TLG 0497 002 :: PLATO :: Fragmenta

PLATO Comic.
(Atheniensis: 5–4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 2.2. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 615–622, 624–641, 643–650, 652–657, 659–662, 664–677, 679–687, 693.

p. 693: fr. 45 supplied from vol. 5.1, p. cix

Citation: Play — fragment — (line)

Ado

t

ΑΔΩΝΙΣ.

Ado

1

Ὦ Κινύρα, βασιλεῦ Κυπρίων ἀνδρῶν δασυπρώκτων, παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε πάντων ἀνθρώπων, δύο δ’ αὐτὸν δαίμον’ ὀλεῖτον,
ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς ὁ δ’ ἐλαύνων.615

Ado

2

Εἶτ’ οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται;

Hai

t

ΑΙ ΑΦ’ ΙΕΡΩΝ.

Hai

1

Οὐδ’ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα.616

Hai

2

Δότω τὴν κιθάραν τις ἔνδοθεν καὶ τοὐπιπόρπαμα.

Hai

3

Πόθεν ὁρμιὰ καὶ κάλαμος;617

Amph

t

ΑΜΦΙΑΡΕΩΣ.

Amph

1

Καὶ νὴ Δί’ εἰ Πάμφιλον γε φαίης κλέπτειν τὰ κοίν’ ἅμα τε συκοφαντεῖν.

Gry

t

ΓΡΥΠΕΣ.

Gry

1

Ἀνηρπάκας’ ἁπαξάπαντ’ αὐτῷ κανῷ.

Gry

2

Αἲ αἴ, γελῶν ἐπηκροώμην σου πάλαι.618

Dai

t

ΔΑΙΔΑΛΟΣ.

Dai

1-2

Ἐνίοτε πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
2* * * *
Ὁ δὲ παῖς ὅδ’ ἔνδον τὰς ἀλεκτρυόνας σοβεῖ.619

Hel

t

ΕΛΛΑΣ Η ΝΗΣΟΙ.

Hel

1

Εἴξασιν ἡμῖν οἱ νόμοι τούτοισι τοῖσι λεπτοῖς
ἀραχνίοις, ἃν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνει.620

Hel

3

Εἰ μὲν σὺ τὴν θάλασσαν ἀποδώσεις ταύτην ἑκών,
εἰ δὲ μή, ταῦτα πάντα συντριαινῶν ἀπολέσω.621

Hel

4

Βούλει τήνδε σοι πλεκτὴν καθῶ κἄπειτ’ ἀνελκύσω σε δεῦρο;

Hel

5

Λαβὼν οὖν
τὸν σκύλακα τὸν τοῦ προξένου κἄπειτα δῆσον αὐτόν.622

Heor

t

ΕΟΡΤΑΙ.

Heor

1

Τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν· τὰ γὰρ κρέα ἥδιστ’ ἔχουσι, κοὐδὲν ἀφ’ ὑὸς γίγνεται πλὴν ὕστριχες καὶ πηλὸς ἡμῖν καὶ βοή.

Heor

2

Ὡς μέγα μέντοι πάνυ τὴν Αἴτνην ὄρος εἶναί φασι τεκ‐
1
μαίρου, ἔνθα τρέφεσθαι τὰς κανθαρίδας τῶν ἀνθρώπων λόγος ἐστὶν οὐδὲν ἐλάτ‐
3τους.624

Heor

3

Ἐξιόντι γὰρ ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας, ἰχθῦς ἀσίτους καὶ τοὺς πονηροὺς ἦγέ μοι.

Heor

4

Ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.625

Heor

5

Καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας.

Heor

6

Τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν.

Heor

7

Εὖ γέ σοι γένοιθ’, ἡμᾶς ὅτι
ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου.626

Heor

8

Κατηδέσθημεν ἂν καὶ κατεκόπημεν εὐθύς.

Heor

9

Ὁ δὲ τὸν ἐγκέφαλόν τις ἐξαύσας καταπίνει.627

Heor

10

Ἔπειτα κλίνην ἀμφίκολλον πυξίνην.

