TLG 0497 001 :: PLATO :: Fragmenta PLATO Comic. Fragmenta frr. 1–59, 62–69, 71–74, 76–79, 82–98, 104–124, 126–131, 134–138, 142–164, 166–169, 171–178, 180–202, 205–209, 211, 221–259, 263, 265, 267 Citation: Fragment — (line) | ||
t1-8 | ΑΔΩΝΙΣ | |
1 | εἶτ’ οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται; | |
2 | περὶ τῶν δὲ πλευρῶν οὐδεμίαν ὤραν ἔχεις. | |
3 | ὦ Κινύρα, βασιλεῦ Κυπρίων ἀνδρῶν δασυπρώκτων, παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε πάντων ἀνθρώπων, δύο δ’ αὐτὸν δαίμον’ ὀλεῖτον, | |
ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὁ δ’ ἐλαύνων. | 601 | |
4 | Ἀδώνιον | |
5 | ἀφοδεῦσαι | |
6 | ὁ δὲ ἀχυρός | |
7 | λειποτάξιον | |
8 | τυροκνῆστις | |
t9-13 | ΑΙ ΑΦ ΙΕΡΩΝ | 602 |
9 | οὐδ’ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα. | |
10 | δότω τὴν κιθάραν τις ἔνδοθεν καὶ τοὐπιπόρπαμα. | |
11 | πόθεν ὁρμιὰ καὶ κάλαμος; | |
12 | λέπει τραχεῖαν ἔχων | |
13 | μαλλωτὰς χλαμύδας | 603 |
t14 | [ΑΜΦΙΑΡΕΩΣ] | |
14 | καὶ νὴ Δί’ εἰ Πάμφιλόν γε φαίης κλέπτειν τὰ κοίν’ ἅμα τε συκοφαντεῖν. | |
t15-18 | ΓΡΥΠΕΣ | |
15 | ἀνηρπάκας’ ἁπαξάπαντ’ αὐτῷ κανῷ. | |
16 | ἃ ἇ, γελῶν ἐπηκροασάμην πάλαι. | |
17 | ἰχθῦς, κωλᾶς, φύσκας | |
18 | πλειστηριάσαντες | 604 |
t19-20 | ΔΑΙΔΑΛΟΣ | |
19-20 | εὖ ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. | |
2 | * * * * ὁ δὲ παῖς ἔνδον τὰς ἀλεκτρυόνας σοβεῖ. | |
---|---|---|
t21-27 | ΕΛΛΑΣ Η ΝΗΣΟΙ | |
21 | βούλει τήνδε σοι πλεκτὴν καθῶ κἄπειτ’ ἀνελκύσω σε δεῦρο; | |
22 | εἴξασιν ἡμῖν οἱ νόμοι τούτοισι τοῖς λεπτοῖσιν ἀραχνίοισιν, ἃ | |
ἐν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνεται. | 605 | |
23 | λαβὼν οὖν τὸν σκύλακα τὸν τοῦ προξένου κἄπειτα δῆσον αὐτόν. | |
24 | εἰ μὲν οὖν ταύτην σὺ τὴν θάλατταν ἀποδώσεις ἑκών, | |
εἰ δὲ μή γε, ταῦτα πάντα συντριαινῶν ἀπολέσω. | 606 | |
25 | σκώληκα | |
26 | τάξαι | |
27 | χρηστήρια | |
t28-42 | ΕΟΡΤΑΙ | |
28 | τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν. τὰ γὰρ κρέα ἥδιστ’ ἔχουσι, κοὐδὲν ἀφ’ ὑὸς γίγνεται | |
πλὴν ὑστριχὶς καὶ πηλὸς ἡμῖν καὶ βοή. | 607 | |
29 | ἐξιόντι μοι ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας. Β. ἰχθῦς ἀσίτους καὶ πονηροὺς ... | |
30 | εὖ γέ σοι γένοιθ’, ὅτι ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου. | |
31 | τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν. | 608 |
32 | καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας. | |
33 | ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. | |
34 | ἔπειτα κλίνην ἀμφίκολλον πυξίνην | |
35 | κατηδέσθημεν ἂν καὶ κατεκόπημεν εὐθύς. | |
