TLG 0513 002 :: THEOPOMPUS :: Fragmenta

THEOPOMPUS Comic.
(5–4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 2.2. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 792–813, 815–819.

Citation: Play — fragment — (line)

Adm

tit

ΑΔΜΗΤΟΣ.

Alth

tit

ΑΛΘΑΙΑ.

Alth

1

Τὴν οἰκίαν γὰρ εὗρον εἰσελθὼν ὅλην
κίστην γεγονυῖαν φαρμακοπώλου Μεγαρικοῦ.792

Alth

2

Λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον φιάλην· Τελέστης δ’ ἄκατον ὠνόμαζέ νιν.

Aphr

tit

ΑΦΡΟΔΙΣΙΑ.

Aphr

1

Ὄνος μὲν ὀγκᾶθ’ ὁ Μελιτεὺς Φιλωνίδης.
ὄνῳ μιγείσης μητρὸς ἔβλαστεν πόλει.793

Aphr

2

Ἀλλ’ ἔντραγε τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδί τὸ πουλυπόδειον.

Eir

tit

ΕΙΡΗΝΗ.

Eir

1

Ἡμᾶς δ’ ἀπαλλαχθέντας ἐπ’ ἀγαθαῖς τύχαις
ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς.794

Eir

2

Ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσόν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.

Eir

3

Ἄχθομαι δ’ ἀπολωλεκώς ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.

Eir

4

Μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι.795

Eir

5

Χλαῖναν δέ σοι λαβὼν παχεῖαν ἐπιβαλῶ Λακωνικήν.

Hed

tit

ΗΔΥΧΑΡΗΣ.

Hed

1

Καὶ στῆτ’ ἐφεξῆς κεστρέων νῆστις χορός λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.

Hed

2

Ἓν γάρ ἐστιν οὐδὲ ἕν,
τὰ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησιν Πλάτων.796

Hed

3

Φέρε σὺ τὰ καταχύσματα ταχέως κατάχει τοῦ νυμφίου καὶ τῆς κόρης.
Β. εὖ πάνυ λέγεις.797

The

tit

ΘΗΣΕΥΣ.

The

1

Ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων
πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη.798

Kal

tit

ΚΑΛΛΑΙΣΧΡΟΣ.

Kal

1

Ἰχθύων δὲ δὴ ὑπογάστρι’ ὦ Δάματερ.

Kal

2

Ἠρίσταμεν· δεῖ γὰρ συνάπτειν τὸν λόγον.799

Kap

tit

ΚΑΠΗΛΙΔΕΣ.

Kap

1

Λεωτροφίδης ὁ τρίμετρος ὡς Λεόντινος εὔχρως τε φᾶναι καὶ χαρίεις ὥσπερ νεκρός.

Kap

2

Ἐλεφαντοκώπους ξιφομαχαίρας καὶ δόρη.800

Kap

3

Ἢ μετάδος ἢ μέτρησον ἢ τιμὴν λάβε.

Kap

5

Κολάσομαί γέ σε
καὶ τὸν σὸν Ἄττιν.801

Med

tit

ΜΗΔΟΣ.

Med

1

Ὥς ποτ’ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν, κέρμα φίλον διαδούς, ὅτε συμμαχίαν ἐρέεινεν· οἶον δ’ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν
Λύσανδρον, κώθωνα πρὶν αὐτῷ δῶκε λεπαστήν.802

Med

2

Παρ’ ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται τοῖς ἡλικιώταις.

Nem

tit

ΝΕΜΕΑ.

Nem

1

Χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον·
γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα; ἆρ’ εἶ κάτοπτρον φύσεος ἢν πλῆρες δοθῇς. οὐδέν ποτ’ ἄλλο. δεῦρο δὴ γεμίσω ς’ ἐγώ.803
5γραῦ Θεολύτη, γραῦ. Β. τί με καλεῖς σὺ φίλτατε; Α. ἵν’ ἀσπάσωμαι· δεῦρο παρ’ ἐμὲ Θεολύτη, παρὰ τὸν νέον ξύνδουλον· οὑτωσὶ καλῶς· Β. Σπινθὴρ τάλας, πειρᾷς με; Α. ναί, τοιοῦτό τι· φιλοτησίαν δὲ τήνδε σοι προπίομαι·
10δέξαι, πιοῦσα δ’ ὁπόσον ἄν σοι θυμὸς ᾖ,
παράδος τὸ πρῶτον.804

Ody

tit

ΟΔΥΣΣΕΥΣ.

