TLG 0508 001 :: STRATTIS :: Fragmenta

STRATTIS Comic.
(Atheniensis: 5 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 1. Leipzig: Teubner, 1880: 711–715, 717–733.

frr. 1–4, 8–9, 11, 13–14, 22–48, 51–63, 66–67, 71–75, 77–80 + tituli

Citation: Fragment — (line)

tit,ante 1

ΑΓΑΘΟΙ

tit 1-2

ΑΝΘΡΩΠΟΡΡΑΙΣΤΗΣ

1

καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν, Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον διέκναις’ Ὀρέστην, Ἡγέλοχον τὸν Κυννάρου
μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν.711

2

τῶν δὲ διδύμων ἐκγόνων σεμιδάλιδος

tit,ante 3

ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ

tit 3-9

ΑΤΑΛΑΝΤΗ

3

καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν εὑρεῖν με συκάζουσαν, εἶθ’ ἥκειν ταχὺ
τὸν αὐλοτρύπην αὐτόν.712

4

ὑπογάστριον θύννου τι κἀκροκώλιον δραχμῆς ὕειον

8

διφροφόροι

9

σκῶρ713

tit 10

ΖΩΠΥΡΟΣ ΠΕΡΙΚΑΙΟΜΕΝΟΣ

tit,ante 11

ΙΦΙΓΕΡΩΝ

tit 11-12

ΚΑΛΛΙΠΠΙΔΗΣ714

11

αὐτίκα δ’ ἥρπασε τεμάχη θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθ’ ἅμα.

tit 13-21

ΚΙΝΗΣΙΑΣ

13

τὰ δ’ ἄλφιθ’ ὑμῖν πῶς ἐπώλουν; Β. τεττάρων δραχμῶν μάλιστα τὸν κόφινον. Α. τί λέγεις; μέτρῳ ἐχρῶντο κοφίνῳ; ἢ . . . τοῦτ’ αὔθ’ ὅτι οἴνου κόφινος, δυνάμενος τρεῖς χόας πυρρῶν
5ταῖς κοφίναις ταὐτὰ ταῦτα δυνάμενος.

14

ἁλμυρόν θ’ ὕδωρ,
ἕτερόν τε λεπτὸν ἐν ἁλίᾳ κεκομμένον.715

tit 22-25

ΛΗΜΝΟΜΕΔΑ

22

Ἑρμῆς, ὃν ἕλκους’ οἱ μὲν ἐκ προχοιδίου, οἱ δ’ ἐκ καδίσκου γ’ ἴσον ἴσῳ κεκραμένον.

23

Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν.717

24

ὑποδήματα σαυτῷ πρίασθαι τῶν ἁπλῶν

25

πολλοὺς ἤδη μεγάλους τε φάγρους ἐγκάψας

tit 26-32

ΜΑΚΕΔΟΝΕΣ Η ΠΑΥΣΑΝΙΑΣ

26

Α. εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες; Β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ Κορίνθιαι· Λαῒς μὲν ἡδὶ Μεγακλέους.

27

πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,
οὓς βόσκεθ’ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.718

28

ἡ σφύραινα δ’ ἐστὶ τίς; Β. κέστραν μὲν ὕμμες ὡττικοὶ κικλήσκετε.

29

πνικτόν τι τοίνυν . . ἔστω σοι συχνὸν τοιοῦτον.

30

τὸν πέπλον δὲ τοῦτον ἕλκους’ ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι εἰς ἄκρον ὥσπερ ἱστίον τὸν ἱστόν.

31

ὑπογάστριά θ’ ἡδέα θύννων719

32

Μακεδόνισσαν

tit 33-35

ΜΗΔΕΙΑ

33

καὶ λέγ’ ὅτι μύρον αὐτῇ φέρεις τοιοῦτον, οἷον οὐ Μέγαλλος πώποτε ἥψησεν, οὐδὲ Δεινίας ᾁγύπτιος οὔτ’ εἶδεν οὔτ’ ἐκτήσατο.

34

οἶσθ’ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου; ἐγᾦδα· δίνῳ περὶ κάτω τετραμμένῳ.

35

Μυσῶν λείαν720

tit 36

ΜΥΡΜΙΔΟΝΕΣ

36

ἐν τοῖς βαλανείοις προκέλευθος ἡμέρα ἁπαξάπασα γῆς στρατιαὶ σιδαρέων.

tit 37-39

ΠΟΤΑΜΙΟΙ721

37

ὑμεῖς τε πάντες ἔξιτ’ ἐπὶ τὸ Πύθιον ὅσοι πάρεστε, μὴ λαβόντες λαμπάδας μηδ’ ἄλλο μηδὲν ἐχόμενον Φιλυλλίου.