36 | ἐμφέρεσθε δὲ | |
τὰ ῥάμματα. | 609 | |
37 | ὡς μέγα μέντοι πάνυ τὴν Αἴτνην ὄρος εἶναί φασι τεκμαίρου, ἔνθα τρέφεσθαι τὰς κανθαρίδας τῶν ἀνθρώπων λόγος ἐστὶν οὐδὲν ἐλάττους. | |
38 | ὁ δὲ τὸν ἐγκέφαλόν τις ἐξαύσας καταπίνει. | |
39 | ἀστραβεύειν | |
40 | τὰς ἐγκεντρίδας | |
41 | κόφινος | |
42 | στυλοβάτην | |
t43-45 | ΕΥΡΩΠΗ | 610 |
43 | Α. γυνὴ καθεύδους’ ἐστὶν ἀργόν. Β. μανθάνω. Α. ἐγρηγορυίας δ’ εἰσὶν αἱ παροψίδες, αὗται μόνον κρείττους πολὺ χρῆμ’ εἰς ἡδονὴν ἠταλλαβεῖν. οὐ γάρ τινες παροψίδες | |
5 | εἴς’, ἀντιβολῶ σε; | |
44 | ἁλιευόμενός ποτ’ αὐτὸν εἷλον ἀνδράχμη | |
μετὰ πρημνάδων, κἄπειτ’ ἀφῆχ’, ὅτι ἦν βόαξ. | 611 | |
45 | ἠμηχάνουν | |
t46-54 | ΖΕΥΣ ΚΑΚΟΥΜΕΝΟΣ | |
46 | πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ τὸ δεῖπνον ἔνδον σκευάσω. ΗΡΑΚΛΗΣ. πάνυ βούλομαι. ἀλλ’ ἄγγος ἔστ’; Α. ἀλλ’ εἰς θυΐαν παιστέον. ΗΡ. φέρε τὴν θυΐαν, αἶρ’ ὕδωρ, τὰ ποτήρια | |
5 | παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων. Α. . . . . . ἀγεννῶς οὐκ ἐῶ παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ τασδί τε τὰς κρηπῖδας ἃς αὕτη φορεῖ, καὶ τὸν κότυλον τὸν σόν. ΗΡ. βαβαιάξ, οὑτοσὶ | |
10 | μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται. | 612 |
47 | ἀγκυλοῦντα δεῖ σφόδρα τὴν χεῖρα πέμπειν εὐρύθμως τὸν κότταβον. | |
48 | τὸν κότυλον φέρει | |
49 | ὥσθ’ ἅττ’ ἔχω ταῦτ’ ἐς ταρίχους ἀπολέσω. | 613 |
50 | κεράτινον εἶχον σκευοφόριον καμπύλον. | |
51 | καί τοι φορεῖτε γλῶτταν ἐν ὑποδήμασιν, στεφανοῦσθ’ ὑπογλωττίσιν, ὅταν πίνητέ που, κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε. | |
52-53 | γλώττης ἀγαθῆς οὐκ ἔστ’ ἄμεινον οὐδὲ ἕν. | |
1 | * * * * ἡ γλῶττα δύναμιν τοὺς λόγους ἐκτήσατο, | |
ἐκ τῶν λόγων δ’ ἅττ’ αὐτὸς ἐπιθυμεῖς ἔχεις. | 614 | |
54 | ἐπὶ Μανδροβόλου χωρεῖ. | |
t55 | ΙΩ | |
55 | πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος. | |
t56-63 | ΚΛΕΟΦΩΝ | 615 |
56 | σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν. | |
57 | ἵν’ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου. | |
58 | ἀλλ’ αὐτὸς ἀπαρτὶ τἀλλότρι’ οἰχήσει φέρων. | |
59 | ἐψάθαλλε λεῖος ὤν | 616 |
62 | ἀργύρια | |
63 | μάραγναν | |
t64-66 | ΛΑΙΟΣ | 617 |
64 | οὐχ ὁρᾷς ὅτι ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους, ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται, σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων; | |
5 | Φιλωνίδην δ’ οὐ τέτοκεν ἡ μήτηρ ὄνον τὸν Μελιτέα, κοὐκ ἔπαθεν οὐδέν; | |
65 | ἐπινέφελον | |
66 | ἴσσα | 618 |
t67-73 | ΛΑΚΩΝΕΣ Η ΠΟΙΗΤΑΙ | |
