TLG 0510 001 :: TELECLIDES :: Fragmenta

TELECLIDES Comic.
(5 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 1. Leipzig: Teubner, 1880: 209–224.

frr. 1–5, 10, 13–14, 19–21, 23–28, 30–33, 35–45, 47–66

Citation: Fragment — (line)

tit 1-9

ΑΜΦΙΚΤΥΟΝΕΣ

1

λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον. εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. ἡ γῆ δ’ ἔφερ’ οὐ δέος οὐδὲ νόσους, ἀλλ’ αὐτόματ’ ἦν τὰ
3
δέοντα· οἴνῳ γὰρ ἅπας’ ἔρρει χαράδρα, μᾶζαι δ’ ἄρτοις ἐμάχοντο
5περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν, εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ’ ἰχθύες οἴκαδ’ ἰόντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ’ ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δ’ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυ‐
8
λίνδων, ὑποτριμματίων δ’ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν,
10ὥστ’ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ’ ἁπαλὴν καταπίνειν. λεκανίσκαισιν δ’ ἀνάπαιστα παρῆν ἡδυσματίοις κατάπαστα.
ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ’ εἰσεπέτοντο· τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλα‐209
13
λητός. μήτρας δὲ τόμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγά‐
14λιζον.
15οἱ δ’ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.

2

ἀλλ’ ὦ πάντων ἀστῶν λῷστοι σεῖσαι καὶ προσκαλέσασθαι,
παύσασθε δικῶν ἀλληλοφάγων.210

3

δουλοπόνηρον ῥυπαρὸν κόλυθρον

4

ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι φαυλίων μήλων.

5

ὡς καλοὶ καὶ φιβάλεῳ211

tit 10-13

ΑΨΕΥΔΕΙΣ

10

τὰ δὲ τήγανα
σίζοντά σοι μολύνεται.212

13

δρεπτόν (μανδαλωτόν, γιγγλιμωτόν)

tit 14-21

ΗΣΙΟΔΟΙ

14

ἀλλ’ ἡ τάλαινα Φιλοκλέα β δεν οὖν,
εἰ δ’ ἐστὶν Αἰσχύλου φρόνημ’ ἔχων.213

19

κόγχη διελεῖν214

20

διενεγκεῖν

21

οὐδαμῇ

tit 22-30

ΠΡΥΤΑΝΕΙΣ

23

Δάκης τίς ἐστιν ὅντιν’ ἀνθρώπων ὁρᾷς.

24-25

καὶ μελιχρὸν οἶνον ἕλκειν ἐξ ἡδύπνου λεπαστῆς
τυρίον ἐπεσθίοντα.215

26

εὐχροεῖν, ὀρνιθοθηρᾶν, σωφρονεῖν

27

ναὶ μὰ τὰς κράμβας

28

δι’ ἡμέρας

30

ῥαγδαίους

tit 31-34

ΣΤΕΡΡΟΙ216

31

ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ.

32

φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ, χαίρω λαγῴοις ἐπ’ ἀμύλῳ καθημένοις.

33

ὦ δέσποθ’ Ἑρμῆ, κάπτε τῶν θυλημάτων.

tit 35-66

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

35

τίς ἥδε κραυγὴ καὶ δόμων περίστασις;

36

πάντες δὲ τευτάζουσιν οἱ διάκονοι.

37

σὺ δὲ φρόνιμος αὐτὸς ὢν
ἀπαρτὶ ταύτης τῆς τέχνης.217

38

ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω μου δρυπεπέσι μάζαις καὶ διασκανδικίσαι.

39-40

Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτ’ Εὐριπίδου, * * * * * ᾧ καὶ Σωκράτης
τὰ φρύγαν’ ὑποτίθησι.218

41

Χαρικλέης μὲν οὖν ἔδωκε μνᾶν, ἵν’ αὐτὸν μὴ λέγῃ ὡς ἔφυ τῇ μητρὶ παίδων πρῶτος ἐκ βαλλαντίου. τέτταρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου· ὧν δ’ ἕκατι τοῦτ’ ἔδωκε, καίπερ εὖ εἰδὼς ἐγὼ
5οὐκ ἐρῶ· φίλος γὰρ ἁνήρ, σωφρονεῖν δέ μοι δοκεῖ.219

42

πόλεών τε φόρους αὐτάς τε πόλεις τὰς μὲν δεῖν τάς τ’ ἀναλύειν, λάινα τείχη τὰ μὲν οἰκοδομεῖν τὰ δὲ αὐτὰ πάλιν καταβάλλειν, σπονδάς, δύναμιν, κράτος, εἰρήνην, πλοῦτόν τ’ εὐδαιμονίαν τε.

43

ὅδ’ ἀπ’ Αἰγίνης νήσου χωρεῖ δοθιῆνος ἔχων τὸ πρόσωπον.

44

μόνος ἐκ κεφαλῆς ἑνδεκακλίνου θόρυβον πολὺν ἐξανατέλλει.220

45

τῶν δυνατῶν τι κέλευ’· οὐ γὰρ παρὰ Κενταύροισιν.

47

καρηβαρικὸν τὸ πάθος221

48

ἀκροκώλια δίεφθα

49

παιδοφίλης, παιδέρως Ζεύς

50

τραχήλου τύλαν

51

τῆς ἀγορασίας

52

ἀνηρώτιζεν

53

ἀπατήσει

54

βρέχειν

55

Βρόμιος222

56

ἐργολήπτας

57

Εὐτρηἵους

58

ἰβύ

59

καθεδοῦμαι

60

λυχνοκῶσα

61

μανόν223

62

μέμφειραν

63

μόμφιν

64

σαβαρίχιν

65

σάθων

66

τερπότραμις224