TLG 0508 002 :: STRATTIS :: Fragmenta

STRATTIS Comic.
(Atheniensis: 5 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 2.2. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 763–764, 766–768, 771–776, 778–781, 783–788.

Citation: Play — fragment — (line)

Aga

tit

ΑΓΑΘΟΙ.

Anth

tit

ΑΝΘΡΩΠΟΡΡΑΙΣΤΗΣ.

Anth

1

Καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν, Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον διέκναις’ Ὀρέστην, Ἡγέλοχον τὸν Κιννάρου
μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν.763

Anth

2

Τῶν δὲ διδύμων ἐκγόνων σεμιδάλιδος.

Ata

tit

ΑΤΑΛΑΝΤΗ.

Ata

1

Καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακήν εὑρεῖν με συκάζουσαν, εἶθ’ ἥκειν ταχύ
τὸν αὐλοτρύπην αὐτόν.764

Ata

2

Ὑπογάστριον θύννου τι κἀκροκώλιον
δραχμῆς ὕειον.766

Zop

tit

ΖΩΠΥΡΟΣ ΠΕΡΙΚΑΙΟΜΕΝΟΣ.

Iph

tit

ΙΦΙΓΕΡΩΝ.

Kal

tit

ΚΑΛΛΙΠΠΙΔΗΣ.

Kal

1

Αὐτίκα δ’ ἥρπασε τεμάχη
θερμάς τε κάπρου φλογίδας, ἔβρυχέ τε πάνθ’ ἅμα.767

Kin

tit

ΚΙΝΗΣΙΑΣ.

Kin

1

Τὰ δ’ ἄλφιθ’ ὑμῖν πῶς ἐπώλουν; Β. τεττάρων δραχμῶν μάλιστα τὸν κόφινον. Α. τί λέγεις; μέτρῳ ἐχρῶντο κοφίνῳ;

Kin

2

Ἁλμυρόν θ’ ὕδωρ,
ἑτερόν τε λεπτὸν ἐν ἁλίᾳ κεκομμένον.768

Lem

tit

ΛΗΜΝΟΜΕΔΑ.

Lem

1

Ἑρμῆς, ὃν ἔλκους’ οἱ μὲν ἐκ προχοιδίου, οἱ δ’ ἐκ καδίσκου ς’ ἴσον ἴσῳ κεκραμένον.

Lem

2

Πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας.

Lem

3

Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν.771

Lem

4

Ὑποδήματα σεαυτῷ πρίασθαι τῶν ἁπλῶν.

Mak

tit

ΜΑΚΕΔΟΝΕΣ Η ΠΑΥΣΑΝΙΑΣ.

Mak

1

Τὸν πέπλον δὲ τοῦτον ἕλκους’ ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι
εἰς ἄκρον ὥσπερ ἱστίον τὸν ἱστόν.772

Mak

2

Ἡ σφύραινα δ’ ἐστὶ τίς; Β. κέστραν μὲν ὕμμες ὡττικοὶ κικλήσκετε.

Mak

3

Ὑπογάστριά θ’ ἡδέα θύννων.773

Mak

5

Α. Εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες; Β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δέ Κορίνθιαι· Λαῒς μὲν ἡδὶ Μεγακλέους.

Mak

6

Πνικτόν τι τοίνυν * * ἔστω σοι συχνόν τοιοῦτον.

Mak

7

Πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,
οὓς βόσκεθ’ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.774

Myr

tit

ΜΥΡΜΙΔΟΝΕΣ.

Myr

1

Ἐν τοῖς βαλανείοις προκέλευθος ἡμέρα ἁπαξάπασα γῆς στρατιαὶ σιδαρέων.

Med

tit

ΜΗΔΕΙΑ.

Med

1

Καὶ λέγ’ ὅτι μύρον αὐτῇ φέρεις τοιοῦτον, οἷον οὐ Μέγαλλος πώποτε ἥψησεν, οὐδὲ Δεινίας Αἰγύπτιος
οὔτ’ εἶδεν οὔτ’ ἐκτήσατο.775

Med

2

Οἶσθ’ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου; ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ.

Pot

tit

ΠΟΤΑΜΙΟΙ.

Pot

1

Ὑμεῖς τε πάντες ἔξιτ’ ἐπὶ τὸ Πύθιον ὅσοι πάρεστε, μὴ λαβόντες λαμπάδας
μηδ’ ἄλλο μηδὲν ἐχόμενον Φιλυλλίου.776

Pyt

tit

ΠΥΤΙΣΟΣ.

