TLG 0511 001 :: THEOGNETUS :: Fragmenta

THEOGNETUS Comic.
(3 B.C.?)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 364–365.

frr. 1–2 + titulus

Citation: Fragment — (line)

tit,ante 1

ΚΕΝΤΑΥΡΟΣ

tit 1

ΦΑΣΜΑ Η ΦΙΛΑΡΓΥΡΟΣ

1

ἄνθρωπ’, ἀπολεῖς με· τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· ‘ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη· σοφία δ’ ἴδιον, κρύσταλλος. οὐδεὶς πώποτε
5ταύτην λαβὼν ἀπώλες’.‘ ὦ τάλας ἐγώ, οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν. ἐπαρίστερ’ ἔμαθες, ὦ πονηρέ, γράμματα· ἀνατέτροφέν σου τὸν βίον τὰ βυβλία. πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
10οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.364

tit 2

ΦΙΛΟΔΕΣΠΟΤΟΣ

2

ὁ Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους τούς τ’ ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν ἀπεκραιπάλα τὰ πλεῖστα τοῦ γελάσαι χάριν,
ἰδίαν τιν’ αὑτῷ θέμενος ἀδολεσχίαν.365