67 | ὅταν δέωμαι γωνιαίου ῥήματος, τούτῳ παριστῶ καὶ μοχλεύω τὰς πέτρας. | |
68 | καὶ μὴν ὄμοσόν μοι μὴ τεθνάναι. Β. τὸ σῶμ’ ἐγώ, | |
ψυχὴν δ’ ἀνήκειν ὥσπερ Αἰσώπου ποτέ. | 619 | |
69 | ἅνδρες δεδειπνήκασιν ἤδη σχεδὸν ἅπαντες. Β. εὖγε. Α. τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ νίπτρον παραχέων ἔρχομαι. Β. κἀγὼ δὲ παρακορήσων. σπονδὰς δ’ ἔπειτα παραχέας τὸν κότταβον παροίσω. | |
5 | τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη προχείρους εἶναι, καὶ προαναφυσᾶν. Α. τὸ μύρον ἤδη παράχεον βαδίζων Αἰγύπτιον, κᾆτ’ ἴρινον· στέφανον ἔπειθ’ ἑκάστῳ δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω. Β. καὶ δὴ κέκραται. Α. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε | |
9 | * * * * | |
10 | σπονδὴ μὲν ἤδη γέγονε, καὶ πίνοντές εἰσι πόρρω. καὶ σκόλιον ᾖσται, κότταβος δ’ ἐξοίχεται θύραζε. αὐλοὺς δ’ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι μελίζεται τοῖς συμπόταις, κἄλλην τρίγωνον εἶδον | |
ἔχουσαν, εἶτ’ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι. | 620 | |
71 | πάσας παραφερέτω | |
72 | κιόκρανα | |
73 | μυλαβρίδες | 621 |
t,ante 74 | ΜΑΜΜΑΚΥΘΟΣ | |
t74-76 | ΜΕΝΕΛΕΩΣ | |
74 | εἰπέ μοι, ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων. Β. ὁ γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν. | |
76 | ἀγελαίους ἄρτους | |
t77-78 | ΜΕΤΟΙΚΟΙ | |
77 | σημεῖα παρασημεῖα, κλεῖν παρακλείδιον | 622 |
t,ante 79 | ΜΥΡΜΗΚΕΣ | |
t79-82 | ΝΙΚΑΙ | |
79 | τουτὶ προσαναβῆναι τὸ σιμὸν δεῖ. | |
82 | ἰχθύων δὲ πλύμα | 623 |
t83-87 | ΝΥΞ ΜΑΚΡΑ | |
83 | ἀλλ’ αὖ γέλοιον ἄνδρα μου μὴ φροντίσαι μηδέν. | |
84 | ἐνταῦθ’ ἐπ’ ἄκρων τῶν κροτάφων ἕξει λύχνον δίμυξον. | |
85 | ἕξουσιν οἱ πομπῆς λυχνούχους δηλαδή. | |
86 | κᾆθ’ ἧκεν ἄρτους πριάμενος μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους. | |
87 | αὐτοσχεδίασμα | 624 |
t88-90 | ΞΑΝΤΡΙΑΙ Η ΚΕΡΚΩΠΕΣ | |
88 | τῶνδε βουλευτὶς πόνων | |
89 | ἦν δὴ θόρυβος τευταζόντων. | |
90 | χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων. | |
t91-94 | ΠΑΙΔΑΡΙΟΝ | 625 |
91 | φέρε τοῦτ’ ἐμοὶ δεῖξον τὸ κανοῦν μοι δεῦρο μὴ μάχαιρ’ ἔνι. | |
92 | εἰ μὲν μὴ λίαν ... ὦνδρες, ἠναγκαζόμην στρέψαι δεῦρ’, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδ’ ἐπῶν. | |
93 | ὥσπερ τοὺς πουλύποδας πρώτιστά σε | |
t95-105 | ΠΕΙΣΑΝΔΡΟΣ | 626 |
95 | ἤδη φαγών τι πώποθ’, οἷα γίγνεται, ὀψάριον ἔκαμες, καὶ προσέστη τοῦτό σοι; Β. ἔγωγε πέρυσι κάραβον φαγών. | |
96 | χαλεπῶς ἂν οἰκήσαιμεν ἐν Βυζαντίοις, ὅπου σιδαρέοισι τοῖς νομίσμασιν χρῶνται. | |
97 | ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος | |
