TLG 0500 002 :: POSIDIPPUS :: Fragmenta

POSIDIPPUS Comic.
(3 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 513–521, 523–527.

Citation: Play — fragment — (line)

Ana

tit

ΑΝΑΒΛΕΠΩΝ.

Ana

1

Ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα τὰ τῶν μαγείρων πάντα καθ’ ἕκαστον κακά. ἀντεργολαβοῦντες ἔλεγον ὁ μὲν ὡς οὐκ ἔχει ῥῖνα κριτικὴν πρὸς τοὔψον, ὁ δ’ ὁτιὴ στόμα
5πονηρόν, ὁ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας ἐπιθυμίας ἔνιά τε τῶν ἡδυσμάτων, κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός, καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων. ἐκ τοῦ πυρός εἰς τὰς μαχαίρας ἦλθον· ὧν εἷς οὑτοσί
10διὰ τῶν μαχαιρῶν τοῦ πυρός τ’ ἐλήλυθεν.513

Apo

tit

ΑΠΟΚΛΕΙΟΜΕΝΗ.

Apo

1

Ταυτὶ μὲν οὖν τοιαῦτα· συμβαίνει δέ τι νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ
ἀστεῖον· οὐχ ἁλώσομ’ ἐκφέρων κρέας.514

Gal

tit

ΓΑΛΑΤΗΣ.515

Dem

tit

ΔΗΜΟΤΑΙ.

Herm

tit

ΕΡΜΑΦΡΟΔΙΤΟΣ.

Herm

1

Υἱὸν τρέφει πᾶς κἂν πένης τις ὢν τύχῃ, θυγατέρα δ’ ἐκτίθησι κἂν ᾖ πλούσιος.

Epi

tit

ΕΠΙΣΤΑΘΜΟΣ.

Epi

1

Σκηνάς, ὄχους,
ῥίσκους, ἀορτάς, τάχανα, λαμπήνας, ὄνους.516

Eph

tit

ΕΦΕΣΙΑ.

Eph

1

Φρύνη πρὸ ἡμῶν γέγονεν ἐπιφανεστάτη πολὺ τῶν ἑταιρῶν· καὶ γὰρ εἰ νεωτέρα τῶν τότε χρόνων εἶ, τόν γ’ ἀγῶν’ ἀκήκοας. βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας
5εἰς Ἡλιαίαν ἦλθε περὶ τοῦ σώματος, καὶ τῶν δικαστῶν καθ’ ἕνα δεξιουμένη μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.

Kod

tit

ΚΩΔΩΝ.

Kod

1

Τὸν παῖδ’ ἄνω σπεύδοντα πρὸς τὸ τελώνιον.

Lok

tit

ΛΟΚΡΙΔΕΣ.

Lok

1

Ὥρα περαίνειν ἐγχέλεια, καράβους, κόγχας, ἐχίνους προσφάτους, μηκώνια,
πίννας, τραχήλους, μύας.517

Met

tit

ΜΕΤΑΦΕΡΟΜΕΝΟΙ.

Met

1

Ὥστ’ ἐν ἡμέραις δέκα
εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον.518

Myr

tit

ΜΥΡΜΗΞ.

Myr

1

Ὧν τοῖς θεοῖς ἄνθρωπος εὔχεται τυχεῖν τῆς εὐθανασίας κρεῖττον οὐδὲν εὔχεται.

Myr

2

Οὕτω τι πολύπουν ἐστὶν ἡ λύπη κακόν.

Hom

tit

ΟΜΟΙΟΙ.

Hom

1

Ἔργον γε λύπην ἐκφυγεῖν, ἡ δ’ ἡμέρα ἀεί τι καινὸν εἰς τὸ φροντίζειν φέρει.

Pai

tit

ΠΑΙΔΙΟΝ.519

Por

tit

ΠΟΡΝΟΒΟΣΚΟΣ.

Por

1

Ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακόν· τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι.

Syn

tit

ΣΥΝΤΡΟΦΟΙ.

