TLG 0512 002 :: THEOPHILUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Apotit | ΑΠΟΔΗΜΟΙ. | |
Apo1 | Καί τοι τί φημι καὶ τί δρᾶν βουλεύομαι; προδοὺς ἀπιέναι τὸν ἀγαπητὸν δεσπότην, τὸν τροφέα, τὸν σωτῆρα, δι’ ὃν εἶδον νόμους | |
Ἕλληνας, ἔμαθον γράμματ’, ἐμυήθην θεοῖς; | 626 | |
Boitit | ΒΟΙΩΤΙΑ. | |
Boi1 | Τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ τῶν θηρικλείων πῶς δοκεῖς κεραννύει καλῶς, ἀφρῷ ζέουσαν· οὐδ’ ἂν Αὐτοκλῆς οὕτως μὰ τὴν γῆν εὐρύθμως τῇ δεξιᾷ | |
5 | ἄρας ἐνώμα. | |
---|---|---|
Epitit | ΕΠΙΔΑΥΡΙΟΣ. | |
Epi1 | Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν. | |
Iattit | ΙΑΤΡΟΣ. | |
Iat1 | Πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων . . . . . . ἐγχέλειον παρατέθεικε τῷ πατρί. τευθὶς ἦν χρηστή, πατρίδιον, πῶς ἔχεις πρὸς κάραβον; | |
ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι. | 627 | |
Kithtit | ΚΙΘΑΡΩιΔΟΣ. | |
Kith1 | Μέγας θησαυρός ἐστι καὶ βέβαιος μουσικὴ ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε. | |
Neotit | ΝΕΟΠΤΟΛΕΜΟΣ. | |
Neo1 | Οὐ συμφέρον νέα ’στὶ πρεσβύτῃ γυνή· ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ’ ἀπορρήξασα δὲ | |
ἐκ νυκτὸς ἕτερον λιμέν’ ἔχους’ ἐξευρέθη. | 628 | |
Neo2 | Πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα ἔστι μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους· οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος. | |
Pagtit | ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ. | |
Pag1 | Ἑφθῶν μὲν σχεδὸν τρεῖς μνᾶς. Β. λέγ’ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας τέτταρας ὑείους. Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς, ὄρνιθ’. Β. Ἄπολλον. λέγ’ ἕτερον. Α. σύκων δύο | |
5 | μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα | |
κοτύλας. Β. Ἄπολλον Ὧρε καὶ Σαβάζιε. | 629 | |
Pag2 | Εἴτ’ ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ. | |
Proitit | ΠΡΟΙΤΙΔΕΣ. | |
Proi1 | Καὶ κύλικα * * θηρίκλειον εἰσφέρει πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ ἀγαθῆς τύχης. | |
Phitit | ΦΙΛΑΥΛΟΣ. | |
Phi1 | Τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος· εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, | |
καταλείπετ’ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. | 630 | |
5 | ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς· ἥν ἐστ’ ἰδεῖν ἥδιον, ἢ τὸ θεωρικὸν ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε. | |
Phi2 | Τοῦ μή ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαΐδα φερόμενον ἢ Μηκωνίδ’ ἢ Σισύμβριον ἢ Βάραθρον ἢ Θάλλουσαν, ἢ τούτων τινὰ ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί, | |
5 | ἢ Ναννάριον ἢ Μαλθάκην. | 631 |