Heor

11

Ἐμφέρεσθε δέ
τὰ ῥάμματα.628

Eur

t

ΕΥΡΩΠΗ.

Eur

1

Γυνὴ καθεύδους’ ἐστὶν ἀργόν. Β. μανθάνω. Α. Ἐγρηγορυίας δ’ εἰσὶν αἱ παροψίδες αὗται μόνον κρείττους πολὺ χρῆμ’ εἰς ἡδονὴν ηταλλαβεῖν. οὐ γάρ τινες παροψίδες
5εἴς’ ἀντιβολῶ σε;

Eur

2

Ἁλιευόμενός ποτ’ αὐτὸν εἶδον ἀνδράχμη
μετὰ πρημνάδων, κἄπειτ’ ἀφῆκεν ὅτι ἦν βόαξ.629

Zeu

t

ΖΕΥΣ ΚΑΚΟΥΜΕΝΟΣ.

Zeu

1

Πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ τὸ δεῖπνον ἔνδον σκευάσω, πάνυ βούλομαι. Β. ἀλλ’ ἃ νόμος ἔστ’; Α. ἀλλ’ εἰς θυείαν παιστέον. Β. φέρε τὴν θυείαν, αἶρ’ ὕδωρ, ποτήρια
5παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων. * * * * * * Α. Ἀγεννῶς οὐκ ἐῶ παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ τασδί τε τὰς κρηπῖδας ἃς αὐτὴ φορεῖ, καὶ τὸν κότυλον τὸν σόν. Β. Βαβαιάξ, οὑτοσὶ
10μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.630

Zeu

2-3

Μὴ σκληρὰν ἔχε
τὴν χεῖρα μέλλων κοτταβίζειν.631

Zeu

4

Καί τοι φορεῖτε γλῶτταν ἐν ὑποδήμασιν, στεφανοῦσθ’ ὑπογλωττίσιν, ὅταν πίνητέ που, κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε.

Zeu

5-6

Γλώττης ἀγαθῆς οὐκ ἔστ’ ἄμεινον οὐδὲ ἕν.
1 * * * * Ἡ γλῶττα δύναμιν τοὺς λόγους ἐκτήσατο,
ἐκ τῶν λόγων δ’ ἅττ’ αὐτὸς ἐπιθυμεῖς ἔχεις.632

Zeu

7

Ὥσθ’ ἅττ’ ἔχω ταῦτ’ ἐστί· ταρίχους ἀπολέσω.

Zeu

8

Κεράτινον εἶχον σκευοφορεῖον καὶ καμπύλον.633

Io

t

ΙΩ.

Io

1

Πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.

Kle

t

ΚΛΕΟΦΩΝ.

Kle

1

Σὲ γὰρ γραῦ συγκατῴκισεν σαπράν ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βοράν.

Kle

2

Ἵν’ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου.634

Kle

3

Ἀλλ’ αὐτὸς ἀπαρτὶ τἀλλότρι’ οἰχήσει φέρων.

Kle

4

Ἐψάθαλλε λεῖος ὤν.635

Lai

t

ΛΑΙΟΣ.

Lai

1

Οὐχ ὁρᾶς ὅτι ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους, ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται,
σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων;636

Lai

2

Οὐχ ὁρᾷς ὅτι Φιλωνίδην που τέτοκεν ἡ μήτηρ ὄνον τὸν Μελιτέα, κοὐκ ἔπαθεν οὐδέν;

Lak

t

ΛΑΚΩΝΕΣ Η ΠΟΙΗΤΑΙ.