98 | γυνὴ γάρ, ἢν μὲν αὐτὴν ἀεὶ κολάζῃς, ἐστὶ πάντων κτημάτων κράτιστον, | |
ἐὰν δ’ ἀνῇς, ὕβριστόν ἐστι χρῆμα κἀκόλαστον. | 627 | |
104 | Ἄρεος νεοττός | |
105 | πολιτοκοπεῖν | |
t106-109 | ΠΕΡΙΑΛΓΗΣ | |
106 | ὦ θεῖε Μόρυχε, πῶς γὰρ οὐ δαίμων ἔφυς; καὶ Γλαυκέτης ἡ ψῆττα, καὶ Λεωγόρας, | |
οἳ ζῆτε τερπνῶς οὐδὲν ἐνθυμούμενοι. | 629 | |
107 | ὃς πρῶτα μὲν Κλέωνι πόλεμον ἠράμην | |
108 | χρηστὸν μὴ κατὰ Μειδίαν ὀρτυγοκόπον | |
109 | ἀλλ’ ἡγούμεσθ’ εὖ κἀνδρείως πολλῷ πάντων προέχοντες. | 630 |
t110-118 | ΠΟΙΗΤΗΣ | |
110 | τὸν δέλφακα ἀπῆγε σιγῇ. | |
112 | ὁρᾶτε τὸ διῆρες ὑπερῷον. | |
113 | μόνος δ’ ἄγευστος, | |
ἄσπλαγχνος ἐνιαυτίζομἀπλάκουντος, ἀλιβάνωτος. | 631 | |
114 | θαυμάζω τοι τηνδὶ πιθάκνην πότερ’ ὀστρακίνην ἢ βίβλον ἔχων τὴν δήποτε | |
115 | ψήφισμα ἔθηκεν | |
116 | λάσανα | |
117 | Σεβῖνος | |
118 | ψαφαρόν | |
t119-127 | ΠΡΕΣΒΕΙΣ | 632 |
119 | κᾆτ’ ἔλαβον Ἐπικράτης τε καὶ Φορμίσιος παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα, ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς. | |
120 | κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε | |
121 | σκευάρια δὴ κλέψας ἀπεκήρυξ’ ἐκφέρων | |
122 | ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε | |
123 | Ἡράκλεις, τῶν βεμβράδων | 633 |
124 | χαίρεις, οἶμαι, μεταπεττεύσας αὐτὸν διακλιμακίσας τε, τὸν ὑπηνόβιον σπαρτιοχαίτην ῥυποκόνδυλον ἑλκετρίβωνα. | |
126 | ἁρμοστῆρας | |
127 | ἀπέσχαζε | 634 |
t128-133 | ΣΚΕΥΑΙ | |
128 | ἅψαι μόνον σὺ κἂν ἄκρῳ τοῦ Μορσίμου, ἵνα σου πατήσω τὸν Σθένελον μάλ’ αὐτίκα. | |
129 | καὶ τοῖς τρόποις ἁρμόττον ὥσπερ περὶ πόδα | 635 |
130 | ὥστ’ εἴ τις ὀρχοῖτ’ εὖ, θέαμ’ ἦν· νῦν δὲ δρῶσιν οὐδέν, ἀλλ’ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται. | |
131 | ἀναβιῶν’ ἐκ τῆς νόσου | |
t134-147 | ΣΟΦΙΣΤΑΙ | |
134 | Ξενοκλῆς ὁ δωδεκαμήχανος, | |
ὁ Καρκίνου παῖς τοῦ θαλαττίου | 636 | |
135 | τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος | |
136 | καὶ γὰρ Προμηθεύς ἐστιν ἀνθρώποις ὁ νοῦς. | |
137 | κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς. | |
138 | ἐν τρισὶν | |
πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος. | 637 | |
142 | ὀθόνινον πρόσωπον | |
143 | ἀπαρτί | |
144 | δεδειπνάναι | 638 |
145 | κέρκους | |
146 | λυχνίας | |
147 | πλαίσιον | |
t148-159 | ΣΥΜΜΑΧΙΑ | |
148 | ὠτογλυφίδα λαβοῦς’ ἀνασκαλεύεται. | |
149 | τὸ γὰρ ἕψημά σου | |
γευόμενος ἔλαθον ἐκροφήσας. | 639 | |
150 | νάρκη γὰρ ἑφθὴ βρῶμα χαρίεν γίγνεται. | |
151 | βατίς τε καὶ σμύραινα πρόσεστι. | |
152 | ἐγὼ γὰρ ὑμῖν ἢν φράσω | |
