TLG 0507 003 :: STRATON :: Fragmentum

STRATON Comic.
(4–3 B.C.)

Fragmentum

Source: Austin, C. (ed.), Comicorum Graecorum fragmenta in papyris reperta. Berlin: De Gruyter, 1973: 205–206.

fr. 219

Citation: Fragment — (line)

219 tit

Φοινικίδηc

219

⸤cφίγγ’ ἄρρεν’, οὐ μάγειρον, εἰc τὴν οἰκίαν⸥ ⸤εἴληφ’· ἁπλῶc γὰρ οὐδὲ ἕν, μὰ τοὺc θεούc,⸥ ⸤ὧν ἂν λέγηι cυνίημι· καινὰ ῥήματα⸥ ⸤πεποριcμένοc⸥ πά⸤ρ⸥ε⸤cτιν· ὡc εἰcῆλθε γά⸥ρ,
5⸤εὐθύc μ’ ἐ⸥πηρώτηcε ⸤προcβλέψαc⸥ μέγα· ⸤‘πόcουc κ⸥έκληκαc μέροπα⸤c ἐπὶ δεῖ⸥πνον; λέγε.‘ ‘ἐγ⸤ὼ κέκ⸥ληκα μέροπαc ἐπ⸤ὶ δεῖπνο⸥ν; χολᾶιc. τοὺc δὲ μέροπαc τούτουc με γ⸤ιν⸥ώcκειν δοκεῖc;‘
11‘οὐδ’ ἄρα παρέcται δαιτυμὼν οὐθεὶc ὅλωc;‘
13ἥξει Φιλῖνοc, Μοcχίων, Νικήρατοc, ὁ δεῖν’, ὁ δεῖνα· κατ’ ὄνομ’ ἐπεπορευόμην·
15οὐκ ἦν ἐν αὐτοῖc οὐδὲ εἷc μοι Δαιτυμών.
17ὁ δ’ ἠγανάκτηc’ ὥcπερ ἠδικημένοc ὅτι οὐ κέκληκα Δαιτυμόνα· καινὸν cφόδρα. ‘οὐδ’ ἄρα θύειc ῥηξίχθον’;‘ ‘οὐκ‘, ἔφην, ‘ἐγώ.‘
20‘βοῦν εὐρυμέτωπον;‘ ‘οὐ θύω βοῦν, ἄθλιε.‘ ‘μῆλα θυcιάζειc ἆρα;‘ ‘μὰ Δί’, ἐγὼ μὲν οὔ.‘
23‘τὰ μῆλα πρόβατα.‘ ‘μῆλα πρόβατ’; οὐκ οἶδ’, ἔφην, ‘μάγειρε, τούτων οὐθέν, οὐδὲ βούλομαι·
9οὐδεὶc πάρεcται· τοῦτο γάρ, νὴ τὸν Δία,
10ἔcτι (ἔτι Dobree) κατάλοιπον μέροπαc ἐπὶ δεῖπνον καλεῖν
12‵———′οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην·
16‵———′‘οὐδεὶc παρέcται, φημί.‘ ‘τί λέγειc; οὐδὲ εἷc;‘
22‵———′οὐδέτερον αὐτῶν, προβάτιον δ’. ‘οὐκοῦν,‘ ἔφη,205
25ἀγροικότερόc εἰμ’, ὥcθ’ ἁπλῶc μοι διαλέγου.‘
34⸤‘τὰc οὐλοχύταc φέρε δεῦρο.‘ ‘τοῦτο δ’ ἐcτὶ τί;‘⸥
35⸤‘κριθαί.‘ ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰc λέγειc;‘⸥ ⸤‘πηγὸc πάρεcτι;‘ ‘πηγόc; οὐχὶ λαικάcει,⸥ ⸤ἐρεῖc cαφέc⸥τ̣ε̣ρ̣⸤όν θ’ ὃ βούλει μοι λέγε⸥ι̣ν̣;‘ ⸤‘ἀτάcθα⸥λόc γ’ εἶ, πρέcβυ,‘ φ⸤ηcίν. ‘ἅλ⸥α φέρε· ⸤τοῦτ’ ἐ⸥cθ’ ὁ πηγόc, τοῦτο δεῖξον.‘ χέρνιβον
40⸤παρῆ⸥ν· ἔθυεν, ἔλεγεν ἕτερα μυρία τ⸤ο⸥ι⸤αῦ⸥θ’ ἅ, μὰ τὴν Γῆν, οὐδὲ εἷc cυνῆκεν ἄν, μίcτυλλα, μοίραc, δίπτυχ’, ὀβελούc· ὥcτ’ ἔδει τὰ τοῦ Φιλιτᾶ λαμβάνοντα βυβλία cκοπεῖν ἕκαcτον τί δύναται τῶν ῥημάτων.
45ἀλλ’ ἱκέτευον αὐτὸν ἤδη μεταβαλὼν ἀνθρωπίνωc λαλεῖν τι. τὸν δ’ οὐκ ἄμ ποτε ἔπειcεν ἡ Πειθὼ παραcτᾶc’ αὐτόθι. καί μοι δοκεῖ ῥαψωιδοτοιούτου τινὸc δοῦλοc γεγονὼc ἐκ παιδὸc ἁλιτήριοc

219

(50)

ἔπε̣[ιτ]α πεπλῆcθαι τῶν Ὁμήρου ῥημάτων.
26‘Ὅμηρον οὐκ οἶcθα λέγοντα;‘ ‘καὶ μάλα ἐξῆν ὃ βούλοιτ’, ὦ (βούλει τω A corr. Casaubon et Coraes)
27
μάγειρ’, αὐτῶι λέγειν. ἀλλὰ τί πρὸc ἡμᾶc τοῦτο, πρὸc τῆc Ἑcτίαc;‘ ‘κατ’ ἐκεῖνον ἤδη πρόcεχε καὶ τὰ λοιπά μοι.‘
30‘Ὁμηρικῶc γὰρ διανοεῖ μ’ ἀπολλύναι;‘ ‘οὕτω λαλεῖν εἴωθα.‘ ‘μὴ τοίνυν λάλει οὕτω παρ’ ἔμοιγ’ ὤν.‘ ‘ἀλλὰ διὰ τὰc τέτταραc
δραχμὰc ἀποβαλῶ‘, φηcί, ‘τὴν προαίρεcιν;‘206