Lak

1

Ἅνδρες δεδειπνήκασιν ἤδη σχεδὸν ἅπαντες· εὖγε, τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ λίτρον παραχέων ἔρχομαι. κἀγὼ δὲ παρακορήσων.
σπονδὰς δ’ ἔπειτα παραχέας τὸν κότταβον παροίσω.637
5τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι, καὶ προσαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων Αἰγύπτιον, κᾆτ’ ἴρινον· στέφανον δ’ ἔπειθ’ ἑκάστῳ δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω. καὶ δὴ κέκραται. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε.
10σπονδὴ μὲν ἤδη γέγονε, καὶ πίνοντές εἰσι πόρρω. καὶ σκόλιον ᾖσται, κότταβος δ’ ἐξοίχεται θύραζε. αὐλοὺς δ’ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι μελίζεται τοῖς συμπόταις, κἄλλην τρίγωνον εἶδον
ἔχουσαν, εἶτ’ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.638

Lak

2

Ὅταν δέωμαι γωνιαίου ῥήματος,
τούτῳ παριστῶ καὶ μοχλεύω τὰς πέτρας.639

Lak

3

Καὶ μὴν ὄμοσόν μοι μὴ τεθνάναι τὸ σῶμ’. Β. ἐγώ.
Α. ψυχὴν δ’ ἐπανήκειν ὥσπερ Αἰσώπου ποτέ.640

Men

t

ΜΕΝΕΛΕΩΣ.

Men

1

Εἰπέ μοι ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.
Β. ὁ γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν.641

Met

t

ΜΕΤΟΙΚΟΙ.

Met

1

Σημεῖα παρασημεῖα, κλεῖν παρακλείδιον.

Nik

t

ΝΙΚΑΙ.

Nik

1

Τουτὶ προσαναβῆναι τὸ σιμὸν δεῖ.643

Nyx

t

ΝΥΞ ΜΑΚΡΑ.

Nyx

1

Κἆθ’ ἧκεν ἄρτους πριάμενος
μὴ τῶν καθαρύλλων ἀλλὰ μεγάλους Κιλικίους.644

Nyx

2

Ἐνταῦθ’ ἐπ’ ἄκρων τῶν κροτάφων ἕξει λύχνον δίμυξον.

Nyx

3

Ἕξουσιν οἱ πομπῆς λυχνούχους δηλαδή.

Nyx

4

Ἀλλ’ αὖ γέλοιον ἄνδρα μου μὴ φροντίσαι
μηδέν.645

Xan

t

ΞΑΝΤΡΙΑΙ Η ΚΕΡΚΩΠΕΣ.

Xan

1

Χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων.

Xan

2

Ἦν δὴ θόρυβος τευταζόντων.

Xan

3

Τῶνδε βουλευτὶς πόνων.646

Pai

t

ΠΑΙΔΑΡΙΟΝ.

Pai

1

Εἰ μὲν μὴ λίαν * * * ὦνδρες, ἠναγκαζόμην στρέψαι δεῦρ’, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδ’ ἐπῶν.

Pai

2

Φέρε τοῦτ’ ἐμοὶ
δεῖξον τὸ κανοῦν μοι δεῦρο πῆ μάχαιρ’ ἔνι.647

Pai

3

Ὥσπερ τοὺς πουλύποδας πρώτιστά σε.

Pei

t

ΠΕΙΣΑΝΔΡΟΣ.

Pei

1

Ἤδη φαγών τι πώποθ’, οἷα γίγνεται, ὀψάριον ἔκαμες, καὶ προσέστη τοῦτό σοι; Β. ἔγωγε πέρυσι κάραβον φαγών.

Pei

2

Γυνὴ γάρ, ἢν μὲν αὐτήν ἀεὶ κολάζῃς, ἐστὶ πάντων κτημάτων κράτιστον,
ἐὰν δ’ ἀνῇς, ὑβριστόν ἐστι χρῆμα κἀκόλαστον.648

Pei

3

Χαλεπῶς ἂν οἰκήσαιμεν ἐν Βυζαντίοις,
ὅπου σιδαρέοισι τοῖς νομίσμασι χρῶνται.649

Pei

4

Ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος.650

Per

t

ΠΕΡΙΑΛΓΗΣ.

Per

1

Ὦ θεῖε Μόρυχε, νῦν γὰρ εὐδαίμων ἔφυς, καὶ Γλαυκέτης ἡ ψῆττα, καὶ Λεωγόρας,
οἳ ζῆτε τερπνῶς οὐδὲν ἐνθυμούμενοι.652

Per

2

Ὃς πρῶτα μὲν Κλέωνι πόλεμον ἠράμην.