153 | εἴξασιν γὰρ τοῖς παιδαρίοις τούτοις, οἳ ἑκάστοτε γραμμὴν ἐν ταῖσιν ὁδοῖς διαγράψαντες διανειμάμενοι δίχ’ ἑαυτοὺς ἑστᾶς’ αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γραμμῆς, οἱ δ’ αὖ ἐκεῖθεν. εἷς δ’ ἀμφοτέρων ὄστρακον αὐτοῖς ἀνίησιν εἰς μέσον ἑστώς, | |
5 | κἂν μὲν πίπτῃσι τὰ λεύκ’ ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέρους δεῖ, | |
τοὺς δὲ διώκειν. | 640 | |
154 | ἢ ’ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον | |
155 | αὐλητρίδα πεζήν | |
156 | κεναγγίαν | |
157 | ὀρνιθευτής | 641 |
158 | παραθήκην | |
159 | πορνοβοσκῆσαι | |
t160-165 | ΣΥΡΦΑΞ | |
160 | Α. ὁδὶ μὲν Ἀναγυράσιος ὀρφώς ἐστί σοι. Β. οἶδ’, ᾧ φίλος Μυννίσκος ἔσθ’ ὁ Χαλκιδεύς. Α. καλῶς λέγεις. | |
161 | νοεῖ μὲν ἕτερ’, ἕτερα δὲ τῇ γλώττῃ λέγει. | |
162 | δότω τις ἡμῖν μαζονομεῖον ἔνδοθεν. | |
163 | καὶ πίεσθ’ ὕδωρ πολύ. | 642 |
164 | σὲ μέν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω. | |
t166-172 | ΥΠΕΡΒΟΛΟΣ | |
166-167 | εὐτυχεῖς, ὦ δέσποτα. Β. τί δ’ ἔστι; Α. βουλεύειν ὀλίγου ’́λαχες πάνυ. ἀτὰρ οὐ λαχὼν ὅμως ἔλαχες, ἢν νοῦν ἔχῃς. Β. πῶς ἢν ἔχω νοῦν; Α. ὅτι πονηρῷ καὶ ξένῳ | |
5 | ἐπέλαχες ἀνδρί, οὐδέπω γὰρ ἐλευθέρῳ. | |
5 | * * * * Β. ἄπερρ’· ἐγὼ δ’ ὑμῖν τὸ πρᾶγμα δὴ φράσω· | |
Ὑπερβόλῳ βουλῆς γάρ, ἄνδρες, ἐπέλαχον. | 643 | |
168 | ὁ δ’ οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι, ἀλλ’ ὁπότε μὲν χρείη ‘διῃτώμην‘ λέγειν, ἔφασκε ‘δῃτώμην‘, ὁπότε δ’ εἰπεῖν δέοι | |
‘ὀλίγον‘, ‘ὀλίον‘ ἔλεγεν. | 644 | |
169 | καὶ τοσοῦτον εὐερίας ἀπολέλαυχ’ Ὑπέρβολος, ὥστε ἀθλιώτατός ἐστι. | |
171 | φύλλιον ἢ ῥαφανίδιον | |
172 | ἀρτοσιτεῖν | |
t173-182 | ΦΑΩΝ | 645 |
173 | ἐγὼ δ’ ἐνθάδ’ ἐν τῇ ’ρημίᾳ τουτὶ διελθεῖν βούλομαι τὸ βυβλίον πρὸς ἐμαυτόν. Β. ἔστι δ’, ἀντιβολῶ σε, τοῦτο τί; Α. Φιλοξένου καινή τις ὀψαρτυσία. | |
5 | Β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ’. Α. ἄκουε δή. ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ’ ἐπὶ θύννον. Β. ἐπὶ θύννον; οὐκοῦν τῆς τελευτῆς πολὺ κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως. Α. βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας | |
10 | ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ’ ἐς τέκν’ ἄνειμι | |
11 | * * * * οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον | |
12 | * * * * ὀρφών, αἰολίαν συνόδοντά τε καρχαρίαν τε μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ· | |
15 | ἀλλ’ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον. πουλύποδος πλεκτὴ δ’, ἢν πιλήσῃς κατὰ καιρόν, ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων, | |
