TLG 0512 001 :: THEOPHILUS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 473–477. frr. 1–12 Citation: Fragment — (line) | ||
tit 1 | ΑΠΟΔΗΜΟΙ | |
1 | καί τοι τί φημι καὶ τί δρᾶν βουλεύομαι; προδοὺς ἀπιέναι τὸν ἀγαπητὸν δεσπότην, τὸν τροφέα, τὸν σωτῆρα, δι’ ὃν εἶδον νόμους Ἕλληνας, ἔμαθον γράμματ’, ἐμυήθην θεοῖς; | |
tit 2 | ΒΟΙΩΤΙΣ | |
2 | τετρακότυλον δὲ κύλικα κεραμεᾶν τινα | |
τῶν Θηρικλείων, πῶς δοκεῖς; κεραννύει καλῶς, ἀφρῷ ζέουσαν· οὐδ’ ἂν Αὐτοκλῆς οὕτως μὰ τὴν γῆν εὐρύθμως τῇ δεξιᾷ | 473 | |
5 | ἄρας ἐνώμα. | |
---|---|---|
tit 3 | ΕΠΙΔΑΥΡΙΟΣ | |
3 | Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν. | |
tit 4 | ΙΑΤΡΟΣ | |
4 | πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων . . . . . . ἐγχέλειον· παρατέθεικε τῷ πατρί. ‘τευθὶς ἦν χρηστή, πατρίδιον‘· ‘πῶς ἔχεις πρὸς κάραβον;‘ ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι. | |
tit 5 | ΚΙΘΑΡΩΙΔΟΣ | |
5 | μέγας θησαυρός ἐστι καὶ βέβαιος μουσικὴ | |
ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε. | 474 | |
tit 6-7 | ΝΕΟΠΤΟΛΕΜΟΣ | |
6 | οὐ συμφέρον νέα ’στὶ πρεσβύτῃ γυνή· ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ’ ἀπορρήξασα δὲ ἐκ νυκτὸς ἕτερον λιμέν’ ἔχους’ ἐξευρέθη. | |
7 | πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα ἔστιν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους· οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος. | |
tit 8-9 | ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ | |
8 | ἑφθῶν μὲν σχεδὸν τρεῖς μνᾶς. Β. λέγ’ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας τέτταρας ὑείους. Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς, ὄρνιθ’. Β. Ἄπολλον. λέγ’ ἕτερον. Α. σύκων δύο | |
5 | μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα | |
κοτύλας. Β. Ἄπολλον, Ὧρε καὶ Σαβάζιε. | 475 | |
9 | εἶτ’ ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ | |
tit 10 | ΠΡΟΙΤΙΔΕΣ | |
10 | καὶ κύλικ’ ἀ(κράτου) Θηρίκλειον εἰσφέρει πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’. Β. ἀγαθῇ τύχῃ. | |
tit 11-12 | ΦΙΛΑΥΛΟΣ | |
11 | τοῦ μή ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαΐδα φερόμενον ἢ Μηκωνίδ’ ἢ Σισύμβριον | |
ἢ Βάραθρον ἢ Θάλλουσαν, ἢ τούτων τινὰ ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί, | 476 | |
5 | ἢ Ναννάριον ἢ Μαλθάκην. | |
12 | τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος· εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, καταλείπετ’ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. | |
5 | ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς· ἥν ἐστ’ ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν | |
ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε. | 477 |