Per

3

Ἀλλ’ ἡγούμεσθ’ εὖ κἀνδρείως πολλῷ πάντων προέχοντες.

Per

4

Χρηστὸν μὴ κατὰ Μειδίαν ὀρτυγοκόπον.653

Poi

t

ΠΟΙΗΤΗΣ.

Poi

1

Μόνος δ’ ἄγευστος,
ἄσπλαγχνος ἐνιαυτίζομἀπλάκουντος, ἀλιβάνωτος.654

Poi

4

Ὁρᾶτε τὸ διῆρες ὑπερῷον.

Poi

5

Τὸν δέλφακα
ἀπῆγε σιγῇ.655

Pre

t

ΠΡΕΣΒΕΙΣ.

Pre

1

Κατέλαβον Ἐπικράτης τε καὶ Φορμίσιος παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα, ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.

Pre

2

Χαίρεις, οἶμαι, μεταπεττεύσας αὐτὸν διακλιμακίσας τε,
τὸν ὑπηνόβιον σπαρτιοχαίτην ῥυποκόνδυλον ἑλκετρίβωνα.656

Pre

2a

Κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε.

Pre

3

Ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε.

Pre

4

Σκευάρια δὴ κλέψας ἀπεκήρυξ’ ἐκφέρων.657

Skeu

t

ΣΚΕΥΑΙ.

Skeu

1

Ὥστ’ εἴ τις ὀρχοῖτ’ εὖ, θέαμ’ ἦν· νῦν δὲ δρῶσιν οὐδέν, ἀλλ’ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται.

Skeu

2

Ἅψαι μόνον οὐκ ἂν ἄκρῳ τῇ Μορσίμῳ,
ἵνα σοι πατήσω τὸν Σθένελον μάλ’ αὐτίκα.659

Skeu

3

Καὶ τοῖς τρόποις ἁρμόττον ὥσπερ περὶ πόδα.660

Soph

t

ΣΟΦΙΣΤΑΙ.

Soph

1

Ξενοκλῆς ὁ δωδεκαμήχανος,
ὁ Καρκίνου παῖς τοῦ θαλαττίου.661

Soph

2

Τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος.

Soph

3

Προμηθία γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς.

Soph

4

Κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.

Soph

5

Ἐν τρισὶν
πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος.662

Sym

t

ΣΥΜΜΑΧΙΑ.

Sym

1

Ἐγὼ γὰρ ὑμῖν νῦν φράσω.

Sym

2

Εἴξασιν γὰρ τοῖς παιδαρίοις τούτοις, οἳ ἑκάστοτε γραμμήν ἐν ταῖσιν ὁδοῖς διαγράψαντες διανειμάμενοι δίχ’ ἑαυτούς ἑστᾶς’, αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γράμμης οἱ δ’ αὖ
3
ἐκεῖθεν· εἷς δ’ ἀμφοτέρων ὄστρακον αὐτοῖς εἰς μέσον ἑστὼς
4ἀνίησιν,664
5κἂν μὲν πίπτῃσι τὰ λεύκ’ ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέ‐
5ρους δεῖ,
τοὺς δὲ διώκειν.665

Sym

3

Σὺν ἐλαίῳ ὠτογλυφίδα λαβοῦς’ ἀνασκάλλεται.

Sym

4

Τὸ γὰρ ἕψημά σου γευόμενος ἔλαθον ἐκροφήσας.

Sym

5

Ἢ ’ξ Ἀρκαδίας τοι δριμυτάτην ὀρίγανον.

Sym

6

Βατίς τε καὶ σμύραινα πρόσεστι.666

Sym

7

Νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίγνεται.

Syr

t

ΣΥΡΦΑΞ.

Syr

1

Σὲ μέν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω.667

Syr

2

Νοεῖ μὲν ἕτερ’ ἕτερα δὲ τῇ γλώττῃ λέγει.