Pyt

1

Ἐγῷδα τοὐπίνικος ὀργισθεὶς ἔφη, τῷ στόματι δράσω τοῦθ’ ὅπερ χοἰ Λέσβιοι.

Tro

tit

ΤΡΩΙΛΟΣ.

Tro

1

Ἧι μήποτ’, ὦ παῖ Ζηνός, ἐς ταὐτὸν μόλῃς,
ἀλλὰ παραδοὺς τοῖς Λεσβίοις χαίρειν ἔα.778

Tro

2

Ἐρινὸν οὖν τιν’ αὐτῆς πλησίον νενόηκας ὄντα;

Phi

tit

ΦΙΛΟΚΤΗΤΗΣ.

Phi

1

Κᾆτ’ εἰς ἀγορὰν ἐλθόντες ἁδρούς ὀψωνοῦσιν μεγάλους τε φάγρους καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη στρογγυλοπλεύρων.

Phi

2

Οὐδ’ ἐν κοπρίᾳ θησαυρὸν ἐκβεβλημένον.779

Phoi

tit

ΦΟΙΝΙΣΣΑΙ.

Phoi

1

Παραινέσαι δὲ σφῶν τι βούλομαι σοφόν·
ὅταν φακῆν ἕψητε, μὴ ’πιχεῖν μύρον.780

Phoi

2

Εἶθ’ ἥλιος μὲν πείθεται τοῖς παιδίοις ὅταν λέγωσιν „ἔξεχ’ ὦ φίλ’ ἥλιε.“

Phoi

3

Ξυνίετ’ οὐδὲν πᾶσα Θηβαίων πόλις. οὐδέν ποτ’ ἄλλ’· οἳ πρῶτα μὲν τὴν σηπίαν ὀπισθοτίλαν, ὡς λέγους’, ὀνομάζετε, τὸν ἀλεκτρυόνα δ’ ὀρτάλιχον, τὸν ἰατρὸν δὲ
5σάκταν, βέφυραν τὴν γέφυραν, τῦκα δὲ τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δ’ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν,
νεασπάτωτον δ’ ἤν τι νεοκάττυτον ᾖ.781

Chr

tit

ΧΡΥΣΙΠΠΟΣ.

Chr

1

Εἰ μηδὲ χέσαι γ’ αὐτῷ σχολὴ γενήσεται, μηδ’ εἰς ἀσωτεῖον τραπέσθαι, μηδ’ ἐάν αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδενί.

Chr

2

Πρόσαγε τὸν πῶλον ἀτρέμα προσλαβὼν τὸν ἀγωγέα βραχύτερον· οὐχ ὁρᾷς ὅτι
ἔτ’ ἄβολός ἐστι;783

Psy

tit

ΨΥΧΑΣΤΑΙ.

Psy

1

Οἶνον γὰρ πιεῖν οὐδ’ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.

Psy

2

Αἱ δ’ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε
καὶ τὰ μίκρ’ ὀρνίθια.784

Psy

3

Ὁ δέ τις ψυκτῆρ’, ὁ δέ τις κύαθον χαλκοῦν κλέψας ἀπορῶν κεῖται, κοτύλη δ’ ἀνὰ χοίνικα μάττει.

Psy

4

Σαννυρίωνος σκυτίνην ἐπικουρίαν.785

Psy

5

Πῶς ἂν κομίσειέ μοί τις
θυμαλώπων ὧδε μεστὴν ἐσχάραν;786

Eif

tit

EX INCERTIS FABULIS.

Eif

1

Πρασοκουρίδες, αἳ καταφύλλους ἀνὰ κήπους πεντήκοντα ποδῶν ἴχνεσι βαίνετ’ ἐφαπτόμεναι ποδοῖν σατυριδίων μακροκέρκων
5χοροὺς ἑλίσσουσαι παρ’ ὠκίμων πέταλα καὶ θριδακινίδων εὐόσμων τε σελίνων.

Eif

2

Ποῖ ποῖ, πρὸς θεῶν, ποῖ ποῖ γαλῆν;
γαληνά, ἐγὼ δ’ ᾤμην σε γαλῆν λέγειν ὁρῶ.787

Eif

3

Οἶνος κοκκύζει τοῖς ὁδοιπόροις πιεῖν μέλας Σκιάθιος ἴσον ἴσῳ κεκραμένος.

Eif

4

Τί ὅτι ὥσπερ οἱ σταδιοδρόμοι προανίστασαι;

Eif

5

Τὰ θυγάτρια
περὶ τὴν λεκάνην ἅπαντα περιπεπλιγμένα.788