Ody

1

Ἵνα μὴ τὸ παλαιὸν τοῦτο καὶ θρυλούμενον δι’ ἡμετέρων στομάτων εἴπω σόφισμ’, ὅ φασι παῖδας Λεσβίων
εὑρεῖν.805

Ody

2

Χιτῶνά μοι φέρων δέδωκας δαιδάλεον, ὃν ᾔκασεν ἄρισθ’ Ὅμηρος κρομμύου λεπυχάνῳ.

Ody

3

Εὐριπίδου τ’ ἄριστον οὐ κακῶς ἔχον,
τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.806

Pai

tit

ΠΑΙΔΕΣ.

Pai

1

Πάντ’ ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας.

Pai

2

Τηνδὶ περιζωσάμενος ᾤαν λουτρίδα
κατάδεσμον ἥβης περιπέτασον.807

Pam

tit

ΠΑΜΦΙΛΗ.

Pam

1

Σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή, ἣν ἐκπιοῦς’ ἄκρατον ἀγαθοῦ δαίμονος τέττιξ κελαδεῖ.

Pam

2

Λεπαστὴ μάλα συχνή, ἣν ἐκπιοῦς’ ἄκρατον ἀγαθοῦ δαίμονος
περιστατὸν βοῶσα τὴν κώμην ποιεῖ.808

Pam

3

Αὐτὴ δ’ ἐκείνη πρότερον ἐξηπίστατο παρὰ τῆς ἐπιτηθῆς.

Pam

4

Τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν.

Pan

tit

ΠΑΝΤΑΛΕΩΝ.809

Pen

tit

ΠΗΝΕΛΟΠΗ.

Pen

1

Καί σε τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ.

Pen

2

Καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δέλφακα.810

Sei

tit

ΣΕΙΡΗΝΕΣ.

Sei

1

Θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια.

Sei

2

Αὐλεῖ γὰρ σαπρὰ αὕτη γε κρούμαθ’ οἷα τἀπὶ Χαριξένης.

Sei

3

Ὑποδοῦ λαβὼν τὰς περιβαρίδας.

Sei

4

Φρυγεύς, θυεία, λήκυθος.811

Str

tit

ΣΤΡΑΤΙΩΤΙΔΕΣ.

Str

1

Ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη.

Str

2

Καί τοι τίς οὐκ ἂν εἰκὸς εὖ πράττοι τετρωβολίζων,
εἰ νῦν γε διώβολον φέρων ἀνὴρ τρέφει γυναῖκα;812

Str

3

Ἡ Θρασυμάχου δ’ ὑμῶν γυνὴ καλῶς ἐπιστατήσει.

Phi

tit

ΦΙΝΕΥΣ.

Phi

1

Παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις διαχρῶ τὸ λοιπόν· κοιλίαν σκληρὰν ἔχεις, τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε· ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν.
5ταῦτ’ ἢν ποιῇς, ῥᾴων ἔσει τὴν οὐσίαν.813

Tis

tit

ΤΙΣΑΜΕΝΟΣ.

Tis

1

Τὸν δὲ Μύσιον Ἀκέστορ’ ἀναπέπεικεν ἀκολουθεῖν ἅμα.

Tis

2

Ἀλλ’ ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει
ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην.815

IFF

tit

INCERTARUM FABULARUM FRAGMENTA.

IFF

1

Ὥς μοι δοκεῖν εἶναι τὸ πρόθυρον τοῦτο βασανιστήριον, τὴν δ’ οἰκίαν ζήτρειον ἢ κακὸν μέγα.

IFF

2

Ἐπίνομεν μετὰ ταῦτα * * * * * κατακείμενοι μαλακώτατ’ ἐπὶ τρικλινίῳ
Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.816

IFF

3

Τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα.

IFF

4

Κἄπειτ’ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.

IFF

5

Μαλθακωτέρα πέπονος σικυοῦ μοι γέγονε.

IFF

6

Δεσπότου πενέστου ῥυσὰ βουλευτήρια.817

IFF

7

Δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ.

IFF

8

Εἴσω δραμὼν αἴτησον. Β. ἀλλ’ οὐκ ἐκφορά.

IFF

9

Ἄπνους ἄνευρος ἀσθενὴς ἀνέντατος.

IFF

10

Ἀλλ’ εἰ δοκεῖ, χρὴ ταῦτα δρᾶν· εὐοδεῖν πορεύομαι.818

IFF

11

Αἱμασιολογεῖν ἄριστ’ ἠπίστατο.

IFF

12

Ἄφωνος ἐγένετο, ἔπειτα μέντοι πάλιν ἀνηνέχθη.

IFF

13

τοὺς Ἕλληνας ἥδιστον ποτόν
ἐλευθερίας γεύσαντες ὄξος ἐνέχεαν,819