Syr

3

Α. Ὁδὶ μὲν Ἀναγυράσιος ὀρφώς ἐστί σοι. Β. τούτῳ φίλος Μυνίσκος ἔσθ’ ὁ Χαλκιδεύς.
Α. καλῶς λέγεις.668

Hyp

t

ΥΠΕΡΒΟΛΟΣ.

Hyp

1

Ὁ δ’ οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι, ἀλλ’ ὁπότε μὲν χρείη διῃτώμην λέγειν, ἔφασκε δὴ τῷ μήν, ὁπότε δ’ εἰπεῖν δέοι ὀλίγον, ὀλίον ἔλεγεν.

Hyp

2

Καίτοι πέπραχε τῶν τρόπων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια·
οὐ γὰρ τοιούτων οὕνεκ’ ὄστραχ’ εὑρέθη.669

Hyp

3-4

Εὐτυχεῖς ὦ δέσποτα. Β. τί δ’ ἔστι; Α. βουλεύειν ὀλίγου ’́λαχες πάνυ. ἀτὰρ οὐ λαχὼν ὅμως ἔλαχες, ἢν νοῦν ἔχῃς. Β. πῶς ἢν ἔχω νοῦν; Α. ὅτι πονηρῷ καὶ ξένῳ
5ἐπέλαχες ἀνδρί, μηδέπω γὰρ ἐλευθέρῳ.
5
* * * * Ἄπερρ’· ἐγὼ δ’ ὑμῖν τὸ πρᾶγμα δὴ φράσω·
Ὑπερβόλῳ βουλῆς γάρ, ἄνδρες, ἐπέλαχον.670

Hyp

5

Καὶ τοσοῦτον εὐερίας ἀπολέλαυχ’ Ὑπέρβολος,
ὥστ’ αὐχμότατός ἐστι.671

Pha

t

ΦΑΩΝ.

Pha

1

Ἐγὼ δ’ ἐνθάδ’ ἐν τῇ ’ρημίᾳ τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον πρὸς ἐμαυτόν. Β. ἔστι δ’, ἀντιβολῶ σε, τοῦτο τί; Α. Φιλοξένου καινή τις ὀψαρτυσία.
5Β. ἐπίδειξον αὐτὴν ἥτις ἐστίν. Α. ἄκουε δή. Ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ’ ἐπὶ θύννον. Β. ἐπὶ θύννον; οὐκοῦν τῆς τελευταίας πολύ κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως; Α. Βολβοὺς μὲν σποδιᾷ δαμάσας, καταχύσματι δεύσας,
10ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ’ ἐς τέκν’ ἄνειμι.
11 * * * * Οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον.
12* * * *
Ὀρφών, αἰολίαν, συνόδοντά τε καρχαρίαν τε μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ·672
15ἀλλ’ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον. πουλύποδος πλεκτὴ δ’ ἄν, ἐπεὶ λήψῃ κατὰ καιρόν, ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων, ἢν ὀπταὶ δὲ δύ’ ὦς’, ἑφθῇ κλαίειν ἀγορεύω. τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·
20παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
σκορπίος αὖ— Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.673

Pha

2

Εἶεν, γυναῖκες, * * ὡς ὑμῖν πάλαι οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι· ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία, ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ.
5εἰ γὰρ Φάωνα δεῖσθ’ ἰδεῖν, προτέλεια δεῖ ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί. πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι ἑκκαίδεχ’ ὁλόκληροι μέλιτι μεμιγμέναι,
10λαγῷα δώδεκ’, ἐπισέληνα. τἄλλα δέ ἤδη τάδ’ εὐτελέστατ’ ἔστ’. ἄκουε δή. βολβῶν μὲν Ὀρθάνῃ τρί’ ἡμιεκτέα, Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν
μύρτων πινακίσκος χειρὶ παρατετιλμένων·674
15λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες. πύργης τετάρτης κυσί τε καὶ κυνηγέταις, Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον, ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα. ταῦτ’ ἐστὶ τἀναλώματ’. εἰ μὲν οὖν τάδε
20προσοίσετ’, εἰσέλθοιτ’ ἄν· εἰ δὲ μή, μάτην
ἔξεστιν ὑμῖν διὰ κενῆς κινητιᾷν.675

Pha

3

Τὰ δ’ ἀλλότρι’ ἔσθ’ ὅμοια ταῖς παροψίσιν·
βραχὺ γάρ τι τέρψαντ’ ἐξανάλωται ταχύ.676

Pha

4

Ὦ χρυσοῦν ἀνάδημα, ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών.