38

οὐ λίνον λίνῳ συνάπτεις.

39

ἐγχέλεων ἀνεψιός

tit 40

ΠΥΤΙΣΟΣ722

40

ἐγᾦδα τοὐπίνικος ὀργισθεὶς ἔφη, τῷ στόματι δράσω τοῦθ’ ὅπερ ...

tit 41-42

ΤΡΩΙΛΟΣ

41

ᾗ μήποτ’, ὦ παῖ Ζηνός, ἐς ταὐτὸν μόλῃς, ἀλλὰ παραδοὺς τοῖς Λεσβίοις χαίρειν ἔα.

42

ἐρινὸν οὖν τιν’ αὐτῆς πλησίον
νενόηκας ὄντα;723

tit 43-44

ΦΙΛΟΚΤΗΤΗΣ

43

οὐδ’ ἐν κοπρίᾳ θησαυρὸν ἐκβεβλημένον

44

κᾆτ’ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς ὀψωνοῦσιν μεγάλους τε φάγρους καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη στρογγυλοπλεύρων.

tit 45-50

ΦΟΙΝΙΣΣΑΙ

45

παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·
ὅταν φακῆν ἕψητε, μὴ ’πιχεῖν μύρον.724

46

εἶθ’ ἥλιος μὲν πείθεται τοῖς παιδίοις ὅταν λέγωσιν ‘ἔξεχ’ ὦ φίλ’ ἥλιε‘.

47

ξυνίετ’ οὐδὲν πᾶσα Θηβαίων πόλις. οὐδέν ποτ’ ἄλλ’. οἳ πρῶτα μὲν τὴν σηπίαν ὀπιτθοτίλαν, ὡς λέγους’, ὀνομάζετε, τὸν ἀλεκτρυόνα δ’ ὀρτάλιχον, τὸν ἰατρὸν δὲ
5σάκταν, βέφυραν τὴν γέφυραν, τῦκα δὲ τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δ’ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν,
νεασπάτωτον δ’ ἤν τι νεοκάττυτον ᾖ.725

48

οὐ σχοινί’, οὐδὲ στραγγαλίδες εἰσί.

tit 51-53

ΧΡΥΣΙΠΠΟΣ

51

εἰ μηδὲ χέσαι γ’ αὐτῷ σχολὴ γενήσεται, μηδ’ εἰς ἀσωτεῖον τραπέσθαι, μηδ’ ἐὰν αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδενί.

52

πρόσαγε τὸν πῶλον ἀτρέμα, προσλαβὼν τὸν ἀγωγέα βραχύτερον· οὐχ ὁρᾷς ὅτι
ἄβολος ἔτ’ ἐστί;726

53

κοχῶναι

tit 54-59

ΨΥΧΑΣΤΑΙ

54

Σαννυρίωνος σκυτίνην ἐπικουρίαν

55

κομίσειέ μοί τις
θυμαλώπων ὧδε μεστὴν ἐσχάραν;727

56

(εἴτε) ῥιπίδα εἴτε σκιάδειον

57

οἶνον γὰρ πιεῖν οὐδ’ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.

58

αἱ δ’ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε καὶ τὰ μίκρ’ ὀρνίθια.

59

ὁ δέ τις ψυκτῆρ’, ὁ δέ τις κύαθον χαλκοῦν κλέψας ἀπορῶν κεῖται, κοτύλη δ’ ἀνὰ χοίνικα μάττει.

tit 60-80

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

60

γαλῆν ὁρῶ. Β. ποῖ, πρὸς θεῶν, ποῖ ποῖ γαλῆν;
Α. γαλήν’. Β. ἐγὼ δ’ ᾤμην σε γαλῆν λέγειν ὁρῶ.728

61

οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν μέλας Σκιάθιος ἴσον ἴσῳ κεκραμένος.

62

τί δ’ ὥσπερ οἱ σταδιοδρόμοι προανίστασαι;

63

τὰ θυγάτρια
περὶ τὴν λεκάνην ἅπαντα περιπεπλιγμένα729

66

πρασοκουρίδες, αἳ καταφύλλους ἀνὰ κήπους πεντήκοντα ποδῶν ἴχνεσι βαίνετ’, ἐφαπτόμεναι ποδοῖν σατυριδίων μακροκέρκων,
5χοροὺς ἑλίσσουσαι παρ’ ὠκίμων πέταλα καὶ θριδακινίδων
εὐόσμων τε σελίνων730

67

βοῦς ἐμβαίνει μέγας

71

γαλῇ χιτώνιον731

72

ἀπεμυθήσω

73

γελάσιμον

74

διατράμιν

75

δυσόμοια

77

λελεπασμένον732

78

ὁμοπτέρους

79

ἡ προγονός

80

τρῶγες733