TLG 0500 001 :: POSIDIPPUS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 335–348. frr. 1–7, 9–34, 36–44 Citation: Fragment — (line) | ||
tit 1 | ΑΝΑΒΛΕΠΩΝ | |
1 | ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα | |
τὰ τῶν μαγείρων πάντα καθ’ ἑκάστου κακά. ἀντεργολαβοῦντες ἔλεγον ὁ μὲν ὡς οὐκ ἔχει ῥῖνα κριτικὴν πρὸς τοὔψον, ὁ δ’ ὅτι τὸ στόμα | 335 | |
5 | πονηρόν, ὁ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας ἐπιθυμίας . . . . . . . . | |
---|---|---|
6 | . . . . ἔνιά τε τῶν ἡδυσμάτων, κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός, καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων. ἐκ τοῦ πυρὸς εἰς τὰς μαχαίρας ἦλθον· ὧν εἷς οὑτοσὶ | |
10 | διὰ τῶν μαχαιρῶν τοῦ πυρός τ’ ἐλήλυθεν. | |
tit 2-5 | ΑΠΟΚΛΗΙΟΜΕΝΗ | |
2 | ταυτὶ μὲν οὖν τοιαῦτα· συμβαίνει δέ τι νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ | |
ἀστεῖον· οὐχ ἁλώσομ’ ἐκφέρων κρέας. | 336 | |
3 | ἑψητὸν ἀγοράζειν τινά | |
4 | ὦ Λακιάδαι | |
5 | τηγανίζεσθαι | |
tit 6 | ΑΡΣΙΝΟΗ | |
6 | βοῦς ἕβδομος | |
tit 7-8 | ΓΑΛΑΤΗΣ | 337 |
7 | κόρακι κλῄεθ’ ἡ θύρα. | |
tit 9 | ΔΗΜΟΤΑΙ | |
9 | νεανισκεύεται | |
tit 10 | ΕΠΙΣΤΑΘΜΟΣ | |
10 | σκηνάς, ὄχους, ῥίσκους, ἀορτάς, τάχανα, λαμπήνας, ὄνους. | |
tit 11 | ΕΡΜΑΦΡΟΔΙΤΟΣ | |
11 | υἱὸν τρέφει πᾶς κἂν πένης τις ὢν τύχῃ, | |
θυγατέρα δ’ ἐκτίθησι κἂν ᾖ πλούσιος. | 338 | |
tit 12 | ΕΦΕΣΙΑ | |
12 | Φρύνη πρὸ ἡμῶν γέγονεν ἐπιφανεστάτη πολὺ τῶν ἑταιρῶν· καὶ γὰρ εἰ νεωτέρα τῶν τότε χρόνων εἶ, τόν γ’ ἀγῶν’ ἀκήκοας. βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας | |
5 | τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος, καὶ τῶν δικαστῶν καθ’ ἕνα δεξιουμένη μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις. | |
tit 13 | ΚΩΔΩΝ | |
13 | τὸν παῖδ’ ἄνω σπεύδοντα πρὸς τὸ τελώνιον | |
tit 14 | ΛΟΚΡΙΔΕΣ | |
14 | ὥρα περαίνειν· ἐγχέλεια, καράβους, κόγχας, ἐχίνους προσφάτους, μηκώνια, | |
πίνας, τραχήλους, μύας. | 339 | |
tit 15-17 | ΜΕΤΑΦΕΡΟΜΕΝΟΙ | |
15 | ὥστ’ ἐν ἡμέραις δέκα εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον. | |
16 | κυβίων | |
17 | Κύπριον | 340 |
tit 18-19 | ΜΥΡΜΗΞ | |
18 | ὧν τοῖς θεοῖς ἄνθρωπος εὔχεται τυχεῖν τῆς εὐθανασίας κρεῖττον οὐδὲν εὔχεται. | |
19 | οὕτω τι πολύπουν ἐστὶν ἡ λύπη κακόν. | |
tit 20 | ΟΜΟΙΟΙ | |
20 | ἔργον γε λύπην ἐκφυγεῖν, ἡ δ’ ἡμέρα ἀεί τι καινὸν εἰς τὸ φροντίζειν φέρει. | |
tit 21 | ΠΑΙΔΙΟΝ | |
21 | τὸ ἑφθοπώλιον | |
tit 22 | ΠΟΡΝΟΒΟΣΚΟΣ | |
22 | ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακόν· | |
τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι. | 341 | |
tit 23-24 | ΣΥΝΤΡΟΦΟΙ | |
23 | ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν; Β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν. Α. πότερ’ οὖν ἀφεῖσαι; Β. κατ’ ἀγορὰν ἐργάζομαι· ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος. | |