Pha

5

Τῷ στόματι τὸν κύαθον ὧδ’ εἰληφότες.677

IFF

t

INCERTARUM FABULARUM FRAGMENTA.

IFF

1

Ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ, τοὺς ἐκπλέοντάς τ’ εἰσπλέοντάς τ’ ὄψεται, χὠπόταν ἅμιλλ’ ᾖ τῶν νεῶν θεάσεται.

IFF

2

Μετὰ ταῦτα δὲ Εὐαγόρου παῖς ἐκ πλευρίτιδος Κινησίας σκελετός, ἄπυγος, καλάμινα σκέλη φορῶν, φθόης προφήτης, ἐσχάρας κεκαυμένος
5πλείστας ὑπ’ Εὐρυφῶντος ἐν τῷ σώματι.679

IFF

4

Ἢν γὰρ ἀποθάνῃ εἷς τις πονηρός, δύ’ ἀνέφυσαν ῥήτορες·
οὐδεὶς γὰρ ἡμῖν Ἰόλεως ἐν τῇ πόλει, ὅστις ἐπικαύσει τὰς κεφαλὰς τῶν ῥητόρων.680
5κεκολλόπευκας· τοιγαροῦν ῥήτωρ ἔσει.

IFF

5abc

Λαβοῦ λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου· μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον.
2 * * * * Προσίσταταί μου πρὸς τὸ βῆμα μαντίλη.
3* * * *
Βόσκει δυσώδη Κέφαλον, αἰσχίστην νόσον.681

IFF

6

Α. Οὗτος, τίς εἶ; λέγε ταχύ· τί σιγᾷς; οὐκ ἐρεῖς; Ε. Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων
ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα.682

IFF

7

Πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ, ὥς φασι Χείρων’, ἐξέθρεψας Περικλέα;

IFF

8

Κᾆτ’ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυρο‐
1βάπτοις,
κἀν φοινικίσι Σαρδιανικαῖσιν κοσμησάμενοι κατάκεινται.683

IFF

9

Λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος, ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον ἔπινε κἀξημύστισεν.

IFF

10

Τὰ γραμματεῖα τούς τε χάρτας ἐκφέρων.684

IFF

11

Ἔπειτα δ’ οὐδείς ἐστ’ ἀνὴρ γαστρίστερος.

IFF

13

Ἀνακογχυλίαστον ἐχθοδοπόν τι σκευάσω.

IFF

14

Καὶ περιὼν ἅμα τιλτὸν τάριχος ἐπριάμην τοῖς οἰκέταις.

IFF

15

Φείδεσθε τοὐλαίου σφόδρ’· ἐξ ἀγορᾶς δ’ ἐγώ
ὠνήσομαι στίλβην τίν’, ἥτις μὴ πότις.685

IFF

16

Ἐμοῦ γαμοῦντος οὐδ’ ὁ γείτων ᾔσθετο.

IFF

17

Σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με.

IFF

18

Ἆρ’, ὡς ἔοικε, δὶς γένοιτ’ ἂν παῖς γέρων.

IFF

19

Οὐδεὶς ὁμαίμου συμπαθέστερος φίλος,
κἂν ᾖ τοῦ γένους μακράν.686

IFF

20

Σὲ δὲ κοκκύζων ὄρθρι’ ἀλέκτωρ προκαλεῖται.

IFF

21

Ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα.

IFF

22

Σχοίνους λαβὼν ἄνειρε τὰ κρέα.

IFF

23

Καὶ τὰς θύρας ἀνακῶς ἔχειν.687

IFF

45

παῖδες γέροντες μειράκια παλλάκια.693