TLG 0511 002 :: THEOGNETUS :: Fragmenta

THEOGNETUS Comic.
(3 B.C.?)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 549–550.

Citation: Play — fragment — (line)

Pha

tit

ΦΑΣΜΑ Η ΦΙΛΑΡΓΥΡΟΣ.

Pha

1

Ἄνθρωπ’, ἀπολεῖς με· τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· „ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη· σοφία δ’ ἴδιον, κρύσταλλος. οὐδεὶς πώποτε
5ταύτην λαβὼν ἀπώλες’.“ ὦ τάλας ἐγώ, οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν. ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία. πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
10οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.549

Phi

tit

ΦΙΛΟΔΕΣΠΟΤΟΣ.

Phi

1

Ὁ Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους τούς τ’ ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδόν ἀπεκραιπάλα τὰ πλεῖστα τοῦ γελάσαι χάριν,
ἰδίαν τίν’ αὑτῷ θέμενος ἀδολεσχίαν.550