24 | ἔνδοθι προνομεύειν ὄρμενα | |
tit 25 | ΦΙΛΟΠΑΤΩΡ | |
25 | ἐθισμός | |
tit 26 | ΧΟΡΕΥΟΥΣΑΙ | |
26 | μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος ὑπὲρ τέχνης λαλεῖν τι· τῶν ἡδυσμάτων | |
πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ | 342 | |
5 | ἀλαζονεία· τὸ καθ’ ὅλου δὲ τῶν τεχνῶν ὄψει σχεδόν τι τοῦθ’ ἡγούμενον. ξεναγὸς οὗτος, ὅστις ἂν θώρακ’ ἔχῃ φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως, ἂν τύχῃ δ’ ἐστὶν λαγώς. | |
10 | ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν, ἔπτηξ’ ἕκαστος εὐθύς. ἂν δ’ ἀληθινὸν σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει. | |
15 | ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου. καὶ τὰ στόματα γίνωσκε τῶν κεκλημένων· ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας τοῦτ’ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα. διακονοῦμεν νῦν γάμους. τὸ θῦμα βοῦς, | |
20 | ὁ διδοὺς ἐπιφανής, ἐπιφανὴς ὁ λαμβάνων. τούτων γυναῖκες ἱέρειαι τῇ θεᾷ θεοί, κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή· ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς. | |
μέμνησο καὶ σὺ τοῦτο. | 343 | |
tit 27-44 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
27 | ἰδιώτης μέγας αὐτοῖς ὁ Σεύθης. οἶσθα δ’, ὦ βέλτισθ’, ὅτι ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ. οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει | |
5 | στρατηγὸς ἕστηκεν, τὸ πρᾶγμ’ ἐδέξατο. πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος. κινεῖ γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν ἐκ πέντε καὶ δέχ’ ἡμερῶν προηλπικὼς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκλελυμένος, | |
10 | τηρῶν πότ’ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει | |
ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην. | 344 | |
28 | Ἑλλὰς μέν ἐστι μία, πόλεις δὲ πλείονες· σὺ μὲν ἀττικίζεις, ἡνίκ’ ἂν φωνὴν λέγῃς αὐτοῦ τινές, οἱ δ’ Ἕλληνες ἑλληνίζομεν. τί προσδιατρίβων συλλαβαῖς καὶ γράμμασιν | |
5 | τὴν εὐτραπελίαν εἰς ἀηδίαν ἄγεις; | |
29 | ναοὶ δύ’ εἰσὶ καὶ στοά, καὶ τοὔνομα, καὶ τὸ βαλανεῖον, καὶ τὸ Σαράβου κλέος, | |
τὸ πολὺ μὲν ἀκτή, τοῖς δ’ Ἐλευθερίοις πόλις. | 345 | |
30 | οὐδεὶς ἀλύπως τὸν βίον διήγαγεν ἄνθρωπος ὤν, οὐδὲ μέχρι τοῦ τέλους πάλιν ἔμεινεν εὐτυχῶν. | |
31 | τὴν χλανίδα πάντες, ὡς ἔοικεν, οὐκ ἐμὲ προσηγόρευον· οὐδὲ εἷς νῦν μοι λαλεῖ. | |
32 | διὰ τὴν τέχνην μὲν γνωρίμους ἐκτησάμην πολλούς, διὰ τὸν τρόπον δὲ τοὺς πλείστους φίλους. | |
33 | οὐκ ἔργον ἐστὶν εὖ λέγειν, ἀλλ’ εὖ φρονεῖν· πολλοὶ γὰρ εὖ λέγοντες οὐκ ἔχουσι νοῦν. | |
34 | διψηρός, ἄτοπος ὁ μυρίνης ὁ τίμιος. | 346 |
36 | προσέκοψε τῷ ἀνθρώπῳ | |
37 | τὸ τῆς ἐλαίας δένδρον | |
38 | ὀνυχιστήρια λεπτά | |
39 | ἄθετος | |
40 | αὐθέκαστος | |
41 | ἡ ἔπηλις | 347 |
42 | ἐπίχαρμα | |
43 | κακοπρόσωπος | |
44 | κύφωνες | 348 |