TLG 0505 002 :: SOTADES :: Fragmenta

SOTADES Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 585–586, 588.

Citation: Play — fragment — (line)

Egk

tit

ΕΓΚΛΕΙΟΜΕΝΑΙ.

Egk

1

Καρῖδας ἔλαβον πρῶτον, ἀπεταγήνισα ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας, ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν ἕψω ποιήσας τρῖμμα συκαμίνινον.
5γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο, ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν χλόην κύμινον ἅλας ὕδωρ ἐλάδιον. λάβρακα μετὰ ταῦτ’ ἐπριάμην καλὸν σφόδρα, ἔσται δι’ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ.
10ἀποδοὺς ὅς’ ἐστὶν ἀπ’ ὀβελίσκων ὀπτανά, τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς, ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ’ ὡς ἔχει, ἅλμῃ τε λιπαρᾷ παρατίθημ’ ὀρίγανον. ταύταις προσέλαβον σηπίας καὶ τευθίδας·
15ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη καὶ πτερύγι’ ἁπαλῶς σηπίας ὠπτημένα. τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινόν παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά,
ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον.585
20γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα, κατέπνιξ’ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ. κωβίδι’ ἄττα καὶ πετραῖα δή τινα ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυν’ ἀλεύρῳ * * τοιούτῳ τινί,
25πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα, θρίοισι ταύτην ἅλις ἐλαδίῳ διείς ἐσπαργάνωσα περιπάσας ὀρίγανον, ἐνέκρυψά θ’ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν.
30ἀφύαν θ’ ἅμ’ αὐτῇ παρέλαβον Φαληρικήν, εἷς κύαθος ἐνταῦθ’ ὕδατος ἐπιχυθεὶς πολύ· τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα, κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω. τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ’ ἔσθ’ ἡ τέχνη,
35οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι’ ὑπομνημάτων.586

Par

tit

ΠΑΡΑΛΥΤΡΟΥΜΕΝΟΣ.

Par

1

Παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ·
τοῦτον μασᾶται, παρακατεσθίει δ’ ἐμέ.588