TLG 0505 001 :: SOTADES :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 447–449. frr. 1–3 Citation: Fragment — (line) | ||
tit 1-2 | ΕΓΚΛΗΙΟΜΕΝΑΙ | |
1 | καρῖδας ἔλαβον πρῶτον, ἀπεταγήνισα | |
ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας, ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν ἕψω ποιήσας τρῖμμα συκαμίνινον. | 447 | |
5 | γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο, ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν χλόην, κύμινον, ἅλας, ὕδωρ, ἐλάδιον. λάβρακα μετὰ ταῦτ’ ἐπριάμην καλὸν σφόδρα, ἔσται δι’ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ, | |
---|---|---|
10 | ἀποδοὺς ὅς’ ἐστὶν ἀπ’ ὀβελίσκων ὀπτανά. τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς, ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ’ ὡς ἔχει, ἅλμῃ τε λιπαρᾷ παρατίθημ’ ὀρίγανον. ταύταις προσέλαβον σηπίας καὶ τευθίδας· | |
15 | ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη καὶ πτερύγι’ ἁπαλῶς σηπίας ὠπτημένα. τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά, ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον. | |
20 | γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα, κατέπνιξ’ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ. κωβίδι’ ἄττα καὶ πετραῖα δή τινα ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία ἐμόλυν’ ἀλεύρῳ . . τοιούτῳ τινί, | |
25 | πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν. ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα, θρίοισι ταύτην ἅλις ἐλαδίῳ διεὶς ἐσπαργάνωσα περιπάσας ὀρίγανον, ἐνέκρυψά θ’ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν. | |
30 | ἀφύαν θ’ ἅμ’ αὐτῇ παρέλαβον Φαληρικήν, εἷς κύαθος ἐνταῦθ’ ὕδατος ἐπιχυθεὶς πολύ· τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα, κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω. τί λοιπόν; οὐδέν· ἀλλὰ τοῦτ’ ἔσθ’ ἡ τέχνη, | |
35 | οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι’ ὑπομνημάτων. | 448 |
2 | κλέπτρια | |
tit 3 | ΠΑΡΑΛΥΤΡΟΥΜΕΝΟΣ | |
3 | παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ· | |
τοῦτον μασᾶται, παρακατεσθίει δ’ ἐμέ. | 449 |