Syn

1

Ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν; Β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν. Α. πότερ’ οὖν ἀφεῖσαι; Β. κατ’ ἀγορὰν ἐργάζομαι· ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.

Syn

2

Ἔνδοθι προνομεύειν ὅρμενα.520

Phi

tit

ΦΙΛΟΠΑΤΩΡ.

Cho

tit

ΧΟΡΕΥΟΥΣΑΙ.

Cho

1

Μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος ὑπὲρ τέχνης λαλεῖν τι. τῶν ἡδυσμάτων πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ
5ἀλαζονεία· τὸ καθ’ ὅλου δὲ τῶν τεχνῶν ὄψει σχεδόν τι πάντα τοῦθ’ ἡγούμενον. ξεναγὸς οὗτος, ὅστις ἂν θώρακ’ ἔχῃ φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως, ἂν τύχῃ δ’ ἐστὶν λαγώς.
10ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν, ἔπτηξ’ ἕκαστος εὐθύς. ἂν δ’ ἀληθινόν σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει.
15ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου. καὶ τὰ στόμια γίγνωσκε τῶν κεκλημένων· ὥσπερ γὰρ εἰς τἀμπόρια τῆς τέχνης πέρας τοῦτ’ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα. διακονοῦμεν νῦν γάμους. τὸ θῦμα βοῦς,
20ὁ διδοὺς ἐπιφανής, ἐπιφανὴς ὁ λαμβάνων. τούτων γυναῖκες ἱέρειαι τῇ θεᾷ θεοί, κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή. ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς.
μέμνησο καὶ σὺ τοῦτο.521

FIF

tit

FABULARUM INCERTARUM FRAGMENTA.

FIF

1

Ἰδιώτης μέγας αὐτοῖς ὁ Σεύθης. οἶσθα δ’ ὦ βέλτισθ’ ὅτι ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ. οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει
5στρατηγὸς ἕστηκεν, τὸ πρᾶγμ’ ἐδέξατο. πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος. κινεῖ γὰρ ἀθρόος οὗτος· εἰσελήλυθεν ἐκ πέντε καὶ δέχ’ ἡμερῶν προηλπικώς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκλελεγμένος,
10τηρῶν πότ’ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.523

FIF

2

Ἑλλὰς μέν ἐστι μία, πόλεις δὲ πλείονες· σὺ μὲν ἀττικίζεις, ἡνίκ’ ἂν φωνὴν λέγῃς αὑτοῦ τίν’, οἱ δ’ Ἕλληνες ἑλληνίζομεν. τί προσδιατρίβων συλλαβαῖς καὶ γράμμασιν
5τὴν εὐτραπελίαν εἰς ἀηδίαν ἄγεις;524

FIF

3

Ναοὶ δύ’ εἰσὶ καὶ στοά, καὶ τοὔνομα, καὶ τὸ βαλανεῖον, καὶ τὸ Σαράβου κλέος, τὸ πολὺ μὲν ἀκτή, τοῖς δ’ Ἐλευθερίοις πόλις.

FIF

4

Οὐδεὶς ἀλύπως τὸν βίον διήγαγεν ἄνθρωπος ὤν, οὐδὲ μέχρι τοῦ τέλους πάλιν
ἔμεινεν εὐτυχῶν.525

FIF

5

Τὴν χλανίδα πάντες, ὡς ἔοικεν, οὐκ ἐμέ προσηγόρευον· οὐδὲ εἷς νῦν μοι λαλεῖ.

FIF

6

Διὰ τὴν τέχνην μὲν γνωρίμους ἐκτησάμην πολλούς, διὰ τὸν τρόπον δὲ τοὺς πλείστους φίλους.

FIF

7

Οὐκ ἔργον ἐστὶν εὖ λέγειν, ἀλλ’ εὖ ποιεῖν· πολλοὶ γὰρ εὖ λέγοντες οὐκ ἔχουσι νοῦν.

FIF

8

Διψηρός, ἄτοπος ὁ μυρίνης ὁ τίμιος.526

FIF

15

Τὸ τῆς ἐλάας δένδρον.527