ἢν ὀπταὶ δὲ δύ’ ὦς’, ἑφθῇ κλαίειν ἀγόρευε. τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι· | 646 | |
20 | παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ. | |
σκορπίος αὖ— Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών. | 647 | |
174 | εἶεν γυναῖκες ... ὡς ὑμῖν πάλαι οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι· ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία, ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ. | |
5 | εἰ γὰρ Φάωνα δεῖσθ’ ἰδεῖν, προτέλεια δεῖ ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί. πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι ἑκκαίδεχ’ ὁλόκληροι μέλιτι μεμιγμέναι, | |
10 | λαγῷα δώδεκ’ ἐπισέληνα. τἄλλα δὲ ἤδη τάδ’ εὐτελέστατ’ ἔστ’. ἄκουε δή. βολβῶν μὲν Ὀρθάνῃ τρί’ ἡμιεκτέα, Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν μύρτων πινακίσκος χειρὶ παρατετιλμένων· | |
15 | λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες. πύργης τετάρτης κυνί τε καὶ κυνηγέταιν, Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον, ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα. ταῦτ’ ἐστὶ τἀναλώματ’. εἰ μὲν οὖν τάδε | |
20 | προσοίσετ’, εἰσέλθοιτ’ ἄν· εἰ δὲ μή, μάτην | |
ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν. | 648 | |
175 | τὰ δ’ ἀλλότρι’ ἔσθ’ ὅμοια ταῖς παροψίσιν· | |
βραχὺ γάρ τι τέρψαντ’ ἐξανήλωται ταχύ. | 649 | |
176 | τῷ στόματι τὸν κύαθον ὧδ’ εἰληφότας | |
177 | ὡς καὶ νῦν ἔχομεν παρουσίας | |
178 | ὦ χρυσοῦν ἀνάδημα, | |
ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις ... ὦ γλυκὺς ἀγκών. | 650 | |
180 | ἀκταινῶσαι | |
181 | ἀναίνεσθαι | |
182 | ἀτηρίας | |
t183-259 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
183 | ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ, οὓς ἐκπλέοντάς τ’ εἰσπλέοντάς τ’ ὄψεται, χὠπόταν ἅμιλλ’ ᾖ τῶν νεῶν θεάσεται. | |
184 | μετὰ ταῦτα δὲ | |
Εὐαγόρου παῖς ἐκ πλευρίτιδος Κινησίας σκελετός, ἄπυγος, καλάμινα σκέλη φορῶν, φθόης προφήτης, ἐσχάρας κεκαυμένος | 651 | |
5 | πλείστας ὑπ’ Εὐρυφῶντος ἐν τῷ σώματι. | |
185 | λαβοῦ λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου· μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον. | |
2 | * * * * προσίσταταί μου πρὸς τὸ βῆμα μαντίλη. | |
3 | * * * * | |
βόσκει δυσώδη Κέφαλον, αἰσχίστην νόσον. | 652 | |
186 | ἢν γὰρ ἀποθάνῃ εἷς τις πονηρός, δύ’ ἀνέφυσαν ῥήτορες· οὐδεὶς γὰρ ἡμῖν Ἰόλεως ἐν τῇ πόλει, ὅστις ἐπικαύσει τὰς κεφαλὰς τῶν ῥητόρων. | |
5 | κεκολλόπευκας· τοιγαροῦν ῥήτωρ ἔσει. | 653 |
