TLG 0497 005 :: PLATO :: Epigramma

PLATO Comic.
(Atheniensis: 5–4 B.C.)

Epigramma

Citation: Book — epigram — (line)

9

.

359

(p1)

ΠΟΣΕΙΔΙΠΠΟΥ, οἱ δὲ ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΚΩΜΙΚΟΥ
1Ποίην τις βιότοιο τάμοι τρίβον; εἰν ἀγορῇ μὲν νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοις φροντίδες· ἐν δ’ ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ
τάρβος· ἐπὶ ξείνης δ’, ἢν μὲν ἔχῃς τι, δέος·
5ἢν δ’ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος ἔσσεαι. οὐ γαμέεις; ζῇς ἔτ’ ἐρημότερος. τέκνα πόνοι, πήρωσις ἄπαις βίος. αἱ νεότητες ἄφρονες, αἱ πολιαὶ δ’ ἔμπαλιν ἀδρανέες. ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι
10μηδέποτ’ ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.