεκλῃόμην. | |
24 | ἔπειτα διά τε ταῦτ’ ἀναρίστητος ὤν | |
tit 25-26 | ΟΡΕΣΤΑΥΤΟΚΛΕΙΔΗΣ | |
25 | περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, | |
Χρυσίς, Κοναλλίς, Ἱερόκλεια, Λοπάδιον. | 462 | |
tit 27 | ΠΟΛΥΠΡΑΓΜΩΝ | |
27 | εἶθ’ ὁ Καλλιμέδων ἄφνω ὁ Κάραβος προσῆλθεν, ἐμβλέπων δ’ ἐμοί, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα ἐλάλει, συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγὼ | |
5 | ὧν ἔλεγεν ἐπένευον διακενῆς. Β. τῷ δ’ ἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι. | |
tit 28 | ΠΟΝΤΙΚΟΣ | |
28 | πολλοὺς γὰρ ἐνίοθ’ ἡ πενία βιάζεται ἀνάξι’ αὑτῶν ἔργα παρὰ φύσιν ποιεῖν. | |
tit,ante 29 | ΠΟΡΦΥΡΑ | |
tit 29 | ΠΥΚΤΗΣ | 463 |
29 | εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τιν’, οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι’, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν παρέχοντες ἀθληταῖσι. | |
tit 30 | ΣΑΠΦΩ | |
30 | ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται, ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος. | |
tit,ante 31 | ΣΑΤΥΡΟΙ | |
tit 31 | ΣΥΝΕΡΓΟΙ | |
31 | τοῖς μὲν τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός, | |
τοῖς ζῶσι δ’ ἕτερον ἀνοσιώτατος φθόνος. | 464 | |
tit 32 | ΦΙΛΟΔΙΚΑΣΤΗΣ | |
32 | ἀνοίγετ’ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν βούληθ’ ὁ γυναικονόμος τὸν ἀριθμὸν λαμβάνειν, κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν, | |
5 | τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας. | |
tit 33 | ΨΕΥΔΟΛΗΙΣΤΑΙ | |
33 | καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον. | |
tit 34-39 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
34 | ὅστις φοβεῖται τὸν πατέρα κᾀσχύνεται, οὕτως πολίτης ἀγαθὸς ἔσται κατὰ λόγον, | |
καὶ τοὺς πολεμίους δυνάμενος κακῶς ποιεῖν. | 465 | |
35 | τἀργύριόν ἐστιν αἷμα καὶ ψυχὴ βροτοῖς. ὅστις δὲ μὴ ἔχει τοῦτο μηδ’ ἐκτήσατο, οὗτος μετὰ ζώντων τεθνηκὼς περιπατεῖ. | |
36 | σῦκ’, ἔλαιον, ἰσχάδας, μέλι. Β. σὺ μὲν εἰρεσιώνην, οὐ γεωργίαν λέγεις. | |
37 | Χῖοι πολὺ ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν. | |
38 | μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα. | 466 |