187 | καίτοι πέπραγε τῶν τρόπων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια· οὐ γὰρ τοιούτων εἵνεκ’ ὄστραχ’ εὑρέθη. | |
188 | Α. οὗτος, τίς εἶ; λέγε ταχύ· τί σιγᾷς; οὐκ ἐρεῖς; ΕΡΜ. Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα. | |
189 | λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος, ἔπειτ’ ἄκρατον κοὐ τεταγρανωμένον | |
ἔπινε κἀξημύστισεν. | 654 | |
190 | φείδεσθε τοὐλαίου σφόδρ’· ἐξ ἀγορᾶς δ’ ἐγὼ ὠνήσομαι στίλβην τιν’, ἥτις μὴ πότις. | |
191 | πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ, ὥς φασι, Χείρων ἐξέθρεψας Περικλέα. | |
192 | οὐδεὶς ὁμαίμου συμπαθέστερος φίλος, κἂν ᾖ . . . . . τοῦ γένους μακράν. | |
193 | καὶ περιὼν ἅμα | |
τιλτὸν τάριχος ἐπριάμην τοῖς οἰκέταις. | 655 | |
194 | τὰ γραμματεῖα τούς τε χάρτας ἐκφέρων | |
195 | ἔπειτα δ’ οὐδείς ἐστ’ ἀνὴρ γαστρίστερος. | |
196 | ἀνακογχυλιαστὸν ἐχθοδοπόν τι σκευάσω. | |
197 | ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα. | |
198 | σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με. | |
199 | ἐμαυτὸν εἰς ἀπωλίαν οἰχήσομαι. | 656 |
200 | καὶ ταῦτα μανάκις τῆς ἡμέρας | |
201 | σχοίνους λαβὼν ἄνειρε τὰ κρέα. | |
202 | καὶ τῆς θύρας ἀνακῶς ἔχειν | 657 |
205 | χρῆσόν μοι τὴν χλαμύδα σου. | |
206 | παῖδες, γέροντες, μειράκια, παλλάκια | |
208 | κἆτ’ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις | |
κἀν φοινικίσι Σαρδιανικαῖσιν κοσμησάμενοι κατάκεινται. | 658 | |
209 | σὲ δὲ κοκκύζων ὄρθρι’ ἀλέκτωρ προκαλεῖται. | |
211 | ὅτι δ’ ἂν ἡ συβώτρια, μηδ’ ἀγαθὴ γένοιτό μοι. | |
ἔχει δὲ μόνον δακτύλους αὐλητικούς. | 659 | |
221 | ἀκλώστους στήμονας | |
222 | κοπραγωγοὺς γαστέρας | |
223 | λύω λέσχας | |
224 | παῦσαι δυσωνῶν | |
225 | αἰκῶς | |
226 | ἄκοος | 661 |
227 | ἀκύκλιος | |
228 | ἀλλοκοτώτατον καὶ ἀλλοκοτώτερον | |
229 | ἀμφιμάσχαλος | |
230 | ἀμφωτίδες | |
231 | ἀνεγκλητί | |
232 | ἀποθρέξεις | |
233 | ἀρχωνίδας | |
234 | ἄσκην | 662 |
235 | ᾆσμα καὶ ᾀσμάτιον καὶ ᾀσμόν | |
236 | ἀτέραμνον | |
237 | ἀφεῦσαν | |
238 | τοῦ γάλα | |
239 | γλωττήν | |
240 | δέρρις | |
241 | ἐγλιξάμην | 663 |
242 | ἕξπουν | |
243 | ἴκτινα | |
244 | καπνίαν | |
245 | καταξῆναι | |
246 | ναστοκόπος | |
247 | παιδοφιλῆσαι | |
248 | ποδάρια | |
249 | ποδοκάκη | 664 |
250 | ὁ πρόσωπος | |
251 | ῥᾴδια | |
252 | ῥακετρίζειν | |
253 | σπαρνόν | |
254 | στρόβιλος | |
255 | συκοφαντεῖν | |
256 | σωμάτια | |
257 | τερᾴζεις | 665 |
258 | τριταρτημόριον | |
259 | ψυχορροφεῖν | |
t260-269 | ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ | |
263 | ὁ βασιλεὺς ἐπιώψατο ἀρρηφόρους | 666 |
265 | ἐπιτροπεῖν | |
267 | μίσασθαι | 667 |